[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home
[blank])

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1932

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!


[image ALT: link to next section]
Λόγος β´

(Vol. I) Δίων Χρυσόστομος
Λόγοι

p2 1. ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ Α

1 Φασί ποτε Ἀλεξάνδρῳ τῷ βασιλεῖ τὸν αὐλητὴν Τιμόθεον τὸ πρῶτον ἐπιδεικνύμενον αὐλῆσαι κατὰ τὸν ἐκείνου τρόπον μάλα ἐμπείρως καὶ μουσικῶς, οὐ μαλακὸν αὔλημα οὐδὲ ἀναβεβλημένον οὐδὲ τῶν πρὸς ἄνεσιν καὶ ῥᾳθυμίαν ἀγόντων, ἀλλ᾽ αὐτὸν οἶμαι τὸν ὄρθιον τὸν τῆς Ἀθηνᾶς ἐπικαλούμενον νόμον. 2 καὶ τὸν Ἀλέξανδρον εὐθὺς ἀναπηδῆσαι πρὸς τὰ ὅπλα τοῖς ἐνθέοις ὁμοίως· οὕτω σφόδρα ἐπαρθῆναι αὐτὸν ὑπὸ τοῦ μέλους τῆς μουσικῆς καὶ τοῦ ῥυθμοῦ τῆς αὐλήσεως. τὸ δὲ τούτου αἴτιον οὐχ οὕτως ἡ τῆς μουσικῆς δύναμις ὡς ἡ τοῦ βασιλέως διάνοια σύντονος οὖσα καὶ θυμοειδής· 3 ἐπεὶ Σαρδανάπαλλον οὐκ ἄν ποτε ἤγειρεν ἐκ τοῦ θαλάμου καὶ παρὰ τῶν γυναικῶν οὐχ ὅπως Τιμόθεος ἡ ἄλλος τις τῶν νεωτέρων, ἀλλ᾽ οὐδὲ Μαρσύας αὐτὸς ἢ Ὄλυμπος· δοκεῖ δ᾽ ἔμοιγε μηδὲ τῆς Ἀθηνᾶς, εἰ δυνατόν, διεξιούσης τὸν αὑτῆς νόμον ἅψασθαί ποτ᾽ ἂν1 ὅπλων ἐκεῖνος, πολὺ δ᾽ ἂν p4πρότερον ὀρχήσασθαι ἀναστὰς ἢ φυγεῖν· οὕτως ἀθλίως εἶχεν ὑπὸ ἐξουσίας καὶ τρυφῆς.

4 Οὐκοῦν καὶ ἡμᾶς εἰκός ἐστι μὴ χείρους ἀνδρὸς αὐλητοῦ γενέσθαι περὶ τὸ ἡμέτερον ἔργον, μηδὲ ἧττον ἀνδρείους καὶ μεγαλόφρονας εὑρεῖν λόγους τῶν ἐκείνου κρουμάτων, 5 ἔτι δὲ μὴ ἕνα τρόπου ἡρμοσμένους, ἀλλὰ τοὺς αὐτοὺς σφοδρούς τε καὶ πρᾴους καὶ πολεμικοὺς ἅμα καὶ εἰρηνικοὺς καὶ νομίμους καὶ τῷ ὄντι βασιλικούς, ἅτε οἶμαι πρὸς ἀνδρεῖον βουλόμενον εἶναι καὶ νόμιμον ἡγεμόνα, πολλοῦ μὲν δεόμενον θάρσους, πολλῆς δὲ καὶ ἐπιεικείας. 6 ὁ γοῦν Τιμόθεος, εἰ καθάπερ πολεμικόν τινα διελθεῖν ἡδεῖ νόμον, οὕτως ἠπίστατο αὔλημα δικαίαν καὶ φρόνιμον καὶ σώφρονα τὴν ψυχὴν καὶ φιλάνθρωπον δυνάμενον παρασχεῖν, μὴ πρὸς ὅπλα ὁρμῶσαν μόνον, ἀλλὰ ἐπί τε εἰρήνην καὶ ὁμόνοιαν καὶ θεῶν τιμὰς καὶ ἀνθρώπων ἐπιμέλειαν, τοῦ παντὸς ἂν ἦν ἄξιος Ἀλεξάνδρῳ παρεῖναί τε καὶ ἐπαυλεῖν, οὐ θύοντι μόνον, ἀλλὰ καὶ ἄλλως, 7 ὁπότε ἢ πενθῶν ἀκρίτως τύχοι παρὰ τὴν ἀξίαν καὶ τὸ πρέπον ἢ κολάζων πικρότερον τοῦ νομίμου καὶ ἐπιεικοῦς ἢ χαλεπαίνων τοῖς αὑτοῦ φίλοις τε καὶ ἑταίροις ἡ ὑπερορῶν τοὺς θνητούς τε καὶ ἀληθεῖς γονέας. 8 ἀλλὰ γὰρ οὐ πᾶσαν ἴασιν οὐδὲ ὠφέλειαν p6ὁλόκληρον ἠθῶν ἱκανὴ παρασχεῖν ἡ μουσικῆς ἐπιστήμη τε καὶ ἔξις· οὐ γὰρ οὖν. ὥς φησιν ὁ ποιητής,

οὐδ᾽ Ἀσκληπιάδαις τοῦτό γ᾽ ἔδωκε θεός·

μόνος δὲ ὁ τῶν φρονίμων τε καὶ σοφῶν λόγος, οἷοι γεγόνασιν οἱ πολλοὶ τῶν πρότερον, ἀνενδεὴς καὶ τέλειος ἡγεμὼν καὶ βοηθὸς εὐπειθοῦς καὶ ἀγαθῆς φύσεως, πρὸς πᾶσαν ἀρετὴν παραμυθούμενός τε καὶ ἀγὼν ἐμμελῶς.

9 Τίς ἂν οὖν πρέπουσα καὶ ἀξία φανείη διατριβὴ τῆς σῆς προθυμίας, καὶ πόθεν ἂν εὕροιμεν ἡμεῖς τέλειον οὕτω λόγον, ἄνδρες ἀλῆται καὶ αὐτουργοὶ τῆς σοφίας, πόνοις τε καὶ ἔργοις ὅσον δυνάμεθα χαίροντες τὰ πολλά, τοὺς δὲ αὖ λόγους παρακλήσεως ἕνεκεν φθεγγόμενοι πρὸς αὑτοὺς καὶ τῶν ἄλλων ἀεὶ τὸν ἐντυγχάνοντα; ὥσπερ οἱ κινοῦντες καὶ μεταφέροντες οὐκ εὔφορον βάρος φθέγγονταί τε καὶ ᾄδουσιν ἡσυχῇ τὸ ἔργον παραμυθούμενοι, ἐργάται ὄντες, οὐκ ᾠδοί τινες οὐδὲ ποιηταί μελῶν. 10 πολλοὶ μὲν οὖν κατὰ φιλοσοφίαν λόγοι καὶ πάντες ἀκοῆς ἄξιοι καὶ θαυμαστὴν ὠφέλειαν ἔχοντες τοῖς μὴ παρέργως ἀκροωμένοις· ἀλλὰ δεῖ, τὸν ἐγγύς τε καὶ μάλιστα ἁψόμενον ἀνευρόντας,2 παρακαλέσαντας Πειθώ τε καὶ Μούσας καὶ Ἀπόλλωνα ὡς δυνατὸν προθύμως διελθεῖν.

11 Φέρε εἴπωμεν τὰ τε ἤθη καὶ τὴν διάθεσιν τοῦ χρηστοῦ βασιλέως, ἐν βραχεῖ περιλαμβάνοντες ὡς ἔνεστιν,

p8 ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω

σκῆπτρόν τ᾽ ἥδε θέμιστας, ἵνα σφίσι βουλεύῃσιν.

12 πάνυ γὰρ οὖν καλῶς σὺν ἄλλοις πλείοσιν Ὅμηρος, ἐμοὶ δοκεῖν, καὶ τοῦτο ἔφη, ὡς οὐχ ἅπαντας παρὰ τοῦ Διὸς ἔχοντας τὸ σκῆπτρον οὐδὲ τὴν ἀρχὴν ταύτην, ἀλλὰ μόνους τοὺς ἀγαθούς, οὐδ᾽ ἐπ᾽ ἄλλοις τισὶ δικαίοις ἢ τῷ βουλεύεσθαι καὶ φροντίζειν ὑπὲρ τῶν ἀρχομένων, οὐχ ὥστε ἀκολασταίνειν καὶ σπαθᾶν, 13 ἀνοίας καὶ ὕβρεως καὶ ὑπερηφανίας καὶ πάσης ἀνομίας ἐμπιμπλάμενόν τε καὶ ἀποπιμπλάντα ἐξ ἅπαντος αὑτοῦ τὴν ψυχὴν τεταραγμένην ὀργαῖς τε καὶ λύπαις καὶ φόβοις καὶ ἡδοναῖς καὶ παντοίαις ἐπιθυμίαις, ἀλλ᾽ ὡς οἷόν τε προσέχοντα τὸν νοῦν αὑτῷ καὶ τοῖς ὑπηκόοις, νομέα καὶ ποιμένα τῷ ὄντι ὧν λαῶν γιγνόμενον, οὐχ ἑστιάτορα καὶ δαιτυμόνα, ὡς ἔφη τις, ἀλλ᾽ οἷον οὐδὲ καθεύδειν αὑτὸν ἀξιοῦν δι᾽ ὅλης τῆς νυκτός, ὡς οὐκ οὖσαν αὐτῷ σχολὴν ῥᾳθυμεῖν. 14 ταῦτα γάρ φησι καὶ Ὅμηρος ὁμοίως τοῖς ἄλλοις σοφοῖς τε καὶ ἀληθέσιν ἀνδράσιν, ὡς οὐδείς ποτε πονηρὸς καὶ ἀκόλαστος καὶ φιλοχρήματος οὔτε αὐτὸς ἑαυτοῦ γενέσθαι δυνατὸς ἄρχων οὐδ᾽ ἐγκρατὴς οὔτε τῶν ἄλλων οὐδενός, οὐδ᾽ ἔσται ποτὲ ἐκεῖνος βασιλεύς, οὐδ᾽ ἂν πάντες φῶσιν Ἕλληνες καὶ βάρβαροι καὶ ἄνδρες καὶ γυναῖκες, καὶ μὴ μόνον ἄνθρωποι θαυμάζωσιν αὐτὸν καὶ ὑπακούωσιν, ἀλλ᾽ οἵ τε p10ὄρνιθες πετόμενοι καὶ τὰ θηρία ἐν τοῖς ὄρεσι μηδὲν ἧττον τῶν ἀνθρώπων συγχωρῇ τε καὶ ποιῇ τὸ προσταττόμενον.

15 Οὐκοῦν λέγωμεν ὑπὲρ τοῦ καθ᾽ Ὅμηρόν τε καὶ τῇ ἀληθείᾳ βασιλέως· οὗτος γὰρ ὁ λόγος ἁπλῶς λεγόμενος ἄνευ πάσης κολακείας ἢ λοιδορίας αὐτὸς ἀφ᾽ αὑτοῦ τὸν μὲν ὅμοιον τῷ ἀγαθῷ γνωρίζει τε καὶ ἐπαινεῖ καθ᾽ ὅσον ἐστὶν ἐκείνῳ ὅμοιος, τὸν δὲ ἀνόμοιον ἐξελέγχει τε καὶ ὀνειδίζει. ἐστι δὴ πρῶτον μὲν θεῶν ἐπιμελὴς καὶ τὸ δαιμόνιον προτιμῶν· 16 οὐ γὰρ δυνατὸν ἄλλῳ τινὶ πεποιθέναι μᾶλλον τὸν δίκαιον ἄνδρα καὶ ἀγαθὸν ἢ τοῖς δικαιοτάτοις τε καὶ ἀρίστοις θεοῖς. ὅστις δὲ κακὸς ὢν ἡγεῖταί ποτε θεοὺς ἀρέσκειν, κατ᾽ αὐτὸ τοῦτο πρῶτον οὐχ ὅσιός ἐστιν· ἢ γὰρ ἀνόητον ἢ πονηρὸν νενόμικε τὸ θεῖον. 17 μετὰ δὲ τοὺς θεοὺς ἀνθρώπων ἐπιμελεῖται, τιμῶν μὲν καὶ ἀγαπῶν τοὺς ἀγαθούς, κηδόμενος δὲ πάντων. τίς μὲν γὰρ ἀγέλης βοῶν κήδεται μᾶλλον τοῦ νέμοντος; τίς δὲ ποιμνίοις ὠφελιμώτερός τε καὶ ἀμείνων ποιμένος; τίς δὲ μᾶλλον φίλιππος τοῦ πλείστων μὲν ἄρχοντος ἵππων, πλεῖστα δὲ ἀφ᾽ ἵππων ὠφελουμένου; 18 τίνα δὲ εἰκὸς οὕτως εἶναι φιλάνθρωπον ἢ ὅστις πλείστων μὲν ἀνθρώπων ἐγκρατής ἐστι, μάλιστα δὲ ὑπὸ ἀνθρώπων θαυμάζεται; δεινὸν γάρ, εἰ οἱ ἀλλοφύλων καὶ ἀγρίων ἄρχοντες θηρίων εὐνούστεροί εἰσι τοῖς ἀρχομένοις τοῦ βασιλεύοντος ἀνθρώπων ἡμέρων καὶ ὁμοφύλων. 19 καὶ μέντοι καὶ φιλοῦσι καὶ ἀνέχονται p12 μάλιστα πάντων ἀγέλαι μὲν νομεῖς, ἵπποι δὲ ἡνιόχους, κυνηγέται δὲ ὑπὸ κυνῶν φυλάσσονται καὶ ἀγαπῶνται, καὶ τὰ ἄλλα οὕτως ἀγαπᾷ τὰ ἀρχόμενα τοὺς ἄρχοντας. 20 πῶς οὖν εἰκὸς τὰ μὲν ἄφρονα καὶ ἀγνώμονα εἰδέναι καὶ φιλεῖν τοὺς ἐπιμελουμένους, τὸ δὲ πάντων συνετώτατον καὶ μάλιστα ἀποδοῦναι χάριν ἐπισταμένου ἀγνοεῖν καὶ ἐπιβουλεύειν; ἀλλὰ γὰρ ἀνάγκη τὸν ἥμερον καὶ φιλάνθρωπον βασιλέα μὴ μόνον φιλεῖσθαι ὑπ᾽ ἀνθρώπων, ἀλλὰ καὶ ἐρᾶσθαι. ταῦτ᾽ οὖν εἰδὼς καὶ φύσει τοιοῦτος ὧν, ἵλεων καὶ πρᾷον παρέχει τὴν ψυχὴν πᾶσιν, ἅτε πάντας ἡγούμενος εὔνους καὶ φίλους.

21 Καὶ μὲν δὴ οἴεται δεῖν πλέον ἔχειν διὰ τὴν ἀρχήν, οὐ τῶν χρημάτων οὐδὲ τῶν ἡδονῶν, ἀλλὰ τῆς ἐπιμελείας καὶ τῶν φροντίδων· ὥστε καὶ φιλόπονος μᾶλλόν ἐστιν ἢ πολλοὶ τῶν ἄλλων φιλήδονοι καὶ φιλοχρήματοι. ἐπίσταται γὰρ ὅτι αἱ μὲν ἡδοναὶ τοὺς ἀεὶ συνόντας τά τε ἄλλα λυμαίνονται καὶ ταχὺ ποιοῦσιν ἀδυνάτους πρὸς αὐτάς, οἱ δὲ πόνοι τά τε ἄλλα ὠφελοῦσι καὶ ἀεὶ μᾶλλον παρέχουσι δυναμένους πονεῖν. 22 οὐκοῦν μόνῳ ἔξεστιν αὐτῷ τοὺς μὲν στρατιώτας συστρατιώτας προσειπεῖν, τοὺς δὲ συνήθεις φίλους μὴ καταγελῶντι3 τοῦ ὀνόματος τῆς φιλίας· πατέρα δὲ τῶν πολιτῶν καὶ τῶν ἀρχομένων οὐ λόγῳ κεκλῆσθαι μόνον, ἀλλὰ τοῖς ἔργοις τοῦτο ἐπιδείκνυσθαι· δεσπότην δὲ οὐχ ὅπως τῶν ἐλευθέρων, ἀλλὰ μηδὲ τῶν δούλων χαίρειν καλούμενον· 23 βασιλεύειν γὰρ οὐχ αὑτοῦ χάριν οἴεται μᾶλλον ἑνὸς ὄντος ἢ τῶν ἀνθρώπων ἁπάντων.

p14 Καὶ τοίνυν εὐεργετῶν ἥδεται πλείω τῶν εὐεργετουμένων καὶ μόνης ταύτης ἐστὶ τῆς ἡδονῆς ἀκόρεστος. τὰ μὲν γὰρ ἄλλα τῆς βασιλείας ἀναγκαῖα νενόμικεν, τὸ δὲ τῆς εὐεργεσίας μόνον ἑκούσιόν τε καὶ εὔδαιμον. 24 καὶ τῶν μὲν ἀγαθῶν ἀφειδέστατός ἐστιν, ὡς οὐδέποτε ἐπιλειψόντων, κακοῦ δὲ ἧττον αἴτιος γίγνεσθαι πέφυκεν ἤπερ ὁ ἥλιος τοῦ σκότους. ὃν οἱ μὲν ἰδόντες καὶ συγγενόμενοι οὐκ ἐθέλουσιν ἀπολιπεῖν, οἱ δὲ ἀκούοντες ἐπιθυμοῦσιν ἰδεῖν μᾶλλον ἢ παῖδες ἀγνοουμένους πατέρας ἀνευρεῖν. 25 τοῦτον οἱ μὲν πολέμιοι δεδοίκασι καὶ οὐδεὶς ὁμολογεῖ πολέμιος εἶναι, οἱ δὲ φίλοι θαρροῦσιν, καὶ οἱ σφόδρα ἐγγὺς ἡγοῦνται πάντων ἐν τῷ ἀσφαλεστάτῳ εἶναι.4 τοὺς δὲ προσιόντας καὶ ὁρῶντας οὐκ ἔκπληξις οὐδὲ φόβος, ἀλλ᾽ αἰδὼς ὕπεισι, πολὺ κρεῖττον καὶ ἰσχυρότερον φόβου· τοὺς μὲν γὰρ φοβουμένους ἀνάγκη μισεῖν καὶ ἀποδρᾶναι θέλειν, τοὺς δὲ αἰδουμένους παραμένειν καὶ θαυμάζειν.

26 Τὴν μὲν οὖν ἁπλότητα καὶ τὴν ἀλήθειαν ἡγεῖται βασιλικὸν καὶ φρόνιμον, τὴν δὲ πανουργίαν καὶ τὴν ἀπάτην ἀνόητον καὶ δουλοπρεπές, ὁρῶν ὅτι καὶ τῶν θηρίων τὰ δειλότατα καὶ ἀγεννέστατα, ἐκεῖνα καὶ ψεύδεται πάντων μάλιστα καὶ ἐξαπατᾷ.

p16 27 Φιλότιμος δὲ ὢν τὴν φύσιν καὶ εἰδὼς ὅτι τοὺς ἀγαθοὺς πεφύκασιν οἱ ἄνθρωποι τιμᾶν, ἧττον ἐλπίζει τιμᾶσθαι ἂν ὑπὸ ἀκόντων ἢ παρὰ μισούντων φιλίας τυγχάνειν.

Καὶ πολεμικὸς μὲν οὕτως ἐστὶν ὥστ᾽ ἐπ᾽ αὐτῷ εἶναι τὸ πολεμεῖν, εἰρηνικὸς δὲ οὕτως ὡς μηδὲν ἀξιόμαχον αὐτῷ λείπεσθαι. καὶ γὰρ δὴ καὶ τόδε οἶδεν, ὅτι τοῖς κάλλιστα πολεμεῖν παρεσκευασμένοις, τούτοις μάλιστα ἔξεστιν εἰρήνην ἄγειν.

28 Φιλέταιρος δὲ καὶ φιλοπολίτης καὶ φιλοστρατιώτης ὁμοίως πέφυκεν· ὅστις μὲν γὰρ ὑπερόπτης τῶν στρατευομένων καὶ οὐδεπώποτε ἢ σπανίως ἑώρακε τοὺς ὑπὲρ τῆς ἀρχῆς κινδυνεύοντας καὶ πονοῦντας, τὸν δὲ ἀνόνητον5 καὶ ἄνοπλον ὄχλον διατελεῖ θωπεύων, ὅμοιόν γε πέπονθε καθάπερ εἰ ποιμὴν τοὺς6 συμφυλάττοντας αὐτῷ ἀγνοοίη καὶ μήτε τροφὴν αὐτοῖς ὀρέγοι μήτε συναγρυπνήσειέ ποτε φυλάττουσιν· οὗτος γὰρ οὐ τὰ θηρία μόνον, ἀλλὰ καὶ τοὺς κύνας ἀναπείθει μὴ ἀπέχεσθαι τῆς ποίμνης. 29 ὅστις δὲ τοὺς μὲν στρατιώτας διαθρύπτει, μήτε γυμνάζων μήτε πονεῖν παρακελευόμενος, τῶν δὲ ἄλλων ἀνθρώπων ἠμέλησεν, ὅμοιός ἐστι κυβερνήτῃ τοὺς μὲν ναύτας διαφθείροντι πλησμονῇ τε καὶ ὕπνῳ δι᾽ ἡμέρας, τῶν δ᾽ ἐπιβατῶν καὶ τῆς νεὼς ἀπολλυμένης οὐδὲν φροντίζοντι. 30 εἰ δέ τις πρὸς μὲν ταῦτα ἔχοι μετρίως, τοὺς δὲ πλησίον αὑτῷ καὶ φίλους καλουμένους ἀτιμάζοι τε καὶ μὴ σκοποῖ τοῦτο, ὅπως δόξουσι μακάριοι καὶ ζηλωτοὶ πᾶσι, λανθάνει προδότης αὑτοῦ καὶ τῆς ἀρχῆς γιγνόμενος, τοὺς μὲν ὄντας φίλους p18ἀθύμους ποιῶν, τῶν δὲ ἄλλων μηδένα ἐὼν7 ἐπιθυμεῖν τῆς αὐτοῦ φιλίας, ἀποστερῶν δὲ αὑτὸν τοῦ καλλίστου καὶ ὠφελιμωτάτου κτήματος, φιλίας. 31 τίς μὲν γὰρ ἀοκνότερος πονεῖν, ὅταν τούτου καιρὸς ᾖ, φίλου; τίς δὲ συγχαίρειν ἑτοιμότερος ἐν ταῖς εὐτυχίαις; ὁ παρὰ τινος δὲ ἔπαινος ἡδίων ἢ τῶν φίλων; παρὰ τίνος δὲ τἀληθὲς ἀλυπότερον; τίς δὲ φρουρά, ποῖα δὲ ἐρύματα, ποῖα δὲ ὅπλα βεβαιότερα καὶ κρείττω τῆς ἀπὸ τῶν εὐνοούντων φυλακῆς; 32 ὁπόσους γὰρ ἄν τις ᾖ κεκτημένος ἑταίρους, τοσούτοις μὲν ὀφθαλμοῖς ἃ βούλεται ὁρᾷ, τοσαύταις δὲ ἀκοαῖς ἃ δεῖ ἀκούει, τοσαύταις δὲ διανοίαις διανοεῖται περὶ τῷ συμφερόντων. διαφέρει γὰρ οὐδὲν ἢ εἴ τῷ θεὸς ἓν σῶμα ἔχοντι πολλὰς ψυχὰς ἔδωκεν ἁπάσας ὑπὲρ ἐκείνου προνοουμένας.

33 Ἵνα δὲ τὰ πολλὰ ἀφεὶς εἴπω τὸ φανερώτατον σημεῖον, τοιοῦτός ἐστιν ὁ χρηστὸς βασιλεύς, ὃν οἱ ἀγαθοὶ ἄνδρες οὐκ αἰσχύνονται ἐπαινοῦντες οὔτε τὸν παρόντα χρόνον οὔτε τὸν ὕστερον. καὶ μέντοι καὶ αὐτὸς οὐ τὸν παρὰ τῶν βαναύσων καὶ ἀγοραίων ἀγαπᾷ ἔπαινον, ἀλλὰ τὸν παρὰ ὧν ἐλευθέρων καὶ γενναίων, οἷς οὐκ ἄξιον ζῆν ψευσαμένοις. 34 τίς οὖν οὐκ ἂν μακαρίσειε τὸν τοιοῦτον ἄνδρα τε καὶ βίον; πόθεν δὲ οὐκ ἂν ἔλθοιεν ἐπ᾽ ἐκεῖνον ὀψόμενοί τε αὐτὸν καὶ ἀπολαύσοντες τῆς καλῆς διανοίας καὶ ἀγαθῆς; τί μὲν σεμνότερον θέαμα γενναίου καὶ φιλοπόνου βασιλέως; τί δὲ ἥδιον ἡμέρου καὶ προσφιλοῦς, πάντας μὲν εὖ ποιεῖν ἐπιθυμοῦντος, ἅπαντας δὲ δυναμένου; 35 τί δὲ λυσιτελέστερον ἴσου καὶ δικαίου; p20τίνοις μὲν γὰρ ὁ βίος ἀσφαλέστερος ἢ ὃν πάντες ὁμοίως φυλάττουσιν; τίνος δὲ ἡδίων ἢ τοῦ μηδένα ἐχθρὸν ἡγουμένου; τίνος δὲ ἀλυπότερος ἢ τοῦ μηδὲν ἔχοντος αὑτὸν αἰτιάσασθαι; τίς δὲ εὐτυχέστερος ἐκείνου τοῦ ἀνδρὸς ὅστις ἀγαθὸς ὢν οὐδένα λανθάνει;

36 Ἐγὼ μὲν οὖν ἁπλῶς εἶπον τὰ περὶ τὸν ἀγαθὸν βασιλέα. τούτων δὲ εἴ τι φαίνεται προσήκειν σοι, μακάριος μὲν αὐτὸς τῆς εὐγνώμονος καὶ ἀγαθῆς φύσεως, μακάριοι δὲ ἡμεῖς οἱ συμμετέχοντες.

37 Μετὰ δὲ τὸν νῦν εἰρημένον λόγον ἐγὼ μὲν ἐπεθύμουν διελθεῖν περὶ τοῦ μεγίστου καὶ πρώτου βασιλέως καὶ ἄρχοντος, ὃν χρὴ μιμουμένους ἀεὶ τοὺς θνητοὺς καὶ τὰ τῶν θνητῶν διέποντας ἐπιμελεῖσθαι, πρὸς ἐκεῖνον ὡς δυνατὸν ἐστιν εὐθύνοντας καὶ ἀφομοιοῦντας τὸν αὑτῶν τρόπον. 38 διὰ τοῦτο γὰρ καὶ Ὅμηρος διοτρεφέας εἶναί φησι τοὺς ἀληθῶς βασιλέας καὶ Διὶ τὴν βουλὴν ὁμοίους, καὶ τὸν Μίνω, μεγίστην ἔχοντα δόξαν ἐπὶ δικαιοσύνῃ, τοῦ Διὸς ὁμιλητὴν ἔφη γενέσθαι. καὶ σχεδὸν ὅσοι πώποτε ἐν Ἕλλησιν ἢ βαρβάροις γεγόνασι βασιλεῖς οὐκ ἀνάξιοι τυγχάνειν ταύτης τῆς προσηγορίας, τοῦ θεοῦ τούτου μαθητάς τε καὶ ζηλωτὰς ὁ λόγος αὐτοὺς ἀποφαίνεται. 39 Ζεὺς γὰρ μόνος θεῶν πατὴρ καὶ βασιλεὺς ἐπονομάζεται καὶ Πολιεὺς καὶ Φίλιός τε καὶ Ἑταιρεῖος καὶ Ὁμόγνιος, πρὸς δὲ τούτοις Ἱκέσιός τε καὶ Φύξιος καὶ Ξένιος καὶ μυρίας ἄλλας ἐπικλήσεις ἔχων, πάσας ἀγαθὰς καὶ ἀγαθῶν αἰτίας· 40 βασιλεὺς μὲν p22κατὰ τὴν ἀρχὴν καὶ τὴν δύναμιν ὠνομασμένος, πατὴρ δὲ οἶμαι διά τε τὴν κηδεμονίαν καὶ τὸ πρᾷον, Πολιεὺς δὲ κατὰ τὸν νόμον καὶ τὸ κοινὸν ὄφελος, Ὁμόγνιος δὲ διὰ τὴν τοῦ γένους κοινωνίαν θεοῖς τε καὶ ἀνθρώποις, Φίλιος δὲ καὶ Ἑταιρεῖος, ὅτι πάντας ἀνθρώπους ξυνάγει καὶ βούλεται εἶναι ἀλλήλοις φίλους, ἐχθρὸν δὲ ἢ πολέμιον μηδένα μηδενός,8 41 Ἱκέσιος δὲ ὡς ἂν ἐπήκοός τε καὶ ἵλεως τοῖς δεομένοις, Φύξιος δὲ διὰ τὴν τῶν κακῶν ἀπόφευξιν, Ξένιος δέ, ὅτι καὶ τοῦτο ἀρχὴ φιλίας, μηδὲ τῶν ξένων ἀμελεῖν μηδὲ ἀλλότριον ἡγεῖσθαι μηδένα ἀνθρώπων, Κτήσιος δὲ καὶ Ἐπικάρπιος, ἅτε τῶν καρπῶν αἴτιος καὶ δοτὴρ πλούτου καὶ κτήσεως, οὐ πενίας οὐδὲ ἀπορίας· ὡς εὐθὺς ἁπάσας ταύτας δέον ἐγγενέσθαι τὰς δυνάμεις τῇ τοῦ βασιλέως δυνάμει τε καὶ κλήσει.

42 Καλὸν οὖν εἰπεῖν ὑπὲρ τῶν ὅλων τῆς διοικήσεως ὁποῖόν γε τὸ ξύμπαν αὐτό τε εὐδαίμων καὶ σοφὸν ἀεὶ διαπορεύεται τὸν ἄπειρον αἰῶνα συνεχῶς ἐν ἀπείροις περιόδοις μετὰ τύχης9 τε ἀγαθῆς καὶ δαίμονος ὁμοίου καὶ προνοίας καὶ ἀρχῆς τῆς δικαιοτάτης τε καὶ ἀρίστης, ἡμᾶς τε ὁμοίους παρέχεται, κατὰ φύσιν κοινὴν τὴν αὑτοῦ καὶ τὴν ἡμετέραν ὑφ᾽ ἑνὶ θεσμῷ καὶ νόμῳ κεκοσμημένους καὶ τῆς αὐτῆς μετέχοντας πολιτείας. 43 ἣν ὁ μὲν τιμῶν καὶ φυλάττων καὶ μηδὲν ἐναντίον πράττων, νόμιμος καὶ θεοφιλὴς καὶ κόσμιος, ὁ δὲ ταράττων ὅσον ἐφ᾽ ἑαυτῷ καὶ παραβαίνων καὶ ἀγνοῶν, ἄνομος καὶ ἄκοσμος, p24ὁμοίως μὲν ἰδιώτης, ὁμοίως δὲ καὶ ἄρχων ὀνομαζόμενος· πολὺ δὲ μείζων καὶ φανερωτέρα πᾶσιν ἢ παρὰ τοῦ ἄρχοντος πλημμέλεια. 44 ὥσπερ οὖν ὅσοι στρατηγοί τε καὶ ἄρχοντες στρατοπέδων καὶ πόλεων καὶ ἐθνῶν, ὅστις ἂν τὸν σὸν μάλιστα μιμῆται τρόπον καὶ τοῖς σοῖς ἤθεσιν ὅμοιον αὑτὸν ὡς δυνατὸν φαίνηται παρέχων, οὗτος ἂν εἴη σοὶ πάντων ἑταιρότατος καὶ προσφιλέστατος· εἰ δέ τις ἐναντίος καὶ ἀνόμοιος γίγνοιτο, δικαίως ἂν τυγχάνοι μέμψεώς τε καὶ ἀτιμίας καὶ αὐτῆς γε τῆς ἀρχῆς ταχὺ παυθείς, παραχωρήσειεν ἑτέροις ἀμείνοσί τε καὶ ἄμεινον δυναμένοις διοικεῖν· 45 οὕτω δὲ καὶ τῶν βασιλέων, ἅτε οἶμαι παρὰ τοῦ Διὸς ἐχόντων τὴν δύναμιν καὶ τὴν ἐπιτροπήν, ὃς μὲν ἂν πρὸς ἐκεῖνον βλέπων πρὸς10 τὸν τοῦ Διὸς νόμον τε καὶ θεσμὸν κοσμῇ καὶ ἀρχῇ δικαίως τε καὶ καλῶς, ἀγαθῆς τυγχάνει μοίρας καὶ τέλους εὐτυχοῦς· 46 ὃς δ᾽ ἂν παραβῇ καὶ ἀτιμάσῃ τὸν ἐπιτρέψαντα ἢ δόντα τὴν δωρεὰν ταύτην, οὐδὲν ἀπώνατο τῆς πολλῆς ἐξουσίας καὶ δυνάμεως ἢ τοσοῦτον μόνον ὅσον φανερὸς πᾶσι γενέσθαι τοῖς καθ᾽ αὑτὸν καὶ τοῖς ὕστερον πονηρὸς καὶ ἀκόλαστος ὤν, τὸν μυθευόμενον Φαέθοντος ἀναπληρώσας πότμον, ἅτε ἰσχυροῦ καὶ θείου παρὰ μοῖραν ἐπιβὰς ἅρματος, οὐχ ἱκανὸς ὢν ἡνίοχος. 47 λέγει δὲ καὶ Ὅμηρος ὧδέ πως·

ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,

τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε᾽ ὀπίσσω

ζωῷ, ἀτὰρ τεθνεῶτί γ᾽ ἐφεψιόωνται ἅπαντες·

ὃς δ᾽ ἂν ἀμύνων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,

p26 τοῦ μέντοι κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι

πάντας ἐπ᾽ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.

48 Τὸ μὲν οὖν ἐμόν, ὅπερ ἔφην, ἥδιστα καὶ προθυμότατα τοῦτον εἴποιμ᾽ ἂν τὸν λόγον, τὸν ὑπὲρ τοῦ Διὸς καὶ τῆς τοῦ παντὸς φύσεως. ἐπεὶ δὲ πλείων ἐστὶ πάντως11 τοῦ καιροῦ τοῦ παρόντος καὶ δεόμενος ἀποδείξεων ἀκριβεστέρων, αὖθίς ποτε ἴσως γένοιτ᾽ ἂν σχολὴ διελθεῖν αὐτόν. 49 εἰ δ᾽ ἄρα μῦθον ἐθέλοις τινὰ ἀκούσαι, μᾶλλον δὲ ἱερὸν καὶ ὑγιῆ λόγον σχήματι μύθου λεγόμενον, τυχὸν οὐκ ἄτοπός σοι φανήσεται, νῦν τε καὶ ὕστερον ἐνθυμουμένῳ κατὰ σαυτόν, ὃν ἐγώ ποτε ἤκουσα γυναικὸς Ἠλείας ἢ Ἀρκαδίας ὑπὲρ Ἡρακλέους διηγουμένης.

50 Ὡς γὰρ ἔτυχον ἐν τῇ φυγῇ ποτε ἀλώμενος — καὶ πολλήν γε χάριν οἶδα τοῖς θεοῖς, ὅτι με οὐκ εἴασαν θεατὴν γενέσθαι πολλῶν καὶ ἀδίκων πραγμάτων — ἐπῄειν δ᾽ οὖν ὡς ἐδυνάμην πλείστην γῆν ἐν ἀγύρτου σχήματι καὶ στολῇ, τοῦτο μὲν παρ᾽ Ἕλληνας, τοῦτο δὲ παρὰ βαρβάρους,

αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας.

51 καὶ δή ποτε ἀφικόμενος εἰς Πελοπόννησον ταῖς μὲν πόλεσιν οὐ πάνυ προσῄειν, περὶ δὲ τὴν χώραν διέτριβον, ἅτε πολλὴν ἱστορίαν ἔχουσαν, νομεῦσι καὶ κυνηγέταις, γενναίοις τε καὶ ἁπλοῖς p28ἤθεσιν, ἐπιμιγνύμενος. 52 καὶ δὴ βαδίζων ὡς ἀφ᾽ Ἡραίας εἰς Πῖσαν παρὰ τὸν Ἀλφειὸν μέχρι μέν τινος ἐπετύγχανον τῆς ὁδοῦ, μεταξὺ δὲ εἰς ὕλην τινὰ καὶ δυσχωρίαν ἐμπεσὼν καὶ πλείους ἀτραποὺς ἐπὶ βουκόλι᾽ ἄττα καὶ ποίμνας φερούσας, οὐδενὶ συναντῶν οὐδὲ δυνάμενος ἐρέσθαι, διαμαρτάνω τε καὶ ἐπλανώμην μεσημβρίᾳ σταθερᾷ. ἰδὼν οὖν ἐπὶ ὑψηλῷ τινι δρυῶν συστροφὴν οἷον ἄλσος, ᾠχόμην ὡς ἀποψόμενος ἐντεῦθεν ὁδόν τινα ἢ οἰκίαν. 53 καταλαμβάνω οὖν λίθους τέ τινας εἰκῆ ξυγκειμένους καὶ δέρματα ἱερείων κρεμάμενα καὶ ῥόπαλα καὶ βακτηρίας, νομέων τινῶν ἀναθήματα, ὡς ἐφαίνετο, ὀλίγον δὲ ἀπωτέρω καθημένην γυναῖκα ἰσχυρὰν καὶ μεγάλην, τῇ δὲ ἡλικίᾳ πρεσβυτέραν, τὰ μὲν ἄλλα ἄγροικον στολὴν ἔχουσαν, πλοκάμους δὲ τινας πολιοὺς καθεῖτο. 54 ταύτην ἕκαστα ἀνηρώτων. ἢ δὲ πάνυ πρᾴως καὶ φιλοφρόνως δωρίζουσα τῇ φωνῇ τόν τε τόπον ἔφραζεν ὡς Ἡρακλέους ἱερὸς εἴη, καὶ περὶ αὑτῆς, ὅτι παῖδα ἔχοι ποιμένα καὶ πολλάκις αὐτὴ νέμοι τὰ πρόβατα· ἔχειν δὲ μαντικὴν ἐκ μητρὸς θεῶν δεδομένην, χρῆσθαι δὲ αὐτῇ τούς τε νομέας πάντας τοὺς πλησίον καὶ τοὺς γεωργοὺς ὑπὲρ καρπῶν καὶ βοσκημάτων γενέσεως καὶ σωτηρίας. 55 Καὶ σὺ δὲ ἐλήλυθας, ἔφη, οὐκ ἄνευ θείας τύχης εἰς τόνδε τὸν τόπον· οὐ γὰρ ἐάσω σε ἀπελθεῖν μάτην. καὶ μετὰ τοῦτο ἤδη προέλεγεν ὅτι οὐ πολὺς χρόνος ἔσοιτό μοι τῆς ἄλης καὶ τῆς ταλαιπωρίας, οὔτε σοί, εἶπεν, οὔτε τοῖς p30 ἄλλοις ἀνθρώποις. 56 ταῦτα δὲ ἔλεγεν, οὐχ ὥσπερ οἱ πολλοὶ τῶν λεγομένων ἐνθέων ἀνδρῶν καὶ γυναικῶν, ἀσθμαίνουσα καὶ περιδινοῦσα τὴν κεφαλὴν καὶ πειρωμένη δεινὸν ἐμβλέπειν, ἀλλὰ πάνυ ἐγκρατῶς καὶ σωφρόνως.

Συμβαλεῖς δέ, ἔφη, ποτὲ ἀνδρὶ12 καρτερῷ, πλείστης ἄρχοντι χώρας καὶ ἀνθρώπων· τούτῳ μήποτε ὀκνήσῃς εἰπεῖν τόνδε τὸν μῦθον, εἰ καί σου καταφρονεῖν τινες μέλλοιεν ὡς ἀδολέσχου καὶ πλάνητος. 57 οἱ γὰρ ἀνθρώπων λόγοι καὶ τὰ πάντα σοφίσματα οὐδενὸς ἄξια πρὸς τὴν παρὰ τῶν θεῶν ἐπίπνοιαν καὶ φήμην. ὅσοι γὰρ ποτε σοφοὶ καὶ ἀληθεῖς κατ᾽ ἀνθρώπους λόγοι περὶ θεῶν τε καὶ τοῦ σύμπαντος, οὐκ ἄνευ θείας τε13 βουλήσεως καὶ τύχης ἐν ψυχῇ ποτε ἀνθρώπων ἐγένοντο διὰ τῶν πρώτων μαντικῶν τε καὶ θείων ἀνδρῶν. 58 οἷον ἐν Θρᾴκῃ τινὰ λέγουσιν Ὀρφέα γενέσθαι, Μούσης υἱόν, ἄλλον δὲ ποιμένα ἐν ὄρει τινὶ τῆς Βοιωτίας αὐτῶν ἀκούσαι τῶν Μουσῶν· ὅσοι δὲ ἄνευ δαιμονίου κατοχῆς καὶ ἐπιπνοίας λόγους τινὰς ὡς ἀληθεῖς παρ᾽ αὑτῶν ἐκόμισαν εἰς τὸν βίον, ἄτοποι καὶ πονηροί.14

Ἄκουε δὴ τοῦδε τοῦ μύθου σφόδρα ἐγρηγορώς τε καὶ τὸν νοῦν προσέχων, ὅπως διαμνημονεύσας ἀπαγγείλῃς πρὸς ἐκεῖνον ᾧ φημί σε συμβαλεῖν. ἐστι δὲ περὶ τοῦδε τοῦ θεοῦ, παρ᾽ ᾧ νῦν ἐσμεν. 59 ἦν μὲν γάρ, ὡς πάντες λέγουσι, Διὸς υἱὸς ἐξ Ἀλκμήνης, βασιλεὺς δὲ οὐ μόνον Ἄργους, ἀλλὰ καὶ τῆς Ἑλλάδος ἁπάσης. (τοῦτο δὲ οἱ πολλοὶ οὐκ ἴσασιν, ἀλλ᾽ ὅτι αὐτὸς ἀπεδήμει στρατευόμενος p32καὶ φυλάττων τὴν ἀρχήν, οἱ δ᾽ Εὐρυσθέα φασὶ βασιλεύειν τότε.15 ταῦτα μὲν οὖν λέγεται μάτην ὑπ᾽ αὐτῶν.) 60 ἐκεῖνος δὲ οὐ μόνον τῆς Ἑλλάδος ἦν βασιλεύς, ἀλλ᾽ ἀπ᾽ ἀνίσχοντος ἡλίου μέχρι δυομένου πάσης ἦρχε γῆς καὶ τῶν ἀνθρώπων ἁπάντων παρ᾽ οἷς ἱερά ἐστιν Ἡρακλέους. 61 ἦν δὲ καὶ πεπαιδευμένος ἁπλῶς, οὐ πολυτρόπως οὐδὲ περιττῶς σοφίσμασι καὶ πανουργήμασιν ἀνθρώπων κακοδαιμονῶν.

Λέγουσι δὲ καὶ ταῦτα περὶ Ἡρακλέους, ὡς γυμνὸς ᾔει μόνον ἔχων λεοντῆν καὶ ῥόπαλον. 62 τοῦτο δὲ οὕτως λέγουσιν, ὅτι ἐκεῖνος οὔτε χρυσίον οὔτε ἀργύριον οὔτε ἐσθῆτα περὶ πολλοῦ ἐποιεῖτο, ἀλλὰ ταῦτα πάντα ἐνόμιζε τοῦ μηδενὸς ἄξια πλὴν ὅσον δοῦναι καὶ χαρίσασθαι. πολλοῖς γοῦν οὐ μόνον χρήματα ἄπειρα καὶ γῆν καὶ ἀγέλας ἵππων καὶ βοῶν, ἀλλὰ βασιλείας καὶ πόλεις ὅλας ἐδωρήσατο. ἐπίστευε γὰρ αὑτοῦ πάντα εἶναι καὶ οὐδὲν ἀλλότριον, προσγενήσεσθαι16 δὲ τοῖς δοθεῖσι τὴν εὔνοιαν τῶν λαβόντων. 63 οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἄληθές φασιν, ὅτι δὴ περιῄει μόνος ἄνευ στρατιᾶς. οὐ γὰρ δυνατὸν πόλεις τε ἐξαίρειν καὶ τυράννους ἀνθρώπους καταλύειν καὶ πᾶσι πανταχοῦ προστάττειν χωρὶς δυνάμεως. ὅτι δὲ αὐτουργοὺς ἦν καὶ τῇ ψυχῇ πρόθυμος καὶ τὸ σῶμα ἱκανὸς καὶ πάντων μάλιστα ἐπόνει, μόνον αὐτὸν ἔφασαν βαδίζειν καὶ πράττειν ἅπαντα ὅσα βούλοιτο.

64 Καὶ μὴν ὅ γε πατὴρ αὐτοῦ πολλὴν ἐπιμέλειαν p34ἐποιεῖτο, ὁρμάς τε ἀγαθὰς ἐπιπέμπων καὶ εἰς ὁμιλίας ἀνθρώπων ἀγαθῶν ἄγων. ἐσήμαινε δὲ καὶ δι᾽ οἰωνῶν καὶ δι᾽ ἐμπύρων καὶ διὰ πάσης μαντικῆς ἕκαστα. 65 ἐπεὶ δὲ ἑώρα βουλόμενον ἄρχειν αὐτόν, οὐ τῶν ἡδονῶν οὐδὲ τῶν πλεονεξιῶν ἐπιθυμοῦντα, ὧν ἕνεκεν οἱ πολλοὶ τούτου17 ἐρῶσιν, ἀλλ᾽ ὡς ἂν δύνηται πλεῖστα καὶ πλείστους εὖ ποιεῖν, ἐπιστάμενος αὐτοῦ γενναῖαν οὖσαν τὴν φύσιν, ὅμως δὲ ὑπονοῶν ὅσον ἦν ἐν αὐτῷ θνητὸν καὶ ὅτι πολλὰ παραδείγματα ἐν ἀνθρώποις πονηρὰ εἴη τρυφῆς καὶ ἀκολασίας καὶ πολλοὶ παρατρέπουσιν ἄκοντα τὸν πεφυκότα ὀρθῶς ἔξω τῆς αὐτοῦ φύσεώς τε καὶ γνώμης — ταῦτα λογιζόμενος Ἑρμῆν ἔπεμψε, κελεύσας ἃ δεῖ ποιεῖν. 66 ὁ δὲ ἀφικόμενος εἰς Θήβας, ἔνθα νέος ὢν ἐτρέφετο Ἡρακλῆς, ἔφραζέ τε ὃς εἴη καὶ παρ᾽ ὅτου πεμφθείς, καὶ ἄγει λαβὼν αὐτὸν ἄφραστον καὶ ἄβατον ἀνθρώποις ὁδόν, ἕως ἦλθεν ἐπί τινα ὑπεροχὴν ὄρους περιφανῆ καὶ σφόδρα ὑψηλήν, τὰ δὲ ἔξωθεν δεινῶς ἀπότομον κρημνοῖς ὀρθίοις καὶ βαθείᾳ φάραγγι ποταμοῦ κύκλῳ περιρρέοντος, πολὺν ψόφον τε καὶ ἦχον ἀναδιδόντος, ὡς τοῖς κάτωθεν ἀναβλέπουσι μίαν ὁρᾶσθαι τὴν ἄνω κορυφήν, τὸ δὲ ἀληθὲς ἦν δίδυμος ἐκ μιᾶς ῥίζης, καὶ πολύ γε ἀλλήλων διεστήκεσαν. 67 ἐκαλεῖτο δὲ αὐτῶν ἡ μὲν βασίλειος ἄκρα, ἱερὰ Διὸς βασιλέως, ἡ δὲ ἕτερα τυραννική, Τυφῶνος ἐπώνυμος. δύο δὲ εἶχον ἔξωθεν ἐφόδους εἰς αὑτάς, μίαν18 ἑκάτερα, ἡ μὲν βασίλειος ἀσφαλῆ p36καὶ πλατεῖαν, ὡς ἀκινδύνως τε καὶ ἀπταίστως δι᾽ αὐτῆς εἰσιέναι ἐφ᾽ ἅρματος ἐλαύνοντα, εἴ τῳ δεδομένον εἴη παρὰ τοῦ μεγίστου θεῶν· ἡ δὲ ἑτέρα στενήν τε καὶ σκολιὰν καὶ βίαιον, ὡς τοὺς πλείστους πειρωμένους αὐτῆς οἴχεσθαι κατὰ τῶν κρημνῶν καὶ τοῦ ῥεύματος, ἅτε οἶμαι παρὰ δίκην ἰόντας. 68 φαίνεται μὲν οὖν, ὅπερ ἔφην, τοῖς πολλοῖς, ἅτε ὁρῶσι μακρόθεν, ἄμφω μία τε καὶ ἐν ταὐτῷ σχεδόν, ὑπερέχει δὲ ἡ βασίλειος κορυφὴ τοσοῦτον, ὥστ᾽ ἐκείνη μὲν ἐπάνω τῶν νεφῶν ἐστιν ἐν αὐτῷ τῷ19 καθαρῷ καὶ αἰθρίῳ ἀέρι, ἡ δὲ ἑτέρα πολὺ κατωτέρω, περὶ αὐτὴν μάλιστα τὴν τῶν νεφῶν συστροφήν, σκοτεινὴ καὶ ἀχλυώδης.

69 Ἀγὼν οὖν ἐκεῖσε ὁ Ἑρμῆς ἐπέδειξε τὴν φύσιν τοῦ χωρίου. τοῦ δὲ Ἡρακλέους, ἅτε νέου καὶ φιλοτίμου, προθυμουμένου θεάσασθαι τὰ ἔνδον, Οὐκοῦν ἕπου, φησίν, ἴνα καὶ σαφῶς ἴδῃς τὴν διαφορὰν καὶ20 τῶν ἄλλων, ἃ λανθάνει τοὺς ἀνοήτους. 70 ἐπεδείκνυεν οὖν αὐτῷ πρῶτον ἐπὶ τῆς μείζονος κορυφῆς καθημένην ἐν θρόνῳ λαμπρῷ γυναῖκα εὐειδῆ καὶ μεγάλην, ἐσθῆτι λευκῇ κεκοσμημένην, σκῆπτρον ἔχουσαν οὐ χρυσοῦν οὐδὲ ἀργυροῦν, ἀλλ᾽ ἑτέρας φύσεως καθαρὰς καὶ πολὺ λαμπροτέρας, ὁποῖαν μάλιστα τὴν Ἥραν γράφουσι· 71 τὸ δὲ πρόσωπον φαιδρὸν ὁμοῦ καὶ σεμνόν, ὡς τοὺς μὲν ἀγαθοὺς ἅπαντας θαρρεῖν ὁρῶντας, κακὸν δὲ μηδένα δύνασθαι προσιδεῖν, μὴ μᾶλλον ἢ τὸν ἀσθενῆ τὴν ὄψιν ἀναβλέψαι πρὸς τὸν τοῦ ἡλίου κύκλον· καθεστηκὸς δὲ καὶ ἀεὶ21 ὅμοιον αὐτῆς τὸ εἶδος ὁρᾶσθαι καὶ τὸ βλέμμα οὐ μετατρεπόμενον· 72 πολλὴν δ᾽ εὐφημίαν τε καὶ ἡσυχίαν p38ἀθόρυβον κατέχειν τὸν τόπον· ἦν22 δὲ ἅπαντα μεστὰ καρπῶν τε καὶ ζῴων εὐθηνούντων ἀπὸ παντὸς γένους. παρῆν δὲ καὶ χρυσὸς αὐτόθι ἄπλετος σεσωρευμένος καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος· οὐ μὴν ἐκείνη γε οὐδὲν τῷ χρυσῷ προσεῖχεν οὐδὲ ἐτέρπετο, ἀλλὰ μᾶλλον τοῖς καρποῖς τε καὶ ζῴοις.

73 Ἰδὼν οὖν αὐτὴν ὁ Ἡρακλῆς ᾐδέσθη τε καὶ ἠρυθρίασε, τιμῶν καὶ σεβόμενος, ὡς ἂν ἀγαθὸς παῖς μητέρα γενναίαν. καὶ ἤρετο τίς ἐστι θεῶν τὸν Ἑρμῆν· ὁ δὲ εἶπεν, Αὕτη σοι μακαρία δαίμων Βασιλεία, Διὸς βασιλέως ἔκγονος. ὁ δὲ Ἡρακλῆς ἐχάρη καὶ ἐθάρρησε πρὸς αὐτήν. καὶ αὖθις ἐπήρετο τὰς σὺν αὐτῇ γυναῖκας. Τίνες εἰσίν; ἔφη· ὡς εὐσχήμονες καὶ μεγαλοπρεπεῖς καὶ ἀρρενωποί. 74 Ἥδε μέν, ἔφη, σοι ἡ προσορῶσα γοργόν τε καὶ πρᾷον, ἐκ δεξιῶν καθημένη, Δίκη, πλείστῳ δὴ καὶ φανερωτάτῳ λάμπουσα κάλλει. παρὰ δὲ αὐτὴν Εὐνομία, πάνυ ὁμοία καὶ μικρὸν διαφέρουσα τὸ εἶδος. 75 ἐκ δὲ τοῦ ἐπὶ θάτερα μέρους γυνὴ σφόδρα ὡραία καὶ ἁβρῶς ἐσταλμένη καὶ μειδιῶσα ἀλύπως· Εἰρήνην καλοῦσιν αὐτήν. ὁ δ᾽ ἐγγὺς οὗτος ἑστηκὼς τῆς Βασιλείας παρ᾽ αὐτὸ τὸ σκῆπτρον ἔμπροσθεν ἰσχυρὸς ἀνήρ, πολιὸς καὶ μεγαλόφρων, οὗτος δὴ23 καλεῖται Νόμος, ὁ δὲ αὐτὸς καὶ Λόγος Ὀρθὸς κέκληται Σύμβουλος καὶ Πάρεδρος, οὗ χωρὶς οὐδὲν ἐκείναις πρᾶξαι θέμις οὐδὲ διανοηθῆναι.

76 Ταῦτα μὲν οὖν ἀκούων καὶ ὁρῶν ἐτέρπετο καὶ προσεῖχε τὸν νοῦν, ὡς οὐδέποτε αὐτῶν ἐπιλησόμενος. p40ἐντεῦθεν δὴ ἐπεὶ κατιόντες ἐγένοντο κατὰ τὴν τυραννικὴν εἴσοδον, Δεῦρο, ἔφη, θέασαι καὶ τὴν ἑτέραν, ἧς ἐρῶσιν οἱ πολλοὶ καὶ περὶ ἧς πολλὰ καὶ παντοδαπὰ πράγματα ἔχουσι, φονεύοντες οἱ ταλαίπωροι, παῖδές τε γονεῦσι πολλάκις ἐπιβουλεύοντες καὶ γονεῖς παισὶ καὶ ἀδελφοὶ ἀδελφοῖς, τὸ μέγιστον κακὸν ἐπιποθοῦντες καὶ μακαρίζοντες, ἐξουσίαν μετὰ ἀνοίας· 77 καὶ δὴ πρῶτον μὲν αὐτῷ τὰ περὶ τὴν εἴσοδον ἐδείκνυεν, ὡς μία μὲν ἐφαίνετο πρόδηλος, καὶ αὐτὴ σχεδὸν ὁποῖαν πρότερον εἶπον, ἐπισφαλὴς καὶ παρ᾽ αὐτὸν φέρουσα τὸν κρημνόν, πολλαὶ δὲ ἄδηλοι καὶ ἀφανεῖς διαδύσεις, καὶ κύκλῳ πᾶς ὑπόνομος ὁ τόπος καὶ διατετρημένος24 ὑπ᾽ αὐτὸν οἶμαι τὸν θρόνον, αἱ δὲ πάροδοι καὶ ἀτραποὶ πᾶσαι πεφυρμέναι αἵματι καὶ μεσταὶ νεκρῶν. διὰ δὲ τούτων οὐδεμιᾶς ἦγεν αὐτόν, ἀλλὰ τὴν25 ἔξωθεν καθαρωτέραν, ἅτε οἶμαι θεατὴν ἐσόμενον μόνον.26

78 Ἐπεὶ δὲ εἰσῆλθον, καταλαμβάνουσι τὴν Τυραννίδα καθημένην ὑψηλήν, ἐξεπίτηδες προσποιουμένην καὶ ἀφομοιοῦσαν αὑτὴν τῇ Βασιλείᾳ, πολὺ δέ, ὡς ἐνόμιζεν, ἐν27 ὑψηλοτέρῳ καὶ κρείττονι τῷ28 θρόνῳ, μυρίας ἄλλας τινὰς ἔχοντι γλυφὰς καὶ διαθέσει29 χρυσοῦ καὶ ἐλέφαντος καὶ ἠλέκτρου καὶ ἐβένου καὶ παντοδαπῶν χρωμάτων p42 πεποικιλμένῳ. τὴν δὲ βάσιν οὐκ ἐν ἀσφαλὴς ὁ θρόνος οὐδὲ ἡδρασμένος, ἀλλὰ κινούμενός τε καὶ ὀκλάζων. 79 ἦν δὲ οὐδ᾽ ἄλλο οὐδὲν ἐν κόσμῳ διακείμενον, ἀλλὰ πρὸς δόξαν ἅπαντα καὶ ἀλαζονείαν καὶ τρυφήν, πολλὰ μὲν σκῆπτρα, πολλαὶ δὲ τιᾶραι καὶ διαδήματα ἐπὶ τῆς κεφαλῆς. καὶ δὴ μιμουμένη τὸ ἐκείνης ἦθος ἀντὶ μὲν τοῦ προσφιλοῦς μειδιάματος ταπεινὸν ἐσεσήρει καὶ ὕπουλον, ἀντὶ δὲ τοῦ σεμνοῦ βλέμματος σκυθρωπὸν ὑφεωρᾶτο καὶ ἄγριον. 80 ἵνα δὲ φαίνοιτο μεγαλόφρων, οὐ προσέβλεπε τοὺς προσιόντας, ἀλλ᾽ ὑπερεώρα30 καὶ ἠτίμαζεν, ἐκ δὲ τούτου πᾶσιν ἀπηχθάνετο, πάντας δὲ ἠγνόει.31 καθημένη δὲ ἀτρεμίζειν οὐκ ἐδύνατο, θαμινὰ δὲ κύκλῳ περιέβλεπε καὶ ἀνεπήδα πολλάκις ἐκ τοῦ θρόνου. τὸ δὲ χρυσίον αἴσχιστα ἐφύλαττεν ἐν τοῖς κόλποις, πάλιν δὲ ἐρρίπτει φοβηθεῖσα ἀθρόον, εἶτ᾽ εὐθὺς ἥρπαζεν ὅ τι ἔχοι τις τῶν παριόντων καὶ τὸ βραχύτατον. 81 ἡ δὲ ἐσθὴς παντοδαπή, τοῦτο μὲν ἁλουργίδων, τοῦτο δὲ φοινίκων, τοῦτο δὲ κροκωτῶν· ἦσαν δὲ καὶ λευκοί τινες φαινόμενοι τῶν πέπλων· πολλὰ δὲ καὶ κατέρρηκτο τῆς στολῆς. χρώματα δὲ παντοδαπὰ ἠφίει, φοβουμένη καὶ ἀγωνιῶσα καὶ ἀπιστοῦσα καὶ ὀργιζομένη, καὶ ποτὲ μὲν ὑπὸ λύπης ταπεινή, ποτὲ δὲ ὑφ᾽ ἡδονῆς μετέωρος ἑωρᾶτο, καὶ νῦν μὲν ἐγέλα τῷ προσώπῳ πάνυ ἀσελγῶς, πάλιν δὲ εὐθὺς ἐθρήνει. 82 ἦν δὲ καὶ ὅμιλος περὶ αὐτὴν p44 γυναικῶν οὐδὲν ἐκείναις ὁμοίων αἷς ἔφην εἶναι περὶ τὴν Βασιλείαν, ἀλλ᾽ Ὠμότης καὶ Ὕβρις καὶ Ἀνομία καὶ Στάσις, αἳ πᾶσαι διέφθειρον αὐτὴν καὶ κάκιστα ἀπώλλυον. ἀντὶ δὲ Φιλίας Κολακεία παρῆν, δουλοπρεπὴς καὶ ἀνελεύθερος, οὐδεμιᾶς ἧττον ἐπιβουλεύουσα ἐκείνων, ἀλλὰ μάλιστα δὴ πάντων ἀπολέσαι ζητοῦσα.

83 Ὡς δὲ καὶ ταῦτα ἱκανῶς τεθέατο, πυνθάνεται αὐτοῦ ὁ Ἑρμῆς πότερα αὐτὸν ἀρέσειε τῶν πραγμάτων32 καὶ ποτέρα τῶν γυναικῶν. ἀλλὰ τὴν μὲν ἑτέραν, ἔφη, θαυμάζω καὶ ἀγαπῶ, καὶ δοκεῖ μοι θεὸς ἀληθῶς εἶναι, ζήλου καὶ μακαρισμοῦ ἀξία, ταύτην δὲ τὴν ὑστέραν ἐχθίστην ἔγωγε ἡγοῦμαι καὶ μιαρωτάτην, ὥστε ἥδιστα ἂν αὐτὴν ὤσαιμι κατὰ τούτου τοῦ σκοπέλου καὶ ἀφανίσαιμι. ταῦτ᾽ οὖν ἐπῄνεσὲν ὁ Ἑρμῆς καὶ τῷ Διὶ ἔφρασεν. 84 κἀκεῖνος ἐπέτρεψεν αὐτῷ βασιλεύειν τοῦ σύμπαντος ἀνθρώπων γένους, ὡς ὄντι ἱκανῷ τοιγαροῦν ὅπου μὲν ἴδοι τυραννίδα καὶ τύραννον, ἐκόλαζε καὶ ἀνῄρει παρά τε Ἕλλησι καὶ βαρβάροις· ὅπου δὲ βασιλείαν καὶ βασιλέα, ἐτίμα καὶ ἐφύλαττεν.

Καὶ διὰ τοῦτο τῆς γῆς καὶ τῶν ἀνθρώπων ἔφη33 Σωτῆρα εἶναι, οὐχ ὅτι τὰ θηρία αὐτοῖς ἀπήμυνεν — πόσον γὰρ ἄν τι καὶ βλάψειε λέων p46 ἡ σῦς ἄγριος; — ἀλλ᾽ ὅτι τοὺς ἀνημέρους καὶ πονηροὺς ἀνθρώπους ἐκόλαζε καὶ τῶν ὑπερηφάνων τυράννων κατέλυε καὶ ἀφῃρεῖτο τὴν ἐξουσίαν. καὶ νῦν ἔτι τοῦτο δρᾷ, καὶ βοηθός ἐστι καὶ φύλαξ σοι τῆς ἀρχῆς ἕως ἂν τυγχάνῃς βασιλεύων.


The Loeb Editor's Notes:

1 ποτ᾽ ἂν Gasda; ποτε.

2 καὶ after ἀνευρόντας deleted by Capps.

3 καταγελῶντι Capps: καταγελῶντα.

4 After εἶναι all the MSS. give: οὗ τἀναντία ὑπάρχει τῷ κακῷ, τοὺς μὲν ἐχθροὺς θαρρύνειν, τοὺς δὲ φίλους καὶ τοὺς ἐγγὺς ἐκπλήττειν καὶ φοβεῖν. Then in the inferior MSS. is found the obvious interpolation: τῷ γε μὴν ἡμέρῳ καὶ ἀβλαβεῖ τοὺς μὲν προσλιπαροῦντας μετὰ τοῦ πεποιθότος περιγίγνεται βιοῦν. "The opposite is true of the bad king: he encourages his enemies and terrifies his friends and kin. The mild and gentle king, however, spares the lives of those who appeal to his mercy, as well as that of him who obeys." Arnim rejects the first sentence as part of the interpolation.

5 ἀνόνητον Reiske: ἀνόητον.

6 μὲν after τοὺς deleted by Reiske.

7 ἐῶν Capps: ἐτῶν in W.

8 μηδενός added by Arnim.

9 τύχης Capps cf. Or. 3.45: ψυχῆς.

10 Wilamowitz would delete πρὸς.

11 πάντως Schenkl: παντὸς.

12 τε after ἀνδρὶ deleted by Reiske.

13 τε Reiske: ποτε.

14 ἄτοποι καὶ πονηροί Schwartz: ἀτόπους καὶ πονηρούς.

15 The passage in its present corrupt state does not yield the required sense. Cohoon suggests οὐδ᾽ for ἀλλ᾽ and ἀλλ᾽ for οἱ δ᾽; Capps would simply delete ἀλλ᾽. After τότε the MSS. have ὃς ἦν πάντων φιλοπονώτατος καὶ πολὺ κρείττων τῶν ἐκεῖ, deleted by Kayser.

16 προσγενήσεσθαι Capps: προσγενέσθαι.

17 τούτου Emperius: πλούτου.

18 μίαν added by Reiske.

19 τε after τῷ deleted by Arnim.

20 καὶ added by Capps.

21 ἀεὶ added by Arnim.

22 ἦν Emperius: εἶναι.

23 δὴ Arnim, who, following Wilamowitz, unnecessarily brackets καλεῖται: δὲ.

24 διατετρημένος Cobet: διατετμημένος.

25 τὴν added by Capps.

26 μόνον added by Cobet.

27 ἐν added by Gasda.

28 τῳ Capps: τῷ.

29 διαθέσει Reiske: διαθέσεις.

30 ὑπερεώρα Reiske: ὑφεώρα.

31 Emperius unnecessarily alters ἠγνόει to ὑπενόει, "regarded them with suspicion."

32 Reiske: τὰ πράγματα.

33 ἔφη added by Cohoon.


[image ALT: Valid HTML 4.01.]

Page updated: 21 Oct 12