[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

This webpage reproduces a Book of
Roman History

by
Cassius Dio

published in Vol. VII
of the Loeb Classical Library edition, 1924

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

Vol. VII
Book LVII

. . .

 (p120)  4 [link to English translation] 1 Τοῦτον μὲν οὖν αὐτίκα ὑπεξείλετο, τὸν δὲ δὴ Γερμανικὸν δεινῶς ἐφοβεῖτο. ἐθορύβησαν μὲν γὰρ καὶ οἱ ἐν τῇ Παννονίᾳ στρατιῶται, ἐπειδὴ τάχιστα τῆς τοῦ Αὐγούστου μεταλλαγῆς ᾔσθοντο· καὶ συνελθόντες ἐς ἓν τεῖχος, καὶ ἐκεῖνο κρατυνάμενοι, πολλὰ καὶ στασιαστικὰ ἔπραξαν. 2 τά τε γὰρ ἄλλα καὶ τὸν ἄρχοντά σφῶν Ἰούνιον Βλαῖσον ἀποκτεῖναι ἐπεχείρησαν, τούς τε δούλους αὐτοῦ συλλαβόντες ἐβασάνισαν. τό τε σύμπαν οὐθ’ ὑπὲρ ἑκκαίδεκα ἔτη στρατεύεσθαι ἤθελον, καὶ δραχμὴν ἡμερησίαν φέρειν τά τε ἆθλα εὐθὺς αὐτοῦ ἐν τῷ στρατοπέδῳ λαμβάνειν ἠξίουν, ἀπειλοῦντες, ἂν μὴ τύχωσιν αὐτῶν, τό τε ἔθνος ἀποστήσειν καὶ ἐπὶ τὴν Ῥώμην ἐλάσειν. 3 οὐ μὴν ἀλλ’ ἐκεῖνοι μὲν τότε τε μόλις ποτὲ ὑπὸ τοῦ Βλαίσου πεισθέντες πρέσβεις πρὸς τὸν Τιβέριον ὑπὲρ αὑτῶν ἔπεμψαν· ἐν γὰρ τῇ μεταβολῇ τῆς ἀρχῆς πάνθ’ ὅσα ἐπεθύμουν, ἢ αὐτὸν ἐκφοβήσαντες ἢ καὶ ἄλλῳ τινὶ τὸ κράτος δόντες, καταπράξειν ἤλπιζον· 4 καὶ μετὰ ταῦτα τοῦ Δρούσου σὺν τοῖς δορυφόροις ἐπελθόντος σφίσιν ἐταράχθησαν μέν, ἐπεὶ μηδὲν αὐτοῖς βέβαιον ἐλέγετο, καὶ τῶν τε συνόντων αὐτῷ κατέτρωσάν τινας καὶ  p122 αὐτὸν τῆς νυκτὸς περιεφρούρησαν, μὴ διαφύγῃ, τῆς δὲ δὴ σελήνης ἐκλιπούσης ἐνθυμηθέντες ἀπημβλύνθησαν, ὥστε κακὸν μὲν μηδὲν ἔτ’ αὐτοὺς ποιῆσαι, πρέσβεις δ’ αὖθις πρὸς τὸν Τιβέριον ἀποστεῖλαι. 5 κἂν τούτῳ χειμῶνος μεγάλου γενομένου, καὶ δι’ αὐτὸν ἐς τὰ οἰκεῖα ἑκάστων τείχη ἀναχωρησάντων, οἵ τε θρασύτατοι ὑπό τε τοῦ Δρούσου καὶ ἐν αὐτῇ γε τῇ σκηνῇ αὐτοῦ, μεταπεμφθέντες ὡς καὶ ἐπ’ ἄλλο τι, καὶ ὑπὸ τῶν συνακολουθησάντων αὐτῷ ἄλλοι κατ’ ἄλλον τρόπον ἐφθάρησαν, καὶ οἱ λοιποὶ κατέστησαν, ὥστε καὶ πρὸς τιμωρίαν τινὰς ὡς καὶ αἰτίους τῆς στάσεως γεγονότας ἐκδοῦναι.  

. . .

 (p130)  8 [link to English translation] 1 Καὶ τἄλλα δὲ πάντα κατὰ τὸν αὐτὸν τοῦτον τρόπον ἐποίει. οὔτε γὰρ δεσπότην ἑαυτὸν τοῖς ἐλευθέροις οὔτε αὐτοκράτορα πλὴν τοῖς στρατιώταις καλεῖν ἐφίει, τό τε τοῦ πατρὸς τῆς πατρίδος πρόσρημα παντελῶς διεώσατο, καὶ τὸ τοῦ Αὐγούστου οὐκ ἐπέθετο μέν (οὐδὲ γὰρ ψηφισθῆναί ποτε εἴασε), λεγόμενον δ’ ἀκούων καὶ γραφόμενον ἀναγιγνώσκων ἔφερε· 2 καὶ ὁσάκις γε βασιλεῦσί τισιν ἐπέστελλε, καὶ ἐκεῖνο προσενέγραφε. τὸ δ’ ὅλον Καίσαρ, ἔστι δ’ ὅτε καὶ Γερμανικὸς ἐκ τῶν ὑπὸ τοῦ Γερμανικοῦ πραχθέντων, πρόκριτός τε τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον καὶ ὑφ’ ἑαυτοῦ ὠνομάζετο, καὶ πολλάκις γε ἔλεγεν ὅτι "δεσπότης μὲν τῶν δούλων, αὐτοκράτωρ δὲ τῶν στρατιωτῶν, τῶν δὲ δὴ λοιπῶν πρόκριτός εἰμι." 3 εὔχετό τε, ὁσάκις τι τοιοῦτο παραπέσοι, τοσοῦτον καὶ ζῆσαι καὶ ἄρξαι χρόνον ὅσον ἂν τῷ δημοσίῳ συμφέρῃ. καὶ οὕτω γε διὰ πάντων ὁμοίως δημοτικὸς ἦν ὥστε οὔτε ἐν τοῖς γενεθλίοις αὐτοῦ γίγνεσθαί τι παρὰ τὸ καθεστηκὸς ἐπέτρεπεν, οὔτ’ ὀμνύναι τοῖς ἀνθρώποις τὴν ἑαυτοῦ τύχην συνεχώρει, εἴ τε καὶ ὀμόσας τις αὐτὴν αἰτίαν ὡς καὶ ἐπιωρκηκὼς ἔλαβεν, οὐκ ἐπεξῄει. 4 συνελόντι τε  p132 εἰπεῖν, οὐδ’ ὅπερ ἐπί τε τῷ Αὐγούστῳ δεῦρο ἀεὶ ἐν τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς μετ’ ἐκεῖνον ἄρξασιν, ὧν γε καὶ λόγον τινὰ ποιούμεθα, ἐπί τε τοῖς τὸ κράτος ἀεὶ ἔχουσιν ἐξ ἀνάγκης γίγνεται, τὸ τά τε πραχθέντα ὑπ’ αὐτῶν καὶ τὰ πραχθησόμενα ὑπὸ τῶν ἀεὶ ζώντων ὅρκοις τισὶ βεβαιοῦσθαι, οὐδὲ τοῦτο τά γε πρῶτα ἐφ’ ἑαυτῷ περιεῖδε γενόμενον. 5 καίτοι ἐπὶ ταῖς τοῦ Αὐγούστου πράξεσι τούς τε ἄλλους πάντας ὥρκου καὶ αὐτὸς ὤμνυε. καὶ ὅπως γε ἐκδηλότερον αὐτὸ ποιοίη, παρεὶς ἂν τὴν νουμηνίαν καὶ μήτε ἐς τὸ βουλευτήριον ἐσελθὼν μήθ’ ὅλως ἐν τῇ πόλει τὴν ἡμέραν ἐκείνην ὀφθείς, ἀλλ’ ἐν προαστείῳ τινὶ διατρίψας, ἐσῄει τε μετὰ ταῦτα καὶ κατὰ μόνας ἐπιστοῦτο. 6 τούτου τε οὖν ἕνεκα ἔξω που ταῖς νουμηνίας διῆγε, καὶ ἵνα μηδένα τῶν ἀνθρώπων ἄσχολον, περί τε τὰς νέας ἀρχὰς καὶ περὶ τὴν ἑορτὴν ἔχοντα, ποιῇ, ἢ καὶ ἀργύριον παρ’ αὐτῶν λαμβάνῃ. οὐδὲ γὰρ οὐδὲ τὸν Αὔγουστον ἐπὶ τούτῳ ἐπῄνει διὰ τὸ πολλὴν μὲν δυσχέρειαν ἐν αὐτῷ πολλὴν δὲ καὶ ἀνάλωσιν ἐκ τῆς ἀντιδόσεως γίγνεσθαι.

. . .


[image ALT: Valid HTML 4.01.]

Page updated: 22 Aug 17