[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

[image ALT: link to previous section]
Λόγος ιη´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1939

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!


[image ALT: link to next section]
Λόγος κ´

(Vol. II) Δίων Χρυσόστομος
Λόγοι

p236 19. ΠΕΡΙ ΤΗΣ ΑΥΤΟΥ ΦΙΔΗΚΟΙΑΣ

1 Ἐδέοντο μὲν πάλαι τῶν οἰκείων τῶν ἐμῶν τινες ἐντυγχάνειν μοι· καὶ τῶν πολιτῶν δὲ ἐλέγοντο ἐπιθυμεῖν πολλοὶ θεάσασθαι, νομίζοντες πλέον τι παρὰ τοὺς ἄλλους ἔχειν με διὰ τὴν ἄλην1 καὶ τὴν μεταβολὴν τοῦ βίου καὶ διὰ τὴν δοκοῦσαν αὐτοῖς τοῦ σώματος ταλαιπωρίαν· τελευτῶντες δὲ ἤδη καὶ ἐνεκάλουν, ἀδικεῖσθαι φάσκοντες. ἐγὼ δὲ οὐκ ἤθελον ἐγγὺς ἰέναι πρὸς αὐτοὺς τοὺς ὅρους, ἀλλὰ ἐδόκει μοι τὸ τοιοῦτο παντελῶς ἀχθομένου τινὸς εἶναι τῇ φυγῇ καὶ ἐπιθυμοῦντος κατελθεῖν· ὥσπερ οἱ μηδὲν καταλιπόντες ἐν τῇ κύλικι δῆλοί εἰσι πάνυ διψῶντες. 2 ἐλθὼν οὗν εἰς Κύζικον ἐκεῖ διέτριβον καὶ παρεῖχον, εἴ τις βούλεταί μοι τῶν ἐπιτηδείων συγγίγνεσθαι. καὶ δὴ τὸ τοῦ κιθαρῳδοῦ τοῦτο ὃ λέγουσιν ἔσωσέ με, ᾠδήν τινα ᾄσαντος2 αὐτοῖς.

p238 Ἐπεὶ γὰρ ἧκεν ὁ ἄριστος τῶν νῦν κιθαρῳδῶν, ὡς δ᾽ ἔνιοί φασιν, οὐδὲ τῶν πρότερον οὐδενὸς ἐνδεέστερος, ἀλλ᾽ οὐδὲ Ἀρίονος τοῦ ἐκ3 πελάγους, μαντευόμενοι δῆλον ὅτι, πῶς γὰρ ἂν εἰδεῖειν τὸ σαφὲς οὐκ ἀκούσαντες ἐκείνου; ὡς δ᾽ οὖν τάχιστα ᾔσθοντο ἐπιδημοῦντα τὸν ἄνδρα, εὐθὺς καὶ σπουδὴ ἀμήχανος καὶ πάντες ἐβάδιζον εἰς τὸ βουλευτήριον. 3 ἐγὼ οὖν καὶ αὐτός, ἐξεῖναι νομίζων καὶ ἡμῖν ἀκοῦσαι καὶ μεταλαβεῖν οὕτω καλῆς εὐωχίας ἐν ἀνθρώποις τρισχιλίοις καὶ πλείοσιν, ἧκον ἐν πρώτοις πάνυ θαρρῶν. εἰμὶ δὲ φιλήκοος καὶ φιλόμουσος ἀτεχνῶς, οὐ πάνυ ἔμπειρος ὢν μουσικῆς· ὥστε εἴπερ ἔτυχον γεγονὼς κατὰ ταὐτὸν Ὀρφεῖ, δοκῶ μοι, πρῶτος ἂν ἐπηκολούθουν, εἰ καὶ ἔδει μετὰ νεβρῶν τινων ἢ μόσχων, οὐδὲν αἰδούμενος· ἐπεὶ καὶ νῦν ταὐτὸ τοῦτο πάσχω πολλάκις, ἐπειδὰν εἰσαφίκωμαι σοφιστοῦ, διὰ τὴν προσοῦσάν μοι ἀκρασίαν4 περὶ τοὺς λόγους, καὶ μετὰ τοιούτων συναγελάζομαι θρεμμάτων, ὡραίων καὶ καλῶν, ἄλλως δὲ θορυβούντων καὶ σκιρτᾶν προθυμουμένων.

4 Τοῦτο δὲ πέπονθα πρὸς τοὺς σοφιστάς τε καὶ ῥήτορας ἅπαντας σχεδόν. καθάπερ οἱ πτωχοὶ καὶ τοὺς μετρίως εὐπόρους μακαρίζουσι διὰ τὴν αὑτῶν ἀπορίαν κἀγὼ τοὺς ἁμῃγέπῃ δυνατοὺς λέγειν θαυμάζω καὶ ἀγαπῶ διὰ τὸ αὐτὸς ἀδύνατος p240εἶναι λέγειν. τὸ μέντοι τῶν κιθαρῳδῶν τε καὶ νὴ Δία τῶν ὑποκριτῶν οὐ παρ᾽ ὀλίγον μοι δοκεῖ διαφέρειν πρὸς ἡδονήν. ἥ5 τε γὰρ φωνὴ μείζων καὶ δῆλον ὅτι ἐμμελεστέρα,6 ἥ τε λέξις7 οὐκ αὐτοσχέδιος, ὥσπερ ἡ τῶν ῥητόρων ἐξ ὑπογύου τὰ πολλὰ πειρωνένων λέγειν, ἀλλὰ ποιητῶν ἐπιμελῶς καὶ κατὰ σχολὴν πεποιηκότων. 5 καὶ τά γε8 πολλὰ αὐτῶν ἀρχαῖά ἐστι καὶ πολὺ σοφωτέρων ἀνδρῶν ἢ τῶν νῦν. τὰ μὲν τῆς κομῳδίας ἅπαντα, τῆς δὲ τραγῳδίας τὰ μὲν ἰσχυρά, ὡς ἔοικε, μένει· λέγω δὲ τὰ ἰαμβεῖα, καὶ τούτων μέρη διεξίασιν ἐν τοῖς θεάτροις· τὰ δὲ μαλακώτερα ἐξερρύηκε, τὰ περὶ τὰ μέλη· ὥσπερ, οἶμαι, τῶν ἀνθρώπων τῶν παλαιῶν ὅσα μέν ἐστι στερεὰ τοῦ σώματος ὑπομένει τῷ χρόνῳ, τά τε ὀστᾶ καὶ οἱ μύες, τἄλλα p242δὲ ἐλάττω γίγνεται.9 οὐκοῦν τὰ σώματα ὁρᾶται τὰ τῶν παντελῶς γερόντων ἐνδεδωκότα καὶ λαγαρά· ὅσοι δ᾽ αὖ παχεῖς γέροντες ὑπὸ πλούτου καὶ τρυφῆς, ἰσχυροῦ μὲν οὐδενὸς προσόντος ἔτι, πιμελῆς δὲ ἀντὶ τῶν σαρκῶν, εὐτραφεῖς δὴ ὁρῶνται καὶ νεώτεροι τοῖς πολλοῖς.10


The Loeb Editor's Notes:

1 ἄλην καὶ τὴν Geel: ἄλλην καὶ τὴν M, ἄλλην καὶ B, ἄλην U.

2 ᾄσαντος Cohoon: ᾄσαντα.

3 τοῦ ἐκ Reiske: ἐκ τοῦ.

4 ἀκρασίαν Casaubon: ἀκρόασιν UB, ἀκροᾶσιν M.

5  added by Emperius.

6 ἐμμελεστέρα Wilamowitz: ἐπιμελεστέρα.

7 λέξις Reiske, ἕξις BM, ἔξις U.

8 γε Reiske: τε.

9 γίγνεται Emperius: τείνεται.

10 Selden believed a good deal was lacking at the end.


[image ALT: Valid HTML 4.01.]

Page updated: 25 Jun 12