Short URL for this page:
bit.ly/AenTactA


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
[image ALT: a blank space]

This webpage reproduces part of
Siege Defense

by
Aeneas Tacticus

(Loeb Classical Library edition, 1928)

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

ὕστερον·

[image ALT: link to next section]
10.25‑14
This site is not affiliated with the US Military Academy.

 p26  ΑΙΝΕΙΟΥ

ΠΕΡΙ ΤΟΥ
ΠΩΣ ΧΡΗ ΠΟΛΙΟΡΚΟΥΜΕΝΟΣ ΑΝΤΕΧΕΙΝ​1

[link to English translation] 1 Ὅσοις τῶν ἀνθρώπων ἐκ τῆς αὑτῶν​2 ὁρμωμένοις χώρας ὑπερόριοί τε ἀγῶνες καὶ κίνδυνοι συμβαίνουσιν, ἄν τι σφάλμα γένηται κατὰ γῆν ἢ κατὰ θάλασσαν, ὑπολείπεται τοῖς περιγιγνομένοις αὐτῶν οἰκεῖα τε χώρα καὶ πόλις καὶ πατρίς, ὥστε οὐκ ἂν ἄρδην πάντες ἀναιρεθείησαν· 2 τοῖς δὲ ὑπὲρ τῶν μεγίστων μέλλουσι κινδυνεύειν, ἱερῶν καὶ πατρίδος καὶ γονέων καὶ τέκνων καὶ τῶν ἄλλων, οὐκ ἴσος οὐδὲ ὅμοιος ἀγών ἐστιν, ἀλλὰ σωθεῖσι μὲν καὶ καλῶς ἀμυναμένοις τοὺς πολεμίους φοβεροὺς τοῖς ἐναντίοις καὶ δυσεπιθέτους εἰς τὸν λοιπὸν χρόνον εἶναι, κακῶς δὲ προσενεχθεῖσι πρὸς τοὺς κινδύνους οὐδεμία ἐλπὶς σωτηρίας ὑπάρξει. 3 τοὺς οὖν ὑπὲρ τοσούτων καὶ τοιούτων μέλλοντας ἀγωνίζεσθαι οὐδεμιᾶς παρασκευῆς καὶ προθυμίας ἐλλιπεῖς εἶναι δεῖ, ἀλλὰ πολλῶν καὶ παντοίων ἔργων πρόνοιαν ἑκτέον, ὅπως διά γε αὑτοὺς​3 μηδὲν φανῶσι σφαλέντες· 4 ἂν δὲ ἄρα τι σύμπτωμα γένηται, ἀλλ’ οἵ γε λοιποὶ τὰ ὑπάρχοντα εἰς ταὐτό ποτε καταστήσαιεν  p28 ἄν,​4 καθάπερ τινὲς τῶν Ἑλλήνων εἰς τὸ ἔσχατον ἀφικόμενοι πάλιν ἀνέλαβον ἑαυτούς.

I

[link to English translation] 1 Τὴν οὖν τῶν σωμάτων σύνταξιν σκεψαμένους πρὸς τὸ μέγεθος τῆς πόλεως καὶ τὴν διάθεσιν τοῦ ἄστεος καὶ τῶν φυλάκων τὰς καταστάσεις καὶ περιοδίας, καὶ ὅσα ἄλλα σώμασι κατὰ τὴν πόλιν χρηστέον, πρὸς ταῦτα τοὺς μερισμοὺς ποιητέον. 2 τοὺς μὲν γὰρ ἐκπορευομένους δεῖ συντετάχθαι πρὸς τοὺς ἐν τῇ πορείᾳ τόπους, ὡς χρὴ πορεύεσθαι παρά τε τὰ ἐπικίνδυνα χωρία καὶ ἐρυμνὰ καὶ στενόπορα καὶ πεδινὰ καὶ ὑπερδέξια καὶ ἐνεδρευτικά, καὶ τὰς τῶν ποταμῶν​5 διαβάσεις καὶ τὰς ἐκ τῶν τοιούτων παρατάξεις· 3 τὰ δὲ τειχήρη καὶ πολιτοφυλακήσοντα​6 πρὸς μὲν τὰ τοιαῦτα οὐδὲν δεῖ συντετάχθαι, πρὸς δὲ τοὺς ἐν τῇ πόλει τόπους καὶ τὸν παρόντα κίνδυνον. 4 πρῶτον μὲν οὖν αὐτῶν​7 ἀπονεῖμαι δεῖ τοὺς φρονιμωτάτους τε καὶ ἐμπείρους μάλιστα πολέμου, οἳ περὶ τοὺς ἄρχοντας  p30 ἔσονται· 5 ἔπειτα λοιπὸν ἀπολέγειν σώματα τὰ​8 δυνησόμενα μάλιστα πονεῖν, καὶ μερίσαντα​9 λοχίσαι, ἵνα εἰς τε τὰς ἐξόδους καὶ τὰς κατὰ πόλιν περιοδίας καὶ τὰς τῶν πονουμένων βοηθείας ἢ εἴς τινα ἄλλην ὁμότροπον ταύταις λειτουργίαν ὑπάρχωσιν οὗτοι προτεταγμένοι τε καὶ δυνατοὶ ὄντες ὑπηρετεῖν. 6 εἶναι δὲ αὐτοὺς εὔνους τε καὶ τοῖς καθεστηκόσι πράγμασιν ἀρεσκομένους· μέγα γὰρ πρὸς τὰς τῶν ἄλλων ἐπιβουλὰς τοιοῦτο​10 ἀθρόον ὑπάρχον ἀντ’ ἀκροπόλεως· φόβος γὰρ ἂν εἴη τοῖς ἐναντία θέλουσιν ἐν τῇ πόλει. 7 ἡγεμὼν δὲ καὶ​11 ἐπιμελητὴς αὐτῶν ἔστω τά τε ἄλλα φρόνιμος καὶ εὔρωστος, καὶ ᾧ ἂν πλεῖστοι κίνδυνοι εἶεν μεταβολῆς γενομένης. 8 τῶν δὲ λοιπῶν τοὺς ῥωμαλεωτάτους ἡλικίᾳ καὶ νεότητι ἐκλέξαντα ἐπὶ τὰς φύλακας καθιστάναι καὶ τὰ τείχη, τὸ δὲ περιὸν πλῆθος μερίσαντα πρὸς τὸ μῆκος τῶν νυκτῶν καὶ τῶν φυλάκων τὸ πλῆθος κατανεῖμαι, 9 τῶν δὲ ὄχλων τοὺς μὲν εἰς τὴν ἀγοράν, τοὺς δὲ εἰς τὸ θέατρον, τοὺς δὲ ἄλλους εἰς τὰς οὔσας​12 ἐν τῇ πόλει εὐρυχωρίας, ἵνα μηδὲν ἔρημον ᾖ εἰς δύναμιν τῆς πόλεως.

II

[link to English translation] 1 Ἄριστον​13 δὲ τὰς ἀχρείους οὔσας εὐρυχωρίας ἐν τῇ πόλει, ἵνα μὴ σωμάτων εἰς αὐτὰς δέῃ, τυφλοῦν ταφρεύοντα καὶ ὡς μάλιστα ἀβάτους  p32 ποιοῦντα τοῖς νεωτερίζειν βουλομένοις καὶ προκαταλαμβάνειν αὐτάς. 2 Λακεδαιμόνιοι δὴ​14 Θηβαίων ἐμβαλόντων ἐκ τε τῶν ἐγγυτάτω οἰκιῶν διαλύοντες καὶ ἐκ τῶν αἱμασιῶν καὶ τειχίων​15 ἄλλοι κατ’ ἄλλους τόπους φορμοὺς γῆς καὶ λίθων πληροῦντες, φασὶν δὲ καὶ τοῖς ἐκ τῶν ἱερῶν χαλκοῖς τρίποσιν, ὄντων πολλῶν καὶ μεγάλων, χρησάμενοι καὶ τούτοις προαποπληρώσαντες τάς τε εἰσβολὰς καὶ τὰς διόδους καὶ τὰ εὐρύχωρα τοῦ πολίσματος ἐκώλυσαν τοὺς εἰσβάλλειν ἐπιχειροῦντας εἰς αὐτὸ τὸ πόλισμα.

[link to English translation] 3 Πλαταιεῖς δὲ ἐπεὶ ᾔσθοντο νυκτὸς ἐν τῇ πόλει Θηβαίους ὄντας, κατανοήσαντες οὐ πολλοὺς αὐτοὺς ὄντας οὐδὲ ἔργων τῶν προσηκόντων ἁπτομένους, οἰομένους γε μέντοι κατέχειν τῇ πόλιν, ἐνόμισαν ἐπιθέμενοι ῥᾳδίως κρατήσειν. τεχνάζουσιν οὖν εὐθέως τοιόνδε. 4 τῶν ἀρχόντων οἱ μὲν ὁμολογίας ἐποιοῦντο τοῖς Θηβαίοις ἐν τῇ ἀγορᾷ, οἱ δὲ παρήγγελλον κρύφα τοῖς ἄλλοις πολίταις σποράδην μὲν ἐκ τῶν οἰκιῶν μὴ ἐξιέναι, καθ’ ἕνα δὲ καὶ δύο τοὺς κοινοὺς τοίχους διορύττοντας λαθραίως παρ’ ἀλλήλους ἀθροίζεσθαι. 5 ἑτοιμασθέντος δὲ πλήθους ἀξιομάχου τὰς​16 μὲν διόδους καὶ τὰς ῥύμας ἐτύφλωσαν ἁμάξαις ἄνευ ὑποζυγίων, ἀπὸ​17 δὲ  p34 σημείου ἀθροισθέντες ἐφέροντο ἐπὶ τοὺς Θηβαίους. 6 ἅμα δὲ τούτοις τὰ γύναια καὶ οἱ οἰκέται ἦσαν ἐπὶ τοῖς κεράμοις, ὥστε βουλομένων τῶν Θηβαίων πράσσειν καὶ ἀμύνεσθαι ἐν σκότει, οὐκ ἐλάττω ὑπὸ τῶν ἁμαξῶν βλάβην ἢ ὑπὸ τῶν προσκειμένων αὐτοῖς ἀνθρώπων γενέσθαι. οἱ μὲν γὰρ ἔφευγον​18 ἄπειροι ὄντες ᾗ χρὴ σωθῆναι διὰ τὰς φράξεις τῶν ἁμαξῶν, οἱ δὲ ἐμπείρως διώκοντες ταχὺ πολλοὺς ἔφθειραν.

[link to English translation] 7 Ἐξοιστέον δὲ καὶ τὰ ὑπεναντία τούτοις, ὡς μιᾶς μὲν οὔσης εὐρυχωρίας κίνδυνον εἶναι τοῖς ἐν τῇ πόλει, ἂν προκαταλαμβάνωσιν οἱ ἐπιβουλεύοντες· κοινοῦ γὰρ καὶ ἑνὸς ὄντος τόπου τοιούτου τῶν φθασάντων ἂν εἴη τὸ ἔργον. δύο δὲ ἢ τριῶν ὄντων τοιῶνδε τόπων, τάδε ἂν εἴη τὰ ἀγαθά· 8 εἰ μὲν ἕνα ἢ δύο καταλαμβάνοιεν τόπους, τὸν λοιπὸν ἂν τοῖς ἐναντίοις ὑπάρχειν· εἰ δὲ πάντας, χωρισθέντες ἂν καὶ μερισθέντες ἀσθενεστέρως διακέοιντο πρὸς τοὺς ὑπεναντίους ἀθρόους ὄντας, εἰ μὴ ἑκάστῳ μέρει ὑπερέχοιεν τῶν ἐν τῇ πόλει. ὡς δὲ αὕτως καὶ κατὰ τῶν ἄλλων πάντων θελημάτων χρὴ τὰ ἐνόντα ὑπεναντία τοῖς προγεγραμμένοις ὑπονοεῖν, ἵνα μὴ ἀπερισκέπτως τι ἕτερον αἱρῇ.19

III. [Ἄλλη πολιτοφυλάκων σύνταξις]

[link to English translation] 1 Ἐκ προσφάτου δὲ ἐγγιγνομένου φόβου ἀσυντάκτῳ πόλει, τάχιστα ἄν τις εἰς σύνταξιν καὶ φυλακὴν τῆς πόλεως τοὺς πολίτας καταστῆσαι,20  p36 εἰ ἑκάστῃ φυλῇ μέρος τι τοῦ τείχους κλήρῳ ἀποδείξειεν, ἐφ’ ᾧ ἐλθοῦσι εὐθὺς αἱ φυλαὶ φυλάξουσιν. κατὰ πολυπλήθειαν​21 δὲ φυλῆς ἑκάστης τὸ μέγεθος τοῦ τείχους φυλαττόντων. 2 ἔπειτα οὕτως ἀφ’​22 ἑκάστης φυλῆς τοὺς δυναμένους τοῖς σώμασι πονέσαι ἀπολέγειν εἴς τε τὴν ἀγορὰν καὶ τὰς περιοδίας, καὶ εἴ τι ἄλλο δεῖ χρῆσθαι τοῖς τοιούτοις ἀνθρώποις.​23 3 ὁμοτρόπως δὲ καὶ φρουρίου ὑπὸ συμμάχων φρουρουμένου μέρος τι τοῦ τείχους τῶν συμμάχων ἑκάστοις ἀποδιδόσθω φυλάττειν. ἐὰν δὲ πολῖται ἐν ὑποψίᾳ πρὸς ἀλλήλους​24 ὦσιν, κατὰ ἀνάβασιν ἑκάστην τοῦ τείχους δεῖ ἐπιστῆσαι ἄνδρας πιστούς, οἳ κωλυταὶ ἔσονται, ἄν τις ἐπιχειρῇ ἄλλος ἀναβαίνειν. 4 ἐν εἰρήνῃ δὲ καὶ ὧδε χρὴ συντετάχθαι τοὺς πολίτας. πρῶτον μὲν ῥύμης ἑκάστης ἀποδεῖξαι ῥυμάρχην ἄνδρα τὸν ἐπιεικέστατόν τε καὶ φρονιμώτατον, πρὸς ὅν, ἐάν τι ἀπροσδοκήτως νυκτὸς γένηται, συναθροισθήσονται. 5 χρὴ δὲ τὰς ἐγγυτάτας​25 ῥύμας τῆς ἀγορὰς εἰς τὴν ἀγορὰν ἄγειν τοὺς ῥυμάρχας, τοῦ δὲ θεάτρου τὰς ἐγγυτάτω ῥύμας εἰς τὸ θέατρον, εἴς τε τὰς ἄλλας ἕκαστον ἐγγύτατα εὐρυχωρίας ἀθροίζεσθαι τοὺς ῥυμάρχας μετὰ τῶν ἐξενεγκαμένων παρ’ αὐτοὺς τὰ ὅπλα· 6 οὕτω γὰρ ἂν τάχιστα ἔς τε τοὺς προσήκοντας ἕκαστοι τόπους ἀφίκοιντο καὶ ἐγγυτάτω τῶν σφετέρων οἴκων εἶεν, διαπέμποιέν τε ἂν οἰκονομοῦντες πρὸς τοὺς κατ’ οἶκον, τέκνα καὶ γυναῖκας, οὐ πρόσω αὐτῶν διατελοῦντες. τῶν τε ἀρχόντων δεῖ προκεκληρῶσθαι εἰς ὃν ἕκαστοι  p38 τόπον ἐλθόντες τῶν συλλεγέντων ἐπὶ τὰ χείλη ἀποστελοῦσι· καὶ τῶν λοιπῶν ἕνεκα ἐπιμελείας ἡγεμόνες ἔσονται, ἄνπερ εὐθὺς ἡγεμονεύσωσιν ὧδε.

IV. [Περὶ συσσήμων]

[link to English translation] 1 Εὐθύτατα δεῖ​26 αὐτοῖς πεποιῆσθαι σύσσημα, ἀφ’ ὧν μὴ ἀγνοήσουσι τοὺς προσιόντας αὐτοῖς· ἤδη γὰρ τοιόνδε συνέβη. Χαλκίς ἡ ἐν Εὐρίπῳ κατελήφθη ὑπὸ φυγάδος ὁρμωμένου ἐξ Ἐρετρίας,​27 τῶν ἐν τῇ πόλει τινὸς τεχνασαμένου τοιόνδε. 2 κατὰ τὸ ἐρημότατον τῆς πόλεως καὶ πύλας οὐκ ἀνοιγομένας ἔχων​28 ἔφερεν πυργάστρην, ἣν​29 φυλάσσων τὰς ἡμέρας καὶ τὰς νύκτας ἔλαθεν νυκτὸς τὸν μοχλὸν διαπρήσας καὶ δεξάμενος ταύτῃ​30 στρατιώτας. 3 ἀθροισθέντων δὲ ἐν τῇ ἀγορᾷ ὡς δισχιλίων ἀνδρῶν ἐσημάνθη τὸ πολεμικὸν σπουδῇ. πολλοὶ δὲ τῶν Χαλκιδέων δι’ ἄγνοιαν ἀπόλλυνται· οἱ γὰρ ἐκφοβηθέντες ἐτίθεντο φέροντες τὰ ὅπλα πρὸς τοὺς πολεμίους ὡς πρὸς φιλίους,​31 αὐτὸς ἕκαστος δοκῶν ὕστερος​32 παραγίγνεσθαι. 4 οὕτως οὖν καθ’ ἕνα καὶ δύο οἱ πλεῖστοι ἀπώλλυντο,​33 μέχρι χρόνῳ ὕστερον ἔγνωσαν τὸν συμβαῖνον, τῆς πόλεως ἤδη κατεχομένης. 5 πολεμοῦντα οὖν χρὴ  p40 καὶ ἐγγὺς ὄντων τῶν πολεμίων, πρῶτον μὲν τὰ ἀποστελλόμενα ἐκ τῆς πόλεως κατὰ γῆν ἢ κατὰ θάλατταν ἐπί τινα πρᾶξιν πρὸς τοὺς ὑπομένοντας μετὰ συσσήμων ἀποστέλλεσθαι καὶ ἡμερινῶν καὶ νυκτερινῶν, ἵνα μὴ ἀγνοῶσι πολεμίων αὐτοῖς ἐπιφαινομένων, εἰ​34 φίλιοι ἢ πολέμιοί εἰσιν· 6 ἐπὶ δὲ πρᾶξιν πορευθέντων καὶ πέμπειν τινὰς γνωσομένους, ἵνα καὶ τὰ τοιαῦτα ὡς ἐκ πλείστου τῶν ἀπόντων οἱ ὑπομένοντες εἰδῶσιν·​35 μέγα γὰρ ἂν φέροι πρὸς τὸ μέλλον ἐκ πλείονος παρασκευάζεσθαι. 7 τοῖς δὲ μὴ οὕτω πράττουσιν ἃ συμβέβηκεν ἐμφανισθήσεται τινῶν​36 ἥδε γενομένων, ἃ​37 ἐπὶ παραδείγματος καὶ μαρτυρίου καθαροῦ παραλέγηται. 8 Πεισιστράτῳ γὰρ Ἀθηναίων στρατηγοῦντι ἐξηγγέλθη ὅτι οἱ ἐκ Μεγάρων οἱ ἐπιχειροῖεν ἀφικόμενοι πλοίοις ἐπιθέσθαι νυκτὸς ταῖς τῶν Ἀθηναίων γυναιξὶν θεσμοφόρια ἀγούσαις ἐν Ἐλευσῖνι· ὁ δὲ Πεισίστρατος ἀκούσας προενήδρευσεν.​38 9 ἐπεὶ δὲ οἱ ἐκ τῶν Μεγάρων ὡς λεληθότες ἀπέβησαν καὶ ἀπὸ τῆς θαλάττης ἐγένοντο, ἐξαναστὰς ὁ Πεισίστρατος τῶν ἐνεδρευθέντων​39 τε ἀνδρῶν ἐκράτησεν καὶ διέφθειρεν τοὺς πλείστους, καὶ τῶν πλοίων οἷς ἀφίκοντο ἐγκρατὴς ἐγένετο. 10 ἔπειτα παραχρῆμα τοῖς ἑαυτοῦ στρατιώταις πληρώσας τὰ πλοῖα ἔλαβε τῶν γυναικῶν τὰς ἐπιτηδειοτάτας  p42 συμπλεῦσαι, καὶ κατήγετο εἰς τὰ Μέγαρα ὀψὲ ἀπωτέρω τῆς πόλεως. 11 κατιδόντες οὖν τὰ πλοῖα προσπλέοντα ἀπήντων πολλοὶ τῶν Μεγαρέων, αἵ τε συναρχίαι καὶ οἱ ἄλλοι, θεώμενοι ὡς εἰκὸς αἰχμαλώτους ἀγομένας ὡς πλείστας. . . .​40 καὶ μετ’ ἐγχειριδίων ἀποβάντες τοὺς μὲν καταβαλεῖν, ὅσους δὲ ἂν δύναιντο τῶν ἐπιφανεστάτων συναρπάζειν εἰς τὰ πλοῖα. καὶ οὕτως ἐπράχθη. 12 δῆλον οὖν ὅτι μετὰ συσσήμων καὶ μὴ ἀγνοουμένων πρὸς ἀλλήλους, τὰς ἀθροίσεις καὶ τὰ πέμψεις δεῖ ποιεῖσθαι.

V. [Περὶ πυλωρῶν]

[link to English translation] 1 Ἔπειτα πυλωροὺς καθεστάναι μὴ τοὺς τυχόντας ἀλλὰ φρονίμους καὶ ἀγχίνους, καὶ δὴ ὑπονοεῖν δυναμένους​41 ἀεί τι τῶν εἰσκομιζομένων, ἔτι δὲ καὶ εὐπόρους καὶ οἷς ἐνέχυρα ἐν τῇ πόλει ὑπάρχει, τέκνα καὶ γυναῖκα λέγω, ἀλλὰ μὴ οἵτινες δι’ ἔνδειαν ἢ συναλλαγμάτων ἀνάγκην ἢ δι’ ἄλλην τινα ἀπορίαν πεισθεῖεν ὑπό τινων ἢ αὐτοὶ παρακελεύσαιεν ἄν τινας ἐπὶ νεωτερισμῷ. 2 Λευκῶν δὲ ὁ Βοσπόρου τύραννος καὶ τῶν φρουρῶν τοὺς χρεωφειλέτας διὰ κυβείαν ἢ δι’ ἄλλας​42 ἀκολασίας ἀπομίσθους ἐποίει.

 p44  VI. [Ἡμεροσκοπία]

[link to English translation] 1 Χρὴ δὲ καὶ ἡμεροσκόπους πρὸ τῆς πόλεως καθιστάναι ἐπὶ τόπῳ ὑψηλῷ καὶ ὡς ἐκ πλείστου φαινομένῳ· ἡμεροσκοπεῖν δὲ ἐφ’ ἑκάστῳ χωρίῳ τρεῖς τοὐλάχιστον, μὴ τοὺς τυχόντας, ἀλλ’ ἐμπείρους πολέμου, ὅπως μὴ δι’ ἄγνοιαν δοξάζων​43 τι ὁ σκοπὸς σημάνῃ ἢ διαγγείλῃ εἰς τὴν πόλιν καὶ ματαίως ὀχλῇ τοῖς ἀνθρώποις. 2 πάσχουσι δὲ ταῦτα οἱ ἄπειροι τάξεων καὶ πολέμου, ἀγνοοῦντες τὰς τῶν πολεμίων ἐργασίας καὶ πράξεις, εἴτε ἐκ παρασκευῆς πράσσεται, εἴτε καὶ παρὰ ταὐτομάτου. 3 ὁ δὲ ἔμπειρος, γνοὺς τὴν τῶν πολεμίων παρασκευὴν καὶ πλῆθος καὶ πορείας καὶ τὴν ἄλλην κίνησιν τοῦ στρατεύματος, οὕτω τὴν ἀλήθειαν ἐμφανιεῖ.

[link to English translation] 4 Ἐὰν δὲ μὴ ὑπάρχωσιν τοιοίδε τόποι, ὥστε καὶ εἰς τὴν πόλιν ἀπ’ αὐτῶν​44 φαίνεσθαι τὰ σημεῖα, ἄλλους ἐπ’ ἄλλοις τόποις διαδεκτῆρας εἶναι τῶν ἀειρομένων σημείων, οἳ σημανοῦσιν​45 εἰς τὴν πόλιν. 5 εἶναι δὲ τοὺς ἡμεροσκόπους καὶ ποδώκεις, οἳ ὅσα μὴ οἷά τε διὰ​46 τῶν σημείων δηλοῦν, ἀλλ’ αὐτῶν τινα δέῃ ἐξ ἀνάγκης ἀγγέλλειν, δύνωνται​47 ταχὺ ἀφικνεῖσθαι, καὶ​48 ὡς ἐκ πλείστου ἀγγέλλωσιν.

[link to English translation] 6 Ἄριστον δὲ ἱππασίμων ὄντων τόπων καὶ ὑπαρχόντων ἵππων​49 ἱππέας συνείρειν,​50 ἵνα διὰ τῶνδε θᾶσσον ἀγγέλληται. πέμπειν δὲ ἐκ τῆς πόλεως τοὺς ἡμεροσκόπους ὄρθρου ἢ ἔτι νυκτός, ἵνα τοῖς τῶν πολεμίων σκοποῖς μὴ κατάδηλοι ὦσιν ἡμέρας πορευόμενοι ἐπὶ τὰ​51 ἡμεροσκοπεῖα.​52 7 σύνθημα  p46 δὲ μὴ​53 ἔχειν αὐτοὺς ἓν καὶ τὸ αὐτὸ . . .,​54 ὅπως μήτε ἑκόντες μήτε ἄκοντες, ἐὰν συλληφθῶσιν ὑπὸ τῶν πολεμίων, εἰπεῖν ἔχωσι τὸ τῶν ἐν τῇ πόλει σύνθημα. παραγγέλλεσθαι δὲ τοῖς ἡμεροσκόποις αἴρειν τὰ σύσσημα​55 ἐνίοτε, καθάπερ οἱ πυρσευταὶ τοὺς πυρσούς.

VII

[link to English translation] 1 Ὅταν δὲ ἡ χώρα ἐγκάρπως​56 διακέηται​57 μὴ πόρρω ὄντων πολεμίων, εἰκὸς πολλοὺς τῶν ἐν τῇ πόλει περὶ τοὺς ἐγγὺς χώρους διατελεῖν, γλιχομένους τοῦ καρποῦ. 2 τούτους δ’ οὖν εἰς τὴν πόλιν ἀθροίζειν ὧδε χρή. πρῶτον μὲν τοῖς ἔξω ἅμα ἡλίῳ δύνοντι σημαίνειν ἀπιέναι εἰς τὴν πόλιν· ἐὰν δὲ καὶ ἐπὶ πλέον τῆς χώρας ἐσκεδασμένοι ὦσιν, ὑπὸ διαδεκτήρων σημαίνεσθαι, ὅπως πάντες ἢ οἱ πλεῖστοι παραγίγνωνται εἰς πόλιν. 3 ἐπειδὰν δὲ τούτοις σημανθῇ ἀπιέναι, οὕτως τοῖς ἐν τῇ πόλει δειπνοποιεῖσθαι· τὸ δὲ τρίτον σημαίνειν εἰς φυλακὴν ἰέναι καὶ καθιστάναι. 4 ὡς δὲ δεῖ τοῦτο​58 γίγνεσθαι καὶ ὡς αἴρειν τοὺς φρυκτούς, ἐν τῇ Παρασκευαστικῇ βίβλῳ πλειόνως εἴρηται. ὅθεν δεῖ τὴν μάθησιν λαμβάνειν, ἵνα μὴ δὶς​59 περὶ τῶν αὐτῶν γράφειν συμβῇ.

 p48  VIII

[link to English translation] 1 Μετὰ δὲ ταῦτα εἰς τὴν χώραν προσδεχόμενον πλείω καὶ μείζω δύναμιν πολεμίων πρῶτον μὲν τὴν χώραν δυσεπίβολον εἶναι τοῖς πολεμίοις καὶ δυσστρατοπέδευτον καὶ δυσπροσπόριστον κατασκευάζειν καὶ τοὺς ποταμοὺς δυσδιαβάτους καὶ πλείους.60

[link to English translation] 2 Πρός τε τὰς ἀποβάσεις τῶν πολεμίων εἰς τὰ ψαμμώδη καὶ στερεὰ ὅσα καὶ οἷα χρὴ κατασκευάζεσθαι δολώματα τοῖς ἀποβαίνουσι, τοῖς τε ἐν τῇ χώρᾳ καὶ τῇ πόλει λιμέσιν οἷα εἰς τούτους δεῖ φράγματα παρασκευάζεσθαι πρὸς τὸ μὴ εἰσπλεῖν ἢ τὰ εἰσπλεύσαντα μὴ δύνασθαι ἐκπλεῦσαι, 3 τά τε καταλιμπανόμενα ἐν τῇ χώρᾳ ἑκουσίως, εἰς χρείαν δὲ φέροντα τοῖς ἐναντίοις, οἷον πρὸς​61 τειχοποιίαν ἢ σκηνοποιίαν ἢ ἄλλην τινὰ πρᾶξιν ὡς δεῖ​62 ἀχρεῖα ποιεῖν 4 ἢ μὴ​63 φθείροντα ἀφανίζειν τά τε βρωτὰ καὶ ποτὰ καὶ τὰ κατ’ ἀγροὺς ἔγκαρπα​64 καὶ τὰ ἄλλα​65 κατὰ τὴν χώραν, καὶ τὰ​66 στάσιμα ὕδατα ὡς ἄποτα δεῖ ποιεῖν, τά τε ἱππάσιμα τῆς χώρας ὡς δεῖ ἄνιππα ποιεῖν, 5 περὶ μὲν οὖν τούτων πάντων ὧδε μὲν νῦν παραλείπεται, ὡς δεῖ ἕκαστον τοῦτον γίγνεσθαι, ἵνα μὴ καὶ ταύτῃ, λίαν πολλά, δηλῶται·​67 γέγραπται δὲ τελέως περὶ αὐτῶν ἐν τῇ Παρασκευαστικῇ βίβλῳ.

 p50  IX

[link to English translation] 1 Ἂν δὲ θρασύνεσθαί τι ἐπιχειρῶσιν οἱ ἐπιόντες πρός σε, τάδε ποιητέον. πρῶτον μὲν χρὴ σώμασι τόπους τινὰς τῆς οἰκείας χώρας καταλαβεῖν, ἔπειτα ἐκκλησιάσαντα τοὺς αὑτοῦ​68 στρατιώτας ἢ πολίτας ἄλλα τε προειπεῖν αὐτοῖς, ὡς ὑπαρχούσης τινὸς αὐτοῖς πράξεως εἰς τοὺς πολεμίους, καὶ ὅταν νυκτὸς σημάνῃ τῇ σάλπιγγι, ἑτοίμους εἶναι τοὺς ἐν τῇ ἡλικίᾳ, ἀναλαβόντας τὰ ὅπλα καὶ ἀθροισθέντας εἰς χωρίον ῥητὸν ἕπεσθαι τῷ ἡγουμένῳ. 2 διαγγελθέντων οὖν τούτων εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἢ τὴν πόλιν, δύνασαι​69 ἀποτρέψαι ὧν ἐπιχειρῶσι πράσσειν. 3 τούτων δὲ οὕτω πραχθέντων τοῖς μὲν φιλίοις θάρσος ἐμποιήσεις​70 ἐπιχειρῶν τι ἀλλ’ οὐ​71 δεδιώς, τοῖς δὲ πολεμίοις φόβον ἐμπαρασκευάσεις, ὥστε​72 ἐπὶ τὴν αὑτῶν​73 ἠρεμεῖν.

X

[link to English translation] 1 Δεῖ δὲ καὶ τάδε παρηγγέλθαι τῶν πολιτῶν τοῖς κεκτημένοις ζεύγη ἢ ἀνδράποδα ὑπεκτίθεσθαι εἰς τοὺς προσοίκους, ὡς οὐκ εἰσαξόντων​74 εἰς τὴν πόλιν. 2 οἷς δ’ ἂν μὴ ὑπάρξῃ ξένια παρ’ οὓς θήσονται, τοὺς​75 ἄρχοντας δημοσίᾳ παρατίθεσθαι τοῖς προσοίκοις, παρασκευάζοντας δι’ ὧν σωθήσεται τὰ ὑπεκτιθέμενα.

 p52  [Κηρύγματα]

[link to English translation] 3 Ἔπειτα κηρύγματα ποιεῖσθαι τοιάδε διά τινος χρόνου, φόβου καὶ ἀποτροπῆς τῶν ἐπιβουλευόντων ἕνεκεν. κατακομίζειν τὰ ἐλεύθερα σώματα καὶ τοὺς καρποὺς ἐν τῇ πόλει, τοῦ δὲ ἀνηκουστοῦντος ἐξουσίαν εἶναι τῷ βουλομένῳ ἀζήμια ἄγειν καὶ φέρειν τὰ ἐκ τῆς χώρας. 4 τάς τε ἑορτὰς κατὰ πόλιν ἄγειν, συλλόγους τε ἰδίους μηδαμοῦ μήτε ἡμέρας μήτε νυκτὸς γίγνεσθαι, τοὺς δὲ ἀναγκαίους ἢ ἐν πρυτανείῳ​76 ἢ ἐν βουλῇ ἢ ἐν ἄλλῳ φανερῷ τόπῳ. μηδὲ θύεσθαι μάντιν ἰδίᾳ ἄνευ τοῦ ἄρχοντος. 5 μηδὲ δειπνεῖν κατὰ συσσιτίαν ἀλλ’ ἐν ταῖς αὑτῶν​77 οἰκίαις ἑκάστους, ἔξω γάμου καὶ περιδείπνου, καὶ ταῦτα προαπαγγείλαντας τοῖς ἄρχουσιν.

[link to English translation] Ἐὰν δὲ ὦσιν φυγάδες, ἐπικηρύσσειν, ὃς ἂν ἀστῶν ἢ ξένων ἢ δούλων ἀποκινῇ, ἃ ἑκάστῳ τούτων ἔσται. 6 καὶ ἐάν τίς τινι τῶν φυγάδων συγγένηται ἢ παρ’ ἐκείνων τισὶν ἢ ἐπιστολὰς πέμψῃ ἢ δέξηται, εἶναί τινα κίνδυνον ἢ ἐπιτίμιον  p54 αὐτῷ. τῶν δὲ ἐκπεμπομένων καὶ εἰσαγομένων ἐπιστολῶν εἶναι ἐπισκόπησιν, πρὸς​78 οὓς οἰσθήσεται πρότερον. 7 ὅπλα οἷς ἐστιν ἑνὸς πλείω ἀπογράφεσθαι, καὶ ἐξάγειν μηδένα μηδὲν ὅπλον, μηδὲ ἐνέχυρον δέχεσθαι. στρατιώτας μὴ μισθοῦσθαι μηδὲ ἑαυτὸν μισθοῦν ἄνευ τῶν ἀρχόντων. 8 ἐκπλεῖν μηδένα ἀστῶν μηδὲ μέτοικον ἄνευ συμβόλου, τά τε πλοῖα προπαρηγγέλθαι​79 ὁρμίζεσθαι καθ’ ἃς πύλας ἐν τοῖς ἐχομένοις ῥηθήσεται. 9 ξένους τοὺς ἀφικνουμένους τὰ ὅπλα ἐμφανῆ καὶ πρόχειρα φέρειν, καὶ εὐθὺς​80 αὐτῶν παραιρεῖσθαι,​81 καὶ αὐτοὺς μηδένα ὑποδέχεσθαι, μηδὲ τοὺς πανδοκέας,​82 ἄνευ τῶν ἀρχόντων, τοὺς δὲ ἄρχοντας ἀπογράφεσθαι καὶ παρ’ ᾧ τίνες,​83 ὅταν​84 κατάγωνται. 10 τὰς δὲ νύκτας ὑπὸ τῶν ἀρχόντων τὰ πανδοκεῖα​85 ἔξωθεν κλείεσθαι. διὰ χρόνου δέ τινος, ὅσοι ἂν ταλαπείριοι αὐτῶν ὦσιν,​86 ἐκκηρύττεσθαι. ὁμόρους δὲ ἢ κατὰ παίδευσιν ἢ κατ’ ἄλλην τινὰ χρείαν ἐπιδημοῦντας ἀπογράφεσθαι. 11 ταῖς δὲ δημοσίαις ἀφικνουμέναις πρεσβείαις ἀπὸ πόλεων ἢ τυράννων ἢ στρατοπέδων οὐ χρὴ ἐν αὑτοῖς​87 τὸν ἐθέλοντα διαλέγεσθαι, ἀλλ’ ἀεὶ παρεῖναί​88 τινας τῶν πολιτῶν τοὺς πιστοτάτους, οἳ μετ’ αὐτῶν συνδιατελοῦσιν89  p56 μέχρις ἂν ἐνδημῶσιν οἱ πρέσβεις. 12 καὶ ὧν ἂν σπανίζῃ ἡ πόλις, σίτου ἢ ἐλαίου ἡ ἄλλου τινός, τῷ εἰσάγοντι κατὰ πλῆθος τῶν εἰσαγομένων τόκους προκεῖσθαι καὶ στέφανον δίδοσθαι εἰς τιμήν, τῷ δὲ ναυκλήρῳ ἀνολκὴν καὶ καθολκήν.​90 13 ἐξοπλισίας τε πυκνὰς ποιεῖσθαι, καὶ ξένους τοὺς ἐνδήμους τὸν καιρὸν τοῦτον μεθίστασθαι εἰς χωρίον ῥητὸν ἢ κατ’ οἶκον διατελεῖν· ᾗ δὲ ἂν ἄλλῃ​91 φαίνηται, ζημίαν προκεῖσθαι ὡς ἀδικοῦντι. 14 ὅταν τε σημήνῃ, τούτοις τὰ​92 ἐμπορία καὶ πρατήρια κλείεσθαι, καὶ τὰ λύχνα κατασβέννυσθαι, καὶ τῶν ἄλλων μηδένα ἔτι παρεῖναι·​93 15 ὅταν δέ τινι ἀναγκαῖόν τι συμβῇ, μετὰ λαμπτῆρος βαδίζειν, ἕως ἂν ἀντιπαραγγελθῇ.​94 καὶ ὃς ἂν καταμηνύσῃ τινὰ ἐπιβουλεύοντα τῇ πόλει, ἢ ὅ τι ἂν τῶν προγεγραμμένων τις πραττόμενον ἐξαγγείλῃ, ἀνηγγέλθαι τε αὐτῷ ἀργύριον καὶ τὸ ἀγγελθὲν ἐμφανῶς προκεῖσθαι ἐν ἀγορᾷ ἢ ἐπὶ βωμοῦ ἢ ἐν ἱερῷ, ἵνα προχειρότερόν τις τολμήσῃ μηνύειν τι τῶν προγεγραμμένων.

[link to English translation] 16 Ἐπὶ δὲ μονάρχῳ ἢ στρατηγῷ ἢ φυγάδι δυναστεύοντι χρὴ καὶ τάδε προκηρύττεσθαι . . . . .95  p58 ἐὰν δέ τι καὶ αὐτὸς πάθῃ ὁ ἀποκτείνας, τοῖς τέκνοις αὐτοῦ ἀποδίδοσθαι τὸ ἀγγελθὲν ἀργύριον· ἐὰν δὲ μὴ ᾖ τέκνα, τῷ ἐγγυτάτω γενομένῳ.​96 17 καὶ ἐάν τις τῶν συνόντων τῷ φυγάδι ἢ μονάρχῳ ἢ στρατηγῷ πράξῃ τι . . .​97 τῶν προκειμένων ἀποδίδοσθαι καὶ κάθοδον αὐτῷ εἶναι· διὰ γὰρ ταῦτα προχειροτέρως ἂν ἐγχειροῖεν. 18 ἐν​98 δὲ ξενικῷ στρατοπέδῳ τοιάδ’, ἀναγγείλαντα​99 σιγήν, πάντων ἀκουόντων κηρῦξαι. 19 εἴ τις βούλεται ἀπιέναι, μὴ ἀρεσκόμενοι​100 τοῖς παροῦσιν, ἐξεῖναι ἀπαλλάττεσθαι· ἀλλ’ ὕστερον​101 . . .​102 πεπωλήσεται· τὰ δ’ ἐλάσσω τοῦτον ἀδικήματα, κατὰ τὸν νόμον τὸν προκείμενον δεσμὸς ἡ​103 ζημία. ἐὰν δέ τις φαίνηται βλάπτων τι τὸ στράτευμα, διαλύων τὸ στρατόπεδον, θάνατος ἔστω ἡ​104 ζημία. 20 μετὰ δὲ ταῦτα τῶν ἄλλων τάξεων ἐπιμέλειαν ποιητέον. καὶ πρῶτον ἐπισκεπτέον εἰ ὁμονοοῦσιν οἱ πολῖται, ὡς ἂν ὄντος μεγίστου τούτου ἀγαθοῦ ἐν πολιορκίᾳ· εἰ δὲ μή, τῶν τὰ ἐναντία φρονούντων τοῖς παροῦσι  p60 πράγμασι . . .​105 καὶ μάλιστ’ ἂν​106 ἡγεμόνας τε καὶ αἰτίους γενομένους ἐν τῇ πόλει πράξεώς τινος μεθιστάναι αὐτοὺς ἀνυπόπτως μετὰ προφάσεως εὐλόγου ἐκπέμποντα ἄλλῃ ὡς πρέσβεις τε καὶ ἐπ’ ἄλλας δημοσίας ἐργασίας. 21 οἷον καὶ Διονύσιος ἔπραξεν Λεπτίνην τὸν ἀδελφὸν αὐτοῦ, ἔχοντα Συρακοσίων​107 τῷ πλήθει οἰκείως καὶ ὁρῶν κατὰ πολλὰ ἰσχυρὸν αὐτὸν ὄντα· γενόμενος αὐτῷ ἐν​108 ὑποψίᾳ τινί, καὶ θέλων αὐτὸν μεταστήσασθαι, φανερῶς μὲν οὐκ ἐπεχείρει ἐκβάλλειν αὐτόν, γνοὺς ὅτι περὶ αὐτὸν πολλὴ μετ’ εὐνοίας ἰσχὺς ἔσοιτο καὶ νεώτερον ἄν τι γένοιτο· τεχνάζει δὲ τοιόνδε. 22 πέμπει αὐτὸν μετὰ ξένων ὀλίγων εἰς πόλιν ὄνομα Ἱμέραν, κελεύων φρουρὰν τὴν μὲν ἐξαγαγεῖν τὴν δὲ καταστῆσαι. γενομένου δὲ αὐτοῦ ἐν τῇ Ἱμέρᾳ, πέμψας ἐκέλευσεν αὐτὸν περιμένειν, μέχρις ἂν αὐτὸς μεταπέμψηται.

[link to English translation] 23 Πόλεως δ’ ὁμηρευομένης, ὅταν ἐπ’ αὐτὴν στρατεία​109 γίγνηται, τοὺς γονεῖς τῶν ὁμηρευόντων καὶ τοὺς ἐγγὺς τὰ γένη​110 μεθίστασθαι ἐκ τῆς πόλεως, ἄχρις ἂν ἡ πολιορκία παρέλθῃ, ἵνα μὴ ἐφορῶσιν ἐν ταῖς προσαγωγαῖς τῶν πολεμίων τοὺς αὑτῶν​111 παῖδας συμπροσαγομένους καὶ τὰ ἔσχατα πάσχοντας· ἐγχωρεῖ γὰρ αὐτοὺς ἔνδον ὄντας καὶ  p62 ὑπεναντίον τι πρᾶξαι. 24 ἐὰν δὲ ἄρα δυσχερὲς​112 ᾖ​113 μετὰ τῶνδε τῶν προφάσεων ἐκπέμπειν, συνδιάγειν αὐτοὺς ὡς ἐλαχίστων μετέχοντας ἔργων καὶ πράξεων καὶ μήτε ὅπου ἔσονται μήτε ὅ τι πράξουσιν προειδέναι, καὶ ὡς ἥκιστα ἐπὶ σφῶν αὐτῶν διατηροῦντας καὶ νύκτα καὶ ἡμέραν· καὶ ἄλλας ἐπ’ ἄλλαις​114 πράξεις καὶ λειτουργίας αὐτοῖς τὸ πλῆθος ἐπιρρεῖν ἀνυπόπτως, μέθ’ ὧν ὄντες ἐν φυλακῇ μᾶλλον ἔσονται ἢ φυλάξουσί τι.


Critical Notes:

1 Αἰλιανοῦ τακτικὸν ὑπόμνημα περὶ τοῦ κτλ. M. Cf. Introduction, 2 ff.

[decorative delimiter]

2 Hertlein: ἀυτῶν M.

[decorative delimiter]

3 Köchly and Rüstow: ἀυτοὺς M.

[decorative delimiter]

4 Added by Hertlein.

[decorative delimiter]

5 L. Dindorf: πολεμίων M.

[decorative delimiter]

6 Meier: πολιτοφυλακῆσ ὄντα M, Haase.

[decorative delimiter]

7 Casaubon: ἀυτὸν M.

[decorative delimiter]

8 Added by Köchly and Rüstow.

[decorative delimiter]

9 Casaubon: μετρίσαντα M.

[decorative delimiter]

10 Hertlein (τοιοῦτον): τοῦτο M.

[decorative delimiter]

11 Hertlein: καὶ ὁ M.

[decorative delimiter]

12 ὀυσίασ M (ι deleted? οὔσας A, οὐσας B).

[decorative delimiter]

13 Casp. Orelli: εὔχρηστον? R. Schöne: ἄχρηστον M (retained by Casaubon, defended by Fischer).

[decorative delimiter]

14 Sauppe: δὲ M.

[decorative delimiter]

15 Meineke: τειχῶν M.

[decorative delimiter]

16 A corrector in C: τοὺς M.

[decorative delimiter]

17 Hertlein: ὑπὸ M.

[decorative delimiter]

18 ἔφυγον Kirchhoff, from Thucydides II.4. The better reading ἔφευγον was restored in Thucydides by Hude.

[decorative delimiter]

19 R. Schöne: αἰρῆσαι M.

[decorative delimiter]

20 Köchly and Rüstow: καταστήσοι M.

[decorative delimiter]

21 Hercher: καταπολυπληθίαν M.

[decorative delimiter]

22 Reiske: ἐφ’ M.

[decorative delimiter]

23 Casaubon: ἄνθρωπος M.

[decorative delimiter]

24 Casaubon: ἄλλουσ M.

[decorative delimiter]

25 ἐγγύτατα R. Schöne: ἐγγυτάτω Hercher.

[decorative delimiter]

26 Sauppe: δὲ M.

[decorative delimiter]

27 Hertlein: ἐρετρείας M.

[decorative delimiter]

28 ἔχον C, adopted by Casaubon and Hercher.

[decorative delimiter]

29 R. Wünsch: πυργαστρήνην M: πῦρ ἐν γάστρῃ L. Dindorf: πῦρ ἐν γάστρῃ καὶ Jacoby.

[decorative delimiter]

30 Orelli (after Casaubon): ταῦτα ἧ M.

[decorative delimiter]

31 Hercher: φίλους M.

[decorative delimiter]

32 Hertlein: ὕστερον M.

[decorative delimiter]

33 Casaubon: ἀπώλλοιντο M.

[decorative delimiter]

34 Added by Casaubon.

[decorative delimiter]

35 Reiske: ἴδωσιν M.

[decorative delimiter]

36 Wünsch: τῶν M.

[decorative delimiter]

37 Wünsch (cf. Goodwin, Moods and Tenses, § 258; Kühner-Gerth, I.220, n. 2; perhaps the least unsatisfactory restoration of a serious corruption): ἵνα M: R. Schöne indicates a lacuna after γενομένων.

[decorative delimiter]

38 Casaubon: προσενέδρευσεν M.

[decorative delimiter]

39 Meineke: ἐνεδρευόντων M.

[decorative delimiter]

40 Casaubon indicated the lacuna.

[decorative delimiter]

41 Meineke: μὴ ὑπονοεῖν μηδυναμένους M.

[decorative delimiter]

42 χρεοφειλέτας . . . κυβίαν . . . διἄλλουσº M.

[decorative delimiter]

43 Casaubon: δοξάζον M.

[decorative delimiter]

44 ἁπάντων M.

[decorative delimiter]

45 Köchly and Rüstow: σημαίνουσιν M.

[decorative delimiter]

46 Added in B (C).

[decorative delimiter]

47 δυνήσονται R. Schöne.

[decorative delimiter]

48 κἂν Hercher.

[decorative delimiter]

49 C: ἱππέων M.

[decorative delimiter]

50 A correction in B (C); συνιμείρειν M: συνεργεῖν Hercher: συναίρειν Meineke: συνημερεύειν Bursian: συναγείρειν Oldfather.

[decorative delimiter]

51 B in margin (C): ἔπειτα M.

[decorative delimiter]

52 Casaubon: ἡμεροσκοπία M.

[decorative delimiter]

53 Added by Köchly and Rüstow.

[decorative delimiter]

54 A lacuna of five letters in indicated here in M.

[decorative delimiter]

55 σύσσιμα M.

[decorative delimiter]

56 Reiske: ἔγκαρπος M.

[decorative delimiter]

57 W. Dindorf: διάκειται M.

[decorative delimiter]

58 Casaubon: τούτους M.

[decorative delimiter]

59 Casaubon: μηδεὶς M.

[decorative delimiter]

60 ἀπλεύστους Orelli: ἀπλοίους Meineke (ἀπλόους Koester): ἐλαίους Haupt: δύσπλους Hercher.

[decorative delimiter]

61 Hertlein: πρόσ τε M.

[decorative delimiter]

62 Casaubon: ὡσδὴ M.

[decorative delimiter]

63 Added by Haase; cf. ch. 21.

[decorative delimiter]

64 R. Schöne indicates a lacuna here.

[decorative delimiter]

65 πάντα R. Schöne.

[decorative delimiter]

66 καὶ τὰ added by Meineke.

[decorative delimiter]

67 Orelli: δηλοῦται M.

[decorative delimiter]

68 Casaubon: ἀυτοῦ M.

[decorative delimiter]

69 Casaubon: δύνανται M: δύναται Herm. Schöne.

[decorative delimiter]

70 Meier: ἐμποιήσειας M.

[decorative delimiter]

71 Casaubon: ἐπιχειρώντι ἄλλου M.

[decorative delimiter]

72 Added by Casaubon.

[decorative delimiter]

73 Hertlein: ἀυτῶν M.

[decorative delimiter]

74 Casaubon: εἰσαξιόντων M.

[decorative delimiter]

75 Hertlein: πρὸσ τοὺς M.

[decorative delimiter]

76 Casaubon: πυρσανείω M.

[decorative delimiter]

77 Köchly and Rüstow: αὐτῶν M.

[decorative delimiter]

78 C: πρὸυς M.

[decorative delimiter]

79 Hertlein: προσηγγέλθαι M.

[decorative delimiter]

80 Hercher: εὐθὺ M.

[decorative delimiter]

81 Reiske: παρῆσθαι M (cf. 30.2).

[decorative delimiter]

82 Hertlein: πανδοχέας M.

[decorative delimiter]

83 Herm. Schöne: ὧτινεσ M.

[decorative delimiter]

84 Köchly and Rüstow: ὅτ’ ἂν M.

[decorative delimiter]

85 Hertlein: πανδοχεῖα M.

[decorative delimiter]

86 B: ὡσεὶ M.

[decorative delimiter]

87 Herm. Schöne: αὐτοῖς M.

[decorative delimiter]

88 Suggested by R. Schöne.

[decorative delimiter]

89 Reiske: συντελοῦσιν M.

[decorative delimiter]

90 Casaubon: καθολικὴν M.

[decorative delimiter]

91 Casaubon, Behrendt: ἧι δε, αν ἄλλη M.

[decorative delimiter]

92 Meineke, Schenkl: τὰ τόυτοισ M.

[decorative delimiter]

93 παριέναι Meineke: προϊέναι Hercher.

[decorative delimiter]

94 R. Schöne: παραγγελθῇ M.

[decorative delimiter]

95 Köchly and Rüstow indicated the lacuna.

[decorative delimiter]

96 γένει Reiske: γένει or γένους Kirchhoff: γένους Hercher.

[decorative delimiter]

97 Hercher indicated the lacuna: R. Schöne suggests very plausibly τὸ ἥμισυ, which the translation follows.

[decorative delimiter]

98 Orelli: ἐὰν M.

[decorative delimiter]

99 Meier: ἀναγγείλαντι M.

[decorative delimiter]

100 ἀρεσκόμενος Casaubon.

[decorative delimiter]

101 ὑστερῶν Wünsch.

[decorative delimiter]

102 R. Schöne indicated the lacuna.

[decorative delimiter]

103 Orelli:  M.

[decorative delimiter]

104 AC:  M.

[decorative delimiter]

105 Köchly and Rüstow indicated the lacuna: Herm. Schöne suggested τοὺς δυνατωτάτους, which the translation follows.

[decorative delimiter]

106 Hercher: μάλιστα M.

[decorative delimiter]

107 Meineke: Συρακουσίων M.

[decorative delimiter]

108 Added by Casaubon.

[decorative delimiter]

109 Hertlein: στρατιᾶ M.

[decorative delimiter]

110 ἐγγύτατα γένει Kirchhoff.

[decorative delimiter]

111 Köchly and Rüstow: ἀυτῶν M.

[decorative delimiter]

112 Casaubon: δυσχερὴς M.

[decorative delimiter]

113 Added by Köchly and Rüstow.

[decorative delimiter]

114 Reiske: ἐπἄλλαςº M.


[image ALT: Valid HTML 4.01.]

Page updated: 14 Jul 13