[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

[image ALT: link to previous section]
Λόγος ιθ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1939

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!

(Vol. II) Δίων Χρυσόστομος
Λόγοι

Vol. II
p246
20. ΠΕΡΙ ΑΝΑΧΩΡΗΣΕΩΣ

1 Τι γάρ ποτε τὸ τῆς ἀναχωρήσεώς ἐστι καὶ τίνας χρὴ τιθέναι τοὺς ἀναχωροῦντας; ἆρά γε τοὺς ἀπὸ τῶν προσηκόντων ἔργων αὐτοῖς καὶ πράξεων ἀφισταμένους, τούτους χρὴ φάσκειν ἀναχωρεῖν; οἷον εἴ τὶς Ἀθηναῖος ὤν, δέον αὐτὸν στρατεύεσθαι ὑπὲρ τῆς πατρίδος Λακεδαιμονίων εἰσβεβληκότων εἰς τὴν Ἀττικὴν ἢ Φιλίππου ἐπιόντος ἢ ἄλλων πολεμίων, ὁ δὲ ἀναχωρήσειεν1 εἰς Μέγαρα ἢ Αἴγιναν ἕνεκα τοῦ μὴ στρατεύεσθαι μηδὲ κινδυνεύειν, οὗτος ἂν2 ἀνακεχωρηκέναι λέγοιτο; ἢ εἴ τὶς συχνὴν οὐσίαν κεκτημένος ἕνεκα τοῦ διαφυγεῖν τὰς λειτουργίας ἀπέλθοι ἐκ τῆς πόλεως; 2 ἢ εἴ τὶς ἰᾶσθαι τοὺς νοσοῦντας ἱκανὸς ὤν, καὶ φίλων δὴ καὶ ἐπιτηδείων αὐτῷ καμνόντων, ὅπως μὴ κακοπαθῇ καὶ πράγματα ἔχῃ τούτους θεραπεύων, ἀπολίποι τε αὐτοὺς καὶ ἀποδημήσειεν εἰς ἕτερον τόπον; ἢ εἴ τὶς ἄλλος, ἐν πόλει δέον ἐξετάζεσθαι p248καὶ αὐτὸν, ἄρχειν καὶ ἀρχαῖς ὑπηρετεῖν καὶ φυλακάς τινὰς φυλάττειν, ἀγρυπνῶν μὴ βούλοιτο, ἀλλ᾽ ὅπως τούτων ἀπηλλαγμένος ἁπάντων ἔσται καὶ μηδὲ εἰς αὐτὸν ἐξελέγξει3 μηδὲ κωλύσει4 πίνοντα καὶ καθεύδοντα καὶ ῥᾳθυμοῦντα, ἑτέρωσε ἀποχωροῖ ποι — ἆρα τούτους ἀναχωρεῖν ῥητέον; ἀλλ᾽ οὗτοι μὲν δῆλον ὅτι φεύγουσί τε καὶ δραπετεύουσι, καὶ οὐκ ἂν εἴη πρόφασις αὐτοῖς οὐδὲ συγγνώμη τῆς τοιαύτης σχολῆς τε καὶ ἀποδράσεως.

3 Μὴ οὖν τοὺς ἀπὸ τῶν ἀνωφελῶν πραγμάτων καὶ τῶν οὐ προσηκουσῶν αὐτοῖς ἀσχολιῶν ἀπιόντας καὶ σχολήν τινα πορίζοντας αὑτοῖς ἀπὸ τῶν ἐνοχλούντων μάτην ῥητέον ὡς ἀναχωροῦντας. ἀλλ᾽ οὕτως μέν, οὐχ ὁ μεταβὰς ἐκ πόλεώς τινος εἰς ἑτέραν πόλιν ἢ ἐκ τόπου εἰς ἕτερον τόπον ἀναχωρεῖν λέγοιτ᾽ ἄν· ὅπου γὰρ ἂν ἀφίκηται, πολλὰ ἂν εἴη τὰ ἐμποδὼν αὐτῷ γιγνόμενα καὶ οὐκ ἐῶντα τὰ προσήκοντα ποιεῖν. καὶ γὰρ τὸ ἐπὶ πολύ τῷ ξυνεῖναι καὶ τὸ πίνοντα ἢ κυβεύοντα ἢ ἄλλο τι τῶν βλαβερῶν καὶ ἀσυμφόρων πράττοντα διατελεῖν, πανταχοῦ τοιαῦτά ἐστιν, καὶ τὸ συνδιατρίβειν ἀεὶ τῷ ἐντυχόντι ἀδολεσχοῦντα καὶ ἀκούοντα λόγων οὐδὲν χρησίμων ἢ περὶ τὰ βασιλέως πράγματα διατρίβειν ἢ τὰ5 τοῦ δεῖνος, ὡς ἔφη τὶς. 4 οὐ γάρ ἐστὶν ἀνόητος τῆς αὑτοῦ ψυχῆς κύριος, ἀλλὰ ῥεμβόμενός τε καὶ ἀγόμενος ῥᾳδίως ὑπὸ τῆς τυχούσης προφάσεως καὶ ὁμιλίας.

p250 Ὥστε οἱ πολλοὶ ἄνθρωποι, καθάπερ οἱ ἄσωτοι τῶν χρημάτων οὐκ ἂν δύναιντο ἀποδοῦναι λόγον πρὸς ὅ τι ἀνηλώκασιν ἕκαστον αὐτῶν, φαίνεται δ᾽ ὅμως ἀνηλωμένα πάνυ συχνὰ χρήματα, οὐδὲ οὗτοι τοῦ χρόνου τε καὶ βίου δύναιντ᾽ ἂν ἀποδοῦναι λόγον, πρὸς ὅ τι ἑκάστην ἡμέραν ἀνήλωσαν ἢ μῆνα ἢ ἐνιαυτόν· φαίνεται δ᾽ οὖν παριὼν ὁ βίος καὶ δαπανώμενος ὁ χρόνος, οὐκ ὀλίγου ἄξιος τοῖς ἀνθρώποις οὐδὲ ἥττονος, ἐμοὶ δοκεῖν, ἢ τὸ ἀργύριον. 5 ἀλλ᾽ ὅμως μιᾶς δραχμῆς ἀπολομένης ἀνάγκη αἰσθέσθαι καὶ δηχθῆναι ἀμῃγέπη· εἰ δὲ καὶ πλείους τὶς ἐκβάλοι,6 οὐ πολλοί εἰσιν οἱ ἐπὶ τῷ τοιούτῳ πρᾴως ἔχοντες· λέγω δὲ οὐ διὰ τὴν ἀμέλειαν λυπούμενοι καὶ δακνόμενοι καὶ διὰ τὸ μὴ προσέχειν ἐφ᾽ οἷς ἄξιον ἦν δάκνεσθαι, ἀλλ᾽ ἐπὶ τῇ ἀπωλείᾳ τῶν δραχμῶν. ἡμέρας δὲ ἐξελθούσης καὶ ἀπολομένης καὶ δύο καὶ τριῶν οὐδείς ἐστιν ὃς ἐφρόντισεν. 6 ἀλλ᾽ ἐκεῖ μὲν δύνανται7 λογίζεσθαι τὸ τοσοῦτον,8 ὅτι εἰ μὴ προσέξουσι μηδὲ φροντιοῦσι τῶν τοιούτων, λάθοι ἂν αὐτοὺς ἡ σύμπασα οὐσία διαρρυεῖσα καὶ ἀπολομένη· ἐνταῦθα δὲ οὐ δύνανται ταὐτὸ τοῦτο λογίσασθαι, ὡς εἰ μὴ προνοήσουσιν ἑκάστης ἡμέρας καὶ φυλάξουσι μὴ εἰκῇ προϊέναι, λάθοι ἂν αὐτοὺς ὁ σύμπας βίος διαρρυεὶς καὶ ἀπολόμενος.

7 Ἀλλ᾽ ὅτι γε οὐ τόπος ἐστὶν ὁ παρέχων, οὐδὲ τὸ ἀποδημῆσαι, τὸ μὴ φαῦλ᾽ ἄττα πράττειν, δῆλον,9 οὐδὲ p252εἰς Κόρινθον ἢ Θήβας ἀνακεχωρηκέναι, τὸ δὲ τὸν βουλόμενον πρὸς αὑτῷ εἶναι· καὶ γὰρ ἐν Θήβαις καὶ ἐν Μεγάροις καὶ πανταχοῦ σχεδὸν οὗ τὶς ἂν ἀπέλθῃ10 τῆς Ἑλλάδος καὶ τῆς Ἰταλίας ἔνεστι τό τε ἀργεῖν καὶ τὸ ῥᾳθυμεῖν, καὶ οὐκ ἀπορήσει προφάσεως, ὅπου ἂν τύχῃ ὤν, δι᾽ ἣν βλακεύων τε καὶ ἀσχολούμενος ἀναλώσει καὶ πάνυ πολὺν χρόνον, ἂν οὕτως τύχῃ. 8 μὴ οὖν βελτίστη καὶ λυσιτελεστάτη πασῶν ἡ εἰς αὑτὸν ἀναχώρησις καὶ τὸ προσέχειν τοῖς αὑτοῦ πράγμασιν, ἐάν τ᾽ ἐν Βαβυλῶνι τύχῃ τὶς ὢν ἐάν τ᾽ Ἀθήνησιν ἐάν τ᾽ ἐν στρατοπέδῳ ἐάν τ᾽ ἐν νήσῳ μικρᾷ καὶ μόνος. αἱ γὰρ τοιαῦται ἀναχωρήσεις καὶ ἀποδημίαι μικράν τινα ἔχουσι ῥοπὴν πρὸς τὸ σχολὴν ἄγειν καὶ τὸ πράττειν τὰ δέοντα· ὥσπερ τοῖς ἀσθενοῦσιν ἐφ᾽ ἑτέρας καὶ ἑτέρας κλίνας κατακλίνεσθαι φέρει μέν τινα ἐνίοτε ἀπαλλάξαι· 9 ἰδεῖν τε ἔστι καὶ ἐν τῷ πάνυ πολλῷ θορύβῳ τε καὶ πλήθει οὐ κωλυόμενον πράττειν ἕκαστον τὸ αὑτοῦ ἔργον, ἀλλ᾽ ὅ τε αὐλῶν ἢ διδάσκων αὐλεῖν τοῦτο ποιεῖ, πολλάκις ἐπ᾽ αὐτῆς τῆς ὁδοῦ τὸ διδασκαλεῖον ἔχων, καὶ οὐδὲν αὐτὸν ἐξίστησι τὸ p254πλῆθος οὐδὲ ὁ θόρυβος τῶν παριόντων, ὅ τε ὀρχούμενος ὁμοίως ἢ ὀρχηστοδιδάσκαλος πρὸς τούτῳ ἐστίν, ἀμελήσας τῶν μαχομένων τε καὶ ἀποδιδομένων καὶ ἄλλα πραττόντων, ὅ τε κιθαριστὴς ὅ τε ζωγράφος· ὃ δὲ πάντων σφοδρότατόν11 ἐστιν· οἱ γὰρ τῶν γραμμάτων διδάσκαλοι μετὰ τῶν παίδων ἐν ταῖς ὁδοῖς κάθηνται, καὶ οὐδὲν αὐτοῖς ἐμποδών ἐστιν ἐν τοσούτῳ πλήθει τοῦ διδάσκειν τε καὶ μανθάνειν. 10 ἤδη δέ ποτε εἶδον ἐγὼ διὰ τοῦ ἱπποδρόμου βαδίζων πολλοὺς ἐν τῷ αὐτῷ ἀνθρώπους ἄλλο τι πράττοντας, τὸν μὲν αὐλοῦντα, τὸν δὲ ὀρχούμενον, τὸν δὲ θαῦμα ἀποδιδόμενον, τὸν δὲ ποίημα ἀναγιγνώσκοντα, τὸν δὲ ᾄδοντα, τὸν δὲ ἱστορίαν τινὰ ἢ μῦθον διηγούμενον· καὶ οὐδὲ εἷς τούτων οὐδένα ἐκώλυσε προσέχειν αὑτῷ καὶ τὸ προκείμενον πράττειν.

11 Καίτοι τούτων οὐδέν ἐστι τῶν ἔργων ὃ συνάγει τὴν ψυχὴν καὶ καθίστησι καὶ καταφρονεῖν ποιεῖ τῶν ἄλλων ἁπάντων. παιδεία δέ, ὡς ἔοικε, καὶ φιλοσοφία, αἳ μάλιστα τοῦτο διαπράττονται, πολλῆς ἐρημίας τε καὶ ἀναχωρήσεως τυγχάνουσι δεόμεναι· καὶ ὥσπερ τοῖς νοσοῦσιν, εἰ μὴ πανταχόθεν ἐστὶ σιωπή τε καὶ ἡσυχία, οὐ δυνατὸν ὕπνου μεταλαβεῖν, οὕτως ἄρα καὶ τοῖς φιλολόγοις· εἰ μὴ πάντες ὑποσιγήσουσιν αὐτοῖς καὶ μήτε ὅραμα μηδὲν ἄλλο ἔσται μήτε ἀκούσματος ἀκούειν μηδενός, οὐκ ἄρα οἷα τε ἔσται ἡ ψυχὴ τοῖς αὑτῆς12 προσέχειν καὶ περὶ ταῦτα γίγνεσθαι.

12 Ἀλλ᾽ ἔγωγε ὁρῶ καὶ τοὺς πλησίον τῆς θαλάττης p256οὐδὲν πάσχοντας, ἀλλὰ καὶ διανοεῖσθαι δυναμένοις ἃ βούλονται διανοεῖσθαι καὶ λέγοντας καὶ ἀκούοντας καὶ καθεύδοντας ὁπόταν αὐτοῖς ᾖ καιρός, ὅτι οὐδὲν οἴονται προσήκειν αὑτοῖς τοῦ ψόφου13 τούτου οὐδὲ φροντίζουσιν. εἰ δέ γε ἐβούλοντο προσέχειν ὁπότε μείζων ἢ ἐλάττων γίγνοιτο ἦχος ἢ διαριθμεῖν τὰ κύματα τὰ14 προσπίπτοντα ἡ τοὺς λάρους τε καὶ τὰ ἄλλα ὄρνεα ὁρᾶν, ὅπως ἐπιπέτονται ἐπὶ τὰ κύματα καὶ νήχονται ῥᾳδίως ἐπ᾽ αὐτῶν, οὐκ ἂν ἦν αὐτοῖς σχολὴ ἄλλο τι ποιεῖν.

13 Οὐκοῦν καὶ ὅστις δυνατὸς ἐννοῆσαι περὶ τῶν πολλῶν ἀνθρώπων καὶ τοῦ θορύβου τοῦ κατ᾽ αὐτοὺς καὶ τῶν πραγμάτων, ὅτι οὐδὲν διαφέρει ταῦτα τῶν ἐν τῇ θαλάττῃ γιγνομένων, οὐκ ἂν ἐνοχλοῖτο ὑπὸ πάντων.15 ἀλλὰ τοῦτό ἐστιν, ὡς ἔοικε, πολλοῦ ἄξιον τι16 μάθημα καὶ δίδαγμα, τὸ τὴν ψυχὴν ἐθίζειν ἕπεσθαι τῷ λόγῳ καὶ μὴ ἐπ᾽ ἀλλ᾽ ἄττα τρέπεσθαι ἢ τά τε προκείμενα καὶ δοκοῦντα ὀρθῶς ἔχειν· 14 καὶ ἡμῖν17 οὕτως ἐθισθεῖσα ἡ ψυχὴ λόγῳ δυνήσεται ἅπαντα διαπράττεσθαι τὰ προσήκοντα αὐτῇ, ἡ δὲ ῥεμβομένη τε καὶ ἀλύουσα καὶ ἄλλοτε ἐπ᾽ ἄλλο τρεπομένη, ὅταν τι προφανῇ ποτε ἡδονήν τινα ἢ ῥᾳστώνην ἔχον, ὥσπερ ὕδατος ἐν ἑτεροκλινεῖ χωρίῳ ὅποι ἔτυχε τρεπομένου, οὐδὲν ἂν ὠφεληθείη18 οὐδ᾽ ὑπὸ τῆς πάσης ἡσυχίας τε καὶ ἐρημίας.

15 Οἶδα γὰρ ἔγωγε καὶ τῶν κυνῶν τὰς μὲν καλῶς p258ἀχθείσας καὶ φιλοπόνους,19 ἐπειδὰν ἀφεθῶσιν, εὐθὺς ἀναζητούσας τὸ ἴχνος, καὶ οὐδ᾽ εἰ πάντες ἀποκαλοῖεν, οὐκ ἄν ποτε τοῦτο ἀπολειπούσας,20 οὐδ᾽ εἰ πολλαὶ μὲν φωναὶ πανταχόθεν φέροιντο, πολλαὶ δὲ ὀσμαὶ ἀπό τε τῶν καρπῶν καὶ ἀνθῶν ἐμπλέκοιντο, πολὺ δὲ21 πλῆθος ἀνθρώπων τε καὶ ἄλλων ζῴων φαίνοιτο καὶ ἴχνη τὰ μὲν ἵππων, τὰ δὲ βοῶν, τὰ δὲ προβάτων· οὐδὲν οὔτε ὁρᾷ τούτων οὔτε αἰσθάνεται αὐτῶν οὐδενός, ἀλλὰ ἐκεῖνα παριδοῦσα πανταχόθεν ἐκλέγει τὸ ἴχνος κἀκείνῳ ἕπεται μέχρις ἂν εὕρῃ τε καὶ ἀναστήσῃ τὸν λαγών, καὶ μετὰ ταῦτα κατέχει διώκουσα, δι᾽ ὁποίων ἄν ποτε ἴῃ χωρίων, καὶ οὔτε πεδίον οὔτε ὁδὸς οὔτε τὰ λίαν τραχέα οὔτε χαράδρα ἢ ῥεῦμα ἀποκωλύει αὐτήν, πολλούς τινὰς δρόμους τοῦ λαγὼ θέοντος καὶ πειρωμένου ἐξαπατᾶν· 16 τὰς δὲ ἀμαθεῖς τε καὶ ἀπαιδεύτους κύνας βραδέως μὲν αἰσθανομένας, ταχέως δὲ ἀπαγορευούσας, εἰ δέ ποθεν ἀλλαχόθεν προσπέσοι θροῦς, εἴτε ὑλακὴ κυνῶν εἴτε ἀνθρώπων φθεγξαμένων ὁδοιπόρων ἢ νομέων, εὐθὺς ἀνακυπτούσας ἐκ τοῦ ἴχνους κἀκεῖ φερομένας. τούτων δὴ πάντων, ὅπερ ἔφην, τὸ ἔθος αἴτιον. ὁμοίως δὲ καὶ τὴν ψυχὴν ἐθίζειν ἂν δέοι μηδέποτε ἀποτρέπεσθαι μηδὲ ἀναχωρεῖν τοῦ δοκοῦντος εἶναι προσήκοντος ἔργου. εἰ δὲ μή, οὐ ῥᾴδιον περιγενέσθαι οὐδὲ ἐξεργάσασθαι οὐδὲν ἱκανῶς.

17 Ἢ οὐκ ἐν ταῖς ἐρημίαις καὶ ἡσυχίαις, οὐκ ἐνταῦθα μάλιστα ἀνευρήκασιν οἱ ἀνόητοι ἄνθρωποι, ὅπως μηδὲν διανοῶνται τῶν δεόντων, ἕτερα p260πολλὰ καὶ ἄτοπα διανοήματα, οἷς ἀγαπῶσι ξυνόντες, τυραννίδας τε καὶ πλούτους καὶ ἄλλ᾽ ἄττα θαυμαστὰ ἀναπλάττοντες αὑτοῖς; οἱ μὲν θησαυρούς τινας ἀνασκάπτοντες22 χρυσοῦ τε καὶ ἀργύρου πλῆθος ἐξαίφνης ἀμήχανον ὅσον κτώμενοι, οἱ δὲ βασιλεῖς τε καὶ μονάρχους πόλεών τε καὶ ἐθνῶν ἀποδεικνύντες σφᾶς αὐτούς, ἔπειτα ἤδη τὰ ἑξῆς περὶ τὴν τυραννίδα πάντα πράττοντες, παρθένοις δὲ καὶ μειρακίοις καὶ γυναιξὶ πλησιάζοντες αἷς ἂν ἐθέλωσιν, ἑστιάσεων δὲ23 καὶ εὐωχιῶν τῶν πολυτελεστάτων μεταλαμβάνοντες, 18 οἱ δέ τινες ἀργύριον ἐκδανείζοντες ἢ ἄλλας ἐργασίας, οἷον ἐγρηγορότες τε καὶ ὁρῶντες ὀνείρατα ποικίλα καὶ παντοδαπὰ πλάττοντες αὑτοῖς. ἐνίοτέ γε μὴν ἐκ τῶν ὀνειράτων τούτων ἀποβαίνει καὶ ὕπαρ αὐτοῖς τὰ φαυλότατα καὶ ἀτοπώτατα. τυραννίδες μὲν γὰρ οὐ πάνυ τι ἐκ τῶν τοιούτων γίγνονται· οὐ γὰρ ἐθέλει ἡ τυραννὶς ὑπὸ ῥᾳθύμου τε καὶ τρόπον τινὰ ἀεὶ κοιμωμένης διανοίας θηρεύεσθαι, ἀλλὰ τοὐναντίον ὑπὸ δριμείας τε καὶ ἀγρύπνου φροντίδος· δαπάναι δὲ καὶ ἔρωτες καὶ τοιαῦταί τινες διατριβαὶ πολλοῖς ἤδη πολλάκις ἀπήντησαν.

19 Οἷον δὴ ἐγὼ οἶμαι τὸν Ἀλέξανδρον, ὡς ἐτύγχανε σχολὴν ἀγὼν ἐν τῇ Ἴδῃ περὶ τὰ βουκόλια, τοιαύτης ἐννοίας καὶ ἐπιθυμίας αὐτῷ γενομένης ὡς ἄρα εὐδαίμον τε καὶ μακάριον τὸ τὴν πασῶν καλλίστην γυναῖκα ἔχειν, καὶ οὔτε βασιλεία τούτου ἄξιον τοῦ χρήματος οὔτε πλοῦτος οὔτε κρατεῖν μαχόμενον p262ἁπάντων ἀνθρώπων, μετὰ ταῦτα ἤδη διανοεῖσθαι τίς τε24 δὴ καὶ παρὰ τίσιν ἡ τοιαῦτα γυνὴ καὶ πόθεν ἂν αὐτῷ τοιοῦτος ὑπάρξαι γάμος· 20 καὶ δὴ τὰς μὲν ἐν Ἰλίῳ νύμφας καὶ παρθένους ἅτε τύραννος ὢν ἠτίμαζε καὶ οὐκ ᾤετο ἀξίας αὑτοῦ25 τυχεῖν, ὁμοίως δὲ καὶ τὰς Λυδῶν τε καὶ Φρυγῶν, τάς τε ἐν Λέσβῳ καὶ τὰς ἐν Μυσίᾳ γυναῖκας ὑπερεώρα. πυνθανόμενος δὲ ἐν Σπάρτῃ τινὰ εἶναι Διὸς λεγομένην θυγατέρα, Μενελάῳ συνοικοῦσαν, ἀνδρὶ βασιλεῖ καὶ βασιλέως ἀδελφῷ τῆς ξυμπάσης Ἑλλάδος, ἢν ἐμνήστευσάν τε καὶ ἔσπευσαν λαβεῖν πολλὰ ἕδνα καὶ δῶρα διδόντες οἱ πρῶτοί τε καὶ ἄκροι τῶν Ἑλλήνων· καὶ δὴ καὶ ἀδελφῶν ἀγαθῶν ἐλέγετο εἶναι Πολυδεύκους καὶ Κάστορος, Διὸς υἱῶν γενομένων· ἐπεθύμησεν αὑτῷ ταύτην γενέσθαι τὴν γυναῖκα. 21 ἄλλως μὲν οὖν οὐ πάνυ τι ἡγεῖτο δυνατόν· εἰ δὲ θεός τὶς ὑπόσχοιτο καὶ δοίη, τάχ᾽ ἂν γενέσθαι τὸ τοιοῦτον. καὶ τίνα δὴ θεὸν ἄλλην εἰκὸς τὰς τοιαύτας χαρίζεσθαι χάριτας ἢ τὴν κρατοῦσάν τε καὶ ἄρχουσαν τῶν περὶ τοὺς γάμους τε καὶ ἔρωτας; οὔκουν26 ἐκείνης διδούσης ἀδύνατον ἡγεῖτο τὸν γάμον. πῶς ἂν οὖν ἐκείνην πείσαι χαρίσασθαι ἢ εἰ τρόπον τινὰ γίγνοιτο αὐτὸς προσφιλὴς τῇ θεῷ καὶ δωρεάν τινα καὶ χάριν δεδωκώς; ἀλλ᾽ οὔτε χρημάτων αὐτὴν τυγχάνειν δεομένην, ἅτε χρυσῆν οὖσαν καὶ πάντα χρήματα ἁπλῶς κεκτημένην, p264οὔτε θυσιῶν· πάντας γὰρ αὐτῇ πανταχοῦ θύειν· οὔτε ἄλλῃ τινὶ ὁμιλίᾳ καὶ δεήσει ῥᾳδίως ὑπακοῦσαι ἄν· ἀλλ᾽ εἰ οὗ μάλιστα ἐπιθυμεῖ27 καὶ ὃ πάντων τιμιώτατον νενόμικε, τοῦτο προσθείη τὶς αὐτῇ καὶ μαρτυρήσειεν ὥς ἐστι καλλίστῃ, τάχ᾽ ἂν ἀγαπῆσαι αὐτήν. 22 νικᾶν δὲ καὶ προκρίνεσθαι κατὰ τοῦτο τίνος ἄν ποτε ἀξιώσειεν ἢ θεῶν τῶν πρώτων καὶ μεγίστων, Ἀθηνᾶς τε καὶ Ἥρας; καὶ ἔτι μᾶλλον, εἰ φαίνοιντο ἐκεῖναι μεγάλα καὶ θαυμαστὰ παρεχόμεναι δῶρα ἕνεκα τῆς νίκης. οὕτω δὴ διελθών τε καὶ ἐξεργασάμενος τὴν αὑτοῦ δόξαν καὶ ἐπίνοιαν, οἷον ψυχῆς ἐν ὕπνῳ φαντασίαις καὶ δόξαις28 ἐπακολουθούσης καὶ μακρόν τι καὶ συντεταγμένον ὑφαινούσης ὄναρ, κριτής τε ὑπὸ Διὸς γίγνεται τῶν θεῶν· καὶ τὰς μὲν ἄλλας,29 αὐτὰς τε ὑπερεῖδε καὶ τὰ δῶρα αὐτῶν, τὴν δὲ προέκρινεν ἐπὶ μισθῷ τε καὶ δώρῳ τῷ λαβεῖν τὸν γάμον ἐκείνης τῆς γυναικὸς ὑπὲρ ἧς ἐνεθυμήθη τε καὶ εὔξατο.

23 Εἰ μὲν οὖν αὐτὸ τοῦτο βουκόλος καὶ ἰδιώτης ἔτυχεν ὤν, οὐδὲν ἂν πρᾶγμα ἀπήντησεν ἐκ τοῦ τοιούτου ὀνείρατος. νῦν δὲ ἐπειδὴ τύραννος καὶ δυνάστης ἦν καὶ πλούτῳ τε ἰσχύων καὶ ἀρχῇ30 πόλεως τῆς τότε μεγίστης καὶ τῇ τῶν γονέων πρὸς αὐτὸν εὐνοίᾳ, τὰ λοιπὰ ἤδη ἔργῳ ἐξειργάσατο ὡς ἐπὶ τούτοις ἀληθῶς γεγονόσι, ναῦς τε ναυπηγησάμενος καὶ ἑταίρους συναγαγών· p266καὶ πλεύσας ἐπί τε τὴν Ἑλλάδα καὶ Σπάρτην καὶ εἰς τὴν οἰκίαν ἀφικόμενος τὴν Μενελάου καὶ Ἐλένης καὶ ξενίων τυχών, ἀναπείσας καταλιπεὶν αὐτὴν τὸν ἄνδρα καὶ τὴν Ἑλλάδα ἧκεν ἀγὼν εἰς Τροίαν πολλῶν καὶ χαλεπῶν πραγμάτων καὶ συμφορῶν ἀρχήν.

24 Οὕτως αἱ μὲν ἰδιωτικῆς καὶ ἀδυνάτου ψυχῆς ἔννοιαί τε31 καὶ ἐπιθυμίαι ὑπηνέμιοί32 τε καὶ ἀδρανεῖς, καὶ οὐδὲν ἀπ᾽ αὐτῶν γίγνεται χαλεπόν, ἀλλ᾽ ὥσπερ τὰ τῷ ὄντι ὀνείρατα ἀναστάντων εὐθὺς οἴχεται καὶ οὐδὲν αὐτῶν, ὥς φασι, τὸν ἥλιον οὐδὲ τὴν ἡμέραν ὑπομένει, παραπλησίως καὶ τὰ τοιαῦτα ἔχει33 ἐπιθυμήματά τε καὶ ἐλπίσματα, τὰ34 δὲ τῶν μονάρχων ἢ πλουσίων ἢ ἄλλην τινὰ ἐχόντων δύναμιν ἐπὶ πέρας ἀφικνεῖται πολλάκις χαλεπόν τε καὶ φοβερόν. 25 καὶ ἔστιν ὅμοιον, ὥσπερ ἐμοὶ δοκεῖ, τὸ τοιοῦτον ὑπηνεμίοις γεννήμασιν. φασὶ γὰρ δὴ ᾠὰ γίγνεσθαι οὕτως ἄνευ συνουσίας τε καὶ μίξεως ἄρρενος, ἃ καλοῦσιν ὑπηνέμια, ὡς ὑπ᾽ ἀνέμῳ προσπεσόντι γιγνόμενα. ὅθεν δὴ καὶ Ὅμηρος, ἐμοὶ δοκεῖν, οὐκ ἀδύνατον ἡγησάμενος οὐδὲ ἀπίθανον τοῖς ἀνθρώποις φανῆναι ἵππων ὑπηνέμιον γένος, τὸν Βορρᾶν ἔφη ἐρασθέντα Τρωικῶν τινων ἵππων ἐμπλῆσαί τε αὐτὰς γονῆς καὶ γένος ἵππων ἐξ αὐτῶν γενέσθαι. ὁμοίως φιλεῖ35 πολλάκις ἔκ τινος ἐνθυμήματος ψεύδους καὶ ἀδυνάτου ἀποβῆναι πρᾶγμα ἀληθές.36

p268 26 Εἴρηται δέ μοι πάντα ταῦτα ἀπ᾽ ἐκείνης τῆς ἀρχῆς καὶ ἐκτροπῆς, ὅτι δεῖ τὴν ψυχὴν ἐθίζεσθαι τὰ δέοντα πράττειν καὶ διανοεῖσθαι πανταχοῦ τε καὶ ἐν ἅπαντι θορύβῳ καὶ ἐν ἁπάσῃ ἡσυχίᾳ. εἰ δὲ μή, τὸ τῆς ἐρημίας τε καὶ ἡσυχίας οὐδὲν μεῖζον καὶ ἀσφαλέστερον τοῖς ἀνοήτοις τῶν ἀνθρώπων πρὸς τὸ μὴ πολλὰ καὶ ἄτοπα διανοεῖσθαί τε καὶ ἁμαρτάνειν.


The Loeb Editor's Notes:

1 ἀναχωρήσειεν Emperius: ἀναχωρήσει.

2 ἂν added by Emperius.

3 ἐξελέγξει Wilamowitz: ἐξελέγξῃ.

4 κωλύσει Wilamowitz: κωλύσῃ.

5 τὰ Morel: τὸ.

6 ἐκβάλοι Emperius: ἐκβάλλοι Venetian edition, ἐκβάλῃ M, ἐκβάλλῃ UB.

7 δύνανται Morel: δύναται.

8 τοσοῦτον Capps: τοιοῦτον.

9 δῆλον added by Cohoon.

10 ἀπέλθῃ Dindorf: ἀπέλθοι.

11 σφοδρότατόν Emperius: φοβερώτατόν.

12 αὑτῆς Reiske: αὐτῆς BM, αὐτοῖς.

13 ψόφου Morel: φόβου.

14 τὰ added by Reiske.

15 ὑπὸ πάντων: ὑπ᾽ αὐτῶν Geel.

16 ἄξιόν τι Capps: ἄξιον τὸ.

17 For ἡμῖν Selden proposed ἡ μὲν.

18 ὠφεληθείη Casaubon: ὠφελήθῇ.

19 φιλοπόνους Dindorf: φιλοπόνως.

20 ἀπολειπούσας Wilamowitz: ἀπολιπούσας.

21 πολὺ δὲ Reiske: πολύ τε.

22 ἀνασκάπτοντες Geel: ἀναπλάττοντες.

23 δὲ added by Emperius.

24 τε Emperius: δὲ.

25 αὑτοῦ added by Arnim.

26 οὔκουν Arnim: οὐκοῦν.

27 ἐπιθυμεῖ Arnim: ἐπεθύμει.

28 φαντασίαις καὶ δόξαις Reiske: φαντασίας καὶ δόξης.

29 ἄλλας added by Capps.

30 ἀρχῇ Emperius: ἀρχὴν M, ἄρχειν UB.

31 ἔννοιαί τε Emperius: ἄνοιαί τε UM, ἄνιαι τε B.

32 ὑπηνέμιοί Dindorf: ὑπήνεμοί.

33 ἔχει Reiske: ἔχειν.

34 τὰ Selden: ταῖς.

35 ὁμοίως φιλεῖ (or ὥοτε) added by Cohoon.

36 Emperius followed by some editors deleted the words πολλάκις . . . ἀληθές.


[image ALT: Valid HTML 4.01.]

Page updated: 22 Jun 12