Short URL for this page:
bit.ly/DioChr24


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος κγ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1939

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος κε´

(Vol. II) Δίων Χρυσόστομος
Λόγοι

 p318  24. ΠΕΡΙ ΕΥΔΑΙΜΟΝΙΑΣ

1 Οἱ πολλοὶ ἄνθρωποι καθόλου μὲν οὐδὲν πεφροντίκασιν ὁποίους χρὴ εἶναι οὐδὲ ὅ τι βέλτιστον ἀνθρώπῳ ἐστίν, οὗ ἕνεκα χρὴ πάντα τἄλλα πράττειν, ἰδίᾳ δὲ ἐσπουδάκασιν οἱ μὲν ἱππεύειν, οἱ δὲ στρατηγεῖν, οἱ δὲ περὶ ἀγωνίαν, οἱ δὲ περὶ μουσικήν, ἄλλοι περὶ γεωργίαν, ἄλλοι δύνασθαι λέγειν. ἥντινα δὲ χρείαν αὐτοῖς ἔχει τούτων ἕκαστον ἢ τί τὸ ὄφελος ἐξ αὐτοῦ γίγνοιτ’ ἄν, οὐκ ἴσασιν οὐδὲ ζητοῦσιν. 2 τοιγαροῦν ἱππεῖς μὲν ἀγαθοὶ γίγνονταί τινες, οἳ ἂν φιλοπονῶσιν αὐτὸ καὶ​1 ἐκμελετῶσι, καὶ παλαῖσαι ἄλλοι ἄλλων ἱκανώτεροι καὶ πυκτεῦσαι καὶ δραμεῖν καὶ τἄλλα ἀγωνίσασθαι, καὶ τοῦ σπόρου μὴ διαμαρτεῖν, καὶ πλέοντες μὴ διαφθεῖραι τὴν ναῦν, καὶ τὰ κατὰ μουσικήν τινες ἐπίστανται βέλτιον ἑτέρων· ἀγαθὸν δὲ ἄνδρα καὶ φρόνιμον, καὶ αὐτὸ τοῦτο εἰδότα ὅστις ἐστὶν ὁ χρηστὸς ἀνὴρ καὶ νοῦν ἔχων, οὐδένα τούτων ἔστιν εὑρεῖν.

3 Αὐτίκα περὶ τὸ λέγειν πάντως​2 ἐσπουδάκασι  p320 πολλοὶ τῶν ἐλευθέρων, καὶ φιλοτίμων εἶναι δοκούντων, οἱ μὲν ὥστε ἐν δικαστηρίοις ἀγωνίζεσθαι, καὶ πρὸς δῆμον λέγοντες, διὰ δὲ τοῦτο ἰσχύειν πλέον τῶν ἄλλων καὶ πράττειν ὅ τι ἂν αὐτοὶ θέλωσιν, οἱ δὲ τῆς δόξης ἕνεκα τῆς ἀπὸ τοῦ πράγματος, ὅπως δεινοὶ νομίζωνται. τινὲς δὲ αὐτῆς φασι τῆς ἐμπειρίας ἐπιθυμεῖν, καὶ τούτων οἱ μὲν λέγοντες, οἱ δὲ συγγράφοντες μόνον, οὓς ἔφη τις τῶν πρότερον μεθόρια εἶναι τῶν φιλοσόφων καὶ τῶν πολιτικῶν. ὅτι δὲ συμφέρει πράττουσιν ἢ πρὸς ὅ τι ἡ δόξα αὐτοῖς ὠφέλιμος ἢ τι τῆς ἐμπειρίας ταύτης ὄφελος, οὐ σκοποῦσιν.

4 Ἐγὼ δέ φημι πάντα τἄλλα δίχα τῆς τοιαύτης ἐπιμελείας καὶ ζητήσεως ὀλίγου ἄξια εἶναι, τῷ δὲ ἐκεῖνο ἐννοήσαντι καὶ ξυνέντι, τούτῳ καὶ τὸ λέγειν καὶ τὸ στρατηγεῖν καὶ ὅ τι ἂν ἄλλο ποιῇ, ξυμφέρον τε εἶναι καὶ ἐπ’ ἀγαθῷ γίγνεσθαι. ἐπεὶ τὸ γε ἐπαινεῖσθαι καθ’ ἑαυτὸ ὑπὸ ἀνθρώπων ἀνοήτων, οἷοίπερ εἰσὶν οἱ πολλοί, ἢ τὸ δύνασθαι ἐν τοῖς τοιούτοις ἢ τὸ ἡδέως ζῆν οὐδὲν ἂν διαφέροι πρὸς εὐδαιμονίαν τοῦ ψέγεσθαι καὶ μηδὲν ἰσχύειν καὶ ἐπιπόνως ζῆν.


The Loeb Editor's Notes:

1 φιλοπονῶσιν αὐτὸ καὶ Emperius: φιλοπονῶσι καὶ UB, φιλοπονῶσιν αὐτοὶ M.

2 πάντως Geel: πάντες.


[image ALT: Valid HTML 4.01.]

Page updated: 2 Mar 08