[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1939

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!


[image ALT: link to next section]
Λόγος ιδ´

(Vol. II) Δίων Χρυσόστομος
Λόγοι

p90 13. ΕΝ ΑΘΗΝΑΙΣ ΠΕΡΙ ΦΥΓΗΣ

1 Ὅτε φεύγειν συνέβη με φιλίας ἕνεκεν λεγομένης ἀνδρὸς οὐ πονηροῦ, τῶν δὲ τότε εὐδαιμόνων τε καὶ ἀρχόντων ἐγγύτατα ὄντος, διὰ ταῦτα δὲ καὶ ἀποθανόντος, δι᾽ ἃ πολλοῖς καὶ σχεδὸν πᾶσαν ἐδόκει μακάριος, διὰ τὴν ἐκείνων οἰκειότητα καὶ ξυγγενείαν, ταύτης ἐνεχθείσης ἐπ᾽ ἐμὲ τῆς αἰτίας, ὡς δὴ τἀνδρὶ φίλον ὄντα καὶ σύμβουλον· ἔθος γάρ τι τοῦτό ἐστι τῶν τυράννων, ὥσπερ ἐν Σκύθαις τοῖς βασιλεῦσι συνθάπτειν οἰνοχόους καὶ μαγείρους καὶ παλλακάς, οὕτως τοῖς ὑπ᾽ αὐτῶν ἀποθνῄσκουσιν ἑτέρους προτιθέναι πλείους ἀπ᾽ οὐδεμιᾶς αἰτίας· 2 τότε δ᾽ οὖν, ἐπεί με φεύγειν ἔδοξεν, ἐσκόπουν πότερον ὄντως χαλεπόν τι καὶ δυστυχὲς εἴη τὸ τῆς φυγῆς ὡς1 κατὰ τὴν τῶν πολλῶν δόξαν, ἢ πάντα τὰ τοιαῦτα ἕτερόν τι2 πέπονθεν, ὁποῖον λεγόμενόν ἐστι περὶ τὴν μαντείαν τὴν τῶν γυναικῶν ἐν τοῖς ἱεροῖς. ἐκεῖναι γὰρ βῶλόν3 τινα ἢ λίθον αἴρουσαι σκοποῦσιν ἐν τούτῳ περὶ τοῦ πράγματος οὗ πυνθάνονται. καὶ δὴ ταῖς μὲν αὐτῶν φασι p92γίγνεσθαι κοῦφον, ταῖς δὲ βαρύν, ὡς μηδὲ κινῆσαι δύνασθαι ῥᾳδίως.

3 Μὴ ἄρα καὶ τὸ φεύγειν καὶ τὸ πένεσθαι καὶ γῆρας δὴ καὶ νόσος καὶ πάντα τὰ τοιαῦτα τοῖς μὲν βαρέα φαίνεται καὶ χαλεπά, τοῖς δ᾽ ἐλαφρά τε καὶ εὔκολα· ἐκεῖ μὲν ἴσως κατὰ τὴν τοῦ πράγματος διαφορὰν ἐλαφρύνοντος τοῦ δαιμονίου τὸ βάρος, ἐνταῦθα δέ, οἶμαι, πρὸς τὴν τοῦ χρωμένου δύναμιν καὶ γνώμην.

4 Καὶ δὴ ἀνεμιμνῃσκόμην Ὀδυσσέως τε πάρ᾽ Ὁμήρῳ κατοδυρομένου πολλάκις αὐτόν, ἀνδρὸς ἥρωος οὐδαμῶς τε ἀδυνάτου καρτερεῖν, πολλὰ ὅμως ἀνάξια λέγοντος καὶ θρηνοῦντος ἑκάστοτε παρὰ τῇ θαλάττῃ διὰ πόθον τῆς πατρίδος· τέλος δέ, ὡς φησιν ὁ ποιητής, ἐπεθύμει καπνὸν ἰδεῖν ἀπὸ τῆς αὑτοῦ γῆς ἀνιόντα, εἰ καὶ δέοι παραχρῆμα ἀποθνῄσκειν, καὶ οὔτε τὰ πρότερον ἔργα παρεμυθεῖτο αὐτὸν οὔτε θεὸς μάλα καλὴ καὶ ἀγαθὴ περὶ πολλοῦ ποιουμένη, ὥστε ὑποσχέσθαι ποιήσειν αὐτὸν ἀθάνατον, ἀλλὰ πάντων τούτων κατίσχυεν ὁ τῆς πατρίδος πόθος τε καὶ ἔρως. 5 πάλιν δ᾽ αὖ πάρ᾽ ἑτέρῳ ποιητῇ τῶν ὕστερον τὴν Ἠλέκτραν πυνθανομένην ὑπὲρ τοῦ ἀδελφοῦ λυπηρῶς καὶ ἐλεοῦσαν αὐτὸν τῆς φυγῆς, οὕτω πως ἐρωτῶσαν·

ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχει;

καὶ τὸν οὐχ ἧττον ἐλεεινῶς ἀποκρινόμενον,4

οὐχ ἕνα νομίζων φθείρεται πόλεως τόπον·5

p94 τὴν δὲ αὖθις ἐρωτῶσαν,

ἦπου σπανίζει τοῦ καθ᾽ ἡμέραν βίου;

κἀκεῖνον οὕτως λέγοντα·

ἔχει μέν, ἀσθενῆ δέ, ἅτε φεύγων ἀνήρ,

6 πρὸς δὲ6 τούτοις μυρία δὴ τολμηθέντα τολμήματα καὶ πολέμους πολεμηθέντας ὑπὸ φυγάδων, ὅπως οἴκαδε κατέλθοιεν, πρός τε τοὺς δήμους καὶ τοὺς τυράννους τοὺς ἐξελάσαντας παρὰ δύναμιν, μέγα νομιζόντων,7 εἰ καὶ δέοι τελευτὰν μαχομένους ἐν τῇ αὑτῶν γῇ.

Σύμπαντα ταῦτά με ἐξέπληττε καὶ ἠνάγκαζε δεινὸν ἡγεῖσθαι καὶ βαρὺ τὸ συμβεβηκός. ἐπεὶ δὲ ἐνεθυμούμην ὅτι Κροίσῳ τῷ Λυδῶν βασιλεῖ συνεβούλευσεν ὁ Ἀπόλλων συμβάντος τινὸς φεύγειν ἑκόντα καταλιπόντα τὴν ἀρχήν, καὶ μηδὲν αἰσχύνεσθαι τούτου ἕνεκεν, εἰ δόξει κακὸς εἶναι τοῖς ἀνθρώποις, οὕτω πως θεσπίσας·

7 ἀλλ᾽ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται,

καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα πάρ᾽ Ἕρμον

φεύγειν μηδὲ μένειν μηδ᾽ αἰδεῖσθαι κακὸς εἶναι,

δῆλον ὅτι τὴν αἰδῶ νῦν ἀντὶ τῆς αἰσχύνης ὀνομάζων, ὥσπερ ἔθος ἐστὶ τοῖς ποιηταῖς, καὶ τὸ κακὸν εἶναι ἀντὶ τῆς δόξης τῆς παρὰ τοῖς πολλοῖς· 8 ἐκ δὲ τούτου ἐνεθυμούμην ὅτι οὐ πάντως ἡ φυγῇ βλαβερὸν οὐδὲ ἀσύμφορον οὐδὲ τὸ μένειν ἀγαθὸν p96καὶ πολλοῦ ἄξιον. οὐ γὰρ ἂν τὸ μὲν αὐτῶν παρῄνει καὶ συνεβούλευεν ὁ Ἀπόλλων, τὸ φεύγειν, τὸ δὲ μένειν, ἄντικρυς ἀπηγόρευε, καὶ ταῦτα ἀνδρὶ θεσπίζων ὃς ἦν ἐπιμελέστατος περὶ τὸ θεῖον καὶ θυσίας τε πλείστας ἔθυε καὶ μέγιστα ἀναθήματα πεπόμφει τῶν πώποτε ἀναθέντων εἰς Δελφούς.

9 Ταῦτα ἐνθυμουμένῳ μοι ἔδοξε καὶ αὐτὸν εἰς θεοῦ βαδίσαντα χρήσασθαι συμβούλῳ ἱκανῷ8 κατὰ τὸ παλαιὸν ἔθος τῶν Ἑλλήνων. οὐ γὰρ περὶ νόσου μὲν καὶ ἀπαιδίας, εἴ τῷ μὴ γίγνοιντο παῖδες, καὶ περὶ καρπῶν ἱκανῶς συμβουλεύειν αὐτόν, περὶ δὲ τοιούτου πράγματος ἧττον δυνήσεσθαι. καὶ δὴ χρωμένῳ μοι ἀνεῖλεν ἄτοπόν τινα χρησμὸν καὶ οὐ ῥᾴδιον συμβαλεῖν. ἐκέλευε γάρ με αὐτὸ τοῦτο πράττειν ἐν ᾧ εἰμι πάσῃ προθυμίᾳ ὡς καλήν τινα καὶ συμφέρουσαν πρᾶξιν, ἕως ἄν, ἔφη, ἐπὶ τὸ ὕστατον ἀπέλθῃς τῆς γῆς. καίτοι χαλεπὸν καὶ οὐδὲ9 κατ᾽ ἄνθρωπον10 τὸ11 ψεύδεσθαι, μὴ ὅτι κατὰ θεόν· 10 ἐλογισάμην οὖν ὅτι ὁ μὲν Ὀδυσσεὺς μετὰ τοσούτους πλάνους οὐκ ὤκνησεν ἀλᾶσθαι πάλιν κώπην φέρων, Τειρεσίου συμβουλεύσαντος, ἀνδρὸς τεθνηκότος, μέχρι ἂν ἀνθρώποις συμβαλῇ μηδὲ ἀκοῇ γιγνώσκουσι θάλατταν· ἐμοὶ δὲ οὐ ποιητέον τοῦτο τοῦ θεοῦ κελεύοντος;

Οὕτω δὴ παρακελευσάμενος ἐμαυτῷ μήτε δεδιέναι μήτε αἰσχύνεσθαι τὸ πρᾶγμα, στολήν τε ταπεινὴν ἀναλαβὼν καὶ τἄλλα κολάσας ἐμαυτὸν p98ἠλώμην πανταχοῦ. 11 οἱ δὲ ἐντυγχάνοντες ἄνθρωποι ὁρῶντες, οἱ μὲν ἀλήτην, οἱ δὲ πτωχὸν ἐκάλουν, οἱ δέ τινες καὶ φιλόσοφον. ἐντεῦθεν ἐμοὶ συνέβη κατ᾽ ὀλίγον τε καὶ οὐ βουλευσάμενον αὐτὸν οὐδὲ ἐφ᾽ ἑαυτῷ μέγα φρονήσαντα τούτου τοῦ ὀνόματος τυχεῖν. οἱ μὲν γὰρ πολλοὶ τῶν καλουμένων φιλοσόφων αὑτοὺς ἀνακηρύττουσιν, ὥσπερ οἱ Ὀλυμπίασι κήρυκες· ἐγὼ δὲ τῶν ἄλλων λεγόντων οὐκ ἐδυνάμην ἀεὶ καὶ πᾶσι διαμάχεσθαι. 12 τυχὸν δέ τι καὶ ἀπολαῦσαι τῆς φήμης συνέβη μοι. πολλοὶ γὰρ ἠρώτων προσίοντες ὅ τι μοι φαίνοιτο ἀγαθὸν ἢ κακόν· ὥστε ἠναγκαζόμην φροντίζειν ὑπὲρ τούτων, ἵνα ἔχοιμι ἀποκρίνεσθαι τοῖς ἐρωτῶσιν. πάλιν δὲ ἐκέλευον λέγειν καταστάντα12 εἰς τὸ κοινόν. οὐκοῦν καὶ τοῦτο ἀναγκαῖον ἐγίγνετο λέγειν περὶ τῶν προσηκόντων τοῖς ἀνθρώποις 13 καὶ ἀφ᾽ ὧν ἔμελλον ὀνίνασθαι τὰ ἐμοὶ φαινόμενα.

Ἐδόκουν δέ μοι πάντες ἄφρονες, ὡς ἔπος εἰπεῖν, καὶ οὐδεὶς οὐδὲν ὧν ἔδει πράττειν οὐδὲ σκοπεῖν ὅπως ἀπαλλαγεὶς τῶν παρόντων κακῶν καὶ τῆς πολλῆς ἀμαθίας καὶ ταραχῆς ἐπιεικέστερον καὶ ἄμεινον βιώσεται, κυκώμενοι δὲ καὶ φερόμενοι πάντες ἐν ταὐτῷ καὶ περὶ τὰ αὐτὰ σχεδόν, περί τε χρήματα καὶ δόξας καὶ σωμάτων τινὰς ἡδονάς, οὐδεὶς ἀπαλλαγῆναι τούτων δυνάμενος οὐδὲ ἐλευθερῶσαι τὴν αὑτοῦ ψυχήν· καθάπερ, οἶμαι, τὰ ἐμπεσόντα εἰς τὰς δίνας εἰλούμενα καὶ περιστρεφόμενα καὶ οὐχ οἷά τε13 ἀπαλλαγῆναι τῆς p100δινήσεως. 14 ταῦτα καὶ τὰ τοιαῦτα τούς τε ἄλλους ἅπαντας καὶ μάλιστα καὶ πρῶτον ἐμαυτὸν καταμεμφόμενος ἐνίοτε14 ὑπὸ ἀπορίας ᾖα ἐπί τινα λόγον ἀρχαῖον, λεγόμενον ὑπό τινος Σωκράτους, ὃν οὐδέποτε ἐκεῖνος ἐπαύσατο λέγων, πανταχοῦ τε καὶ πρὸς ἅπαντας βοῶν καὶ διατεινόμενος ἐν ταῖς παλαίστραις καὶ ἐν τῷ Λυκείῳ καὶ ἐπὶ τῶν ἐργαστηρίων15 καὶ κατ᾽ ἀγοράν, ὥσπερ ἀπὸ μηχανῆς θεός, ὡς ἔφη τις. οὐ μέντοι προσεποιούμην ἐμὸν εἶναι τὸν λόγον, 15 ἀλλ᾽ οὗπερ ἦν, καὶ ἠξίουν, ἂν ἄρα μὴ δύνωμαι ἀπομνημονεῦσαι ἀκριβῶς ἁπάντων τῶν ῥημάτων μηδὲ ὅλης τῆς διανοίας, ἀλλὰ πλέον ἢ ἔλαττον εἴπω τι, συγγνώμην ἔχειν, μηδὲ ὅτι ταῦτα λέγω ἃ τυγχάνει πολλοῖς ἔτεσι πρότερον εἰρημένα, διὰ τοῦτο ἧττον προσέχειν τὸν νοῦν. ἴσως γὰρ ἄν, ἔφην, οὕτως μάλιστα ὠφεληθείητε. οὐ γὰρ δή γε εἰκός ἐστι τοὺς παλαιοὺς λόγους ὥσπερ φάρμακα διαπνεύσαντας ἀπολωλεκέναι τὴν δύναμιν.

16 Ἐκεῖνος γὰρ ὁπότ᾽ ἴδοι πλείονας ἀνθρώπους ἐν τῷ αὐτῷ, σχετλιάζων καὶ ἐπιτιμῶν ἐβόα πάνυ ἀνδρείως τε καὶ ἀνυποστόλως, Ποῖ φέρεσθε, p102ὤνθρωποι, καὶ ἀγνοεῖτε μηδὲν16 τῶν δεόντων πράττοντες, χρημάτων μὲν ἐπιμελούμενοι καὶ πορίζοντες πάντα τρόπον, ὅπως αὐτοί τε ἄφθονα ἔχητε καὶ τοῖς παισὶν ἔτι πλείω παραδώσετε; αὐτῶν δὲ τῶν παίδων καὶ πρότερον ὑμῶν τῶν πατέρων ἠμελήκατε ὁμοίως ἅπαντες, οὐδεμίαν εὑρόντες οὔτε παίδευσιν οὔτε ἄσκησιν ἱκανὴν οὐδὲ ὠφέλιμον ἀνθρώποις, ἣν παιδευθέντες δυνήσεσθε17 τοῖς χρήμασι χρῆσθαι ὀρθῶς καὶ δικαίως, ἀλλὰ μὴ βλαβερῶς καὶ ἀδίκως, καὶ ὑμῖν αὐτοῖς ἀνεπιζημίως,18 ὃ σπουδαιότερον ἡγεῖσθαι τῶν χρημάτων ἐχρῆν, καὶ19 υἱοῖς καὶ θυγατράσι καὶ γυναιξὶ καὶ ἀδελφοῖς καὶ φίλοις, κἀκεῖνοι ὑμῖν.

17 Ἀλλὰ ἦ20 κιθαρίζειν καὶ παλαίειν καὶ γράμματα μανθάνοντες ὑπὸ τῶν γονέων καὶ τοὺς υἱοὺς διδάσκοντες οἴεσθε σωφρονέστερον καὶ ἄμεινον οἰκήσειν τὴν πόλιν; καίτοι εἴ τις συναγαγὼν τούς τε κιθαριστὰς καὶ τοὺς παιδοτρίβας καὶ τοὺς γραμματιστὰς τοὺς ἄριστα ἐπισταμένους ἕκαστα τούτων πόλιν κατοικίσειεν ἐξ αὐτῶν ἢ καὶ ἔθνος, καθάπερ ὑμεῖς ποτε τὴν Ἰωνίαν, ποία τις ἂν ὑμῖν δοκεῖ γενέσθαι πόλις καὶ τίνα οἰκεῖσθαι τρόπον; οὐ πολὺ κάκιον καὶ αἴσχιον τῆς ἐν Αἰγύπτῳ καπήλων πόλεως, ὅπου πάντες κάπηλοι κατοικοῦσιν, ὁμοίως μὲν ἄνδρες, ὁμοίως δὲ γυναῖκες; οὐ πολὺ γελοιότερον οἰκήσουσιν οὗτοι, οὓς λέγω p104 τοὺς τῶν ὑμετέρων παίδων διδασκάλους, οἱ παιδοτρίβαι καὶ κιθαρισταὶ καὶ γραμματισταί, προσλαβόντες τούς τε ῥαψῳδοὺς καὶ τοὺς ὑποκριτάς;

18 Καὶ γὰρ δὴ ὅσα μανθάνουσιν οἱ ἄνθρωποι, τούτου ἕνεκα μανθάνουσιν ὅπως, ἐπειδὰν ἡ χρεία ἐνστῇ πρὸς ἦν ἐμάνθανεν ἕκαστος, ποιῇ τὸ κατὰ τὴν τέχνην, οἷον ὁ μὲν κυβερνήτης ὅταν εἰς τὴν ναῦν ἔμβῃ, τῷ πηδαλίῳ κατευθύνων·21 διὰ τοῦτο γὰρ ἐμάνθανε κυβερνᾶν· ὁ δὲ ἰατρὸς ἐπειδὰν παραλάβῃ τὸν κάμνοντα, τοῖς φαρμάκοις καὶ τοῖς περὶ τὴν δίαιταν ἰώμενος, οὗ ἕνεκα ἐκτήσατο τὴν ἐμπειρίαν. 19 οὐκοῦν καὶ ὑμεῖς, ἔφη, ἐπειδὰν δέῃ τι βουλεύεσθαι περὶ τῆς πόλεως, συνελθόντες εἰς τὴν ἐκκλησίαν, οἱ μὲν ὑμῶν κιθαρίζουσιν ἀναστάντες, οἱ δέ τινες παλαίετε, ἄλλοι δὲ ἀναγιγνώσκετε τῶν Ὁμήρου τι λαβόντες ἢ τῶν Ἡσιόδου; ταῦτα γὰρ ἄμεινον ἴστε ἑτέρων, καὶ ἀπὸ τούτων οἴεσθε ἄνδρες ἀγαθοὶ ἔσεσθαι καὶ δυνήσεσθαι τά τε κοινὰ πράττειν22 ὀρθῶς καὶ τὰ ἰδία. καὶ νῦν ἐπὶ ταύταις ταῖς ἐλπίσιν οἰκεῖτε τὴν πόλιν καὶ τοὺς υἱέας παρασκευάζετε ὡς δυνατοὺς ἐσομένους χρῆσθαι τοῖς τε αὑτῶν καὶ τοῖς δημοσίοις πράγμασιν, οἳ ἂν ἱκανῶς κιθαρίσωσι23

Παλλάδα περσέπολιν δεινάν

p106 ἢ ὅλῳ24 ποδί βῶσι πρὸς τὴν λύραν· ὅπως δὲ γνώσεσθε τὰ συμφέροντα ὑμῖν αὐτοῖς καὶ τῇ πατρίδι καὶ νομίμως καὶ δικαίως μέθ᾽ ὁμονοίας πολιτεύσεσθε καὶ οἰκήσετε, μὴ ἀδίκων ἄλλος ἄλλον μηδὲ ἐπιβουλεύων, τοῦτο δὲ οὐδέποτε ἐμάθετε οὐδὲ ἐμέλησεν ὑμῖν πώποτε οὐδὲ νῦν ἔτι φροντίζετε. 20 καίτοι τραγῳδοὺς ἑκάστοτε ὁρᾶτε τοῖς Διονυσίοις καὶ ἐλεεῖτε τὰ ἀτυχήματα τῶν ἐν ταῖς τραγῳδίαις ἀνθρώπων· ἀλλ᾽ ὅμως οὐδέποτε ἐνεθυμήθητε ὅτι οὐ περὶ τοὺς ἀγραμμάτους οὐδὲ περὶ τοὺς ἀπᾴδοντας οὐδὲ τοὺς οὐκ εἰδότας παλαίειν γίγνεται τὰ κακὰ ταῦτα, οὐδὲ ὅτι πένης τίς ἐστιν, οὐδεὶς ἕνεκα τούτου τραγῳδίαν ἐδίδαξεν. τοὐναντίον γὰρ περὶ τοὺς Ἀτρέας καὶ τοὺς Ἀγαμέμνονας καὶ τοὺς Οἰδίποδας ἴδοι τις ἂν πάσας τὰς τραγῳδίας, οἳ πλεῖστα ἐκέκτηντο χρήματα χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ βοσκημάτων· καὶ δὴ τῷ δυστυχεστάτω αὐτῶν γενέσθαι φασὶ χρυσοῦν πρόβατον. 21 καὶ μὴν ὁ Θάμυρίς γε εὖ μάλα ἐπιστάμενος κιθαρίζειν καὶ πρὸς αὐτὰς τὰς Μούσας ἐρίζων περὶ τῆς ἁρμονίας, ἐτυφλώθη διὰ τοῦτο καὶ προσέτι ἀπέμαθε τὴν κιθαριστικήν. καὶ τὸν Παλαμήδην οὐδὲν ὤνησεν αὐτὸν εὑρόντα τὰ γράμματα πρὸς τὸ p108μὴ ἀδίκως ὑπὸ τῶν Ἀχαιῶν τῶν ὑπ᾽ αὐτοῦ παιδευθέντων καταλευσθέντα ἀποθανεῖν· ἀλλ᾽ ἕως μὲν ἦσαν ἀγράμματοι καὶ ἀμαθεῖς τούτου τοῦ μαθήματος, ζὴν αὐτὸν εἴων· ἐπειδὴ δὲ τούς τε ἄλλους ἐδίδαξε γράμματα καὶ τοὺς Ἀτρείδας δῆλον ὅτι πρώτους, καὶ μετὰ τῶν γραμμάτων τοὺς φρυκτοὺς ὅπως χρὴ ἀνέχειν καὶ ἀριθμεῖν τὸ πλῆθος, ἐπεὶ πρότερον οὐκ ᾔδεσαν οὐδὲ καλῶς ἀριθμῆσαι τὸν ὄχλον, ὥσπερ οἱ ποιμένες τὰ πρόβατα, τηνικαῦτα σοφώτεροι γενόμενοι καὶ ἀμείνους ἀπέκτειναν αὐτόν.

22 Εἰ δέ γε, ἔφη, τοὺς ῥήτορας οἴεσθε ἱκανοὺς εἶναι πρὸς τὸ βουλεύεσθαι καὶ τὴν ἐκείνων τέχνην ἄνδρας ἀγαθοὺς ποιεῖν, θαυμάζω ὅτι οὐ καὶ δικάζειν ἐκείνοις ἐπετρέψατε ὑπὲρ τῶν πραγμάτων, ἀλλ᾽ ὑμῖν αὐτοῖς, καὶ ὅπως οὐκ, εἰ δικαιοτάτους καὶ ἀρίστους ὑπειλήφατε, καὶ τὰ χρήματα ἐκείνοις ἐπετρέψατε διαχειρίζειν. ὅμοιον γὰρ ἂν ποιήσαιτε ὥσπερ εἰ κυβερνήτας καὶ ναυάρχους τῶν τριήρων ἀποδείξαιτε25 τοὺς τριηρίτας26 ἢ τοὺς κελευστάς.

23 Εἰ δὲ δή27 τις λέγοι τῶν πολιτικῶν τε καὶ ῥητόρων πρὸς αὐτὸν ὅτι ταύτῃ μέντοι τῇ παιδεύσει χρώμενοι Ἀθηναίοι Περσῶν ἐπιστρατευσάντων τοσαύταις μυριάσιν ἐπὶ τὴν πόλιν δὶς ἐφεξῆς καὶ τὴν ἄλλην Ἑλλάδα, τὸ μὲν πρῶτον δύναμιν καὶ p110στρατηγοὺς ἀποστείλαντος τοῦ βασιλέως, ὕστερον δὲ αὐτοῦ Ξέρξου παραγενομένου μετὰ παντὸς τοῦ πλήθους τοῦ κατὰ τὴν Ἀσίαν, ἅπαντας τούτους ἐνίκησαν καὶ πανταχοῦ περιῆσαν αὐτῶν καὶ τῷ βουλεύεσθαι καὶ τῷ μάχεσθαι· καίτοι πῶς ἂν ἠδύναντο περιεῖναι τηλικαύτης παρασκευῆς καὶ τοσούτου πλήθους μὴ διαφέροντες κατ᾽ ἀρετήν; ἢ πῶς ἂν ἀρετῇ διέφερον μὴ τῆς ἀρίστης παιδείας τυγχάνοντες, ἀλλὰ φαύλης καὶ ἀνωφελοῦς;

24 Πρὸς τὸν τοιαῦτα εἰπόντα ἔλεγεν ὅτι οὐδὲ ἐκεῖνοι ἦλθον παιδείαν οὐδεμίαν παιδευθέντες οὐδὲ ἐπιστάμενοι βουλεύεσθαι περὶ τῶν πραγμάτων, ἀλλὰ τοξεύειν τε καὶ ἱππεύειν καὶ θηρᾶν μεμελετηκότες, καὶ τὸ γυμνοῦσθαι τὸ σῶμα αἴσχιστον αὐτοῖς ἐδόκει καὶ τὸ πτύειν ἐν τῷ φανερῷ· ταῦτα δὲ αὐτοὺς οὐδὲν ἔμελλεν ὀνήσειν· ὥστε οὐδ᾽ ἦν στρατηγὸς ἐκείνων οὐδεὶς οὐδὲ βασιλεύς, ἀλλὰ μυριάδες ἀνθρώπων ἀμύθητοι πάντων ἀφρόνων καὶ κακοδαιμονῶν. εἷς δέ τις ἐν αὐτοῖς ὑπῆρχεν ὀρθὴν ἔχων τιάραν καὶ ἐπὶ θρόνου χρυσοῦ καθίζων, ὑφ᾽ οὗ πάντες ὥσπερ ὑπὸ δαίμονος ἠλαύνοντο πρὸς βίαν, οἱ μὲν εἰς τὴν θάλατταν, οἱ δὲ κατὰ τῶν ὁρῶν, καὶ μαστιγούμενοι καὶ δεδιότες καὶ ὠθούμενοι καὶ τρέμοντες ἠναγκάζοντο ἀποθνῄσκειν. 25 ὥσπερ οὖν εἰ δύο ἀνθρώπω παλαίειν οὐκ εἰδότε παλαίοιεν, ὅ γε ἕτερος καταβάλοι ἂν ἐνίοτε τὸν ἕτερον, οὐ δι᾽ ἐμπειρίαν, p112ἀλλὰ διά τινα τύχην, πολλάκις δὲ καὶ δὶς ἐφεξῆς ὁ αὐτός, οὕτως καὶ Ἀθηναίοις Πέρσαι συμβαλόντες, τοτὲ μὲν Ἀθηναίοι περιῆσαν, τοτὲ δὲ Πέρσαι, ὥσπερ ὕστερον, ὅτε καὶ τὰ τείχη τῆς πόλεως κατέβαλον μετὰ Λακεδαιμονίων πολεμοῦντες. 26 ἐπεὶ ἔχοις ἄν μοι εἰπεῖν εἰ τότε28 Ἀθηναίοι ἀμουσότεροι καὶ ἀγραμματώτεροι γεγόνεσαν; ἔπειτα αὖθις ἐπὶ Κόνωνος, ὅτε ἐνίκησαν τῇ ναυμαχίᾳ τῇ περὶ Κνίδον, ἄμεινον ἐπάλαιον καὶ ᾖδον;

Οὕτως οὖν ἀπέφαινεν αὐτοὺς οὐδεμιᾶς παιδείας χρηστῆς τυγχάνοντας. τοῦτο δ᾽, ἔφη,29 οὐ μόνον Ἀθηναίοις, ἀλλὰ καὶ σχεδόν τι πᾶσιν ἀνθρώποις καὶ πρότερον καὶ νῦν συμβέβηκεν.

27 Καὶ μὴν τό γε ἀπαίδευτον εἶναι καὶ μηδὲν ἐπιστάμενον30 ὧν χρή, μηδὲ ἱκανῶς παρεσκευασμένον πρὸς τὸν βίον, ζῆν τε καὶ πράττειν ἐπιχειρεῖν οὕτως μεγάλα πράγματα, μηδὲ αὐτοὺς ἐκείνους ἀρέσκειν· τοὺς γὰρ ἀμαθεῖς καὶ ἀπαιδεύτους ψέγειν αὐτοὺς ὡς οὐ δυναμένους ζῆν ὀρθῶς· εἶναι δὲ ἀμαθεῖς οὐχὶ τοὺς ὑφαίνειν ἢ σκυτοτομεῖν μὴ ἐπισταμένους οὐδὲ τοὺς ὀρχεῖσθαι οὐκ εἰδότας, ἀλλὰ τοὺς ἀγνοοῦντας ἃ ἔστιν εἰδότα καλὸν καὶ ἀγαθὸν ἄνδρα εἶναι.

p114 28 Καὶ οὕτως δὴ παρεκάλει πρὸς τὸ ἐπιμελεῖσθαι καὶ προσέχειν αὑτῷ τὸν νοῦν καὶ φιλοσοφεῖν· ἡδεῖ γὰρ ὅτι τοῦτο ζητοῦντες οὐδὲν ἄλλο ποιήσουσιν ἢ φιλοσοφήσουσι· τὸ γὰρ ζητεῖν καὶ φιλοτιμεῖσθαι ὅπως τις ἔσται καλὸς καὶ ἀγαθὸς οὐκ ἄλλο τι εἶναι ἢ τὸ φιλοσοφεῖν. οὐ μέντοι πολλάκις οὕτως ὠνόμαζεν, ἀλλὰ μόνον ζητεῖν ἐκέλευεν ὅπως ἄνδρες ἀγαθοὶ ἔσονται.

29 Πρός τε οὖν τοὺς ἄλλους σχεδόν τι τὰ αὐτὰ διελεγόμην ἀρχαία καὶ ἕωλα,31 καὶ ἐπειδὴ οὐκ εἴων ἐν αὐτῇ τῇ Ῥώμῃ γενόμενον ἡσυχίαν ἄγειν, ἴδιον μὲν οὐδένα ἐτόλμων διαλέγεσθαι λόγον, μὴ καταγελασθῶ τε καὶ ἀνόητος δόξω φοβούμενος, ἅτε συνειδὼς αὑτῷ πολλὴν ἀρχαιότητα καὶ ἀμαθίαν· ἐνεθυμούμην δέ·

Φέρε, ἂν32 μιμούμενος τοιούτους τινὰς διαλέγωμαι λόγους περὶ τῶν θαυμαζομένων πάρ᾽ αὐτοῖς, ὡς οὐδέν ἐστιν αὐτῶν ἀγαθόν, καὶ περὶ τρυφῆς καὶ ἀκολασίας, καὶ ὅτι παιδείας πολλῆς καὶ ἀγαθῆς δέονται, τυχὸν οὐ καταγελάσουσί μου ταῦτα λέγοντος οὐδὲ φήσουσιν ἀνόητον· 30 εἰ δὲ μή, ἔξω λέγειν ὅτι εἰσὶν οἱ λόγοι οὗτοι ἀνδρὸς ὃν οἵ λόγοι οὗτοι ἀνδρὸς ὃν οἵ τε Ἕλληνες ἐθαύμασαν ἅπαντες ἐπὶ σοφίᾳ καὶ δὴ καὶ ὁ Ἀπόλλων σοφώτατον33 αὐτὸν ἡγήσατο· καὶ Ἀρχέλαος Μακεδόνων βασιλεύς, πολλὰ εἰδὼς καὶ πολλοῖς συγγεγονὼς τῶν σοφῶν, ἐκάλει αὐτὸν ἐπὶ δώροις p116 καὶ μισθοῖς, ὅπως ἀκούοι αὐτοῦ διαλεγομένου τοὺς λόγους τοιούτους.34

31 Οὕτω δὴ καὶ ἐγὼ ἐπειρώμην διαλέγεσθαι Ῥωμαίοις, ἐπειδή με ἐκάλεσαν καὶ λέγειν ἠξίουν, οὐ κατὰ δύο καὶ τρεῖς ἀπολαμβάνων ἐν παλαίστραις καὶ περιπάτοις· οὐ γὰρ ἦν δυνατὸν οὕτως ἐν ἐκείνῃ τῇ πόλει συγγίγνεσθαι· πολλοῖς τε καὶ ἀθρόοις εἰς ταὐτὸ συνίουσιν, ὅτι δέονται παιδείας κρείττονος καὶ ἐπιμελεστέρας, εἰ μέλλουσιν εὐδαίμονες ἔσεσθαι τῷ ὄντι κατ᾽ ἀλήθειαν, ἀλλὰ μὴ δόξῃ τῶν πολλῶν ἀνθρώπων, ὥσπερ νῦν· εἴ τις αὐτοὺς μεταπείσει καὶ διδάξει παραλαβὼν ὅτι τούτων μὲν οὐδέν ἐστιν ἀγαθόν, ὑπὲρ ὧν σπουδάζουσι καὶ πάσῃ προθυμίᾳ κτῶνται, καὶ νομίζουσιν, ὅσῳ ἂν πλείω κτήσωνται, τοσούτῳ ἄμεινον βιώσεσθαι καὶ μακαριώτερον· 32 σωφροσύνην δὲ καὶ ἀνδρείαν καὶ δικαιοσύνην ἐάνπερ ἐκμελετήσωσι καὶ ταῖς ψυχαῖς ἀναλάβωσι, διδασκάλους ποθὲν τούτων εὑρόντες καὶ τῶν ἄλλων ἁπάντων, ἀμελήσαντες εἴτε Ἕλληνας εἴτε Ῥωμαίους, εἴτε τις παρὰ Σκύθαις ἢ πάρ᾽ Ἰνδοῖς ἀνήρ ἐστι διδάσκαλος ὧν εἶπον, οὐχ35 ὥσπερ, οἶμαι, τοξικῆς τε καὶ ἱππικῆς, ἀλλὰ36 νὴ Δία ἰατρός τις θεραπεύειν ἐπιστάμενος τὰ νοσήματα τοῦ σώματος, οὕτως ἱκανὸς ὢν ἰᾶσθαι τὰς τῆς ψυχῆς νόσους, ὅστις ἀκολασίας καὶ πλεονεξίας καὶ τῶν τοιούτων ἀρρωστημάτων δυνήσεται ἀπαλλάξαι τοὺς ὑπ᾽ αὐτῶν κρατουμένους, 33 τοῦτον δεῖ37 παραλαβόντας καὶ ἀγαγόντας, p118λόγῳ πείσαντας ἢ φιλίᾳ· χρήμασι μὲν γὰρ οὐ δυνατὸν ἄνδρα πεισθῆναι τοιοῦτον οὐδὲ ἄλλοις δώροις· καταστήσαντας δὲ εἰς τὴν ἀκρόπολιν νόμῳ προαγορεῦσαι τοὺς νέους ἅπαντας φοιτᾶν πάρ᾽ αὐτὸν καὶ συνεῖναι, καὶ μηδὲν ἧττον τοὺς πρεσβυτέρους, ἕως ἂν ἅπαντες σοφοὶ γενόμενοι καὶ δικαιοσύνης ἐρασθέντες, καταφρονήσαντες χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ ὄψου δὴ καὶ μύρου καὶ ἀφροδισίων, εὐδαίμονες οἰκῶσι καὶ ἄρχοντες μάλιστα καὶ πρῶτον αὑτῶν, ἔπειτα καὶ τῶν ἄλλων ἀνθρώπων.

34 Τότε γάρ, ἔφην, ἔσται ὑμῶν ἡ πόλις μεγάλη καὶ ἰσχυρὰ καὶ ἄρχουσα κατ᾽ ἀλήθειαν· ὡς τό γε νῦν τὸ μέγεθος αὐτῆς ὕποπτον καὶ οὐ πάνυ ἀσφαλές. ὅσῳ γὰρ ἄν, ἔφην, πλείων ἥ τε ἀνδρεία καὶ ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη γίγνηται πάρ᾽ ὑμῖν, τοσούτῳ ἔλαττον ἔσται τό τε ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἐλεφάντινα σκεύη καὶ τὰ ἠλέκτρινα καὶ κρύσταλλος καὶ θύον καὶ ἔβενος καὶ ὁ τῶν γυναικῶν κόσμος καὶ τὰ ποικίλματα καὶ αἱ βαφαί, καὶ ξύμπαντα ἁπλῶς τὰ νῦν ἐν τῇ πόλει τίμια καὶ περιμάχητα, ἐλαττόνων αὐτῶν δεήσεσθε· 35 ὅταν δὲ ἐληλυθότες ἥτε ἐπ᾽ ἄκρον ἀρετῆς, οὐδενός· καὶ οἰκίας μικροτέρας καὶ ἀμείνους οἰκήσετε, καὶ οὐ τοσοῦτον ὄχλον θρέψετε ἀνδραπόδων ἀργῶν καὶ πρὸς οὐδὲν χρησίμων· τὸ δὲ πάντων παραδοξότατον· ὅσῳ γὰρ ἂν εὐσεβέστεροι καὶ ὁσιώτεροι γένησθε, τοσούτῳ ἐλάττων ἔσται πάρ᾽ ὑμῖν ὁ λιβανωτὸς καὶ τὰ θυμιάματα καὶ τὰ στεφανώματα, καὶ θύσετε ἐλάττους θυσίας καὶ ἀπ᾽ ἐλάττονος δαπάνης, καὶ τὸ πᾶν πλῆθος τὸ νῦν παρ᾽ p120ὑμῖν τρεφόμενον πολὺ ἔλαττον ἔσται, καὶ ἡ ξύμπασα πόλις, ὥσπερ ναῦς κουφισθεῖσα, ἀνακύψει τε καὶ πολὺ ἔσται ἐλαφρότερα καὶ ἀσφαλεστέρα. 36 ταὐτὰ δὲ ταῦτα καὶ Σίβυλλαν εὑρήσετε μαντευομένην ὑμῖν καὶ Βάκιν, εἴπερ ἀγαθὼ χρησμολόγω καὶ μάντει ἐγενέσθην. ὡς δὲ νῦν τὰ παρόντα διακεῖται, χρημάτων ἕνεκα πλήθους, ἃ πάντα πανταχόθεν εἰς ἕνα τοῦτον ἥθροισται τὸν τόπον, τρυφῆς ἐπικρατούσης καὶ πλεονεξίας, ὅμοιόν ἐστιν ὥσπερ ὅτε38 τὴν τοῦ Πατρόκλου πυρὰν ἐπινήσας39 ὁ Ἀχιλλεὺς πολλῶν μὲν ξύλων, πολλῶν δὲ στρωμάτων40 καὶ ἐσθῆτος, ἔτι δὲ πιμελῆς τε καὶ ἐλαίου πρὸς τούτοις, παρακαλεῖ τοὺς ἀνέμους σπένδων καὶ θυσίας ὑπισχνούμενος ἐλθόντας ἐμπρῆσαί τε καὶ ἀνάψαι. 37 τὰ γὰρ τοιαῦτα οὐχ ἧττόν γε πέφυκεν ἐξάπτειν τὴν τῶν ἀνθρώπων ὕβριν καὶ ἀκολασίαν.

Οὐ μέντοι ἔλεγον ὡς χαλεπὸν αὐτοῖς παιδευθῆναι, ἐπεὶ καὶ τἄλλα, ἔφην, οὐδενὸς βελτίους πρότερον ὄντες ὅσα ἐβουλήθητε ῥᾳδίως ἐμάθετε· λέγω δὲ ἱππικὴν καὶ τοξικὴν καὶ ὁπλιτικὴν . . .


The Loeb Editor's Notes:

1 ὡς added by Cohoon.

2 τι added by Capps.

3 βῶλόν Valesius: βωμόν.

4 ἀποκρινόμενον Emperius: ἀποκρινάμενον.

5 νόμον in the MSS. of Euripides.

6 δὲ Geel: δὴ.

7 νομιζόντων Reiske: νομίζοντας.

8 ἱκανῷ Cohoon: ἱκανῶς.

9 καὶ οὐδὲ Arnim, κοὐ Weil: καὶ.

10 ἄνθρωπον Emperius: ἀνθρώπου or ἀνθρώπους.

11 τὸ added by Capps.

12 καταστάντα Pflugk, με καταστάντα Reiske: μεταστάντα.

13 After τε the MSS. have δυνάμενα, which Cobet bracketed.

14 ἐνίοτε Reiske: ἦν· ἐνίοτε δὲ (δὲ καὶ by corrector) P, ἐνίοτε δὲ UBM.

15 τῶν ἐργαστηρίων καὶ κατ᾽ Cobet: τῶν δικαστηρίων καὶ κατ᾽ UB, τῷ δικαστηρίῳ κατ᾽ MP.

16 οὐδὲν in Plato, Cleitophon 407B.

17 δυνήσεσθε Reiske: δυνήσονται.

18 ἀνεπιζημίως Capps: ἐπιζημίως.

19 τοῖς after καὶ deleted by Reiske.

20 Jacobs: οἱ.

21 κατευθύνων Reiske: κατευθύνῃ.

22 πράττειν Dindorf: πράξειν UBP, πρᾶξιν M.

23 κιθαρίσωσι Emperius: κιθαρίσωσιν ἢ.

24 ὅλῳ Herwerden, cf. Apoll. Rhod. 4.1165 ἐπέβημεν ὅλῳ ποδί: τῷ.

25 ἀποδείξαιτε Emperius: ἀποδείξητε UBM, ἀποδείξετε P.

26 τριηρίτας Reiske: τριηρήτας UB, τριηλάτας MP.

27 δή τις Pflugk: τις P, τις δή τι UBM.

28 τότε Casaubon: ποτε.

29 ἔφη added by Capps.

30 ἐπιστάμενον Venetian edition: ἐπισταμένως.

31 ἕωλα Capps: φαῦλα.

32 φέρε, ἂν Arnim: φέρειν M, φέρε εἰ UBP.

33 σοφώτατον Kaibel. Cf. Plato, Apology 21A: σοφὸν.

34 τοιούτους Capps: τούτους.

35 οὐχ added by Capps.

36 ἀλλὰ Capps: .

37 δεῖ added by Cohoon.

38 ὅτε Geel and Jacobs: εἰ or .

39 ἐπινήσας Cohoon, νήσας Arnim: κοσμήσας.

40 στρωμάτων Geel: σωμάτων.


[image ALT: Valid HTML 4.01.]

Page updated: 3 Jul 12