[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος κ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1939

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος κβ´

(Vol. II) Δίων Χρυσόστομος
Λόγοι

Vol. II
p272
21. ΠΕΡΙ ΚΑΛΛΟΥΣ

1 Ὡς ὑψηλὸς ὁ νεανίσκος καὶ ὡραῖος· ἔτι δὲ ἀρχαῖον αὐτοῦ τὸ εἶδος, οἷον ἐγὼ οὐχ ἑώρακα τῶν νῦν, ἀλλ’ ἢ τῶν Ὀλυμπίασιν ἀνακειμένων τῶν πάνυ παλαιῶν· αἱ δὲ τῶν ὕστερον εἰκόνες ἀεὶ χείρους καὶ ἀγεννεστέρων φαίνονται, τὸ μέν τι ὑπὸ τῶν δημιουργῶν, τὸ δὲ πλέον καὶ αὐτοὶ τοιοῦτοί εἰσιν.

Ἦ δεινὸν λέγεις, εἰ ὥσπερ φυτόν τι ἢ ζῷον ἐκλελοίπασι τῷ χρόνῳ οἱ καλοί, οἷον δή φασι τοὺς λέοντας παθεῖν τοὺς ἐν τῇ Εὐρώπῃ· οὐ γὰρ ἔτι αὐτῶν εἶναι τὸ γένος· πρότερον δὲ ᾖσαν καὶ περὶ Μακεδονίαν καὶ ἐν ἄλλοις τόποις· εἰ οὕτως οἴχεται δὴ κάλλος ἐξ ἀνθρώπων.

2 Τό γε ἀνδρεῖον, ὦ βέλτιστε· τὸ μέντοι γυναικεῖον ἴσως πλεονάζει. ἀνὴρ δὲ καλὸς καὶ σπάνιον μὲν​1 γίγνεται νῦν, καὶ γενόμενος​2 τοὺς πλείστους λανθάνει, πολλῷ μᾶλλον ἢ οἱ καλοὶ ἵπποι τοὺς ὀρεωκόμους. εἰ δ’ ἄρα καὶ ἅψαιντο3  p274 τῶν τοιούτων, μεθ’ ὕβρεως καὶ πρὸς οὐδὲν ἀγαθόν ὥστε μοι δοκοῦσι καὶ οἱ γενόμενοι ταχὺ λήγειν καὶ ἀφανίζεσθαι. οὐ γὰρ μόνον ἡ ἀρετὴ ἐπαίνῳ αὔξεται, ἀλλὰ καὶ τὸ κάλλος ὑπὸ τῶν τιμώντων αὐτὸ καὶ σεβομένων· ἀμελούμενον δὲ καὶ οὐδενὸς εἰς αὐτὸ βλέποντος ἢ πονηρῶν βλεπόντων σβέννυται, ὥσπερ τὰ κάτοπτρα.

Ἆρ’ οὖν, ὅπερ Ἀθηναῖοι πολλάκις, καὶ ἡμᾶς χρὴ ἀναρχίαν​4 ἀναγράφειν τὸν παρόντα καιρόν, ὡς οὐδενὸς ὄντος καλοῦ;

3 Ναὶ μὰ Δία, ὡς Πέρσαι γε ἐνόμιζον· Ἑλλήνων δὲ οὐδεὶς πλὴν ἢ εἰς​5 τὶς ἐκ τῶν τριάκοντα. ἢ οὐκ οἶσθα Κριτίαν τὸν τῶν τριάκοντα, ὅτι κάλλιστον ἔφη εἶδος ἐν τοῖς ἄρρεσι τὸ θῆλυ, ἐν δ’ αὖ ταῖς θηλείαις τοὐναντίον; οὐκοῦν δικαίως Ἀθηναῖοι νομοθέτην αὐτὸν εἵλοντο ἐπί γε τῷ μεταγράψαι τοὺς παλαιοὺς νόμους, ὃς οὐδένα αὐτῶν ἔλιπεν.

Εἶεν· οἱ δὲ Πέρσαι πῶς ἐνόμιζον;

4 Οὐ γὰρ φανερόν, ὅτε εὐνούχους ἐποίουν τοὺς καλούς, ὅπως αὐτοῖς ὡς κάλλιστοι ὦσιν; τοσοῦτον διαφέρειν ᾤοντο πρὸς κάλλος τὸ θῆλυ. σχεδὸν δὲ  p276 καὶ πάντες οἱ βάρβαροι, ᾗπερ τὰ ἄλλα ζῷα, διὰ τὸ μόνον τὰ ἀφροδίσια ἐννοεῖν. ὡς οὖν λέγεται Δαίδαλος ποιῆσαι τὸν ταῦρον ἐξαπατῶν, περιτεῖναι τῷ ξύλῳ δέρμα βοός, κἀκεῖνοι γυναικὸς εἶδος περιτιθέασι τοῖς ἄρρεσιν, ἄλλως δὲ οὐκ ἐπίστανται ἐρᾶν. 5 ἴσως δὲ καὶ ἡ τροφὴ αἰτία τοῖς Πέρσαις, τὸ μέχρι πολλοῦ τρέφεσθαι ὑπό τε γυναικῶν καὶ εὐνούχων τῶν πρεσβυτέρων, παῖδας δὲ μετὰ παίδων καὶ μειράκια μετὰ μειρακίων μὴ πάνυ συνεῖναι μηδὲ γυμνοῦσθαι ἐν παλαίστραις καὶ γυμνασίοις. ὅθεν ἐγὼ οἶμαι ξυμβῆναι αὐτοῖς ταῖς μητράσι μίγνυσθαι· ὥσπερ οἱ πῶλοι, ἐπειδὰν ἁδρότεροι ὄντες ἀκολουθῶσιν ἔτι ταῖς μητράσιν, ἐπιβαίνειν ζητοῦσιν. 6 τὸ μέντοι τῆς τροφῆς καὶ ἐνταῦθα δείκνυσι τὴν ἰσχύν. κάλλιον μὲν γὰρ δὴ πολὺ ἵππος ὄνου, οἱ δέ γε ὄνοι οὐκ ἐπιθυμοῦσιν ἵππων διὰ τὴν φύσιν, εἰ μὴ ὃς ἂν ᾖ τεθραμμένος ἵππου γάλακτι· ὁμοίως δὲ καὶ ἵππος πωλευθεὶς ὑπὸ ὄνου τὸ αὐτὸ πάσχει.

Ἐν δὲ τοῖς ἀνθρώποις καὶ ἡ ἐξουσία​6 παράνομόν τί ἐστι. Νέρωνα γοῦν πάντες ἐπιστάμεθα ἐφ’  p278 ἡμῶν ὅτι οὐ μόνον ἐξέτεμε τὸν ἐρώμενον, ἀλλὰ καὶ τὸ ὄνομα αὐτοῦ μετωνόμασε γυναικεῖον, τῆς αὑτοῦ​7 ἐρωμένης καὶ γυναικός, ἧς ἐκεῖνος ἐπιθυμήσας ἔγημεν, ἀναφανδὸν εἴρξας τὴν πρόσθεν, ἐφ’ ᾗ τὴν βασιλεῖαν εἰλήφει.

Καὶ τί ἦν τὸ ὄνομα τῇ γυναικί, ὃ τῷ εὐνούχῳ ἔθετο;

7 Τί δὲ σοὶ τοῦτο; πάντως γὰρ οὐ Ῥοδογούνη ἐλέγετο. ἀλλ’ ἐκεῖνός γε καὶ τὰς ἐν τῇ κεφαλῇ τρίχας διεκέκριτο, καὶ παιδίσκαι ἠκολούθουν, ὁπότε βαδίζοι, καὶ ἀμπείχετο ἐσθῆτα γυναικείαν, καὶ τά γε ἄλλα οὕτως ἠναγκάζετο ποιεῖν· τέλος δὲ προυτέθησαν μεγάλαι καὶ τιμαὶ καὶ χρήματα ἄπειρα τὸ πλῆθος, ὅστις αὐτὸν γυναῖκα ποιήσειεν.

Ἦ οὖν καὶ ὑπέσχοντο;

8 Τί δὲ οὐκ ἔμελλον ἐκείνῳ ὑποσχέσθαι τοσαῦτα διδόντι; ἢ οὐκ οἶσθα τὴν δύναμιν τοῦ διδόντος ὅση ἐστίν; ὅπου γε καὶ ὁπόταν βασιλέα ἀποδεῖξαι δέῃ, τὸν πλουσιώτατον αἱροῦνται καὶ παρ’ οὗ ἂν ἐλπίσωσιν ὡς πλεῖστον ἀργύριον λήψεσθαι, τὰ δὲ ἄλλα οὐδὲν φροντίζουσιν ὁποῖος ἂν ᾖ, κἂν μέλλῃ πάντας διατεμεῖν παραλαβὼν τὴν ἀρχήν,  p280 τούς τε ἄλλους ἅπαντας καὶ αὐτοὺς ἐκείνους τοὺς εἰληφότας τὰ χρήματα, καὶ ἔτι πάντων αὐτοὺς καὶ τῶν ὑπαρχόντων ἀφαιρήσεσθαι. 9 τούτῳ δὴ μάλιστα περιῆν ὁ Νέρων, καὶ οὐδεὶς ἀντέλεγεν αὐτῷ περὶ οὐδενὸς ὅ τι εἴποι οὐδ’ ἀδύνατον ἔφη εἶναι ὃ κελεύσειεν, ὥστε καὶ εἰ πέτεσθαι κελεύοι τινά, καὶ τοῦτο ὑπέσχετο αὐτῷ, καὶ συχνὸν χρόνον ἐτρέφετο ἔνδον παρ’ αὐτῷ ἐν τοῖς βασιλείοις, ὡς πτησόμενος. μόνος γὰρ δὴ οὐδένα τρόπον ἐφείδετο χρημάτων, οὔτε διδοὺς οὔτε λαμβάνων. διὰ μόνην μέντοι ταύτην τὴν ὕβριν καὶ ἀπέθανε τὴν εἰς τὸν εὐνοῦχον. ὀργισθεὶς γὰρ ἐξήνεγκεν αὐτοῦ τὰ βουλεύματα τοῖς περὶ αὐτόν· καὶ οὕτως ἀπέστησαν ἀπ’ αὐτοῦ καὶ ἠνάγκασαν ὅτῳ ποτὲ τρόπῳ ἀπολέσθαι αὐτόν· οὐδέπω γὰρ καὶ νῦν τοῦτό γε δῆλόν ἐστιν· 10 ἐπεὶ τῶν γε ἄλλων ἕνεκεν οὐδὲν ἐκώλυεν αὐτὸν βασιλεύειν τὸν ἅπαντα χρόνον, ὄν​8 γε καὶ νῦν ἔτι πάντες ἐπιθυμοῦσι ζῆν. οἱ δὲ πλεῖστοι καὶ οἴονται, καίπερ​9 τρόπον τινὰ οὐχ ἅπαξ αὐτοῦ τεθνηκότος, ἀλλὰ πολλάκις μετὰ τῶν σφόδρα οἰηθέντων αὐτὸν ζῆν.

Σὺ μὲν ἀεὶ λόγους ἀνευρίσκεις, ὥστε διασύρειν τὰ τῶν ἀνθρώπων, καὶ νῦν ἐξ οὐδενός, ὡς εἰπεῖν,  p282 ἐπὶ ταῦτα ἦλθες. ὃ δὲ ἐβουλόμην ἐρέσθαι, οὐκ εἴασας.

11 Ἴσως γάρ μου καταφρονεῖς καὶ ἡγῇ με ληρεῖν, ὅτι οὐ περὶ Κύρου καὶ Ἀλκιβιάδου λέγω, ὥσπερ οἱ σοφοί ἔτι καὶ νῦν, ἀλλὰ Νέρωνος καὶ τοιούτων πραγμάτων, νεωτέρων τε καὶ ἀδόξων ὧν μνημονεύω. τούτου δὲ αἴτιον τὸ μὴ πάνυ φιλεῖν τοὺς τραγῳδοὺς μηδὲ ζηλοῦν· ἐπεὶ οἶδα ὅτι αἰσχρόν ἐστιν ἐν τραγῳδίᾳ τοὺς νῦν ὄντας ὀνομάζειν, ἀλλ’ ἀρχαίου τινος ἔδει​10 πράγματος καὶ οὐδὲ πάνυ πιστοῦ. οἱ μὲν οὖν ἔμπροσθεν οὐκ ᾐσχύνοντο τοὺς τότε ὄντας ὀνόμαζεν καὶ λέγοντες καὶ γράφοντες· οἱ δὲ νῦν ἐκείνους ἐξ ἅπαντος ὀνομάζειν ζητοῦσιν. 12 ᾗτινι δὲ τῇ σοφίᾳ πράττουσιν αὐτό, ἐγώ σοὶ ἐρῶ — καὶ​11 μὴ πάντα φλυαρεῖν με φῂς· ἀλλ’ ἴσως πολλοῦ​12 δέω —​13 πάντως γάρ τισι​14 τῶν βιβλιοπωλῶν προσέσχηκας;

Διὰ τί δὴ τοῦτό με ἐρωτᾷς;

Ὅτι εἰδότες τὰ ἀρχαία τῶν βιβλίων σπουδαζόμενα, ὡς ἄμεινον γεγραμμένα καὶ ἐν κρείττοσι βυβλίοις,​15 οἱ δὲ τὰ φαυλότατα τῶν νῦν καταθέντες εἰς σῖτον, ὅπως τό γε​16 χρῶμα ὁμοία γένηται τοῖς παλαιοῖς, καὶ προσδιαφθειράντες​17 ἀποδίδονται ὡς παλαιά. ἀλλὰ τί ἦν ὃ πάλαι δὴ ἐρέσθαι σπεύδεις;

13 Περὶ τοῦδε τοῦ νεανίσκου, ὅστις τέ ἐστι καὶ  p284 οὗτινος·​18 ὡς ἐγὼ οὐδένα πώποτε οὕτως​19 ἐξεπλάγην. ἡ μὲν γὰρ ἡλικία παῖδα αὐτὸν ἐνδείκνυσιν ἑκκαίδεκα ἴσως ἢ ἑπτακαίδεκα ἐτῶν· τὸ δὲ μέγεθος οὐδενὸς ἧττον τῶν ἀνδρῶν· ἡ δὲ αἰδὼς τοσαύτη ὥστε καὶ τὸν προσιόντα αἰδεῖσθαι εὐθὺς ποιεῖ. καὶ οὐκ ἐστιν ἐπὶ πλέον αὐτοῦ εἰς τὸ πρόσωπον ὁρᾶν, εἰ μὴ καὶ αὐτὸς ἀποβλέψειεν ἀπὸ τύχης. οὐδεὶς γὰρ οὕτως ἀναιδὴς οὐδὲ λίθινός ἐστιν ὅστις ὑπομενεῖ καὶ ἀντιστήσεται ὁρῶν αὐτόν, ἀλλ’ εὐθὺς ἀνάγκη τραπῆναι καὶ μεταβαλέσθαι τὼ ὀφθαλμώ. τοῦτο δὲ ἐγὼ τὸ πάθος πάνυ θαυμάζω, ὅτι τὸ κάλλος, ἐὰν μετὰ αἰδοῦς ᾖ, καὶ τοὺς ἀναιδεῖς τρέπει τε καὶ ἀναγκάζει αἰδεῖσθαι.

14 Ἴσως γὰρ οὐ προσενόησας τὸ ἐν τοῖς ὕδασι γιγνόμενον.

Τί δή;

Ὅτι τοῦ ἡλίου ἐπιλάμψαντος εἰς τὸ κατ’ εὐθὺ μάλιστα ἀντιλάμπει. καὶ ἴσως ἑώρακας ἐν τοῖς τοίχοις τὸ κινούμενον καὶ περιτρέχον φῶς, οὐκ ὃν ἀληθινόν, ἀλλ’ ἀπὸ τῆς ἐν τοῖς ὕδασιν αὐγῆς τοῦ ἡλίου γεγονὸς πρὸς τὸ μάλιστα κατ’ εὐθύ. τοιοῦτον οὖν τι καὶ ἀπὸ τῆς ἀληθινῆς αἰδοῦς ἀντιλάμπει τε καὶ ποιεῖ δοκεῖν αἰδεῖσθαι τοὺς ὁρῶντας·​20 ἔπειτ’ εὐθὺς ἀπελθόντες ἀναιδεῖς εἰσιν.

Ὡς ἔμοιγε καὶ ὁ παιδοτρίβης ἐδόκει καὶ αὐτὸς οἷον ἐνθουσιῶν τε καὶ ἐκπεπληγμένος.

 p286  15 Οὐκοῦν ἔτι μᾶλλον θαυμάσεις, ἐπειδὰν πύθῃ ὅτι οὗτος τοιοῦτος ὢν οὐδενός​21 ἐστιν.

Πῶς λέγεις μηδενὸς εἶναι αὐτόν;

Οὕτως ὅπως σὺ ἐπύθου ὅτου ἐστίν. οἶμαι γὰρ ἐρωτᾶν σε ὅτου υἱός ἐστιν.

Ἀλλ’ ἦ τῶν Σπαρτῶν ἐστιν εἷς;

Πρέποι μὲν ἂν τῷ μεγέθει αὐτοῦ καὶ τῇ ἀνδρείᾳ, εἴ γε ἐπιεικεῖς ᾖσαν καὶ φιλάνθρωποι τὰς φύσεις ὥσπερ ὅδε, ἀλλὰ μὴ παντελῶς σκληροὶ καὶ ἄγριοι, τῆς γῆς τὰ τέκνα· ἐπεὶ τό γε​22 σῶμα οὐ φαύλως εἰκάζεις Βοιωτίῳ μᾶλλον εἰκάζων αὐτὸ ἢ Λακωνικῷ τε καὶ Ἀττικῷ. ὅτι μὲν γὰρ Ἑλληνικὸν ἄκρως ἐστίν, οὐ δεῖ δήπου ἀγνοῆσαι.

16 Τί γάρ; εἴη τὶς ἂν τοῦ γένους διαφορὰ πρός γε τὸ κάλλος; ἢ οὐδένα οἴει γίγνεσθαι ἐν τοῖς βαρβάροις καλόν;23

Ἀλλ’ οὐκ οἴει τὸ μέν τι βαρβαρικὸν εἶναι, ὥσπερ εἶδος, καὶ κάλλος, τὸ δὲ Ἑλληνικόν, ὥσπερ καὶ φωνὴν καὶ ἐσθῆτα· ἀλλ’ ὁμοίως σοὶ δοκεῖ γενέσθαι καλὸς Ἀχιλλεύς τε καὶ Ἕκτωρ;

Οὐ γὰρ μόνον ὡς περὶ ἀνδρείου τοῦ Ἕκτορος ὁ ποιητὴς διέξεισιν;

Ὅπου γε τὰς ναῦς ἐμπίμπρησιν· οὐ γάρ, οἶμαι, περὶ κάλλους ἔπρεπεν αὐτόθι​24 μεμνῆσθαι.  p288 τελευτήσαντος δὲ καὶ γυμνωθέντος ἐκπλαγῆναι φησιν αὐτοῦ τὸ κάλλος τοὺς Ἀχαιοὺς ἰδόντας, οὕτω πως λέγων·

οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν

Ἕκτορος.

17 οὐ γὰρ ἦν αὐτοῖς πρότερον, οἶμαι, σχολὴ θηήσασθαι αὐτὸν ἀκριβῶς· καὶ τὰ ἄλλα σχεδὸν σαφέστερον ἐπέξεισιν καὶ​25 ὡς οὐ περὶ ἄλλου τινὸς τῶν καλλίστων· τήν τε γὰρ κεφαλὴν χαρίεσσαν αὐτοῦ φησιν εἶναι καὶ τὴν κόμην πάνυ μέλαιναν καὶ τὸ σῶμα οὐ σκληρόν. περὶ δὲ τοῦ Ἀχιλλέως εἴδους οὐδὲν λέγει καθ’ ἕκαστον ἀλλ’​26 ἢ τῆς κόμης, ὅτι ξάνθος ἦν, καὶ περὶ τῆς Εὐφόρβου κόμης καὶ Πατρόκλου ὡς μάλιστα ἐν ἀκμῇ τελευτησάντων, καὶ περὶ τῶν ἄλλων σμικρόν τι περὶ ἑκάστου καὶ ἀνδρῶν καὶ γυναικῶν τῶν καλλίστων· πλὴν ὅτι γε οὐδεὶς ἂν​27 εἴποι τούσδε ὁμοίως ἂν εἶναι καλούς, οὐδὲ Ἀλέξανδρον ἢ Εὔφορβον ἢ Τρωίλον ἐοικέναι τι Μενελάῳ καὶ Πατρόκλῳ καὶ Νιρεῖ, οὐδὲ ἐν τοῖς βαρβάροις Σέσωστριν τὸν Αἰγύπτιον ἢ Μέμνονα τὸν Αἰθίοπα ἢ Νινύαν​28 ἢ Εὐρύπυλον ἢ Πέλοπα.


The Loeb Editor's Notes:

1 After μὲν Emperius added εἰ.

2 γενόμενος Emperius: γινόμενος B, γιγνόμενος UM.

3 ἅψαιντο Reiske: ἅψαιτο.

4 Casaubon added κάλλους before ἀναρχίαν unnecessarily.

5 πλὴν ἢ εἷς Capps (ἢ εἷς Arnim): ἢ εἰ.

6 van Herwerden suggested that Dio wrote ἡ ἀρρένων συνουσίᾳ, "intercourse with males," which was toned down under Christian influence to ἡ ἐξουσία.

7 αὑτοῦ Dindorf: αὐτοῦ.

8 ὄν added by Casaubon.

9 καίπερ Emperius: καὶ.

10 For ἔδει Reiske proposed δεῖ.

11 For καὶ Jacobs conj. ὡς, Reiske ἵνα.

12 πολλοῦ Arnim: ὁμοῦ M, ὅπου UB.

13 δέω Arnim: δέῃ.

14 τισι Cohoon: τινι.

15 βυβλίοις Casaubon: βιβλίοις.

16 γε Casaubon: τε.

17 προσδιαφθειράντες Rouse: προσδιαφθείροντες.

18 After οὗτινος the MSS. have υἱός, which von Arnim bracketed.

19 οὕτως added by Casaubon.

20 ὁρῶντας Casaubon: ἐρῶντας.

21 After οὐδενὸς the MSS. have υἱός, which Emperius bracketed.

22 τό γε Pflugk: γε τὸ.

23 The words ἢ οὐδένα . . . καλόν moved here by Casaubon from their position after εἶδος καὶ κάλλος (two lines infra) in the MSS.

24 αὐτόθι Capps: αὐτοῦ ἔτι or αὐτοὺς ἔτι.

25 καὶ added by Cohoon.

26 ἀλλ’ added by Reiske.

27 οὐδεὶς ἂν Casaubon: οὐδὲ κἂν.

28 Νινύαν Reiske: Μινύαν.


[image ALT: Valid HTML 4.01.]

Page updated: 23 Jun 12