mail:
Bill Thayer |
English |
Italiano |
Help |
Up |
Εἴσοδος |
|||
|
1 Δ. Πότερον δοκεῖ σοι εἶναι ἄνθρωπος εὐδαίμων, εἰ δὲ μή, γεγονέναι ἢ ἔσεσθαι, ἢ ἀδύνατον ἡγῇ τὸ τοιοῦτον περὶ ἀνθρώπου, ὥσπερ εἴ τις ἀθάνατον ἄνθρωπον λέγοι εἶναι; ἴσως γὰρ ἂν τὴν αὐτὴν ἔχοις δόξαν Ὁμήρῳ καὶ ἄλλοις συχνοῖς τῶν ποιητῶν.
Καὶ ποῦ ἀποφαίνεται περὶ τούτου Ὅμηρος;
Δ. Ὅπου πεποίηκε τὸν Δία λέγοντα αὐτόν, οὐκ ἄλλον τινὰ τῶν θεῶν, ὡς οὐδέν φησιν ὀϊζυρόμτερον εἶναι ἀνδρὸς ἁπάντων τῶν ζῴων,
ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. |
οὐ δοκεῖ σοι τὴν ὀϊζὺν ἄντικρυς κακοδαιμονίαν τινὰ λέγειν;
Ἔμοιγε.
2 Δ. Ἕτερος δὲ ποιητὴς οὐκ ἰδίᾳ οὕτως, ἀλλὰ κοινῇ πρὸς θέατρον ἀγωνιζόμενος εἰσηγεῖται
τὸν φύντα θρηνεῖν εἰς ὅσ’ ἔρχεται κακά, τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον |
χαίροντας καὶ συνηδομένους οἴεται δεῖν ἐκπέμπειν.
p304 Ἔστι ταῦτα.
Δ. Οὔκουν ὀρθῶς παρῄνεσεν. εἰ γὰρ ἅπαξ δεῖ1 κλαίειν τοὺς ἀνθρώπους διὰ τὴν ἀτυχίαν, καὶ γενομένους προσήκει θρηνεῖν τῶν ἐσομένων αὐτοῖς κακῶν ἕνεκεν, καὶ τελευτήσαντας, ὅτι πολλὰ καὶ δεινὰ πεπόνθασι, καὶ ζῶντας,2 ὅτι εἰσὶν ἐν κακοῖς. 3 ὥστε ὥρα ἂν εἴη κατὰ τὸν ποιητὴν μηδέποτε παύσασθαι ὀδυρομένους πολὺ μᾶλλον τῶν ἀηδόνων. ἐκεῖναι μὲν γὰρ τοῦ ἦρος λέγονται θρηνεῖν τὸν Ἴτυν· τοὺς δὲ ἀνθρώπους εἰκὸς ἦν θρηνεῖν καὶ θέρους καὶ χειμῶνος. πόσῳ δὲ βέλτιον τοὺς γενομένους ἐᾶν εὐθὺς ἀπολέσθαι ὑπὸ τῶν κακῶν, ἀλλὰ μὴ σπαργάνοις ἐνειλοῦντας καὶ λούοντας3 καὶ τιθηνουμένους τοσαύτην ἐπιμέλειαν ποιεῖσθαι ὅπως ἄθλιοι ἔσονται· ἐχθρῶν γάρ, οὐ φίλων οὐδὲ κηδομένων τὸ τοιοῦτο· καὶ νὴ Δία αὑτοὺς πρώτους ἀπαλλάττειν τοῦ βίου; 4 κινδυνεύουσι γὰρ κατὰ τὸν λόγον τοῦτον μόνοι φρόνιμοι γενέσθαι οἱ γενόμενοι ἐν Κόλχοις ἐκ τῶν τοῦ δράκοντος ὀδόντων, οὓς ἔσπειρεν Ἰάσων. οὗτοι γὰρ, ὄτε πρῶτον ᾔσθοντο γεγονότες, εὐθὺς ἀλλήλους ἀνῄρουν, ἕως οὐδένα ἔλιπον, βοηθοῦντες p306 ἀλλήλοις δῆλον ὅτι καὶ διὰ φιλίαν τοῦτο πράττοντες, οὐ δι’ ἔχθραν.
5 Ἀλλὰ οὗτός γε ὁ ποιητὴς ληρεῖν ἔμοιγε φαίνεται. τὸ δὲ τοῦ Ὁμήρου ταράττει με, ὅτι οὕτω σοφὸς ὢν4 ὑπὲρ τῶν ἀνθρώπων ταύτην ἀπεφήνατο τὴν γνώμην.
Δ. Καὶ τί ἄτοπον εἴρηκεν; οὐ γὰρ ὡς ἅπαντες οἱ ἄνθρωποι ἄθλιοί εἰσί φησιν, ἀλλ’ ὅτι οὐθέν ἐστι ζῷον ἀνθρώπου ἀθλιώτερον τοῦ γε5 ἀθλίου, ὥσπερ ἀμέλει καὶ ἡμεῖς φαῖμεν ἄν. ἴσως γάρ τοι καὶ μόνος τῶν ἄλλων ὁ ἄνθρωπος κακοδαίμων ἐστίν, ὥσπερ καὶ εὐδαίμων· ἐπεί τοι καὶ μόνος ἄφρων, ὥσπερ καὶ φρόνιμος. οὔτε γὰρ ἄδικος οὔτε ἀκόλαστος εἴη ἂν ἵππος ἢ σῦς ἢ λέων, ὥσπερ οὐδὲ ἄμουσος οὐδὲ ἀγράμματος.
6 Ἀλλὰ καλῶς μοι δοκεῖς διωρθῶσθαι τὸ τοῦ Ὁμήρου, καὶ ἀποκρίνομαι6 ὅτι ἡγοῦμαι ἄνθρωπον εὐδαίμονα εἶναι.
Δ. Ἆρ’ οὗ ὁ δαίμων7 ἀγαθός ἐστι, τοῦτον εὐδαίμονα εἶναι φῄς, οὗ δὲ μοχθηρός,8 κακοδαίμονα;
Ἔγωγε.
Δ. Δαίμονα δὲ ἄλλως ἀγαθὸν λέγεις;
p308 Ἢ9 πῶς γε;
Δ. Ὥσπερ ἄνθρωπον, ἔτι δὲ μᾶλλον θεόν· ἢ τοὺς θεούς, εἴπερ νομίζεις ἀγαθοὺς εἶναι, οὐ δικαίους νομίζεις καὶ φρονίμους καὶ σώφρονας καὶ τὰς ἄλλας ἀρετὰς ἔχοντας, ἀλλὰ ἀδίκους καὶ ἀνοήτους καὶ ἀκολάστους;
Οὐδαμῶς ἔγωγε.
Δ. Οὐκοῦν καὶ δαίμονα, εἴπερ τινὰ ἀγαθὸν ἡγῇ, δῆλον ὡς δίκαιον ἡγῇ καὶ χρήσιμον καὶ φρόνιμον;
Πῶς γὰρ οὔ;
Δ. Ἦ γὰρ ὃν κακόν τινα νομίζεις, πονηρὸν οἴει τὸν αὐτὸν εἶναι καὶ ἄδικον καὶ ἀνόητον;
Ἀνάγκη πάντως.
7 Δ. Τί δαί; οὐ τῶν ἀνθρώπων ἕκαστον κατὰ τὸν αὑτοῦ δαίμονα βιοῦν, ὁποῖος ἂν ᾖ ποτε, ἀλλὰ καθ’ ἕτερον;
Οὐδαμῶς καθ’ ἕτερον.
Δ. Οὐκοῦν τὸν τυχόντα ἀγαθοῦ δαίμονος ἡγῇ δικαίως ζῆν καὶ φρονίμως καὶ σωφρόνως; τοιοῦτον γὰρ ὁμολογεῖς εἶναι τὸν δαίμονα αὐτοῦ.
Πάνυ γε.
Δ. Τὸν δὲ μοχθηροῦ δαίμονος πονηρῶς καὶ ἀφρόνως καὶ ἀνοήτως καὶ ἀκολάστως;
Φαίνεται ταῦτα συμβαίνειν ἐκ τῶν εἰρημένων νῦν.
Δ. Ἆρα ὅστις ἄνθρωπος νοῦν ἔχων ἐστὶ καὶ δίκαιος καὶ σώγρων, οὗτος εὐδαίμων ἐστὶν ἀγαθῷ p310 δαίμονι συνών· ὅστις δὲ ἀσελγὴς καὶ ἄφρων καὶ πανοῦργος, ἀνάγκη κακοδαίμονα φάσκειν ἐκεῖνον κακῷ δαίμονι συνεζευγμένον καὶ λατρεύοντα;
Ἀληθές.
8 Δ. Σοφὸν δὲ ἄλλον τινὰ καλεῖς ἢ τὸν φρόνιμον ἄνθρωπον καὶ δίκαιον καὶ ὅσιον καὶ ἀνδρεῖον, φαῦλον δὲ τὸν ἄδικον καὶ ἀνόσιον καὶ δειλόν;
Φημί.
Δ. Μὴ τοίνυν ἔτι θαύμαζε τῶν λεγόντων, ὅτι μόνον καὶ πάντα φασὶ τὸν σοφὸν εὐδαίμονα εἶναι, τῶν δὲ φαύλων οὐδένα ὅντινα οὐ κακοδαίμονα· ἐπειδή γε καὶ σοὶ ταῦτα δοκεῖ.
9 Τὰ μὲν ἄλλα δοκεῖς μοι οὐ παρὰ δόξαν διειλέχθαι· ὅπως δὲ χρὴ δαιμόνιόν τι πονηρὸν ἡγεῖσθαι καὶ ἄδικον καὶ ἀνόητον, οὐκ ἔχω εἰπεῖν. ἄλλως τε οὐ πρὸς ὑμῶν τῶν φιλοσόφων ἐστίν, εἴπερ θεῖον τὸ δαιμόνιον ἡγεῖσθε, τοιοῦτον ὑπολαμβάνειν.
Δ. Ἀλλ’ ἐγὼ νῦν οὐ κατὰ τὴν ἐμαυτοῦ δόξαν διείλεγμαι τὰ πολλά, πλήν γε αὐτὸ τοῦτο, ὅτι μοι δοκεῖ πᾶς καὶ μόνος εὐδαίμων ὁ σόφος· τὰ δὲ ἄλλα κατὰ τὴν τῶν πολλῶν ἀνθρώπων, ὅπως μὴ δοκῶ βιάζεσθαι αὐτούς. 10 ἐπεὶ φέρε, εἰ οὖν10 ἡγεῖσθε τὸ δαιμόνιον θεῖον καὶ ἀγαθὸν καὶ μηδενὶ κακοῦ μηδενὸς αἴτιον, πῶς φατε γίγνεσθαι κακοδαίμονα ἄνθρωπον; ἢ ὅταν μὴ προσέχωσι μηδὲ πείθωνται τῷ δαιμονίῳ ἀγαθῷ ὄντι; ὥσπερ εἰ νομίζοιμεν11 τοὺς ἰατροὺς ἅπαντας ἀγαθοὺς p312 εἶναι τὰ τῆς τέχνης καὶ μηδένα αὐτῶν πονηρὸν ἰατρὸν μηδὲ βλαβερόν, τῶν δὲ καμνόντων κακῶς τινας πράττοντας βλέποιμεν12 καὶ βλαπτομένους ἐν ταῖς νόσοις· δῆλον ὅτι τούτους ἂν φαῖμεν μὴ ἐθέλειν τὰ προσταττόμενα ποιεῖν, τοὺς δὲ πειθομένους ἀνάγκη καλῶς ἀπαλλάττειν· καὶ ὅ τι ἂν γίγνοιτο13 οὐκ ἂν θαυμάζοι τις.14
Οὕτως15 ἔχει.
11 Δ. Πότερον οὖν δοκοῦσί σοι οἱ16 ἐγκρατεῖς ὄντως17 καὶ σώφρονες καὶ νοῦν ἔχοντες, οὗτοι ἀπειθεῖν ἂν τοῖς ἰατροῖς τοἶς ἐμπείροις καὶ τὰ συμφέροντα προστάττουσιν, ἢ τοὐναντίον οἱ ἀνόητοι καὶ ἀκόλαστοι;
Δῆλον ὅτι οἱ ἀκόλαστοι.
Δ. Τί δέ; τῷ δαίμονι χρηστῷ ὄντι πείθεσθαι καὶ ζῆν, ἐκεῖνον πότερον ἡγῇ τῶν σωφρόνων εἶναι καὶ νοῦν ἔχόντων ἢ τῶν πονηρῶν καὶ ἀνοήτων;
Τῶν σωφρόνων.
12 Δ. Τὸ δέ γε μὴ πείθεσθαι μηδὲ προσέχειν ἀλλ’ ἐναντίως τῷ θείῳ τε καὶ δαιμονίῳ πράττειν, τῶν κακῶν καὶ ἀγνωμόνων;
Πῶς δ’ ἂν ἄλλως λέγοιμεν;
Δ. Εἶναι δὲ τοὺς πειθομέμους τῷ δαιμονίῳ τοιούτῳ ὄντι εὐδαίμονας, τοὺς δὲ ἀπειθοῦντας κακοδαίμονας;
Ἀνάγκη.
p314 Οὐκοῦν κἀνταῦθα συμβαίνει τὸν μὲν σοφὸν καὶ φρόνιμον εὐδαίμονα εἶναι πάντα, τὸν δὲ φαῦλοι κακοδαίμονα, οὐχ ὡς τοῦ δαιμονίου κακοῦ ὄντος, ἀλλ’ ὡς αὐτὸν οὐ προσέχοντα18 ἐκείνῳ χρηστῷ ὄντι.
1 δεῖ Geel: ἔδει.
❦
2 ζῶντας Casaubon: πάντας.
❦
3 λούοντας Selden: λύοντας.
❦
4 ὢν added by Arnim.
❦
5 γε Casaubon: δὲ.
❦
6 ἀποκρίνομαι Arnim: ἀποκρίνασθαι.
❦
7 ἆρ’ οὗ ὁ δαίμων Emperius: ἆρ’ ὁ εὐδαίμων M.
❦
8 οὗ δὲ Emperius: οὐδὲ M.
❦
9 ἢ added by Reiske.
❦
10 οὖν Cohoon: οὐχ.
❦
11 νομίζοιμεν Reiske: νομίζεις.
❦
12 βλέποιμεν Reiske: βλέπομεν.
❦
13 ὅ τι ἄν (Capps) γίγνοιτο Cohoon: τί ἄν γίγνεοθαι.º
❦
14 οὐκ ἂν θαυμάζοι τις Capps, οὐκ ἂν θαυμάζοιμεν, Reiske: θαυμάζειν.
❦
15 οὕτως ἔχει Reiske: οὕτως ἔχειν.
❦
16 οἱ added by Geel.
❦
17 ὄντως Cohoon: εἶναι, which Geel deletes.
❦
18 προσέχοντα Reiske: προσχόντα.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Δίων ὁ Χρυσόστομος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 22 Mar 08