[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος κε´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1939

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος κζ´

(Vol. II) Δίων Χρυσόστομος
Λόγοι

 p338  26. ΠΕΡΙ ΤΟΥ ΒΟΥΛΕΥΕΣΘΑΙ

1 Πάλαι, καθήμενος καὶ ὑμῶν ἀκούων, ὅτε πολλὰς ὥρας​1 διετρίβετε παρά τινι τῶν πολιτικῶν βουλευόμενοι περί τινων πραγμάτων, σκοπῶ παρ’ ἐμαυτῷ καὶ ἀναζητῶ τί ἐστι τοῦτο ὅ φατε βουλεύεσθαι ἢ αὐτὸ δὴ τὸ βουλεύεσθαι.​2 ἆρα γὰρ περὶ τούτου τις βουλεύεται τοῦ πράγματος ὃ οἶδέ τε καὶ ἐπίσταται;

Οὐ δοκεῖ μοι περὶ ὧν τις οἶδε, περὶ τούτων βουλεύεσθαι, ἀλλὰ ἤδη εἰδέναι.

Τί δαί; ἃ οὐκ οἶδεν οὐδὲ​3 ἐπίσταται, περὶ τούτων ὥσπερ διαμαντευόμενος καὶ ἀναζητῶν γνῶναι ἃ οὐκ οἶδεν;

Οὐ δοκεῖ μοι οὐδὲ οὗτος δύνασθαι βουλεύεσθαι περὶ τούτων περὶ ὧν οὐδεμίαν ἐπιστήμην ἔχει.

2 Ἆρα οὖν μὴ τοιόνδε τι ᾗ τὸ βουλεύεσθαι, ὥστε τινὰ μὲν εἰδέναι, τινὰ δὲ ἀγνοεῖν, καὶ τοῦτο ᾗ περὶ οὗ βουλεύονται ἄνθρωποι; ἵνα δὲ μᾶλλον τῷ λόγῳ παρακολουθήσομεν, δι’ εἰκόνος τινὸς ἐπιδείξομεν αὐτό. ὑποτιθέμεθα γὰρ εἰδέναι μὲν  p340 ἡμᾶς Χαρικλέα καὶ Χαρίξενον, ὅπου δὲ οἰκοῦσιν, ἀγνοεῖν, στοχάζεσθαι δὲ περὶ τῆς οἰκίας αὐτοῖν· 3 μὴ ἄρα τοῦτο ᾗ τὸ βουλεύεσθαι,​4 ὥστε ἐξ ὧν οἴδαμεν, ἐκ τούτων καὶ περὶ ὧν οὐδέπω ἴσμεν τεκμαίρεσθαι​5 ἢ; καθάπερ οἱ ἀρτιάζοντες ἴσασι μὲν ὅτι ἐν ταῖς χερσῖν ἔχουσιν οἱ προκαλεσάμενοι αὐτοὺς χρῆμα, οὐ μέντοι ὅτι τοσοῦτων,​6 ἀλλ’ ἐνίοτε καὶ ἐπέτυχον εἰπεῖν, καὶ οὕτω δὴ κρατήσαντες ἀπηλλάγησαν. μὴ ἄρα καὶ τὸ βουλεύεσθαι τοιοῦτον ᾗ, ὥστε εἰδέναι μέν τι, τὰ δὲ ἄλλα, ὅσα ἀγνοοῦμεν,​7 στοχασάμενοι ἐνίοτε αὐτομάτως ἐπετύχομεν καὶ μετ’ οὐδεμιᾶς ἐπιστήμης;

4 Φέρε γὰρ ἴδωμεν ὅποῖόν ἐστι τὸ πρᾶγμα. τὰ ὄντα καὶ ἔστι καὶ ἐγένετο καὶ ὑφέστηκε, τὰ δὲ μὴ ὄντα οὔτε ἔστιν​8 οὔτε ἐγένετο οὔτε ὑφέστηκεν. οὐ δεῖ μὲν οὖν περὶ τῶν ἤδη ὄντων· ἔστι γὰρ καὶ οὐδὲν ὄφελος περὶ τῶν γεγονότων καὶ ὑφεστηκότων βουλεύεσθαι· τί γὰρ καὶ βουλευσόμεθα περὶ αὐτῶν; ἵνα μὴ γένηται τὰ γεγονότα; οὐ δύναται μὴ γεγονέναι. ἀλλ’ ἵνα μὴ ᾗ τὰ  p342 ὄντα; πῶς;​9 δυνάμεθα ποιῆσαι μὴ εἶναι οὕτως ὡς ἐγένετο; ἀλλ’ ἵνα μὴ ὑφεστήκῃ; πᾶν τὸ ὂν ὑπόστασιν ἔχει. ἀλλὰ περὶ μὲν τῶν ὄντων τί ἄν τις καὶ βουλεύοιτο; 5 περὶ τίνων οὖν βουλευόμεθα; περὶ τῶν μελλόντων, ὡς ὁ λόγος ὑποδείκνυσι. τὰ δὲ μέλλοντα οὔτε ἔστιν οὔτε γέγονεν οὔτε ὑφέστηκεν. περὶ τῶν οὐκ ὄντων οὖν τίς δύναται βουλεύεσθαι καὶ περὶ τῶν οὐχ ὑφεστώτων; τὸ γὰρ οὐκ ὂν οὐδέν ἐστι. περὶ δὲ τοῦ οὐκ ὄντος οὐδεὶς δύναται βουλεύεσθαι. οὐδεὶς ἄρα δύναται βουλεύεσθαι περὶ τῶν μελλόντων. ἡ γὰρ βουλὴ ἐπὶ ὄντι​10 τινί ἐστιν. τὸ δὲ μέλλον οὐκ ἔστιν. οὐκ ἄρα οὐδὲ τὸ βουλεύεσθαι περὶ τῶν μελλόντων δύναιτ’ ἂν εἶναι.

6 Τί οὖν; ὁ ἄμουσος καὶ ὁ ἀνεπιστήμων ἁρμονίας καὶ μέλους καὶ ῥυθμοῦ καὶ τῆς τούτων τάξεως καὶ κινήσεως δύναιτ’ ἂν καλῶς βουλεύσασθαι περὶ μουσικῆς καὶ τῶν ἔργων τῶν κατὰ μουσικήν;

Οὐδαμῶς.

Τί δέ; ὁ γεωμετρίας ἄπειρος περὶ σώματος καὶ μήκους καὶ πλάτους καὶ βάθους βουλευόμενος ἂν καλῶς βουλεύοιτο;

Οὐδὲ οὗτος.

Τί δέ; ὁ νεὼς ἄρχειν οὐκ ἐπιστάμενος περὶ νεὼς ἀρχῆς καὶ ἔργων κυβερνητικῶν ἱκανῶς ἂν βουλευόμενος βουλεύοιτο;

Οὐδὲ οὗτος.

 p344  7 Ὅστις ἄρα​11 οὐδὲν ἱκανῶς περὶ οὐδενὸς οὔτε πεπαίδευται οὔτε​12 οἶδεν, οὗτος οὐδὲ βουλεύσασθαι περὶ τούτου ἱκανός ἐστιν. χρὴ οὖν ἐπιμελεῖσθαι μάλιστα φρονήσεως καὶ παιδείας, ἵνα ἡμῖν ᾗ ῥᾴδιον περὶ ἁπάντων πραγμάτων βουλεύεσθαι καὶ εἰδέναι τὸ συνοῖσον ἑκάστῃ βούλῃ καὶ μὴ διαμαρτάνειν, ἀλλὰ καθάπερ οἱ μουσικοὶ καὶ οἱ γεωμέτραι καὶ οἱ κυβερνῆται περὶ τῶν ἰδίων ἔργων τεχνικῶς​13 σκέπτονται καὶ ἅπαντες οἱ περί τι δεινοί, καὶ συνεῖναι περὶ αὐτῶν ἱκανοί​14 εἰσιν, οὕτω δὴ​15 καὶ ἡμεῖς περὶ τῶν ἰδίων ἱκανοὶ ὦμεν βουλεύεσθαι καὶ λέγειν. 8 ἄτοπον γὰρ τοὺς μὲν ἀρτιάζοντας σύνεσιν ἐπιδείκνυσθαι, καὶ ταῦτα εἰκάζοντας καὶ μὴ ὁρῶντας τοῦτο περὶ οὗ ἀποφαίνονται, τοὺς δὲ περὶ πραγμάτων βουλευομένους μήτε ξύνεσιν μήτε ἐπιστήμην μήτε ἐμπειρίαν ἐπιδείκνυσθαι, καὶ τούτων ἐνίοτε τῶν μεγίστων ὄντων, περὶ ὁμονοίας καὶ φιλίας οἰκιῶν καὶ πόλεων καὶ περὶ εἰρήνης καὶ πολέμου καὶ περὶ κατοικισμοῦ καὶ περὶ κατοικίσεως, περί τε παίδων καὶ περὶ γυναικῶν.


The Loeb Editor's Notes:

1 πολλὰς ὥρας Cobet: πολλαῖς ὥραις.

2 The phrase ἢ αὐτὸ δὴ τὸ βουλεύεσθαι was deleted by Emperius, followed by Arnim and Budé, as being a repetition of the preceding. It may well be, however, Dio's own closer definition of the problem: ἢ ὅ τι U,  omitted by M.

3 after οὐδὲ deleted by Reiske.

4 The phrase μὴ ἄρα τοῦτο ᾗ τὸ βουλεύεσθαι of the MSS. was deleted by Arnim followed by Budé. ἄρα Emperius: ἆρα.

5 added by Wegehaupt.

6 Sonny would add ἢ τοσοῦτον.

7 ἀγνοοῦμεν Emperius: ποιῦμεν.

8 ἔστιν Dindorf: ἐοτὶ.

9 πῶς; δυνάμεθα Capps: πῶς δυνάμεθα.

10 ὄντι added by Capps.

11 ὅστις ἄρα Wilamowitz: ἄρα ὅστις.

12 οὔτε . . . οὔτε Emperius: οὐδὲ . . . οὐδὲ.

13 τεχνικῶς or μετὰ τέχνης Cohoon: ἀτεχνῶς.

14 ἱκανοὶ added by Reiske.

15 δὴ Emperius: δεῖ M, δὲ UB.


[image ALT: Valid HTML 4.01.]

Page updated: 26 Oct 10