[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1939

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!


[image ALT: link to next section]
Λόγος κγ´

(Vol. II) Δίων Χρυσόστομος
Λόγοι

p292 22. ΠΕΡΙ ΕΙΡΗΝΗΣ ΚΑΙ ΠΟΛΕΜΟΥ

1 Πολλὰ μὲν καὶ ἄλλα εὕροι τις ἂν καὶ ξύμπαντα ἀτεχνῶς τὰ ἔργου τινὸς ἔχόμενα καὶ πράξεως κοινὰ τοῖς φιλοσόφοις, καὶ ῥήτορσιν ὅσοι μὴ ἀγοραῖοι μηδὲ μίσθαρνοι, πρὸς χρήματα ὁρῶντες μόνον καὶ τὰς ἰδιωτικὰς ἀμφιλογίας περὶ συμβολαίων ἢ τινων δανείων ἐπὶ τόκῳ1 ἀλλὰ2 δημοσίᾳ συμβουλεύειν καὶ νομοθετεῖν ἀξιούμενοι· καθάπερ, οἶμαι, Περικλῆς καὶ Θουκυδίδης Ἀθήνησι καὶ Θεμιστοκλῆς ἔτι πρότερον καὶ Κλεισθένης, καὶ Πεισίστρατος ἕως ἔτι ῥήτωρ καὶ δημαγωγὸς ἠνείχετο καλούμενος· 2 Ἀριστείδην μὲν γὰρ καὶ Λυκοῦργον καὶ Σόλωνα καὶ Ἐπαμεινώνδαν, καὶ εἴ τις ἕτερος τοιοῦτος, φιλοσόφους3 ἐν πολιτείᾳ θετέον ἢ ῥήτορας κατὰ τὴν γενναίαν τε καὶ ἀληθῆ ῥητορικήν· λέγω δὲ οἷον περί τε ἀγωγῆς τῶν νέων συμβουλεύοντας καὶ νομοθετοῦντας, ὥσπερ p294ἐν Λακεδαίμονι Λυκοῦργος, καὶ περὶ τῆς ἐρωτικῆς ὁμιλίας καὶ περὶ χρημάτων κτήσεως, ὅσην τε καὶ ὅπως δεῖ ποιεῖσθαι, καὶ περὶ γάμου καὶ περὶ κοινωνίας καὶ περὶ νομίσματος καὶ περὶ τιμῆς καὶ ἀτιμίας καὶ περὶ οἴκων κατασκευῆς, πότερα χρὴ τετειχισμένην οἰκεῖν πόλιν ἢ καθάπερ ὁ θεὸς παρῄνεσε Λακεδαιμονίοις, ἀτείχιστον, καὶ περὶ ἀσκήσεως τῶν πολεμικῶν4 καὶ τάξεως, οὐ μόνον ὁπλιτικῆς, ἀλλὰ καὶ οἵαν Ἐπαμεινώνδας εὑρεῖν λέγεται, τοὺς ἐραστὰς μετὰ τῶν ἐρωμένων τάξας ἵνα σῴζοιντο μᾶλλον καὶ μάρτυρες ὦσιν ἀλλήλοις τῆς ἀρετῆς καὶ τῆς κακίας· καὶ τὸν λόχον τοῦτον, ἱερὸν ἐπονομασθέντα,5 κρατῆσαι Λακεδαιμονίων τῇ περὶ6 Λεῦκτρα μάχῃ, ξυμπάντων ἐκείνοις ἑπομένων τῶν Ἑλλήνων. 3 τὸ δὲ δὴ κεφάλαιον, καὶ πολλάκις πολλοὶς παρέπιπτε, περί τε εἰρήνης καὶ πολέμου, ὃ νῦν τυγχάνει ζητούμενον.

Πᾶν δὲ τὸ τοιοῦτον γένος παρὰ τοῖς φιλοσόφοις καλεῖται περὶ τοῦ προσήκοντος, οἷον εἰ γαμητέον, εἰ πολιτευτέον, εἰ βασιλείᾳ7 χρηστέον ἢ δημοκρατίᾳ ἢ ἄλλῃ τινὶ καταστάσει πολιτείας· ἐν οἷς ἐστι καὶ τοῦτο, ἐμοὶ δοκεῖν, εἰ πολεμητέον.

Οὐ γὰρ μόνον ἁπλῶς οἱ φιλόσοφοι ζητοῦσι περὶ τούτων, ἀλλὰ πηνίκα καὶ πρὸς τίνας καὶ τίνος συμβάντος ἢ μὴ συμβάντος ἕκαστα τούτων p296πρακτέον. διαφέρει δὲ τοσοῦτον, ὅτι οἵ γε ῥήτορες ἐπὶ τῶνδε ἢ τῶνδε σκοποῦσιν, οἷον εἰ συμφέρει πολεμεῖν Ἀθηναίοις πρὸς Πελοποννησίους ἢ βοηθεῖν Κερκυραίοις πρὸς Κορινθίους ἢ Φιλίππῳ συμμαχῆσαι Θηβαίοις ἐπὶ Φωκέας ἢ Ἀλεξάνδρῳ διαβῆναι εἰς τὴν Ἀσίαν. 4 ἐν γὰρ ταύταις ἁπάσαις ταῖς βουλαῖς οὐχ ἥκιστα ἐμπίπτει καὶ τὸ τοιοῦτον, εἰ δίκαιον τοῖς μὴ προαδικήσασι πολεμεῖν· εἰ συμβέβηκεν ἀδίκημα παρὰ τούτων οἷς διανοοῦνται πολεμεῖν, πηλίκον τι τοῦτο τὸ8 συμβεβηκός.

Οἱ φιλόσοφοι δὲ πόρρωθεν τὰ πράγματα ὁρῶσιν, ἐπ᾽ αὐτῶν ἐξετάζοντες ὁποῖ᾽ ἄττα ἐστίν. πολὺ γὰρ κρεῖττον τὸ βεβουλεῦσθαι περὶ ἁπάντων ἐκ πλείονος καὶ διεγνωκότας, ἐπειδὰν ἥκῃ τινὸς πράγματος καιρός, αὐτούς τε εἰδότας ἔχειν χρῆσθαι καὶ ἑτέροις παραινεῖν, ἀλλὰ μὴ τρόπον τινὰ ἐξαίφνης ληφθέντας ταράττεσθαι καὶ αὐτοσχεδιάζειν περὶ ὧν οὐκ ἴσασιν. 5 οἱ μὲν γὰρ ῥήτορες, ὅταν δέῃ σκοπεῖν περί τινος, οὐδὲν εἰδότες τῶν ἄλλων πλέον οὐδὲ ἐσκεμμένοι πρότερον, ἅμα τε αὐτοὶ βουλεύονται τρόπον τινὰ καὶ συμβουλεύουσιν ἑτέροις. οἱ φιλόσοφοι δὲ περὶ τῶν πράξεων προοίδασι καὶ πάλαι βεβουλευμένοι p298τυγχάνουσιν· ὥστε ἂν τις αὐτοὺς παρακαλῇ συμβούλους τῶν πόλεων ἢ τῶν ἐθνῶν ἢ τῶν βασιλέων, κρεῖττον ἕξουσι καὶ ἀσφαλέστερον ἀποφαίνεσθαι οὐ τὸ ἐπιὸν αὐτοῖς, οὐδὲ νῦν μὲν ταῦτα, πάλιν δὲ τἀναντία, δι᾽ ὀργὴν ἢ φιλονικίαν ἢ χρήμασι πληγέντες, ὥσπερ ἐπὶ τρυτάνης, ἔφη τις, οἶμαι, τῶν ῥητόρων αὐτῶν, κατὰ τὸ λῆμμα ἀεὶ ῥέποντες. λέγω δὲ οὐ ψέγων ῥητορικὴν οὐδὲ ῥήτορας τοὺς ἀγαθούς, ἀλλὰ τοὺς φαύλους καὶ τοὺς προσποιουμένους τὸ πρᾶγμα.


The Loeb Editor's Notes:

1 δανείων ἐπὶ τόκῳ added by Cohoon, τοιούτων by Reiske.

2 ἀλλὰ added by Arnim.

3 φιλοσόφους Morel: φιλόσοφος.

4 πολεμικῶν Emperius: πολεμίων.

5 ἐπονομασθέντα Reiske: ἐπονομάσαντα.

6 περὶ added by Emperius.

7 βασιλείᾳ Reiske: βασιλεῖ.

8 τὸ added by Pflugk.


[image ALT: Valid HTML 4.01.]

Page updated: 13 Mar 08