[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1932

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!


[image ALT: link to next section]
Λόγος δ´

(Vol. I) Δίων Χρυσόστομος
Λόγοι

p104 3. ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ Γ

1 Σωκράτης Ἀθήνησι, πρεσβύτης ἀνὴρ καὶ πένης, ὃν καὶ σὺ γιγνώσκεις ἀκοῇ πρὸ πάνυ πολλῶν ἐτῶν γενόμενον, πυθομένου τινὸς εἰ εὐδαίμονα νομίζοι τὸν Περσῶν βασιλέα, Τυχόν, εἶπεν, εὐδαίμων· οὐκ ἔφη δὲ αὐτὸς εἰδέναι διὰ τὸ μὴ συγγενέσθαι αὐτῷ μηδὲ γιγνώσκειν ὁποῖός ἐστι τὴν διάνοιαν, ὡς οὐκ ἀλλαχόθεν οἶμαι γιγνόμενον τὸ εὐδαιμονεῖν, ἀπὸ χρυσωμάτων ἢ πόλεων ἢ χώρας ἢ ἄλλων ἀνθρώπων, ἑκάστῳ δὲ παρά τε αὑτοῦ καὶ τῆς αὑτοῦ διανοίας.

2 Ὁ μὲν οὖν Σωκράτης, ὅτι ἐτύγχανεν ἄπειρος ὢν τοῦ Πέρσου τῆς ψυχῆς, ἄπειρος ἡγεῖτο εἶναι καὶ τῆς εὐδαιμονίας αὐτοῦ. ἐγὼ δέ, ὦ γενναῖε αὐτοκράτορ, παραγέγονά σοι καὶ τυχὸν οὐδενὸς ἧττον ἔμπειρός εἰμι τῆς σῆς φύσεως, ὅτι τυγχάνεις χαίρων ἀληθείᾳ καὶ παρρησίᾳ μᾶλλον ἢ θωπείᾳ καὶ ἀπάτῃ. 3 αὐτίκα τὰς μὲν ἀλόγους ἡδονὰς ὑποπτεύεις καθάπερ ἀνθρώπους κόλακας, τοὺς δὲ πόνους ὑπομένεις, ἐλέγχους ὑπολαμβάνων εἶναι τῆς ἀρετῆς. ἐπειδὴ δὲ ὁρῶ σε, αὐτοκράτορ, ἐντυγχάνοντα τοῖς παλαιοῖς ἀνδράσι καὶ συνιέντα φρονίμων καὶ ἀκριβῶν λόγων, φημὶ δὴ σαφῶς ἄνδρα εἶναι μακάριον, τὸν μεγίστην μὲν ἔχοντα p106δύναμιν μετὰ τοὺς θεούς, κάλλιστα δὲ τῷ δύνασθαι χρώμενον. 4 ᾧ γὰρ ἐξὸν ἁπάντων μὲν ἀπολαύειν1 τῶν ἡδέων, μηδενὸς δὲ πειρᾶσθαι τῶν ἐπιπόνων, ῥᾳθυμοῦντα δὲ ὡς οἷόν τε βιοτεύειν, συνελόντι δὲ εἰπεῖν, πράττοντα ὅ τι βούλεται, οὐ μόνον κωλύοντος οὐδενὸς2 ἀλλὰ καὶ ἐπαινούντων ἁπάντων, οὗτος ὁ ἀνήρ, 5 ὅταν ᾗ νομιμώτερος μὲν δικαστὴς τῶν κατὰ κλῆρον δικαζόντων, ἐπιεικέστερος δὲ βασιλεὺς τῶν ὑπευθύνων ἐν ταῖς πόλεσιν ἀρχόντων, ἀλκιμώτερος3 δὲ στρατηγὸς τῶν ἑπομένων στρατιωτῶν, φιλοπονώτερος δὲ ἐν ἅπασι τοῖς ἔργοις τῶν ὑπ᾽ ἀνάγκης πονούντων, ἔλαττον δὲ βουλόμενος τρυφᾶν τῶν μηδεμιᾶς εὐπορούντων τρυφῆς, εὐνούστερος δὲ τοῖς ὑπηκόοις τῶν φιλοτέκνων πατέρων, φοβερώτερος δὲ τοῖς πολεμίοις τῶν ἀνικήτων καὶ ἀμάχων θεῶν, πῶς οὐκ ἂν εἴποι τις τοῦδε τοῦ ἀνδρὸς ἀγαθὸν εἶναι τὸν δαίμονα, οὐκ αὑτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι;

6 Τῶν μὲν γὰρ πολλῶν ἀνθρώπων, ἢ4 ἰδιωτῶν ἢ5 μικρὰν τινα ἀρχὴν ἐχόντων, ὀλίγος ὁ δαίμων καὶ μόνου τοῦ ἔχοντος· ὅτῳ δ᾽ ἂν παμπληθεῖς μὲν ὑπακούωσι πόλεις, πάμπολλα δὲ ἔθνη κυβερνᾶται διὰ τῆς ἐκείνου γνώμης, ἀνήριθμα δὲ φῦλα ἀνθρώπων καὶ ἄμικτα ἀλλήλοις ἀποβλέπῃ πρὸς μίαν φρόνησιν, πάντων δὲ οὗτος ἀνθρώπων γίγνεται σωτὴρ καὶ φύλαξ, ἄνπερ ᾗ τοιοῦτος. 7 τοῦ γὰρ πάντων ἄρχοντος καὶ κρατοῦντος ἡ μὲν φρόνησις ἱκανὴ καὶ τοὺς ἄφρονας ὠφελεῖν· βουλεύεται γὰρ ὁμοίως ὑπὲρ πάντων. ἡ δὲ p108σωφροσύνη καὶ τοὺς ἀκολαστοτέρους σωφρονεστέρους ποιεῖ· ἐφορᾷ γὰρ ὁμοίως ἅπαντας. ἡ δὲ δικαιοσύνη καὶ τοῖς ἀδίκοις αὑτῆς μεταδίδωσιν· ἡ δὲ ἀνδρεία καὶ τοὺς ἧττον εὐψύχους οὐ μόνον σῴζειν, ἀλλὰ καὶ θαρραλεωτέρους ποιεῖν δύναται. 8 οὔτε γὰρ δειλὸς οὕτως ἄγαν οὐδεὶς ὥστε μὴ θαρρεῖν ἐπόμενος μέθ᾽ οὐ τὸ6 νικᾶν ἕτοιμον, οὔτε ἐπὶ τοσοῦτον ἀνειμένος ὥστε ῥᾳθυμεῖν προσταττόμενον7 ὁρῶν ᾧ μόνον τὸ προστάττειν ἔνειμεν ὁ θεός, οὐδ᾽ αὖ σφόδρα οὕτως ἀναίσχυντος ὥστε πονοῦντι8 ὑπὲρ9 ἑτέρων παρὼν ᾧ τὸ πονεῖν οὐκ10 ἀναγκαῖον, τούτῳ δὲ μὴ συμπονεῖν ἐθέλειν. 9 δοκεῖ μοι καὶ Ὅμηρος αὐτὸ τοῦτο φράζειν· μνησθεὶς γὰρ τοῦ χρηστοῦ βασιλέως, ἐπὶ πᾶσιν εἴρηκεν,

ἀρετῶσι δὲ λαοὶ ὑπ᾽ αὐτοῦ.

ὁ γὰρ τοιοῦτος βασιλεὺς τοῖς μὲν ἄλλοις καλὸν κτῆμα τὴν ἀρετὴν νενόμικεν, αὑτῷ δὲ καὶ ἀναγκαῖον. 10 τίνι μὲν γὰρ δεῖ πλείονος φρονήσεως ἢ τῷ βουλευομένῳ περὶ τῶν μεγίστων; τίνι δὲ ἀκριβεστέρας δικαιοσύνης ἢ τῷ μείζονι τῶν νόμων; τίνι δὲ σωφροσύνης ἐγκρατεστέρας ἢ ὅτῳ πάντα ἔξεστι; τίνι δὲ ἀνδρείας ἰσχυροτέρας ἢ ὑφ᾽ οὗ πάντα σῴζεται; 11 τίνα δὲ μᾶλλον εὐφραίνει τὰ ἔργα τῆς ἀρετῆς ἢ τὸν σύμπαντας ἀνθρώπους θεατὰς καὶ μάρτυρας ἔχοντα τῆς αὑτοῦ ψυχῆς; ὥστε μήποτε πράξαντι μηδὲν οἷόν τε λαθεῖν, οὐ μᾶλλον ἢ τῷ ἡλίῳ πορεύεσθαι διὰ σκότους· p110πάντα γὰρ τἄλλα ἀναφαίνων πρῶτον ἑαυτὸν ἐπιδείκνυσι.

12 Λέγω δὲ ταῦτα οὐκ ἀγνοῶν ὅτι τὰ ῥηθέντα νῦν ὑπ᾽ ἐμοῦ ἐν πλείονι χρόνῳ ἀνάγκη λέγεσθαι· ἀλλ᾽ οὐκ ἔστι δέος μήποτε ἐγὼ φανῶ τι κολακείᾳ λέγων· οὐ γὰρ ὀλίγην οὐδὲ ἐν ὀλίγῳ χρόνῳ δέδωκα βάσανον τῆς ἐλευθερίας. 13 εἰ δὲ ἐγὼ πρότερον μὲν ὅτε πᾶσιν ἀναγκαῖον ἐδόκει ψεύδεσθαι διὰ φόβον, μόνος ἀληθεύειν ἐτόλμων, καὶ ταῦτα κινδυνεύων ὑπὲρ τῆς ψυχῆς, νῦν δέ, ὅτε πᾶσιν ἔξεστι τἀληθῆ λέγειν, ψεύδομαι, μηδενὸς κινδύνου παρεστῶτος, οὐκ ἂν εἰδείην οὔτε παρρησίας οὔτε κολακείας καιρόν.

14 Καίτοι σύμπαντες11 οἱ πράττοντες ὁτιοῦν ἑκόντες ἢ χρημάτων ἕνεκα πράττουσιν ἢ δόξης ἢ δι᾽ ἡδονήν τινα ἄλλην ἢ λοιπὸν οἶμαι δι᾽ ἀρετὴν καὶ τὸ καλὸν αὐτὸ τιμῶντες. 15 ἐγὼ δὲ χρήματα μὲν λαβεῖν παρ᾽ οὐδενὸς πώποτε ἠξίωσα, πολλῶν δοῦναι βουλομένων, τῶν ἐμαυτοῦ δὲ ὀλίγων ὑπαρχόντων οὐ μόνον μεταδιδοὺς ἑτέροις, ἀλλὰ καὶ ῥίπτων φανήσομαι πολλάκις. 16 ἡδονὴν δὲ ποῖαν ἐθηρώμην, ὁπότε καὶ τῷ κολάκων οἱ φανερῶς πεποιημένοι τέχνην ταύτην ὁμολογοῦσιν ἁπάντων ἀηδέστατον12 τὸ κολακεύειν; πῶς γὰρ ἡδύ, ἵν᾽ ἄλλον ἀδίκως ἐπαινῇ τις, αὐτὸν δικαίως ψέγεσθαι;

17 Καὶ μὴν οὐδὲ ἔνδοξον οὐδὲ καλὸν εἶναι δοκεῖ τὸ κολακεύειν, ἵνα τιμῆς ἕνεκεν ἢ δι᾽ ἀρετήν τις τοῦτο ἐπιτηδεύῃ. πασῶν γὰρ ὡς ἔπος εἰπεῖν τῶν κακιῶν αἰσχίστην τις ἂν εὕροι τὴν κολακείαν. p11218 πρῶτον μὲν γὰρ τὸ κάλλιστον καὶ δικαιότατον διαφθείρει, τὸν ἔπαινον, ὥστε μηκέτι δοκεῖν πιστὸν μηδὲ ἀληθῶς γιγνόμενον, καὶ τό γε πάντων δεινότατον, τὰ τῆς ἀρετῆς ἔπαθλα τῇ κακίᾳ δίδωσιν. ὥστε πολὺ χεῖρον δρῶσι τῶν διαφθειρόντων τὸ νόμισμα· οἱ μὲν γὰρ ὕποπτον ποιοῦσι τὸ νόμισμα, οἱ δὲ τὴν ἀρετὴν ἄπιστον.

19 Ἔπειτα δὲ οἶμαι ἀεί13 ποτε μὲν ὁ πονηρὸς ἀνόητος λέγεται καὶ ἔστιν ὄντως, τῷ δὲ ἄφρονι πάντας ὑπερβέβληκεν ὁ κόλαξ. μόνος γὰρ τῶν ἀφανιζόντων τὴν ἀλήθειαν πρὸς ἐκείνους θαρρεῖ τὰ ψευδῆ λέγειν τοὺς μάλιστα εἰδότας ὅτι ψεύδεται. τίς γὰρ ἄπειρός ἐστι τῶν ἑαυτοῦ πραγμάτων; ἢ τίς ἠλίθιος οὕτως ὅστις οὐκ οἶδε πότερον πόνοις ἢ ῥᾳθυμίᾳ χαίρει καὶ πότερον ἥδεται πλέον ἔχων ἢ τὰ δίκαια πράττων καὶ πότερον ἡδονῶν ἥττων ἐστὶν ἢ τῶν καλῶν πράξεων ἐραστής;

20 Καὶ τοίνυν ὁ μάλιστα οἴεται, χαρίζεσθαι τοῖς ἐπαινουμένοις, ἐμοὶ δοκεῖ τούτου καὶ μάλιστα ἀποτυγχάνειν· τοὐναντίον γὰρ ἀπεχθάνεσθαι μᾶλλον ἢ χαρίζεσθαι τοῖς μὴ τελέως κούφοις. 21 αὐτίκα ὁ τὸν πένητα μακαρίζων ὡς πλούσιον αὐτὸς μὲν ψεύδεται, τῷ δὲ μακαριζομένῳ τὴν πενίαν ὀνειδίζει. πάλιν ὁ τὸν αἴσχιστον ὡς καλὸν ἐπαινῶν ἄλλο τι ἢ προφέρει τὸ αἶσχος αὐτῷ; ἢ ὁ τὸν ἀνάπηρον ὁλόκληρον εἶναι λέγων πῶς ἂν χαρίζοιτο ὑπομιμνήσκων τῆς ἀτυχίας; — ὁ δὲ αὖ τὸν ἀνόητον ὡς φρονίμων ὑμνῶν, οὗτος ἂν τυχὸν ἁπάντων εἴη πιθανώτερος διὰ τὴν ἄνοιαν τοῦ ἀκούοντος καὶ τοσούτῳ γε μείζονα p114ἐργάζεται βλάβην· ἀναπείθει γὰρ ὑπὲρ ἑαυτοῦ βουλεύεσθαι καὶ μὴ τοῖς φρονίμοις ἐπιτρέπειν. 22 ὁ μέντοι γε14 τὸν δειλὸν ὡς ἀνδρεῖον θαυμάζων, οὗτος δικαιότατα χρῆται τῇ ἀνοίᾳ τοῦ κολακευομένου· τάχιστα γὰρ ἂν οἶμαι ἀπόλοιτο πειθόμενος αὐτῷ καὶ τῆς ἀνδρείας τὰ ἔργα ἐπιχειρῶν. — 23 καθόλου δὲ φωραθεὶς μὲν ὁ κόλαξ οὐ καταγιγνώσκεται μόνον, ἀλλὰ καὶ μισεῖται· δοκεῖ γὰρ καταγελῶν λέγειν. πείσας δὲ ὡς ἀληθῶς λέγει οὐ μεγάλης τινὸς τυγχάνει χάριτος· τί γὰρ καὶ δοκεῖ χαρίζεσθαι τἀληθῆ λέγων; 24 πολύ γε μὴν πονηρότερός ἐστι τῶν ψευδομένων μαρτύρων· οἱ μὲν γὰρ οὐ διαφθείρουσι τὸν δικαστήν, ἀλλὰ μόνον ἐξαπατῶσιν, ὁ δὲ κολακεύων ἅμα δεκάζει τῷ ἐπαίνῳ.

25 Ἵνα δὲ μήτε ἐγὼ κολακείας αἰτίαν ἔχω τοῖς θέλουσι διαβάλλειν μήτε σὺ τοῦ κατ᾽ ὀφθαλμοὺς ἐθέλειν ἐπαινεῖσθαι, ποιήσομαι τοὺς λόγους ὑπὲρ τοῦ χρηστοῦ βασιλέως, ὁποῖον εἶναι δεῖ καὶ τίς ἡ διαφορὰ τοῦ προσποιουμένου μὲν ἄρχοντος εἶναι, πλεῖστον δὲ ἀπέχοντος ἀρχῆς καὶ βασιλείας. 26 εἰ δέ τις φήσει ἀεί15 με τοὺς αὐτοὺς ποιεῖσθαι λόγους, τοῦτο ἂν εἴη κοινὸν ἐμοὶ τὸ ἔγκλημα καὶ Σωκράτει. φασὶ γάρ ποτε Ἱππίαν τὸν Ἠλεῖον, διὰ χρόνου πλείονος ἀκούοντα τοῦ Σωκράτους περὶ δικαιοσύνης καὶ ἀρετῆς λέγοντος καὶ παραβάλλοντος, ὥσπερ εἴωθεν, τοὺς κυβερνήτας καὶ ἰατροὺς καὶ σκυτοτόμους καὶ κεραμέας, εἰπεῖν, ἅτε σοφιστήν, 27 Πάλιν σὺ ταῦτά, Σώκρατες; καὶ ὃς γελάσας ἔφη, Καὶ περὶ τῶν p116αὐτῶν. σὺ μὲν γάρ, ὡς ἔοικεν, ὑπὸ σοφίας οὐδέποτε ταῦτα περὶ τῶν αὐτῶν λέγεις, ἡμῖν16 δὲ ἓν τοῦτο δοκεῖ τῶν καλλίστων εἶναι. τοὺς μὲν γὰρ ψευδομένους οἴδαμεν πολλὰ καὶ ἀνόμοια λέγοντας, τοῖς δὲ ἀληθεύουσιν οὐχ οἷόν τε ἕτερα εἰπεῖν τῶν ἀληθῶν. 28 ἐγὼ δέ, εἰ μὲν ἑώρων ἄλλην ὑπόθεσιν σπουδαιοτέραν ἢ σοὶ μᾶλλον προσήκουσαν, ἐκείνην ἂν ἐπεχείρουν ποιήσασθαι. νῦν δὲ οὔτε ἰατρὸν ἄλλους τινὰς ἀκούειν ἢ λέγειν λόγους φαίην ἂν ὀρθῶς ἡ τοὺς περὶ ὑγιείας σώματος καὶ νόσου· οὗτοι γὰρ ὑγιεινοὶ καλοῦνται καὶ ἰατρικοί·17 οὔτε κυβερνήτην ἢ τοὺς περὶ ὡρῶν καὶ ἀνέμων καὶ ἄστρων· οὗτοι γὰρ κυβερνητικοὶ δικαίως λέγονται· οὔτε ἄρχοντα καὶ βασιλέα ἢ τοὺς περὶ ἀρχῆς τε καὶ διοικήσεως ἀνθρώπων.

29 Ὡς δὴ καὶ περὶ τούτων ἐνόμιζε Σωκράτης πειράσομαι εἰπεῖν. μετὰ γὰρ τὴν ἀπόκρισιν τὴν περὶ τῆς εὐδαιμονίας ἐπύθετο τοῦ Σωκράτους ὁ ἐκεῖνο τὸ ἐρώτημα ἐρωτήσας, 30 Ὦ Σώκρατες, ἔφη, τοῦτο μὲν ἐπίστασαι παντὸς μᾶλλον, ὅτι τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἐκεῖνός ἐστιν ἰσχυρότατος καὶ μηδὲ τῶν θεῶν αὐτῶν ἥττονα ἔχων δύναμιν, ᾧ γε ἔνεστι καὶ τὰ ἀδύνατα δοκοῦντα ποιῆσαι δυνατά, εἰ βούλοιτο, πεζεύεσθαι μὲν τὴν18 θάλατταν, πλεῖσθαι δὲ τὰ ὄρη, τοὺς δὲ ποταμοὺς ἐκλείπειν ὑπὸ ἀνθρώπων πινομένους. 31 ἢ οὐκ ἀκήκοας ὅτι Ξέρξης ὁ τῶν Περσῶν p118βασιλεὺς τὴν μὲν γῆν ἐποίησε θάλατταν, διελὼν τὸ μέγιστον τῶν ὁρῶν καὶ διαστήσας ἀπὸ τῆς ἠπείρου τὸν Ἄθω, διὰ δὲ τῆς θαλάττης τὸν πεζὸν στρατὸν ἄγων ἤλαυνεν ἐφ᾽ ἅρματος, ὥσπερ τὸν Ποσειδῶνά φησιν Ὅμηρος; καὶ τυχὸν ὁμοίως οἵ τε δελφῖνες καὶ τὰ κήτη κάτωθεν ὑπέπλει τὴν σχεδίαν, ὁπότε ἐκεῖνος ἤλαυνε.

32 Καὶ ὁ Σωκράτης, Οὐδὲ τοῦτό σοι ἔχω εἰπεῖν, εἴτε μέγιστον ὁ ταῦτα ποιῶν δύναται, καθάπερ σὺ λέγεις, εἴτε ἐλάχιστον ἢ τὸ παράπαν οὐδέν. αὐτίκα εἰ μὲν ἦν σώφρων καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ μετὰ γνώμης ἔπραττεν ὅσα ἔπραττεν, ἰσχυρὸν αὐτὸν ἡγοῦμαι καὶ μεγίστην ἔχειν τῷ ὄντι δύναμιν· 33 εἰ δὲ αὖ δειλὸς καὶ ἀνόητος καὶ ἀσελγὴς καὶ παράνομος καὶ δι᾽ ὕβριν ταῦτα ἐπιχειρῶν, τοὐναντίον ἔμοιγε ἀσθενέστερος εἶναι δοκεῖ τῶν σφόδρα πενήτων καὶ μηδὲ ἕνα τῆς κεκτημένων βῶλον, ὥστε διαθρύψαι μακέλλῃ τροφῆς ἕνεκεν, οὐχ ὅπως τὰ μέγιστα διαθρύπτειν ὄρη, καθάπερ σὺ φῄς. 34 ὁ γὰρ ἀδύνατος μὲν ὀργὴν ἐπικατασχεῖν, πολλάκις ὑπὲρ μικρῶν γιγνομένην, ἀδύνατος δὲ ἐπιθυμίαν παῦσαι τῶν αἰσχίστων, ἀδύνατος δὲ ἀπώσασθαι λύπην, ἐνίοτε μηδενὸς λυπηροῦ παρόντος, οὐ δυνάμενος δὲ ὑπομεῖναι πόνους, οὐδὲ τοὺς19 ἡδονῆς ἕνεκεν γιγνομένους, ἀδύνατος δὲ τῆς ψυχῆς ἀπελάσαι φόβον, οὐδὲν ὠφελοῦντα ἐν τοῖς δεινοῖς, ἀλλὰ τὰ μέγιστα βλάπτοντα, πῶς οὐκ ἀσθενὴς οὗτος σφόδρα, ἡττώμενος μὲν γυναικῶν, ἡττώμενος δὲ εὐνούχων; p12035 ἢ σὺ τοῦτον ἰσχυρὸν εἶναι λέγεις τὸν καὶ τοῦ μαλακωτάτου πάντων ἀσθενέστερον, ὕπνου; ὑφ᾽ οὗ ξυμποδισθείς, πολλάκις ἄνευ δεσμῶν, οὐχ ὅπως ἄλλοις, ἀλλ᾽ οὐδ᾽ ἑαυτῷ δύναται βοηθεῖν οὐδὲ ἐπίκουρον οὐδένα καλέσαι τῶν βουλομένων ἀμύνειν.

36 Ταῦτα δὲ ἀκούσας εἶπεν, Ἐκεῖνο μέντοι οἶσθα δήπου, ὦ Σώκρατες, ὅτι τῆς ἁπάσης οἰκουμένης τοῦ πλείστου καὶ ἀρίστου βασιλεύει μέρους. ἔξω γὰρ τῆς Ἑλλάδος καὶ τῆς Ἰταλίας καὶ τινων ὀλίγων ἐθνῶν ἄλλων τῶν κατὰ τὴν Εὐρώπην ξύμπαντα τἄλλα ὑφ᾽ ἑαυτῷ πεποίηται, 37 καὶ τῆς μὲν καλουμένης Ἀσίας ὅλης ἄρχει μέχρις Ἰνδῶν· πολλοὺς δὲ καὶ αὐτῶν φασιν ὑπακούειν· τῆς δὲ Λιβύης τοῦ πλείονος μέρους· ἐν δὲ τῇ Εὐρώπῃ Θρᾴκης καὶ Μακεδονίας· ἁπάντων τούτων κρατεῖ· ὅθεν δὴ καὶ μέγας βασιλεὺς κέκληται μόνος ἐκεῖνος.

38 Καὶ ὁ Σωκράτης εἶπεν, Ἀλλ᾽ οὐδὲ τοῦτο οἶδα ὅλως γε, εἰ βασιλεύς ἐστι τὴν ἀρχὴν20 οὐδεμιᾶς πόλεως ἢ κώμης. Σὺ ἄρα, εἶπε, μόνος ἀνήκοος εἶ τούτων ἃ πάντες ἴσασιν; Ἀκούω, ἔφη, πολλῶν λεγόντων ἃ σὺ λέγεις καὶ Ἑλλήνων καὶ βαρβάρων· ὃ δὲ οὐκ ἐᾷ με γιγνώσκειν ὃ λέγω, τοιοῦτόν ἐστιν· 39 οὐκ οἶδα, ὢ ἄριστε, εἰ νομίμως καὶ δικαίως τούτων ἁπάντων προέστηκε καὶ τοιοῦτος ὢν ὁποῖον εἴρηκα πολλάκις· εἰ μὲν γὰρ εὐγνώμων καὶ φιλάνθρωπος καὶ νόμιμος ὢν ἐπὶ σωτηρίᾳ καὶ τῷ συμφέροντι τῶν ἀρχομένων ἐπιμελεῖται, αὐτὸς πρῶτος εὐδαίμων καὶ φρόνιμος ὤν, καθάπερ εἶπον, καὶ τοῖς ἄλλοις μεταδιδοὺς p122τῆς21 αὑτοῦ εὐδαιμονίας, οὐ δίχα θεὶς τό τε αὑτοῦ καὶ τὸ τῶν ἀρχομένων συμφέρον, ἀλλὰ τότε χαίρων μάλιστα καὶ τότε νομίζων ἄριστα πράττειν, ὅταν ὁρᾷ καλῶς πράττοντας τοὺς ἀρχομένους, δυνάμει τι μέγιστός ἐστι καὶ βασιλεὺς ἀληθῶς· 40 εἰ δὲ φιλήδονος καὶ φιλοχρήματος καὶ ὑβριστὴς καὶ παράνομος, αὑτὸν οἰόμενος αὔξειν μόνον,22 ὡς ἂν πλεῖστα μὲν χρήματα κεκτημένος, μεγίστας δὲ καὶ πλείστας καρπούμενος ἡδονάς, ῥᾳθύμως δὲ διάγων καὶ ἀπόνως, τοὺς δὲ ὑπηκόους ἅπαντας ἡγούμενος δούλους καὶ ὑπηρέτας τῆς αὑτοῦ τρυφῆς, 41 οὐδὲ ποιμένος ἐπιεικοῦς ἔχων ἦθος, σκέπης καὶ νομῆς23 προνοούμενος τοῖς αὑτοῦ κτήνεσιν,24 ἔτι δὲ θήρας ἀπαμύνων καὶ φῶρας προφυλάττων, ἀλλ᾽ αὐτὸς25 πρῶτος διαρπάζων τε καὶ φθείρων καὶ τοῖς ἄλλοις ἐπιτρέπων, καθάπερ, οἶμαι, πολεμίων λείαν, οὐκ ἄν ποτε εἴποιμι τὸν τοιοῦτον ἄρχοντα ἢ αὐτοκράτορα ἢ βασιλέα, πολὺ δὲ μᾶλλον τύραννον καὶ λευστῆρα, ὥς ποτε προσεῖπεν ὁ Ἀπόλλων τὸν Σικυώνιον τύραννον, εἰ καὶ πολλὰς μὲν ἔχοι τιάρας, πολλὰ δὲ σκῆπτρα καὶ πολλοὶ26 ὑπακούειν αὐτῷ.

42 Τοιαῦτα μὲν ἐκεῖνος εἰώθει λέγειν, προτρέπων ἀεὶ πρὸς ἀρετὴν καὶ βελτίους ποιῶν καὶ ἄρχοντας καὶ ἰδιώτας.

Ὁμοία δὲ εἰρήκασι περὶ ἀρχῆς καὶ βασιλείας οἱ μετ᾽ αὐτόν, ὡς οἷόν τε ἑπόμενοι τῇ σοφωτάτῃ p124γνώμῃ. 43 αὐτὰ δὲ πρῶτα δηλοῖ τὰ ὀνόματα τὴν διαφορὰν τῶν πραγμάτων. λέγεται γὰρ ἡ μὲν ἀρχὴ νόμιμος ἀνθρώπων διοίκησις καὶ πρόνοια ἀνθρώπων κατὰ νόμον, βασιλεία δὲ ἀνυπεύθυνος ἀρχή,27 ὁ δὲ νόμος βασιλέως δόγμα. 44 ὁ δὲ τύραννος καὶ ἡ τυραννὶς ἐναντίον τούτοις βίαιος καὶ παράνομος χρῆσις28 ἀνθρώπων τοῦ δοκοῦντος ἰσχύειν πλέον.29

45 Τρία γὰρ εἰδῇ τὰ φανερώτατα πολιτειῶν ὀνομάζεται γιγνομένων κατὰ νόμον καὶ δίκην μετὰ δαίμονός τε ἀγαθοῦ καὶ τύχης ὁμοίας· μία μὲν ἡ πρώτη καὶ μάλιστα συμβῆναι δυνατή, περὶ ἧς ὁ νῦν λόγος, εὖ διοικουμένης πόλεως ἢ πλειόνων ἐθνῶν ἢ ξυμπάντων ἀνθρώπων ἑνὸς ἀνδρὸς ἀγαθοῦ γνώμῃ καὶ ἀρετῇ· δευτέρα δὲ ἀριστοκρατία καλουμένη, 46 οὔτε ἑνὸς οὔτε πολλῶν τινων, ἀλλὰ ὀλίγων τῶν ἀρίστων ἡγουμένων, πλεῖον ἀπέχουσα ἤδη τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος· τοῦτο ἔμοιγε δοκεῖ καὶ Ὅμηρος εἰπεῖν διανοηθείς,

οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,

εἷς βασιλεύς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω.

47 τρίτη δὲ πασῶν ἀδυνατωτάτη σχεδὸν ἡ σωφροσύνῃ καὶ ἀρετῇ δήμου προσδοκῶσά ποτε p126εὑρήσειν κατάστασιν ἐπιεικῆ καὶ νόμιμον, δημοκρατία προσαγορευομένη, ἐπιεικὲς ὄνομα καὶ πρᾷον, εἴπερ ἦν δυνατόν.

48 Τρισὶ δὲ ταύταις ὥσπερ εἴρηται πολιτείαις τρεῖς ἐναντίαι καὶ παράνομοι διαφθοραί, ἡ μὲν πρώτη30 τυραννίς, ἑνὸς ὕβρει καὶ βίᾳ τοῦ κακίστου τῶν ἄλλων ἀπολλυμένων· ἡ δὲ μετ᾽ ἐκείνην ὀλιγαρχία σκληρὰ καὶ ἄδικος, πλεονεξίᾳ πλουσίων τινῶν καὶ πονηρῶν ὀλίγων ἐπὶ τοὺς πολλοὺς καὶ ἀπόρους συστᾶσα· 49 ἡ δὲ ἑξῆς ποικίλη καὶ παντοδαπὴ φόρα πλήθους οὐδὲν εἰδότος ἁπλῶς, ταραττομένου δὲ ἀεὶ καὶ ἀγριαίνοντος ὑπὸ ἀκολάστων δημαγωγῶν ὥσπερ κλύδωνος ἀγρίου καὶ χαλεποῦ ὑπὸ ἀνέμων σκληρῶν μεταβαλλομένου.

Τούτων μὲν οὖν ὁ λόγος ἄλλως31 ἐπεμνήσθη, πολλὰ παθήματα καὶ συμφορὰς ἑκάστης αὐτῶν ἐκ τοῦ πρότερον χρόνου δεῖξαι δυνάμενος· 50 περὶ δὲ τῆς εὐδαίμονός τε καὶ θείας καταστάσεως τῆς νῦν ἐπικρατούσης χρὴ διελθεῖν ἐπιμελέστερον. πολλαὶ μὲν οὖν εἰκόνες ἐναργεῖς καὶ παραδείγματα οὐκ ἀμυδρὰ τῆσδε τῆς ἀρχῆς, ἔν τε ἀγέλαις καὶ σμήνεσι διασημαινούσης τῆς φύσεως τὴν κατὰ φύσιν τοῦ κρείττονος τῶν ἐλαττόνων ἀρχὴν καὶ πρόνοιαν· οὐ μὴν φανερώτερον ἂν32 οὐδὲ κάλλιον ἕτερον γένοιτο τῆς τοῦ παντὸς ἡγεμονίας, ἢ ὑπὸ τῷ πρώτῳ τε καὶ ἀρίστῳ θεῷ.33

p128 51 Τοιοῦτος34 δὲ ὢν πρῶτον μέν ἐστι θεοφιλής, ἅτε τῆς μεγίστης τυγχάνων παρὰ θεῶν τιμῆς καὶ πίστεως. καὶ πρῶτόν γε καὶ μάλιστα θεραπεύσει τὸ θεῖον, οὐχ ὁμολογῶν μόνον, ἀλλὰ καὶ πεπεισμένος εἶναι θεούς, ἵνα δὴ καὶ αὐτὸς ἔχῃ τοὺς κατ᾽ ἀξίαν ἄρχοντας. 52 ἡγεῖται δὲ τοῖς ἄλλοις ἀνθρώποις συμφέρειν τὴν αὑτοῦ πρόνοιαν οὕτως ὡς αὑτῷ τὴν ἐκείνων ἀρχήν. καὶ μὴν ἐκεῖνο ἑαυτῷ συνειδὼς ὡς οὔποτε δῶρον δέξεται παρὰ κακῶν ἀνδρῶν, οὐδὲ τοὺς θεοὺς ἀναθήμασιν οὐδὲ θυσίαις οἴεται χαίρειν τῶν ἀδίκων ἀνδρῶν, παρὰ μόνων δὲ τῶν ἀγαθῶν προσίεσθαι τὰ δεδομένα. τοιγαροῦν θεραπεύειν ἀφθόνως αὐτοὺς σπουδάσει καὶ τούτοις· ἐκείνοις γε μὴν οὐδέποτε παύσεται τιμῶν, τοῖς καλοῖς ἔργοις καὶ ταῖς δικαίαις πράξεσιν. ἕκαστόν γε μὴν τῶν θεῶν ἱλάσκεται κατὰ35 δύναμιν. 53 ἡγεῖται δὲ τὴν μὲν ἀρετὴν ὁσιότητα, τὴν δὲ κακίαν πᾶσαν ἀσέβειαν. εἶναι γὰρ ἐναγεῖς καὶ ἀλιτηρίους οὐ μόνον τοὺς τὰ ἱερὰ συλῶντας ἢ λέγοντάς τι βλάσφημον περὶ τῶν θεῶν, ἀλλὰ πολὺ μᾶλλον τοὺς τε δειλοὺς καὶ ἀδίκους καὶ ἀκρατεῖς καὶ ἀνοήτους καὶ καθόλου τοὺς ἐναντίον τι πράττοντας τῇ τε δυνάμει καὶ βουλήσει τῶν θεῶν. 54 οὐ μόνον δὲ ἡγεῖται θεούς, ἀλλὰ καὶ δαίμονας καὶ ἥρωας ἀγαθοὺς τὰς τῶν ἀγαθῶν ἀνδρῶν ψυχὰς μεταβαλούσας ἐκ τὴν θνητῆς φύσεως· τοῦτο δὲ βέβαιοι τὸ δόγμα οὐχ ἥκιστα χαριζόμενος αὑτῷ.

55 Τήν τε τῶν ἀνθρώπων ἐπιμέλειαν οὐ πάρεργον οὐδὲ ἀσχολίαν ἄλλως νενόμικεν, βαρυνόμενος οἶμαι τὰς φροντίδας, ἀλλὰ ἔργον αὑτοῦ καὶ p130τέχνην ταύτην. καὶ ὅταν μὲν ἄλλο τι ποίῇ, οὐδὲν ἡγεῖται σπουδαῖον οὐδὲ τῶν αὑτοῦ πράττειν· ὅταν δὲ ἀνθρώπους ὠφελῇ, τότε νομίζει τὸ προσῆκον ἀποτελεῖν, ἅτε ὑπὸ τοῦ μεγίστου θεοῦ ταχθεὶς ἐπὶ τοῦτο τὸ ἔργον, ᾧ ἀπειθεῖν οὐ θέμις οὐδὲν οὐδὲ ἄχθεσθαι, ἅτε προσηκούσας αὑτῷ νομίζων τὰς ἐργασίας. 56 οὐδεὶς γὰρ οὕτω μαλακὸς οὐδὲ φιλήδονος ὃς οὐχ ἥδεται τῇ αὑτοῦ πράξει κἂν τύχῃ ἐπίπονος. ὡς ἥκιστα μὲν κυβερνήτης ἂν36 ἀχθεσθείη τοῖς ἐν θαλάττῃ πόνοις, ἥκιστα δὲ γεωργὸς τοῖς περὶ γεωργίαν ἔργοις, ἥκιστα δὲ κυνηγέτης οἷς δεῖ37 θηρῶντα κάμνειν· καίτοι σφόδρα μὲν ἐπίπονον γεωργία, σφόδρα δὲ κυνηγέσια. 57 οὐ μὴν ἀπαξιοῖ τὸ κάμνειν καὶ ἐνοχλεῖσθαι τῶν ἄλλων ἕνεκεν, οὐδὲ ταύτῃ χεῖρον πράττειν νενόμικεν, ἐὰν δέῃ πλείστους αὐτὸν ἀνέχεσθαι πόνους καὶ πλεῖστα πράγματα ἔχειν. ὁρᾷ γὰρ καὶ τὸν ἥλιον οὐδενὸς ἐλάττω τῶν θεῶν ὄντα οὐκ ἀχθόμενον, εἰ σωτηρίας ἕνεκεν ἀνθρώπων καὶ βίου τὸν αἰῶνα διαπράττεται πάντα ὅσα πράττει.

5838 Καὶ τοίνυν τὴν μὲν ἀνδρείαν καὶ τὴν ἐγκρατείαν καὶ τὴν φρόνησιν ἀναγκαίας νομίζει καὶ τοῖς ἀμελοῦσι τοῦ δικαίου καὶ βουλομένοις τυραννεῖν, εἰ μὴ τάχιστα ἀπολοῦνται, ἀλλὰ καὶ μᾶλλον ἔτι τούτων ὁρᾷ δεομένους αὐτούς, 59 ὅσῳ δὲ πλείους μὲν ἔχει τοὺς μισοῦντας, πλείους δὲ τοὺς ἐπιβουλεύοντας, οὐδένα δὲ πιστὸν οὐδὲ κηδόμενον, τοσούτῳ γε μᾶλλον, εἰ σωθήσεταί τινα χρόνον, καὶ ἀγρυπνητέον εἶναι καὶ φροντιστέον, p132ὡς39 ἀμυνόμενόν τε μὴ ἡττᾶσθαι τῶν πολεμίων καὶ ἐπιβουλευόμενον μὴ ἀγνοεῖν τοὺς ἐπιβουλεύοντας, καὶ τῶν ἡδονῶν ἀφεκτέον καὶ γαστρὶ καὶ ὕπνῳ καὶ ἀφροδισίοις ἐλάχιστα προσεκτέον ἢ40 τῷ φιλουμένῳ μὲν ὑπὸ πάντων, μηδένα δὲ ἔχοντι ἐπιβουλεύοντα.

60 Εἰ δὲ δεῖ τὰς αὐτὰς μὲν φροντίδας ἔχειν ἢ καὶ41 πλείους, πολὺ δὲ μείζους ἀσχολίας, ὁμοίως δὲ εὐλαβεῖσθαι τὰς ἡδονάς, ὁμοίως δὲ τοὺς κινδύνους ὑπομένειν, πόσῳ γε κρεῖττον μετὰ δικαιοσύνης καὶ ἀρετῆς ἢ μετὰ πονηρίας καὶ ἀδικίας πάντα ταῦτα ἐπιτηδεύειν, καὶ μετὰ ἐπαίνου φαίνεσθαι τοιοῦτον ἢ μετὰ ψόγου, ἀγαπώμενον μὲν ὑπὸ ἀνθρώπων, ἀγαπώμενον δὲ ὑπὸ θεῶν, ἢ τοὐναντίον μισούμενον; 61 καὶ τοίνυν τὸ μὲν παρὸν βραχύ τι τῷ ἀνθρώπῳ καὶ ἀσυλλόγιστον, κατέχει δὲ τοῦ βίου τὸ πλεῖστον ἡ μνήμη τῶν προγεγονότων καὶ ἡ τῶν μελλόντων ἐλπίς. πότερον οὖν τοῖν ἀνδροῖν ἡγούμεθα εὐφραίνειν τὴν μνήμην42 καὶ πότερον ἀνιᾶν, καὶ πότερον θαρρύνειν τὰς ἐλπίδας καὶ πότερον ἐκπλήττειν; οὐκοῦν καὶ ἡδίονα ἀνάγκην τὸν βίον εἶναι τοῦ ἀγαθοῦ βασιλέως.

62 Ὁρᾷς γὰρ ὅτι πανταχοῦ τὸ βέλτιον τοῦ ἥττονος ἔταξεν ὁ θεὸς προνοεῖν τε καὶ ἄρχειν, οἷον τέχνην μὲν ἀτεχνίας, ἀσθενείας δὲ δύναμιν, τοῦ δὲ ἀνοήτου τὸ φρόνιμον προνοεῖν καὶ προβουλεύειν ἐποίησεν. ἐν πάσαις δὲ ταύταις ταῖς ἐπιμελείαις τὸ ἄρχειν οὐδαμῶς ῥᾴθυμὸν, ἀλλὰ ἐπίπονον, οὐδὲ πλεονεκτοῦν ἀνέσεως καὶ σχολῆς, p134ἀλλὰ φροντίδων καὶ πόνων. 63 αὐτίκα ἐν νηὶ ἐπιβάταις ἔξεστιν ἀμελεῖν καὶ μηδὲ ὁρᾶν τὴν θάλατταν, ἀλλὰ μηδὲ ὅποι γῆς εἰσι, τὸ τοῦ λόγου, τοῦτο εἰδέναι· καὶ πολλοὶ τὸν τρόπον τοῦτον πλέουσι ταῖς εὐδίαις, οἱ μὲν πεττεύοντες, οἱ δὲ ᾄδοντες, οἱ δὲ εὐωχούμενοι δι᾽ ἡμέρας· ὅταν δὲ καταλάβῃ χειμών, ἐγκαλυψάμενοι περιμένουσι τὸ συμβησόμενον· οἱ δέ τινες καθυπνώσαντες οὐδὲ ἀνέστησαν, ἕως ἐγένοντο ἐν τῷ λιμένι. 64 τῷ κυβερνήτῃ δὲ ἀνάγκη μὲν ὁρᾶν πρὸς τὸ πέλαγος, ἀνάγκη δὲ ἀποβλέπειν εἰς τὸν οὐρανόν, ἀνάγκη δὲ προσκοπεῖν τὴν γῆν· οὐ μὴν οὐδὲ τὰ ἐν τῷ βυθῷ χρὴ λανθάνειν αὐτόν, ἢ λήσεται περιπεσὼν ὑφάλοις πέτραις ἢ ἀδήλοις ἕρμασι· 65 μόνῳ δὲ ἐκείνῳ τῆς μὲν νυκτὸς ἧττον ἔξεστι καθυπνῶσαι ἢ τοῖς νυχευομένοις·43 ἡμέρας δὲ εἴ πού τι βραχὺ κλέψειε τοῦ ὕπνου, καὶ τοῦτο μετέωρον καὶ ἀμφίβολον, ὡς ἀναβοᾷ44 πολλάκις ἢ τὸ ἱστίον στέλλειν ἢ παράγειν τὸ πηδάλιον ἢ ἄλλο τι τῶν ναυτικῶν· ὥστε καὶ κοιμώμενος ἐκεῖνος μᾶλλον ἐπιμελεῖται τῆς νεὼς ἢ τῶν ἄλλων οἱ σφόδρα ἐγρηγορότες.

66 Ἔν γε μὴν τῷ στρατεύεσθαι τῶν μὲν στρατιωτῶν ἕκαστος αὑτῷ μόνῳ ἐπιμελεῖται καὶ ὅπλων καὶ τροφῆς, καὶ ταῦτα οὐ πορίζων, ἀλλ᾽ ἕτοιμα ἀξίων ἔχειν· μόνης δὲ φροντίζει τῆς ὑγιείας τῆς ἑαυτοῦ, μόνης δὲ τῆς σωτηρίας. 67 τῷ στρατηγῷ δὲ ἔργον ἐστὶν ἅπαντας μὲν ὡπλίσθαι καλῶς, ἅπαντας δὲ εὐπορεῖν σκέπης, οὐ μόνον δὲ τὰς τῶν ἀνθρώπων γαστέρας πληροῦν, ἀλλὰ καὶ τὰς τῶν ἵππων· ἐὰν δὲ μὴ πάντες ἔχωσι τὰ ἐπιτήδεια, πολὺ μᾶλλον ἄχθεται ἢ αὐτὸς p136νοσῶν· σωτηρίαν γε μὴν τὴν ἐκείνων οὐ περὶ ἐλάττονος ποιεῖται τῆς αὑτοῦ. καὶ γὰρ δὴ νικᾶν μὲν ἀδύνατον ἄνευ σωτηρίας τῶν στρατιωτῶν· ὑπὸ δὲ τῆς νίκης πολλοὶ τῶν ἀγαθῶν καὶ ἀποθνῄσκειν αἱροῦνται.

68 Πάλιν δὲ καθ᾽ ἕκαστον ἡμῶν τὸ μὲν σῶμα, ἅτε ἀνόητον, οὐδὲ αὑτῷ βοηθεῖν ἱκανόν ἐστιν οὐδὲ ὑπὲρ αὑτοῦ φροντίζειν πέφυκεν, ὅ γε45 τῆς ψυχῆς ἀπολιπούσης οὐδὲ ὀλίγον δύναται διαμένειν, ἀλλὰ παραχρῆμα λύεται καὶ ἀπόλλυται· ἡ ψυχὴ δὲ ὑπὲρ ἐκείνου πάσας μὲν φροντίδας φροντίζει, πάσαις δὲ ἐπινοίαις σκύλλεται46 καὶ πολλὰ μὲν ἀνιᾶται λυπουμένου.47 69 καὶ τὸ μὲν σῶμα παρούσης αὐτῆς μόνον αἰσθάνεται τῆς ἀλγηδόνος· ἡ ψυχὴ δὲ πρὶν ἢ γενέσθαι τὴν ἀλγηδόνα ἀνιᾶται, πολλάκις δὲ καὶ μὴ μελλούσης γίγνεσθαι, δι᾽ ὀρρωδίαν. θανάτου δὲ σῶμα μὲν οὐδέποτε ᾔσθετο· ψυχὴ δὲ καὶ τούτου48 συνίησι, καὶ πολλὰ πάσχει ῥυομένη μὲν ἐκ νοσῶν τὸ σῶμα, ῥυομένη δὲ ἐκ πολέμων, ῥυομένη δὲ ἐκ χειμῶνος, ῥυομένη δὲ ἐκ θαλάσσης. οὕτω πανταχῇ ἐπιπονώτερον ψυχὴ καὶ ταλαιπωρότερον σώματος, ὅμως δὲ θειότερον καὶ βασιλικώτερον.

70 Καὶ μὴν τῶν γε ἀνθρώπων πᾶς ἂν ὁμολογήσειεν ὡς ἰσχυρότερον καὶ ἡγεμονικώτερον ἀνὴρ γυναικός. ἀλλ᾽ ἐκείναις μὲν τὰ πολλὰ τῶν ἔργων κατ᾽ οἰκίαν ἐστί, καὶ ἄπειροι μὲν ὡς τὸ πολὺ χειμώνων διατελοῦσιν, ἄπειροι δὲ πολέμων, ἄπειροι δὲ κινδύνων. 71 τοῖς δὲ ἀνδράσι προσήκει μὲν στρατεύεσθαι, προσήκει δὲ ναυτιλίας p138ποιεῖν,49 ἀνάγκη δὲ ἐν ὑπαίθρῳ τὰ ἔργα διαπονεῖν. ἀλλ᾽ οὐ διὰ τοῦτο μᾶλλον ἄν τις μακαρίσειε τῶν ἀνδρῶν τὰς γυναῖκας. 72 ὅσοι δ᾽ αὖ δι᾽ ἀσθένειάν τε καὶ μαλακίαν ἐζήλωσαν τὸν ἐκείνων βίον, ὥσπερ Σαρδαναπάλλος, διαβόητοι μέχρι νῦν εἰσιν ἐπὶ τοῖς αἰσχροῖς.

73 Τὸ δὲ μέγιστον, ὁρᾷς τὸν ἥλιον, πόσῳ μὲν τῶν ἀνθρώπων ὑπερέχει μακαριότητι θεὸς ὤν· ὅτι δὲ οὐκ ἀναίνεται δι᾽ αἰῶνος ἡμῖν ὑπουργῶν καὶ τῆς ἡμετέρας ἕνεκα σωτηρίας πράττων ἅπαντα. 74 τί γὰρ ἂν50 ἄλλο τις εἴποι τὸν ἥλιον ἐργάζεσθαι δι᾽ αἰῶνος ἢ ὁπόσων ἄνθρωποι δέονται; ποιοῦντα μὲν καὶ διακρίνοντα τὰς ὥρας, αὔξοντα δὲ καὶ τρέφοντα πάντα μὲν τὰ ζῷα, πάντα δὲ τὰ φυτά, χορηγοῦντα δὲ τὸ κάλλιστον καὶ ἥδιστον ὁραμάτων, φῶς, οὗ χωρὶς οὐδὲ τῶν ἄλλων ὄφελος οὐδὲν τῶν καλῶν, οὔτε οὐρανίων οὔτε ἐπιγείων, ἀλλ᾽ οὐδὲ τοῦ ζῆν· καὶ ταῦτα οὐδέποτε κάμνει χαριζόμενος. 75 ἦπού γε δουλείαν δουλεύειν φαίη τις ἂν πάνυ ἰσχυράν. εἰ γὰρ καὶ σμικρὸν ἀμελήσειε καὶ παραβαίη τῆς αὑτοῦ τάξεως, οὐδὲν κωλύει πάντα μὲν οὐρανόν, πᾶσαν δὲ γῆν, πᾶσαν δὲ θάλατταν οἴχεσθαι, πάντα δὲ τοῦτον τὸν εὐειδῆ καὶ μακάριον κόσμον τὴν αἰσχίστην καὶ χαλεπωτάτην ἀκοσμίαν φανῆναι. 76 νῦν δέ, ὥσπερ ἐν λύρᾳ φθόγγων ἁπτόμενος ἐμμελῶς, οὐδέποτε ἐξίσταται τῆς καθαρᾶς τε καὶ ἄκρας ἁρμονίας, p140μίαν ἀεὶ καὶ τὴν αὐτὴν ἀπιὼν ὁδόν. 77 ἐπεὶ δὲ δεῖται μὲν ἀλέας ἡ γῆ ὥστε γεννῆσαι τὰ φυόμενα καὶ ὥστε αὐξῆσαι καὶ ὥστε ἐπιτελέσαι, δεῖται δὲ τὰ ζῷα καὶ σωτηρίας ἕνεκα τῶν σωμάτων καὶ ἡδονῆς τῆς κατὰ φύσιν, δεόμεθα δὲ πάντων μάλιστα ἡμεῖς, ἅτε πλείστης χρῄζοντες βοηθείας, θέρος ἐποίησεν ἀεὶ καὶ μᾶλλον, ἐγγυτέρω προσιὼν τῆς ἡμετέρας οἰκήσεως, ἵνα πάντα μὲν φύσῃ, πάντα δὲ θρέψῃ, πάντα δὲ τελειώσῃ, θεῖαν δὲ καὶ θαυμαστὴν παράσχῃ τοῖς ἀνθρώποις εὐφροσύνην τε καὶ ἑορτήν.

78 Ἐπεὶ δὲ αὖ πάλιν τἄλλα τε καὶ ἡμεῖς ἐν χρείᾳ γιγνόμεθα τῆς ἐναντίας κράσεως· δεῖται μὲν γὰρ ὑπὸ τοῦ ψύχους τὰ σώματα συνίστασθαι, δεῖται δὲ πυκνώσεως τὰ φυτά, δεῖται δὲ ὄμβρων ἡ γῆ· πάλιν ἄπεισιν ἀφ᾽ ἡμῶν ἀφιστάμενος τὸ μέτριον. 79 οὕτω δὲ πάνυ ἀσφαλῶς καὶ ἀραρότως τηρεῖ τοὺς ὄρους πρὸς τὸ ἡμῖν συμφέρον, ὥστε εἴτε προσιὼν ὀλίγον ἐγγυτέρω γένοιτο, πάντα ἂν συμφλέξειεν, εἴτε ἀπιὼν μικρὸν ὑπερβάλοι, πάντα ἂν ἀποψυγείη τῷ κρύει. 80 ἐπεὶ δὲ ἀσθενέστεροι φέρειν ἐσμὲν τὴν μεταβολὴν ἀθρόαν γιγνομένην, κατ᾽ ὀλίγον ταῦτα μηχανᾶται καὶ τρόπον τινὰ λανθάνει συνεθίζων μὲν ἡμᾶς διὰ τοῦ ἦρος ὑπενεγκεῖν τὸ θέρος, προγυμνάζων δὲ διὰ τοῦ μετοπώρου χειμῶνα ἀνέχεσθαι, ἐκ μὲν τοῦ χειμῶνος θάλπων κατ᾽ ὀλίγον, ἐκ δὲ τοῦ θέρους ἀναψύχων, ὥστε ἀλύπως ἀφικνεῖσθαι πρὸς ἑκατέραν τὴν ὑπερβολήν.

81 Ἐπεὶ δὲ αὖ τὸ φῶς ὁρᾶσθαι μὲν ἥδιστον, πράττειν δὲ ἀδύνατον ὁτιοῦν χωρὶς αὐτοῦ, κοιμώμενοι δὲ πᾶσαν μὲν ἡσυχίαν ἄγομεν, οὐδὲν p142δὲ χρώμεθα τῷ φωτί, ὅσον μὲν ἱκανὸν ἐγρηγορέναι χρόνον, ἡμέραν ἐποίησεν, ὅσον δὲ κοιμᾶσθαι ἀναγκαῖον, νύκτα ἀπέδειξε, περὶ πᾶσαν ἰὼν γῆν, ἄλλοτε ἄλλους ἀναπαύων τε καὶ ἀνιστάς, ἀφιστάμενος μὲν ἀπὸ τῶν μηκέτι δεομένων φωτός, τοῖς δὲ ἀεὶ δεομένοις ἐπιφαινόμενος. καὶ ταῦτα μηχανώμενος δι᾽ αἰῶνος οὐδέποτε κάμνει.

82 Ὅπου δὲ θεὸς ὁ πάντων κάλλιστος καὶ φανερώτατος οὐχ ὑπερορᾷ τὸν ἅπαντα χρόνον ἀνθρώπων ἐπιμελούμενος, ἦπού γε ἄνθρωπον θεοφιλῆ καὶ φρόνιμον χρὴ βαρύνεσθαι τὸ τοιοῦτο, ἀλλὰ μὴ καθ᾽ ὅσον οἷός τέ ἐστι μιμεῖσθαι τὴν ἐκείνου δύναμιν καὶ φιλανθρωπίαν; 83 ταῦτα δὲ λογιζόμενος οὐκ ἄχθεται καρτερῶν· κατανοεῖ δὲ τοὺς μὲν πόνους ὑγίειάν τε παρέχοντας καὶ σωτηρίαν, ἔτι δὲ δόξαν ἀγαθήν, τὴν δὲ αὖ τρυφὴν ἅπαντα τούτων τἀναντία. ἔτι δὲ οἱ μὲν πόνοι αὑτοὺς ἐλάττους ἀεὶ ποιοῦσι καὶ φέρειν ἐλαφροτέρους, τὰς δὲ ἡδονὰς μείζους καὶ ἀβλαβεστέρας, ὅταν γίγνωνται μετὰ τοὺς πόνους. ἡ δέ γε τρυφὴ τοὺς μὲν πόνους ἀεὶ χαλεπωτέρους ποιεῖ φαίνεσθαι, τὰς δὲ ἡδονὰς ἀπομαραίνει καὶ ἀσθενεῖς ἀποδείκνυσιν. 84 ὁ γὰρ ἀεὶ τρυφῶν ἄνθρωπος, μηδέποτε δὲ ἁπτόμενος πόνου μηδενός, τελευτῶν πόνον μὲν οὐκ ἄν οὐδένα ἀνάσχοιτο, ἡδονῆς δὲ οὐδεμιᾶς ἂν αἴσθοιτο, οὐδὲ τῆς σφοδροτάτης. 85 ὥστε ὁ φιλόπονος καὶ ἐγκρατὴς οὐ μόνον βασιλεύειν ἱκανώτερός ἐστιν, ἀλλὰ καὶ ἥδιον βιοτεύει51 πολὺ τῶν ἐναντίων.52

p144 86 Φιλίαν53 γε μὴν ἁπάντων νενόμικε τῶν αὑτοῦ κτημάτων κάλλιστον καὶ ἱερώτατον. οὐ γὰρ οὕτως αἰσχρὸν εἶναι τοῖς βασιλεῦσιν54 οὐδὲ ἐπικίνδυνον χρημάτων ἀπορεῖν ὡς φίλων, οὐδ᾽ ἂν οὕτως τῇ χορηγίᾳ καὶ τοῖς στρατοπέδοις καὶ τῇ ἄλλη δυνάμει διαφυλάττειν τὴν εὐδαιμονίαν ὡς τῇ πίστει τῶν φίλων. 87 μόνος μὲν γὰρ οὐδεὶς πρὸς οὐδὲν οὐδὲ τῶν ἰδίων ἱκανός ἐστι· τοῖς δὲ βασιλεῦσιν ὅσῳ πλείω τε καὶ μείζω πράττειν ἀνάγκη, πλειόνων δεῖ καὶ τῶν συνεργούντων καὶ μετ᾽ εὐνοίας πλείονος. ἀνάγκη γὰρ τὰ μέγιστα καὶ σπουδαιότατα55 τῶν πραγμάτων ἢ πιστεύειν ἑτέροις ἡ προΐεσθαι. 88 καὶ τοίνυν τοῖς μὲν ἰδιώταις οἱ νόμοι παρέχουσι τὸ μὴ ἀδικεῖσθαι ῥᾳδίως ὑπὸ τούτων οἷς ἂν συμβάλωσιν ἢ χρήματα πιστεύσαντες ἢ οἶκον ἐπιτρέψαντες ἢ ἔργου τινὸς κοινωνήσαντες, ζημιοῦντες τὸν ἀδικοῦντα· τοῖς δὲ βασιλεῦσι τὸ μὴ ἀδικεῖσθαι πιστεύσαντας οὐκ ἔστι παρὰ τῶν νόμων ζητεῖν, ἀλλὰ παρὰ τῆς εὐνοίας. 89 καὶ γὰρ ἰσχυροτάτους μὲν εἰκὸς ἁπάντων εἶναι τοὺς ἐγγὺς τῶν βασιλέων καὶ τὴν ἀρχὴν συνδιοικοῦντας· ἀπὸ δὲ τούτων οὐκ ἔστιν ἄλλη φυλακὴ πλὴν τὸ ἀγαπᾶσθαι· ὡς τοῖς μὲν τυχοῦσιν οὐκ ἀσφαλὲς εἰκῇ μεταδιδόναι δυνάμεως, ὅσῳ δ᾽ ἄν τις τοὺς φίλους ἰσχυροτέρους ποίῇ, 90 τοσούτῳ ἰσχυρότερος αὐτὸς γίγνεται.

9156 Καὶ τοίνυν ὅσα μὲν ἀναγκαία καὶ χρήσιμα p146τῶν κτημάτων, οὐ πάντως ἡδονήν τινα ἔχει τοῖς κεκτημένοις· ὅσα δὲ τερπνά, οὐκ εὐθὺς διὰ τοῦτο καὶ συμφέροντα· τοὐναντίον γὰρ πολλὰ τῶν ἡδέων ἀσύμφορα ἐξελέγχεται. 92 αὐτίκα τείχη μὲν καὶ ὅπλα καὶ μηχανήματα καὶ στρατόπεδα τῶν ἀναγκαίων ἐστὶ κτημάτων τοῖς κρατοῦσιν· ἄνευ γὰρ τούτων οὐχ οἷόν τε σῴζεσθαι τὴν ἀρχήν· τέρψιν δὲ οὐχ ὁρῶ ποίαν δίχα γε τῆς ὠφελείας ἔχει. 93 καλὰ δὲ ἄλση καὶ οἰκίαι πολυτελεῖς καὶ57 ἀνδριάντες καὶ γραφαὶ τῆς παλαιὰς τε καὶ ἄκρας τέχνης καὶ χρυσοῖ κρατῆρες καὶ ποικίλαι τράπεζαι καὶ πορφύρα καὶ ἐλέφας καὶ ἤλεκτρος καὶ μύρων ὀσμαὶ καὶ θεαμάτων παντοίων καὶ ἀκουσμάτων τέρψεις διά τε φωνῆς καὶ ὀργάνων, πρὸς δὲ αὖ τούτοις γυναῖκες ὡραῖαι καὶ παιδικὰ ὡραῖα, ξύμπαντα ταῦτα οὐδεμιᾶς ἕνεκα χρείας, ἀλλ᾽ ἡδονῆς εὑρημένα φαίνεται. 94 μόνῃ δὲ τῇ φιλίᾳ συμβέβηκεν ἁπάντων μὲν εἶναι συμφορώτατον, ἁπάντων δὲ ἥδιστον. εὐθὺς οἶμαι τῶν ἀναγκαίων τὰ μέγιστα, ὅπλα καὶ τείχη καὶ στρατεύματα καὶ πόλεις, ἄνευ τῶν διοικούντων φίλων οὔτε χρήσιμα οὔτε συμφέροντα, ἀλλὰ καὶ λίαν ἐπισφαλῆ· οἱ δέ γε φίλοι καὶ δίχα τούτων ὠφέλιμοι. καὶ ταῦτα μὲν ἐν πολέμῳ μόνον χρήσιμα, 95 τοῖς δὲ ἀεὶ βιωσομένοις ἐν εἰρήνῃ, ἂν ᾖ δυνατόν ἀχρεῖα καὶ βαρέα· ἄνευ δὲ φιλίας οὐδ᾽ ἐν εἰρήνῃ ζῆν ἀσφαλές.

96 Καὶ μὴν ὧν εἶπον ἡδέων τὸ μὲν κοινωνεῖν φίλοις τερπνότερον, μόνον δὲ ἀπολαύειν ἐν ἐρημίᾳ πάντων ἀηδέστατον, καὶ οὐδεὶς ἂν ὑπομείνειεν· ἔτι δὲ λυπηρότερον, εἰ δεήσειε κοινωνεῖν τοῖς μὴ p148ἀγαπῶσι. 97 ποία μὲν γὰρ εὐφροσύνη προσφιλὴς εἰ μὴ58 καὶ πάντων59 παρείη τὰ μέγιστα, ποῖον δὲ συμπόσιον ἡδὺ χωρὶς εὐνοίας τῶν παρόντων; ποία δὲ θυσία κεχαρισμένη θεοῖς ἄνευ τῶν συνευωχουμένων; 98 οὐ γὰρ καὶ τὰ ἀφροδίσια ταῦτα ἥδιστα καὶ ἀνυβριστότατα ὅσα γίγνεται μετὰ φιλίας τῶν συνόντων καὶ ὅσα μαστεύουσιν εὔνοιαν ἀνθρώποις ἐπῆλθε παρὰ παιδικῶν ἢ παρὰ γυναικῶν; 99 πολλαὶ μὲν γὰρ ἐπωνυμίαι τῆς φιλίας ὥσπερ ἀμέλει καὶ χρεῖαι· ἡ δὲ μετὰ κάλλους καὶ ὥρας γιγνομένη φιλία δικαίως ἔρως ὠνόμασται καὶ δοκεῖ κάλλιστος τῶν θεῶν.

100 Καὶ μὴν τά γε ὠφέλιμα φάρμακα τοῖς μὲν νοσοῦσιν ὠφέλιμα, τοῖς δὲ ὑγιαίνουσι περιττά. φιλίας δὲ καὶ τοῖς ὑγιαίνουσιν ἀεὶ σφόδρα δεῖ καὶ τοῖς νοσοῦσιν· ἢ συμφυλάττει μὲν πλοῦτον, ἐπαρκεῖ δὲ πενίᾳ, λαμπρύνει μέν δόξαν, ἀμαυροῖ δὲ ἀδοξίαν. 101 μόνον δὲ τοῦτο τὰ μὲν δυσχερῆ πάντα μειοῖ, τὰ δὲ ἀγαθὰ πάντα αὔξει. ποία μὲν γὰρ συμφορὰ δίχα φιλίας οὐκ ἀφόρητος, ποία δὲ εὐτυχία χωρὶς φίλων οὐκ ἄχαρις; εἰ δὲ σκυθρωπὸν ἐρημία καὶ πάντων φοβερώτατον, οὐ τὴν ἀνθρώπων ἐρημίαν χρὴ τοιοῦτον νομίζειν, ἀλλὰ τὴν τῶν φίλων· ἐπεὶ τῶν γε μὴ εὐνοούντων πολλάκις ἡ ἐρημία κρείττων. 102 ἐγὼ μὲν γὰρ οὐδ᾽ εὐτυχίαν ἐκείνην νενόμικα, ἢ μηδένα ἔχει τὸν συνηδόμενον. ῥᾷον γὰρ ἄν τις συμφορὰν τὴν χαλεπωτάτην φέροι μετὰ φίλων ἢ μόνος εὐτυχίαν τὴν μεγίστην. ὡς ἐκεῖνον ἀθλιώτατον ἐγὼ κρίνω p150δικαίως, ὃς ἐν μὲν ταῖς συμφοραῖς πλείστους ἔχει τοὺς ἐφηδομένους, ἐν δὲ ταῖς εὐτυχίαις οὐδένα τὸν συνηδόμενον. 103 ᾧ γὰρ πλεῖστοι μὲν καὶ ἄριστοι φίλοι, δυσμενεῖς δὲ παυρότατοι,60 εἴ τις ἄρα ἐστί, καὶ πολλοὶ μὲν οἱ ἀγαπῶντες, πλείους δὲ οἱ ἐπαινοῦντες, ψέγειν δὲ οὐδεὶς δυνάμενος, πῶς ὁ τοιοῦτος οὐ τελέως εὐδαίμων; ὁ γὰρ τοιοῦτος ἀνὴρ πολλοὺς μὲν ἔχει τοὺς συνηδομένους, οὐδένα δὲ ἐφηδόμενον, καὶ διὰ τοῦτο εὐτυχεῖ61 ἐφ᾽ ἅπασι, διὰ τὸ πολλοὺς μὲν ἔχειν φίλους, μηδένα δὲ ἐχθρόν.

104 Εἰ δὲ ὀφθαλμοὶ καὶ ὦτα62 καὶ γλῶττα καὶ χεῖρες ἀνθρώποις63 τοῦ παντὸς ἄξια οὐ μόνον πρὸς τὸ ἥδεσθαι ζῶντας, ἀλλὰ δύνασθαι ζῆν, τούτων οὐκ ἔλαττον, ἀλλὰ καὶ μᾶλλον φίλοι χρήσιμοι. 105 διὰ μὲν γὰρ τῶν ὀφθαλμῶν μόλις ὁρᾶν ἔστι τὰ ἐμποδών, διὰ δὲ τῶν φίλων καὶ τὰ ἐπὶ γῆς πέρασι θεᾶσθαι. καὶ διὰ μὲν τῶν ὤτων οὐκ ἄν τις ἀκούσαι ἢ τῶν σφόδρα ἐγγύθεν, διὰ δὲ τῶν εὐνοούντων 106 οὐδενὸς τῶν ἀναγκαίων ὁπουδήποτε ἀνήκοός ἐστι. καὶ τῇ μὲν γλώττῃ μόνοις τοῖς παροῦσι σημαίνει, καὶ ταῖς χερσίν, εἰ καὶ σφόδρα εἴη καρτερός, οὐκ ἂν ἐργάσαιτο πλεῖον ἔργον ἢ δύ᾽ ἀνδρῶν· διὰ δὲ τῶν φίλων δύναται καὶ πᾶσιν ἀνθρώποις διαλέγεσθαι καὶ πάντων ἔργων ἐφικνεῖσθαι. οἱ γὰρ εὐνοοῦντες πάντα ἐκείνῳ συμφέροντα καὶ λέγουσι καὶ δρῶσι. 107 τὸ δὲ δὴ πάντων παραδοξότατον, ἕνα γὰρ ὄντα ἐγχωρεῖ, ὅστις πολύφιλος, πολλὰ μὲν p152ἐν ταὐτῷ χρόνῳ πράττειν, περὶ πολλῶν δὲ ἅμα βουλεύεσθαι, πολλὰ64 δὲ ὁρᾶν, πολλὰ δὲ ἀκούειν, ἐν πολλοῖς δὲ ἅμα εἶναι τόποις, ὃ καὶ τοῖς θεοῖς χαλεπόν, ὡς μηδαμοῦ μηδὲν ἔρημον ἀπολείπεσθαι τῆς ἐκείνου προνοίας.

108 Καὶ τοίνυν οὐχ ἧττον αἱ τῶν φίλων εὐπάθειαι τὸν ἀγαθὸν πεφύκασιν εὐφραίνειν τῆς αὑτοῦ τινος τέρψεως. πῶς γὰρ οὐ μακαριστόν, ὅτῳ πάρεστι πολλοῖς65 μὲν σώμασιν ἡδόμενον εὐφραίνεσθαι, πολλαῖς δὲ ψυχαῖς εὐτυχοῦντα χαίρειν; 109 εἰ δὲ δόξα τοῖς φιλοτίμοις περισπούδαστον, πολλάκις ἂν εὐδοξεῖν εἴη τῶν φίλων ἐπαινουμένων. εἰ δὲ πλοῦτος ἂν εἴη πλούσιος ὁ τοῖς φίλοις μεταδιδοὺς τῶν παρόντων.

110 Καὶ τοίνυν ἡδὺ μὲν χαρίζεσθαι τοῖς ἐλευθέροις,66 ἀφθόνων ὄντων, ἡδὺ δὲ λαμβάνειν δῶρα, δικαίως λαμβάνοντα καὶ δι᾽ ἀρετήν· ὁ τοίνυν τοῖς φίλοις χαριζόμενος ἥδεται ἅμα μὲν ὡς διδούς, ἅμα δὲ ὡς αὐτὸς χρώμενος.67 καὶ γὰρ δὴ παλαιός ἐστιν ὁ λόγος ὁ κοινὰ ἀποφαίνων τὰ τῶν φίλων. οὐκοῦν ἀγαθῶν παρόντων τοῖς ἀγαθοῖς οὐχ ἥκιστα ἂν εἴη ταῦτα κοινά.

111 Ἐν μὲν οὖν τοῖς ἄλλοις οὐ πάντως ὑπερβάλλειν τοὺς ἰδιώτας ὁ τοιοῦτος βασιλεὺς βούλεται, πολλαχοῦ δὲ καὶ ἔλαττον ἐκείνων ἔχειν, οἷον σχολῆς, ῥᾳθυμίας, ἀνέσεως· ἐν μόνῃ δὲ φιλίᾳ p154βούλεται πλεονεκτεῖν.68 112 καὶ ἀλλοῖόν69 οὐδὲν ἡγεῖταί που εἶναι70 ἢ ἄτοπον, ἀλλὰ καὶ ἀγάλλεται μᾶλλον μὲν ὑπὸ τῶν νεωτέρων ἀγαπώμενος ἢ οἱ γονεῖς, μᾶλλον δὲ ὑπὸ τῶν πρεσβυτέρων ἢ τοὺς παῖδας ἀγαπῶσι, μᾶλλον δὲ ὑπὸ τῶν συνόντων ἢ τοὺς ἐξ ἴσου συνόντας ἀγαπῶσι, μᾶλλον δὲ ὑπὸ τῶν ἀκοῇ μόνον ἀκουόντων ἢ οἱ σφόδρα ἐγγὺς ὄντες ἀγαπῶνται·71 113φιλοσυγγενέστατος δὲ ὢν καὶ φιλοικειότατος ἔσθ᾽ ὅπῃ μεῖζον ἀγαθὸν νενόμικε τὴν φιλίαν τῆς συγγενείας. ἄνευ μὲν γὰρ συγγενείας οἱ φίλοι χρήσιμοι, ἄνευ δὲ φιλίας οὐδὲ οἱ σφόδρα ἐγγὺς ὠφέλιμοι. τοσούτου δὲ ἀξίαν κρίνει τὴν φιλίαν, ὥστε οὐδένα ἡγεῖται τῶν πώποτε ἠδικῆσθαι ὑπὸ φίλου, ἀλλὰ τοῦτο δὴ ἓν τῶν λεγομένων ἀδυνάτων εἶναι72 114 ἅμα γὰρ τις ἀδίκων πεφώραται καὶ δῆλον πεποίηκεν ὅτι οὐκ ἦν φίλος. ὅσοι δὲ πεπόνθασι δεινόν, ὑπ᾽ ἐχθρῶν πεπόνθασι, λεγομένων μὲν φίλων, ἀγνοουμένων δὲ ὅτι ἦσαν ἐχθροί. δεῖ οὖν καταμέμφεσθαι73 τὴν αὑτῶν ἄγνοιαν, ἀλλὰ μὴ ψέγειν τὸ τῆς φιλίας ὄνομα. 115 καίτοι πατέρα γε ὄντα οὐκ ἀδύνατον υἱὸν ἀδικῆσαι καὶ παῖδα περὶ τοὺς γονέας ἐξαμαρτεῖν, ὁμοίως δὲ ἀδελφοὺς ἀλλήλων κακόν τι ἀπολαῦσαι. οὕτως δὲ πάνυ τὴν φιλίαν ἱερὸν νενόμικεν, ὥστε καὶ τοὺς θεοὺς αὑτῷ πειρᾶται ποιεῖν φίλους.

p156 116 Ἐν ἅπασι μὲν οὖν τοῖς εἰρημένοις ἔστι συννοεῖν, ὅτι πάντα τἀναντία τοῖς τυράννοις κακὰ πρόσεστιν ὧν ἐμνήσθημεν ἀγαθῶν, οὐχ ἥκιστα δὲ ἐν τῷ νῦν λεγομένῳ. πάντων γὰρ ἀπορώτατός ἐστι φιλίας τύραννος· οὐδὲ γὰρ δύναται ποιεῖσθαι φίλους. 117 τοὺς μὲν γὰρ ὁμοίους αὑτῷ, πονηροὺς ὄντας, ὑφορᾶται, ὑπὸ δὲ τῶν ἀνομοίων καὶ ἀγαθῶν μισεῖται. ὁ δὲ μισούμενος ἐχθρὸς καὶ τοῖς δικαίοις74 καὶ τοῖς ἀδίκοις. οἱ μὲν γὰρ δικαίως μισοῦσιν αὐτόν, οἱ δὲ τῶν αὐτῶν ἐπιθυμοῦντες ἐπιβουλεύουσιν. 118 ὥστε ὁ μὲν Πέρσης ἕνα τινὰ ἔσχεν, ὀφθαλμὸν βασιλέως λεγόμενον, καὶ τοῦτον οὐ σπουδαῖον ἄνθρωπον, ἀλλὰ ἐκ τῶν ἐπιτυχόντων, ἀγνοῶν ὅτι τοῦ ἀγαθοῦ βασιλέως οἱ φίλοι πάντες εἰσὶν ὀφθαλμοί.

119 Φιλοίκειος δὲ καὶ φιλοσυγγενὴς πῶς οὐκ ἂν εἴη διαφερόντως; ὅς γε τοὺς οἰκείους καὶ τοὺς συγγενεῖς μέρος νενόμικε τῆς αὑτοῦ ψυχῆς, 120 καὶ προνοεῖ γε οὐ μόνον ὅπως μετέχωσι τῆς λεγομένης εὐδαιμονίας, πολὺ δὲ μᾶλλον ὅπως ἄξιοι δοκῶσι κοινωνεῖν τῆς ἀρχῆς, καὶ τοῦτο ἐσπούδακεν ἐξ ἅπαντος, ὅπως μὴ διὰ τὴν συγγένειαν αὐτούς, ἀλλὰ διὰ τὴν ἀρετὴν φαίνηται προτιμῶν. καὶ τοὺς μὲν ὀρθῶς ζῶντας75 μάλιστα πάντων ἀγαπᾷ, τοὺς δὲ μή, οὐ76 φίλους ἀλλ᾽77 ἀναγκαίους νενόμικεν. 121 τοὺς μὲν γὰρ φίλους ἔστι διαλύσασθαι δυσχέρειάν τινα ἐν αὐτοῖς ἐνιδόντα· πρὸς δὲ τοὺς συγγενεῖς οὐχ οἷόν τε διαλύσασθαι τὴν συγγένειαν, ἀλλ᾽ ὁποῖοί ποτ᾽ ἂν ὦσιν, ἀνάγκη p158τοῦτο ἀκούειν τὸ ὄνομα. 122 γυναῖκα δὲ οὐ κοίτης μόνον ἢ ἀφροδισίων κοινωνὸν νενόμικεν, βουλῆς δὲ καὶ ἔργων καὶ τοῦ ξύμπαντος βίου συνεργόν.

123 Μόνος δὲ τὴν εὐδαιμονίαν οὐχ ἡδυπάθειαν νενόμικε, πολὺ δὲ μᾶλλον καλοκἀγαθίαν, τὴν δὲ ἀρετὴν οὐκ ἀνάγκην ἀλλὰ βούλησιν, τὴν δὲ καρτερίαν οὐ ταλαιπωρίαν ἀλλ᾽ ἀσφάλειαν, καὶ τὰς μὲν ἡδονὰς αὔξει τοῖς πόνοις καὶ μείζους διὰ τοῦτο καρποῦται, τοὺς δὲ πόνους ἐπελαφρύνει τῷ ἔθει. 124 ταῦτα δὲ ἡγεῖται συμφέροντα καὶ ἡδέα· ὁρᾷ γὰρ τοὺς μὲν ἰδιώτας, εἰ μέλλουσιν ὑγιαίνειν καὶ παραμένειν εἰς γῆρας, οὔποτε ἀργῷ καὶ ἀπόνῳ τῷ σώματι τροφὴν προσφέροντας, ἀλλὰ τοὺς μὲν πρότερον78 τέχνας ἐργαζομένους, ἐνίας αὐτῶν καὶ πολὺν ἐχούσας τὸν κάματον, τοὺς μὲν χαλκέας, τοὺς δὲ ναυπηγούς, τοὺς δὲ οἰκοδόμους· 125 ὅσοι δὲ κέκτηνται γῆν, διαπονοῦντας πρότερον τὰ περὶ γεωργίαν, ὅσοι δὲ ἐν ἄστει διάγουσι, τῶν κατὰ πόλιν τι πράττοντας· 126 τῶν τε σχολὴν ἀγόντων τὰ γυμνάσια μεστὰ καὶ τὰς79 παλαίστρας, καὶ τοὺς μὲν τρέχοντας ἐν τοῖς δρόμοις, τοὺς δὲ αὖ παλαίοντας, τοὺς δὲ ἄλλο τι παρὰ80 τὴν ἀγωνίαν, οὐκ ὄντας ἀθλητάς — ἁπλῶς δὲ εἰπεῖν, ἕκαστον81 τῶν μὴ σφόδρα ἀνοήτων ὁτιοῦν ἀσκοῦντα82 καὶ σίτων ἀπολαύοντα83 ὑγιεινῶν καὶ ποτῶν.84 127 ὁ δ᾽85 ἄρχων ἁπάντων τούτων διαφέρει τῷ μὴ μάτην πονεῖν μηδὲ τὸ σῶμα μόνον αὔξειν, ἀλλ᾽ ἕνεκα πράξεων· ἢ γὰρ ἦλθε πρός τι τῶν δεομένων προνοίας ἢ ἔφθασεν ὅπου δεῖ τάχους ἢ κατήνυσέν τι τῶν οὐ p160ῥᾳδίων ἀνυσθῆναι ἢ στρατιὰν ἐξέταξεν ἢ χώραν ἡμέρωσεν ἢ πόλιν ᾤκισεν ἢ ποταμοὺς ἔζευξεν ἢ γῆν ὁδευτὴν ἐποίησεν.

12886 Οὐχ οὕτως δ᾽ ἡγεῖται μακάριον ὅτι ἔξεστι κεκτῆσθαι καλλίστους μὲν ἵππους, κάλλιστα δὲ ὅπλα, καλλίστην δὲ ἐσθῆτα, καὶ τἄλλα ὁμοίως, ἀλλ᾽ ὅτι φίλους τοὺς καλλίστους, καὶ πολύ γε αἴσχιον φιλίας ἐνδεέστερον ἔχειν τῶν ἰδιωτῶν ἢ τούτων τινός. 129 ᾧ γὰρ ἐξ ἁπάντων ἀνθρώπων ἐκλέξασθαι τοὺς πιστοτάτους ὑπάρχει, καὶ σχεδὸν οὐδείς ἐστιν ὃς οὐκ ἂν ἄσμενος ὑπακούσειεν αὐτῷ βουλομένῳ χρῆσθαι, πῶς οὐ καταγέλαστον τὸ μὴ χρῆσθαι τοῖς σπουδαιοτάτοις; οἱ μὲν γὰρ πολλοὶ τῶν δυναστῶν τοὺς ὁπωσδήποτε πλησίον γενομένους καὶ τοὺς κολακεύειν ἐθέλοντας, τούτους μόνους ὁρῶσι, τοὺς δὲ ἄλλους πάντας ἀπελαύνουσι, καὶ τούς γε βελτίστους ἔτι μᾶλλον. 130 ὁ δὲ ἐξ ἁπάντων ποιεῖται τὴν ἐκλογήν, ἄτοπον ἡγούμενος Νισαίους μὲν ἵππους μεταπέμπεσθαι ὅτι βελτίους εἰσὶ τῶν Θετταλῶν, καὶ κύνας Ἰνδικάς, ἀνθρώποις δὲ μόνοις χρῆσθαι τοῖς ἐγγύς. 131 πάντα γὰρ ὑπάρχει τούτῳ δι᾽ ὧν ἐστι φιλία κτητόν. προσάγεται γὰρ εἰς εὔνοιαν τοὺς μὲν φιλοτίμους ἔπαινος, τοὺς δὲ ἡγεμονικοὺς τὸ ἀρχῆς μεταλαμβάνειν, τοὺς δὲ αὖ πολεμικοὺς τὸ πράττειν τι τῶν πολεμικῶν, τοὺς δὲ ἐπιμελεῖς τὸ πράγματα διοικεῖν, τούς γε μὴν φιλοστόργους ἡ συνήθεια. 132 τίς οὖν δύναται μᾶλλον ἄρχοντας ἀποδεικνύειν; τίς δὲ πλειόνων δεῖται τῶν ἐπιμελουμένων; τίς δὲ κύριος μειζόνων p162μεταδοῦναι πραγμάτων; τινι δὲ μᾶλλον87 ἔξεστιν ἑτέρῳ πιστεύειν τὰ πρὸς πόλεμον; αἱ παρὰ τίνος δὲ τιμαὶ φανερώτεραι; ἡ παρὰ τινι δὲ εὐδοξοτέρα τράπεζα; εἰ δὲ ὠνητὸν ὑπῆρχε φιλία, τίς εὐπορώτερος χρημάτων, ὥστε μηδένα ἔχειν τὸν ἀντιποιησόμενον;

133 Ἅτε δὲ δὴ88 ἀνθρώπων ὄντα φύσει τῶν ἐν τῷ βίῳ διαφερόντων καὶ τοῦτον τῶν ἄλλων τι ὥσπερ παραμύθιον ἔχειν δεῖ· ὅθεν δὴ πολλὰ πολλοῖς προσέπεσε νοσήματα ἀγεννῆ καὶ λυμαινόμενα τὰς ψυχάς, ἔτι δὲ καθαιροῦντα τὸ ἀξίωμα89 τῆς βασιλείας· 134 ὁ μὲν γὰρ ὑπὸ ᾠδῆς ἁλοὺς μινυρίζων διετέλει καὶ θρήνων ἐν τοῖς θεάτροις, ἀμελήσας δὲ τῆς αὑτοῦ βασιλείας, τοὺς παλαιοὺς ὑποκρινόμενος ἠγάπα βασιλέας· ὁ δὲ αὐλήσεως ἐραστὴς ἐγένετο· 135 ὁ δὲ ἀγαθὸς βασιλεὺς τῶν μὲν τοιούτων οὐδέποτε ἀκροᾶται συνεχῶς· κάλλιστον δὲ εὕρημα ἡγεῖται κυνηγεσίαν, καὶ τούτῳ μάλιστα χαίρει· δι᾽ οὗ τὸ μὲν σῶμα γίγνεται ῥωμαλεώτερον, ἡ ψυχὴ δὲ ἀνδρειότερα, τὰ πολεμικὰ δὲ ἅπαντα ἀσκεῖται. 136 καὶ γὰρ ἱππεῦσαι καὶ δραμεῖν ἀναγκαῖον καὶ ὑφίστασθαι πολλὰ τῶν ἀλκίμων θηρίων καὶ καῦμα ἀνέχεσθαι καὶ ψῦχος ὑπομένειν, πολλάκις δὲ καὶ λιμοῦ καὶ δίψους πειραθῆναι, διὰ δὲ τὴν ἐπιθυμίαν ἐθίζεται πάντα90 καρτερεῖν μέθ᾽ ἡδονῆς — οὐ μέντοι τήν γε Περσικὴν θηρᾶν. 137 ἐκεῖνοι μὲν γὰρ παραδείσοις περιλαβόντες, ὁπότε ἐπιθυμήσειαν, ὥσπερ ἐν εἱρκτῇ τὰ θηρία ἔκτεινον, ὡς p164μήτε ζητοῦντες πονεῖν μήτε αὖ κινδυνεύοντες, ἅτε ἀσθενῆ καὶ δεδουλωμένα· ὁμοίως δὲ ἀφῃροῦντο τὴν ἐπὶ τῷ εὑρεῖν τε χαρὰν καὶ τὴν ἐπὶ τῷ φθάσαι σπουδὴν καὶ τὴν ἐπὶ τῷ συμβῆναι ἀγωνίαν. 138 ὅμοιον γὰρ ἐποίουν ὥσπερ εἰ πολεμικοὶ φάσκοντες εἶναι ἀφέντες τὸ τοῖς πολεμίοις μάχεσθαι τοὺς αἰχμαλώτους οἴκοι λαβόντες ἔκτεινον.


The Loeb Editor's Notes:

1 ἀπολαύειν Reiske: ἀπολαβεῖν or ἀπολαύοντα.

2 ὅ τι βούλεται after οὐδενὸς, lacking in one MS., deleted by Geel.

3 ἀλκιμώτερος Capps, ἀνδρειότερος Weil: δικαιότερος.

4 Capps, cf. §§ 710 infra: καὶ.

5 added by Capps.

6 τὸ added by Capps.

7 προσταττόμενον Capps: παρατάττοντα or προστάττοντα.

8 πονοῦντι added by Cohoon.

9 ὑπὲρ Capps: περὶ.

10 οὐκ added by Cohoon.

11 καίτοι σύμπαντες Reiske: καὶ τοίνυν πάντες.

12 ἀηδέστατον Reiske: ἀηδέστερον.

13 ἀεί added by Emperius.

14 μέντοι γε Cohoon: μὲν γὰρ.

15 ἀεί added here by Capps. Jacobs and Arnim would place it after αὐτοὺς.

16 Capps suggests that Dio may have written ἡμῖν δὲ ἓν τοῦτο δοκεῖ τῶν καλουμένων ἀδυνάτων εἶναι, "but this appears to me to be one of the so‑called impossibilities." Cf. § 113.

17 καὶ ἰατρικοί Jacobs: ἰατροί or ἰατροῖς.

18 τὴν added by Emperius.

19 τοὺς Reiske: τῆς.

20 Capps conjectures τῆς ἀρχῆς ἢ, "king of the empire or of no city or hamlet at all."

21 καὶ before τῆς deleted by Reiske.

22 Capps conjectures αὑτῷ οἰόμενος ἄρχειν μόνῳ "thinking that he is ruling for himself alone."

23 νομῆς Emperius: μόνης.

24 κτήνεσιν emendation in Palatine MS.: κτήμασιν.

25 ἀλλ᾽ αὐτὸς Emperius: ἀλλὰ.

26 καὶ πολλοὶ added by Cohoon, πολλοὶ δ᾽ Reiske.

27 After ἀρχή the MSS. have these words, which all the editors reject: βασιλεὺς δὲ καὶ αὐτοκράτωρ ὁ αὐτὸς ἀνυπεύθυνος ἄρχων "king and autocrat mean the same thing, i.e. irresponsible ruler."

28 Capps conjectures ἀρχή τις "a sort of government."

29 After πλέον the MSS. have these words, which Reiske deletes: οὕτω δὲ καὶ ἡμεῖς διανοούμεθα καὶ φαμὲν περὶ τοῦ θείου καὶ θεοφιλοῦς αὐτοκράτορος καὶ βασιλέως — "So too do we think and speak of our divine and highly favoured emperor and king."

30 After πρώτη the MSS. have these words, which Arnim rejects: τε καὶ ἀρίστη καὶ μόνη δυνατή — "and best and alone feasible."

31 ἅλις conjectured by Capps in place of ἄλλως.

32 ἂν added by Jacobs.

33 After θεῷ the MSS. have the words τὰ περὶ τοῦ Διός, which Arnim and Sonny regard as a copyist's note to indicate that here followed what Dio said about Zeus.

34 τοιοῦτος Reiske: τοσοῦτος.

35 After κατὰ the MSS. have the words τὴν τοῦ θεοῦ, which Wilamowitz rejects.

36 ἂν added by Jacobs.

37 οἷς δεῖ Emperius: ὡς ἀεὶ or ὃν δεῖ or εἰς ἀεὶ.

38 Emperius and Arnim place §§ 58‑61 after § 85.

39 ὡς Emperius: καὶ.

40 The words ἢ . . . ἐπιβουλεύοντα are rejected by Arnim.

41 καὶ added by Reiske.

42 μνήμην Geel: γνώμην.

43 νυχευομένοις Capps, cf. τῶν ἀεὶ φυλαττόντων § 85: νηχομένοις.

44 ἀναβοᾷ Capps: ἀναβοᾶν.

45 γε Reiske: τε.

46 πάσαις δὲ ἐπινοίαις σκύλλεται Capps : πάσας δὲ ἐπινοίας σκύλλει.

47 λυπουμένου Capps: λυπουμένη.

48 τούτου Reiske: τοῦτο.

49 ποεῖν Capps: πλεῖν. Emperius proposed to delete προσήκει δὲ πλεῖν.

50 ἂν added by Dindorf.

51 βιοτεύει Arnim: βιοτεύειν.

52 After ἐναντίων the MSS. have ἐγρηγόρσεως δὲ καὶ ὕπνου τοῖς μὲν στρατιώταις ἐξ ἴσου μέτεστι, τῶν μὲν φυλαττόντων ἐν μέρει, τῶν δὲ ἀναπαυομένων· ὁ δὲ στρατηγὸς ἀγρυπνότερός ἐστι τῶν ἀεὶ φυλαττόντων — "Watching and sleep the soldiers divide equally among them, some taking their turn on guard while others are sleeping. But the general gets less sleep than those mounting continuous guard." These words Emperius warns belong to §§ 66‑67.

53 Before φιλίαν Emperius and Arnim put §§ 58‑61.

54 τοῖς βασιλεῦσιν Weil: τὸ βασιλεύειν.

55 σπουδαιότατα Reiske: σπουδαιότερα.

56 Before καὶ the MSS. have the following words, which Dindorf rejects: ὁρᾷ δὲ ὅτι τῶν μὲν ἄλλων κτημάτων τὰ μὲν ἀναγκαία μόνον καὶ χρήσιμα δοκεῖ πᾶσι, τέρψιν δὲ οὐδεμίαν παρέχεται· τὰ δὲ ἡδέα μόνον, συμφέροντα δὲ οὔ· τοὐναντίον δὲ τὰ πλεῖστα τῶν ἡδέων ἀσύμφορα εὑρίσκεται. — "Note too that in the case of other possessions, some are universally regarded as necessary merely and useful: they give no delight. Others are pleasurable merely and not profitable also. On the contrary, most pleasurable things are found to be harmful."

57 καὶ added by Reiske.

58 Arnim would delete μὴ.

59 πάντων Capps: πάντα.

60 δυσμενεῖς δὲ παυρότατοι Capps: δυσμενὴς δὲ φαυλότατος.

61 τοῦτο εὐτυχεῖ Capps: τὸ εὐτυχεῖν.

62 καὶ ὦτα added by Geel.

63 ἀνθρώποις von der Muehll: ἀνθρώπων.

64 πολλὰ Geel: περὶ πολλῶν.

65 Before πολλοῖς the MSS. have πολλαῖς δὲ διανοίαις φροντίζοντα βουλεύεσθαι, — "many minds with which to plan when he thinks," deleted by Emperius.

66 ἐλευθερίοις Arnim: ἐλευθέροις.

67 χρώμενος Capps: κτώμενος.

68 Arnim follows Emperius in putting §§ 128‑132 after πλεονεκτεῖν.

69 ἀλλοῖόν Capps: ἄλλο μὲν.

70 που εἶναι Capps: ποιεῖν.

71 ἀγαπῶνται Cohoon: ἀγαπῶσι or ἀγαπῶσιν.

72 After εἶναι the MSS. have ὥστε καὶ παθεῖν ὑπὸ φίλου κακῶς τῶν ἀδυνάτων εἶναι κέκρικεν. — "So that he considers suffering wrong at the hands of a friend to belong to the category of the impossible." Emperius deletes.

73 καταμέμφεσθαι Reiske; καὶ μέμφεσθαι.

74 καὶ τοῖς δικαίοις added by Capps, who deletes ἄδικος after ἀδίκοις.

75 ὀρθῶς added by Capps: μὲν ζῶντας or μὲν ἐγγίζοντας.

76 τοὺς δὲ μή, οὐ Capps: καὶ.

77 ἀλλ᾽ added by Capps.

78 πρότερον added by Capps.

79 τὰς added by Reiske.

80 παρὰ Capps: περὶ.

81 ἕκαστον Cohoon: ἑκάστων.

82 ὁτιοῦν ἀσκοῦντα added by Cohoon.

83 ἀπολαύοντα Cohoon: καὶ λουτρῶν καὶ.

84 ποτῶν Cohoon: πάντων.

85 δ᾽ added by Cohoon.

86 §§ 128‑132 placed after § 111 by Emperius and Arnim.

87 μᾶλλον added by Geel.

88 ἅτε δὲ δὴ Cohoon: ἐπεὶ δὲ δεῖ or ἐπειδὴ.

89 τὸ ἀξίωμα Emperius, τὰ ἀξιώματα.

90 ἐθίζεται πάντα Capps: ἐθίζοντα.

Page updated: 26 Oct 12