Short URL for this page:
bit.ly/DioChr37


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος λη´

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

 p4  37. ΚΟΡΙΝΘΙΑΚΟΣ

1 Ὅτε τὸ πρῶτον ἐπεδήμησα τῇ πόλει τῇ ὑμετέρᾳ, ἀφ’ οὗ δέκα ἔτη σχεδόν, καὶ τῶν λόγων μετέδωκα τῷ δήμῳ καὶ τοῖς τέλεσι τοῖς ὑμετέροις, ἔδοξα ἐπιτήδειος εἶναι ἔτι δ’ οἰκεῖος​1 ὑμῖν οὕτω σφόδρα ὡς οὐδὲ Ἀρίων ὁ Μηθυμναῖος. Ἀρίονος μέν γε τύπον οὐκ ἐποιήσασθε. ὅταν δὲ ὑμᾶς λέγω, τοὺς προγόνους λέγω τοὺς ὑμετέρους καὶ Περίανδρον τὸν Κυψέλου τὸν σοφόν, ἐφ’ οὗ Ἀρίων ἐγένετο, ὃς​2 καὶ διθύραμβον πρῶτος ἀνθρώπων ἐποίησε καὶ ὠνόμασε καὶ ἐδίδαξεν ἐν Κορίνθῳ.

2 Θεοφιλὴς μὲν γὰρ οὕτως ἦν ὥστε ἀναπλέων ἐνταῦθα μετὰ χρημάτων μεγάλων, ὧν ἔτυχεν εἰργασμένος περὶ Τάραντα καὶ τοὺς ἐκεῖσε Ἕλληνας, μέλλων εἰς τὴν θάλατταν ὑπὸ τῶν πορθμέων ἐκπεσεῖν δι’ αὐτά που ταῦτα τὰ χρήματα, παρῃτήσατο αὐτοὺς πρὸ τῆς ἐκβολῆς ᾆσαι, ὥσπερ φασὶ  p6 τοὺς κύκνους μέλλοντας ἀποθνῄσκειν καὶ προορωμένους τὸν θάνατον ἐμβιβάζειν τὴν ψυχὴν οἷον εἰς ὄχημα τὸ μέλος. 3 ὁ μὲν δὴ ᾖδε· καὶ γὰρ ἦν νηνεμία καὶ σιγὴ κατὰ θάλατταν· καὶ τὸ μέλος ᾔσθοντο δελφῖνες, αἰσθανόμενοι δὲ περὶ τὴν ναῦν ὥρμησαν.​3 παυσαμένου δὲ τοῦ Ἀρίονος καὶ τῶν πορθμέων οὐδὲν μαλακὸν​4 ἐνδιδόντων, ὁ μὲν ἔρριψεν εἰς τὸν πόντον, δελφὶς δ’ ὑπελθὼν ἐξεκόμισε τὸν ᾠδὸν ἐπὶ Ταίναρον ὡς εἶχε σὺν τῇ σκευῇ. Ἀρίων μὲν οὖν τοῦτον τὸν τρόπον σωθεὶς καὶ φθάσας τοὺς πορθμέας ἐν Κορίνθῳ ἦν, αὐτὰ δὴ ταῦτα διηγούμενος τῷ Περίανδρῳ. 4 ἐπικαταγομένων δὲ τῶν πορθμέων καὶ τοῦ πράγματος ἀχθέντος εἰς ἔλεγχον, οἱ μὲν ἀπέθνῃσκον, Ἀρίων δέ, οὐ γὰρ Περίανδρος, ἀλλ’ Ἀρίων, ποιησάμενος μίμημα χαλκοῦν οὐ μέγα ἀνέθηκεν ἐπὶ Ταινάρου,​5 αὑτὸν ἐπὶ τοῦ εὐεργέτου καθήμενον.

Ἐγένετο δὲ ὑπὸ αὐτὸν τοῦτον χρόνον καὶ Σόλων μὲν ἐν Κορίνθῳ, φεύγων τὴν Πεισιστράτου τυραννίδα, οὐ φεύγων δὲ τὴν Περιάνδρου. 5 οὐ γὰρ ἦν ὅμοιον· ὁ μὲν καταλύσας τὴν δημοκρατίαν ἐτυράννευε τῶν Ἀθηναίων, Περίανδρος δὲ παρὰ τοῦ πατρὸς διαδεξάμενος τὴν βασιλείαν, ὃν οἱ μὲν  p8 Ἕλληνες τύραννον ἐκάλουν, οἱ δὲ θεοὶ βασιλέα. ἢ γὰρ οὐχ οὕτως ὁ χρησμὸς ἔχει;

ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον εἰσαφικάνει,

Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου,

αὐτὸς καὶ παῖδες.

6 ὧν εἷς αὐτὸς ὁ Περίανδρος ὁ τῷ πατρὶ ἐκδεξάμενος. οὕτω δὴ Περίανδρος, ὑπὸ μὲν τοῦ θεοῦ βασιλεύς, ὑπὸ δὲ τῶν Ἑλλήνων ἀνηγορεύθη σοφός· οὗ μεῖζον ὄνομα οὐδεὶς πώποτε βασιλεὺς ἢ τύραννος ἐκτήσατο· ἀλλ’ οὐδ’ Ἀντίοχος ὁ θεὸς ἐπικληθεὶς οὐδὲ​6 Μιθριδάτης ὁ Διόνυσος. ηὔξατο δ’ ἂν καὶ Πιττακὸς Μυτιληναῖος ἅμα ἄμφω κεκλῆσθαι καὶ τύραννος καὶ σοφός· νυνὶ δὲ περιεχόμενος τοῦ δευτέρου ὀνόματος ἀπεσκευάσατο τὴν τυραννίδα. καίτοι​7 Περίανδρος σοφὸς μὲν ἦν μετ’ ὀλίγων, τύραννος δὲ μετὰ πολλῶν· ἀμφότερα δὲ καὶ τύραννος καὶ σοφὸς μόνος. 7 παρὰ τοῦτον ὁ Σόλων ἐλθὼν καὶ τυχὼν τῶν κοινῶν· κοινὰ γὰρ τὰ φίλων· ἀλλ’ ὅμως ἀνδριάντος οὐκ ἔτυχεν, οὐ δήπου καταφρονῶν ἀνδριάντος, ἀλλὰ καὶ τὸ​8 ἐν Σαλαμίνι χαλκοῦς ἑστάναι μέγα ποιούμενος· πόθεν γε δὴ οὐχὶ ἐν Κορίνθῳ, ἐν τῷ περιπάτῳ τῆς Ἑλλάδος; ἧκε δὲ καὶ Ἡρόδοτος ὁ λογοποιὸς ὡς ὑμᾶς λόγους φέρων Ἑλληνικοὺς ἄλλους τε καὶ  p10 Κορινθίους οὐδέπω ψευδεῖς, ἀνθ’ ὧν ἠξίου παρὰ τῆς πόλεως μισθὸν ἄρνυσθαι. διαμαρτὼν δὲ καὶ τούτου· οὐ γὰρ ἠξίουν οἱ ὑμέτεροι πρόγονοι δόξαν ἀγοράζειν· μετεσκεύασεν ἐκεῖνα ἃ πάντες ἐπιστάμεθα, τὰ περὶ τὴν Σαλαμῖνα καὶ τὸν Ἀδείμαντον.

8 Ἡμᾶς δὲ δὶς ἐπιδημήσαντας οὕτως ἀσμένως ἐπείδετε​9 ὥστε μάλιστα μὲν​10 ἐπειρᾶσθη κατέχειν, ὁρῶντες δὲ ἀδύνατον ὄν, ἀλλά γε​11 τὴν εἰκὼ τοῦ σώματος ἐποιήσασθε καὶ ταύτην φέροντες ἀνεθήκατε εἰς τὰ βιβλία, εἰς προεδρίαν, οὗ μάλιστ’ ἂν ᾤεσθε τοὺς νέους προκαλέσασθαι τῶν αὐτῶν ἡμῖν ἐπιτηδευμάτων ἔχεσθαι. οὐ γὰρ ὡς ἕνα τῶν πολλῶν καὶ κατ’ ἐνιαυτὸν καταιρόντων εἰς Κεγχρεὰς ἔμπορον ἢ θεωρὸν ἢ πρεσβευτὴν ἢ διερχόμενον, ἀλλ’ ὡς​12 μόλις διὰ μακρῶν χρόνων ἀγαπητὸν ἐπιφαινόμενον, οὕτως ἐτιμήσατε.

9 τιμὴ δ’ ἠΰτ’ ὄνειρος ἀποπταμένη πεπότηται.

ὥστε ἐμὲ ἐν ἀπόρῳ καθεστάναι καὶ πρὸς ἐμαυτὸν καὶ νὴ Δία ἤδη πρὸς ἕτερον, πότερ’ ὡς ἀληθῶς οὐκ ἔβλεπον, οὐδὲ ὕπαρ ἀλλὰ ὄναρ ἦν τὰ γιγνόμενα, ἢ τὰ μὲν ἦν ταῦτα ταῖς πάσαις ἀκριβείαις, σπουδή τε τοῦ​13 πλήθους καὶ κρίσις τῆς βουλῆς, ὁ δ’ ἀνδριὰς τῶν Δαιδάλου ποιημάτων ἔτυχεν ὢν  p12 καὶ λαθὼν ἡμᾶς ἀπέδρα. 10 ἀλλ’ ἀφ’ οὗ Δαίδαλος ἐτελεύτησεν, οὐδεὶς εἰς ταύτην τὴν ἡμέραν ἐξίκετο τῆς τέχνης μέχρι τοῦ καὶ δρασμὸν ἐμποιεῖν τῶν χαλκῷ· ἀλλὰ διαβεβηκότας μὲν εὖ καὶ καλῶς ποιοῦσι, τοὺς δὲ καὶ ἐφ’ ἵππων ὀχουμένους· μένουσι μέντοι οὗτοι πάντες κατὰ σχῆμα καὶ χώραν, κἂν μή τις αὐτοὺς μετακινήσῃ, τό γε ἐπ’ αὐτοῖς εἶναι​14 χαλκὸς ἄδραστος, ἂν καὶ πτερὰ ἔχῃ, ὥσπερ καὶ ὁ τοῦ Πυθαγόρου Περσεύς.

11 Ἵνα δὲ καὶ τῆς ἀρχαίας τέχνης ᾗ τῆς Δαιδαλείου, τί παθὼν ἂν ὑμῶν ἀπηλλάγη τῆς πόλεως, ὑπὲρ ἧς τοὺς δύο θεούς φασιν ἐρίσαι, Ποσειδῶνα καὶ τὸν Ἥλιον, τὸν μὲν τοῦ πυρὸς κύριον, τὸν δὲ τοῦ ὕδατος; ἐρίσαντε δὲ καὶ τὴν δίαιταν ἐπιτρέψαντε τρίτῳ θεῷ πρεσβυτέρῳ, οὗ

πλεῖσται μὲν κεφαλαί, πλεῖσται δὲ τε χεῖρες,

τούτῳ τὴν δίαιταν ἐπιτρέψαντες ἀμφότεροι τήνδε τὴν πόλιν καὶ​15 τὴν χώραν ἔχουσιν· οὔτι που μικρὸν οὐδ’ ἀμυδρὸν σημεῖον τῆς πρὸς τὰς ἄλλας ὑπεροχῆς. 12 αἱ μὲν γὰρ ἄλλαι λήξεις τε καὶ κτήσεις τῶν θεῶν κατὰ μόνας εἰσίν· Ἀργὸς μὲν Ἥρας, Ἀθηνᾶς δὲ Ἀθῆναι· καὶ αὐτῶν γε τούτων τῶν  p14 θεῶν Ῥόδος μὲν Ἡλίου, Ὀγχηστὸς δὲ Ποσειδῶνος, Κόρινθος δὲ ἑκατέρων. εἰκάσαις ἂν αἰνιττομένου τοῦ μύθου τὸ τῆς γῆς ἐν μέσῳ δύο πελαγῶν ὑπὸ τοῦ Ἡλίου ἐξαίρετον​16 βουλομένου τοῦ Ποσειδῶνος.17

13 Τὸ μὲν οὖν τοῦ μύθου τε καὶ τοῦ λόγου, τῇδέ πῃ συνᾴδοντα,​18 τρίτην ἐπὶ τρισσαῖς χάρισι​19 τὴν θεσπιῳδὸν Σίβυλλαν παρακαλεῖ· τιμὴν δέ οἱ​20 θεοῦ φωνήν λαχοῦσα ᾄδει μάλα μέγα·

— εὔδαιμον τί τοι ὧδ’, ὡς​21 ὄλβιος αὐχὴν

Ὠκεανοῦ κούρης Ἐφύρης, γαῖ’​22 ἔνθα Ποσειδῶν,

μητρὸς ἐμῆς Λαμίας γενέτωρ, προύθηκεν ἀγῶνα

πρῶτος ἅμ’ Ἠελίῳ, τιμὰς δ’ ἠνέγκατο μοῦνος;

14 καὶ γάρ τοι καὶ ἀγῶνα πρῶτον ἐνταυθοῖ τεθηναί φασιν ὑπὸ τῶν δύο θεῶν, καὶ νικῆσαι Κάστορα μὲν στάδιον, Κάλαϊν δὲ δίαυλον· καὶ γὰρ Κάλαΐν φασι δραμεῖν, ἀπεχόμενον τοῦ πέτεσθαι. δεῖ δὲ καὶ τοὺς ἄλλους, ἐπείπερ ἠρξάμεθα, ἀθλοφόρους τε λεχθῆναι καὶ νικηφόρους. Ὀρφεὺς κιθάρᾳ, Ἡρακλῆς παμμάχιον,​23 πυγμὴν Πολυδεύκης, πάλην  p16 Πηλεύς, δίσκον Τελαμών, ἐνόπλιον Θησεύς. ἐτέθη δὲ καὶ ἵππων ἀγών, καὶ ἐνίκα κέλητι μὲν Φαέθων, τεθρίππῳ δὲ Νηλεύς. 15 ἐγένετο δὲ καὶ νεῶν ἅμιλλα, καὶ Ἀργὼ ἐνίκα, καὶ μετὰ ταῦτα οὐκ ἔπλευσεν, ἀλλὰ αὐτὴν ἀνέθηκεν ὁ Ἰάσων ἐνταῦθα τῷ Ποσειδῶνι, καὶ τὸ ἐπίγραμμα ἐπέγραψεν, ὃ λέγουσιν Ὀρφέως εἶναι·

Ἀργὼ τὸ σκάφος εἰμί, θεῷ δ’ ἀνέθηκεν Ἰάσων,

Ἴσθμια καὶ Νεμέοις στεψάμενον πίτυσιν.

Ὅπου δὲ θεοὶ ἀγωνοθετοῦσιν, ἡμίθειοι δὲ νικῶσι καὶ νικῶνται, ἀναπαύεται δὲ Ἀργώ, τίνα τούτου τόπον καλλίω ἐξευρεῖν ἐδύνατο αὐτὸς ὁ Δαίδαλος πτεροῖς πετόμενος, οὐχ ὅτι γε δὴ τὸ Δαιδάλου ποίημα; 16 ἀλλ’ οὔτε ἀπέδρα οὔτε ἐπεχείρησεν οὔθ’ ὅλως ἐμέλλησε· καταλείπεται τοίνυν αὐτοὺς τοὺς Κορινθίους ἐκβαλεῖν αὐτὸν μήτε κρίσεως προτεθείσης μήθ’ ὅλως αἰτίαν ἔχοντας​24 ἐπενεγκεῖν. καὶ τοῦτ’ ἂν​25 ἐπείσθη τις κατὰ Κορινθίων ὧν οἱ πρόγονοι διὰ πάντων Ἑλλήνων μάλιστα δὴ δικαιοσύνην ἐπήσκησαν; ἢ​26 γὰρ οὐχ οὗτοί εἰσιν οἱ τὰς τυραννίδας ἐν ταῖς πόλεσι καταλύοντες καὶ τὰς δημοκρατίας καθιστάντες καὶ τὰς Ἀθηνᾶς ἀπὸ τῶν τυράννων ἐλευθερώσαντες, πρότερον μὲν ἀπὸ Ἱππίου, ὕστερον δὲ ἀπὸ Κλεομένους, 17 καὶ μετὰ ταῦτα ὡς αὐτοὶ Ἀθηναίοι πρᾶγμα ποιεῖν ἐπεχείρουν  p18 Ἱππίου καὶ Ἰσαγόρου καὶ τυραννίδα τῆς Ἑλλάδος καθίστασθαι, πρῶτοι μὲν αἰσθόμενοι, μάλιστα δὲ ἀλγήσαντες, ἡγεμόνες τοῖς ἄλλοις τῆς ἐλευθερίας καταστάντες, καὶ ταύτην τὴν διάνοιαν οὐ μόνον ἐπὶ τῶν Ἀθηναίων, ἀλλὰ καὶ ἐπὶ τῶν Λακεδαιμονίων διαφυλάξαντες; καὶ γὰρ​27 Λακεδαιμονίοις ὑπὲρ τῶν κοινῶν δικαίων τῆς Ἑλλάδος μετὰ τῆς Θηβαίων καὶ Ἠλείων πόλεως ἀντέβησαν· ᾧ καὶ διέδειξαν οὐ φιλοκάλως ἔχοντες​28 ἀλλ’ ἁπλῶς φιλέλληνες καὶ φιλοδίκαιοι καὶ φιλελεύθεροι καὶ μισοπόνηροι καὶ μισοτύραννοι. 18 μισοβάρβαροι μὲν γὰρ οὕτως ἦσαν, ὥστε εἰς Θερμοπύλας τετρακοσίους σφῶν αὐτῶν ἀπέστειλαν, ὅτεπερ καὶ Λακεδαιμόνιοι τριακοσίους.​29 ἐν Σαλαμίνι δὲ ἠρίστευσαν καὶ τῆς νίκης αἴτιοι κατέστησαν. Ἡροδότῳ γὰρ οὐ προσέχω, ἀλλὰ τῷ τάφῳ καὶ τῷ Σιμωνίδῃ, ὃς ἐπέγραψεν ἐπὶ τοῖς νεκροῖς τῶν Κορινθίων τεθαμμένοις ἐν Σαλαμίνι·

ὦ ξένε, εὔυδρόν ποτ’ ἐναίομεν ἄστυ Κορίνθου,

νῦν δ’ ἁμὲ Αἴαντος​30 νᾶσος ἔχει Σαλαμίς.

ῥεῖα δὲ Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες

καὶ Μήδους ἱερὰν Ἑλλάδα ῥυσάμεθα.​31

 p20  19 ἔστι δὲ καὶ ἕτερον ἐπίγραμμα Σιμωνίδῃ εἰς αὐτὸν τὸν στρατηγὸν ἐξαίρετον·

οὗτος Ἀδειμάντου κείνου τάφος, οὐ διὰ βουλὰς

Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον.

ἠλευθέρωσαν δὲ καὶ τὴν Σικελίαν ἀπὸ τῶν βαρβάρων, καὶ τὰς Συρακούσας δὲ ἀπὸ τῶν τυράννων. ἦν δ’ ἰδεῖν Διονύσιον ἐν Κορίνθῳ, θέαμα κάλλιστον, οὐδενὸς κύριον· ἀλλ’ ὅμως οὐδὲ τοῦτον οὐδεὶς ἠδίκει οὐδὲ ἐξέβαλλεν οὐδ’ ἀπήλαυνε​32 τῶν ἐκ Σικελίας.33

20 Τὸ δ’ ἀνάθημα τῆς πόλεως τίς ἀνέτρεψεν; εἰ​34 μὲν οὖν στρόβιλος ἢ πρηστὴρ σκηπτὸς ἐμπεσών,​35 σείων καὶ κεραυνὸν ἰθύνων — εἰ δ’ ἐστι τις κρίσις ἀνδριάντος, οἵαν φασὶν ἐν Συρακούσαις γενέσθαι — ὃν δὲ τρόπον οὐκ ὀκνήσω ἐπεμβαλόμενος διηγήσασθαι· Συρακοσίους τοὺς ἀποίκους τοὺς ὑμετέρους ἐν πολλοῖς πολέμοις πρὸς Καρχηδονίους καὶ τοὺς ἄλλους βαρβάρους τοὺς τὴν Σικελίαν καὶ τὴν Ἰταλίαν κατοικοῦντας ὁ χαλκὸς ἐπιλελοίπει καὶ τὸ νόμισμα· 21 ἐψηφίσαντο οὖν τοὺς τῶν τυράννων ἀνδριάντας — οἱ δὲ πολλοὶ ἦσαν παρ’ αὐτοῖς χαλκοῦ πεποιημένοι — συγκόψαι κρίσιν γε ἐν αὑτοῖς ποιήσαντες, ὅστις ἄξιος αὐτῶν καταχωνευθῆναι  p22 καὶ ὅστις οὔ· καὶ περιγίγνεται τῇ δίκῃ, ἵνα καὶ τοῦτο ἀκούσητε, Γέλων ὁ Δεινομένους. οἱ δ’ ἄλλοι πάντες κατεκόπησαν, πλὴν ἄρα Διονυσίου τοῦ πρεσβυτέρου τῶν τὸ σχῆμα τοῦ Διονύσου​36 περικειμένων.

22 Εἰ δὲ γένοιτο καὶ παρ’ ὑμῖν ψήφισμά τι τοιοῦτον, ἀνδριάντων εὐθύνας εἶναι, μᾶλλον δ’ εἰ θέλετε καθάπερ ἐψηφισμένον γε τοῦτο καὶ ἀγῶνος ἐνεστηκότος, δότε μοι, δότε τοὺς λόγους ὑπὲρ αὑτοῦ​37 πρὸς ὑμᾶς οἷον ἐν δικαστηρίῳ ποιήσασθαι.

Ἄνδρες δικασταί, ἅπαντά φασι δεῖν προσδοκᾶν ἐν τῷ μακρῷ χρόνῳ· οὗτος δ’ ἐν τῷ βραχεῖ κινδυνεύει τεθῆναι μὲν ὡς ἄριστος Ἑλλήνων, ἐκπεσεῖν δ’ ὡς πονηρότατος. 23 ὅτι μὲν οὖν καλῶς καὶ δικαίως καὶ συμφερόντως τῇ πόλει τῇ ὑμετέρᾳ καὶ πᾶσι τοῖς Ἕλλησιν ἐστάθην,​38 πολλὰ ἔχων εἰπεῖν ἓν ὑμῖν βούλομαι διηγήσασθαι γενόμενον ἐν ταῖς αὐταῖς Συρακούσαις. καὶ γὰρ οἰκεῖον τὸ παράδειγμα, καὶ δίκαιον ἴσως ἐστίν — ὥσπερ ἐκεῖνοι τιμῶσι τὴν μητρόπολιν, οὕτω καὶ ὑμᾶς τὰ τῆς ἀποικίας τῆς ὑμετέρας ἔργα καλῶς ἔχει​39 μιμεῖσθαι.

24 Ἐκεῖνοι τοίνυν κατὰ τοὺς ἀρχαίους ἐκείνους χρόνους Λευκανόν τινα ἄνθρωπον, ὅτι πρεσβείαν τινὰ  p24 εἰς τὸν δῆμον ἀπήγγειλε δωριστί, ἡσθέντες αὐτοῦ τῇ φωνῇ τά τε ἄλλα ὑπὲρ ὧν ἧκεν οὐκ ἄπρακτον ἀπεπέμψαντο καὶ ταλάντῳ ἐδωρήσαντο καὶ τὴν εἰκόνα τοῦ σώματος ἐστήσαντο, καὶ διὰ τοῦτο πολὺν ἔπαινον ἐκτήσαντο​40 παρὰ τῶν ἀστυγειτόνων καὶ τῶν ἐκείνῃ Δωριέων, τῶν τε ἄλλων καὶ τῶν τὴν Ἰταλίαν κατοικούντων, ὡς εὖ τὸν ἄνδρα καὶ φιλοκάλως ἀμειψάμενοι ὑπὲρ τοῦ γένους τοῦ Δωρικοῦ, οὗ τὴν φωνὴν ἐπησκήκει ἄχρι τοῦ καὶ λέγειν δυνατὸς εἶναι.

25 Εἰ δέ τις οὐ Λευκανὸς ὤν, ἀλλὰ Ῥωμαῖος, οὐδὲ τοῦ πλήθους, ἀλλὰ τῶν ἱπποτρόφων, οὐδὲ τὴν φωνὴν μόνον ἀλλὰ καὶ τὴν γνώμην καὶ τὴν δίαιταν καὶ τὸ σχῆμα τῶν Ἑλλήνων ἐζηλωκώς, καὶ ταῦθ’ οὕτως ἐγκρατῶς καὶ περιφανῶς, ὡς οὔτε τῶν πρὸ αὑτοῦ Ῥωμαίων οὔτε τῶν καθ’ αὑτὸν Ἑλλήνων, εἰρήσεται γάρ, οὐδὲ εἷς· τῶν μὲν γὰρ Ἑλλήνων τοὺς ἀρίστους ἔστιν ἰδεῖν ἐκεῖσε πρὸς τὰ τῶν Ῥωμαίων πράγματα ἀποκλίνοντας, τὸν δὲ​41 πρὸς τὰ τῶν Ἑλλήνων καὶ τούτων ἕνεκα καὶ τὴν οὐσίαν καὶ τὸ πολιτικὸν ἀξίωμα καὶ πάνθ’ ἁπλῶς προϊέμενον, ἵν’ αὐτῷ περιῇ ἓν ἀντὶ​42 πάντων Ἕλληνι δοκεῖν τε καὶ εἶναι — εἶτα τοῦτον οὐκ ἐχρῆν παρ’ ὑμῖν ἑστάναι χαλκοῦν; 26 καὶ κατὰ πόλιν γε· παρ’ ὑμῖν μέν, ὅτι Ῥωμαῖος ὢν ἀφηλληνίσθη, ὥσπερ  p26 ἡ πατρὶς ἡ ὑμετέρα, παρὰ Ἀθηναίοις δέ, ὅτι ἀττικίζει τῇ φωνῇ, παρὰ Λακεδαιμονίοις δέ, ὅτι φιλογυμναστεῖ, παρὰ πᾶσι δέ, ὅτι φιλοσοφεῖ καὶ πολλοὺς μὲν ἤδη τῶν Ἑλλήνων ἐπῆρε συμφιλοσοφεῖν​43 αὐτῷ, οὐκ ὀλίγους δὲ καὶ τῶν βαρβάρων ἐπεσπάσατο. 27 ἐπ’ αὐτὸ​44 γὰρ τοῦτο καὶ δοκεῖ​45 ὑπὸ τῶν θεῶν οἷον ἐξεπίτηδες κατεσκευάσθαι, Ἕλλησι μέν, ἵνα ἔχωσιν οἱ ἐπιχώριοι τῆς Ἑλλάδος παράδειγμα ὡς οὐδὲν τὸ παιδευθῆναι τοῦ φῦναι πρὸς τὸ δοκεῖν διαφέρει· Ῥωμαίοις δέ, ἵνα μηδ’ οἱ τὸ ἴδιον ἀξίωμα περιβεβλημένοι τὸ παιδεύεσθαι πρὸς τὸ ἀξίωμα παρορῶσι· Κελτοῖς δέ, ἵνα μηδὲ τῶν βαρβάρων μηδεὶς ἀπογιγνώσκῃ τῆς Ἑλληνικῆς παιδείας, βλέπων εἰς τοῦτον.

Ἐστάθην​46 μὲν οὖν διὰ τοιαύτας τινὰς προφάσεις, ἵνα μὴ πλείους λέγων δοκῶ προάγειν​47 ἐμαυτὸν εἰς ἀπέχθειαν. 28 ἔστι δ’ οὐχ ὅμοιον ὑπὲρ ἀναστάσεως εἰκόνος βουλεύεσθαι καὶ καθαιρέσεως. διὰ τί; ὅτι ἕκαστος τούτων τῶν παρ’ ὑμῖν ἀνακειμένων, εἴτε βελτίων εἴτε​48 χείρων ἐστίν, ἤδη τὰ τῆς ὁσίας​49 περίκειται, καὶ χρὴ τὴν πόλιν αὐτοῦ προεστάναι ὡς ἀναθήματος. πολλὰ ἄν τις ἔχοι εἰπεῖν ὑπὲρ τοῦ μὴ δεῖν Γοργίαν τὸν σοφιστήν ἐν Δελφοῖς ἑστάναι, καὶ ταῦτα μετέωρον καὶ χρυσοῦν. Γοργίαν  p28 τί​50 λέγω; ὅπου γε καὶ Φρύνην τὴν Θεσπιακὴν ἔστιν ἰδεῖν, ἐπὶ κίονος​51 κἀκείνην ὡς Γοργίαν.

29 Ἀλλὰ τὸ μὲν εὐθὺς ἐνστῆναι νόμιμον ἴσως καὶ πολιτικόν, τὸ δ’ ὕστερον ἐλθόντας τῆς ἀναθέσεως ἀναλύειν πειρᾶσθαι τὰ δεδογμένα, Ἄπολλον, βαρύ· καὶ οὐδεὶς ἂν ἠνέσχετο τῶν Ἀμφικτυόνων. καὶ γὰρ εἰ μὴ δέον ἐστάθησαν, τὸ σταθῆναι προλαβόντες δέον ἑστήκασιν, ἐξ οὗ προειλήφασιν. ὥσπερ γὰρ ὧν εἰς ἐνιαυτὸν αἱρουμένων κἂν ἀνάξιος ᾖ τις​52 ἀρχῆς, τὸν γοῦν ἐνιαυτὸν ἐκεῖνον εἰς ὃν ᾑρέθη ἄρχων διατελεῖ, οὕτω δὴ​53 καὶ τοῖς ἀνδριᾶσι κύριον εἶναι δεῖ τὸν χρόνον, ἐφ’ ὃν ἐστάθησαν· ἔστι δὲ οὗτος πᾶς ὁ λοιπὸς χρόνος. 30 ἢ τί διοίσετε τῶν τοὺς πηλίνους πλαττόντων; τί δὲ καλὸν ἕξετε λέγειν πρὸς τοὺς ἀπαιτοῦντας ὑμᾶς τὸν λόγον τοῦ τὰς μὲν τιμὰς εἶναι παρ’ ὑμῖν θνητάς, τὰς δὲ ἀτιμίας ἀθανάτους; εἰ τοίνυν οὐδὲν​54 αἰσχρὸν τοῦτό ἐστι, καθάπερ ὂν δεινόν, ὡς​55 κομιδῇ τετυφωμένης πολιτείας ἀνδριάντες ἐπέτειοι, ὥσπερ οἱ καρποί. οὓς γὰρ οὐχ ἵν’ εὐθὺς ἐκλείπωσιν, ἀλλ’ ὅπως πλεῖστον χρόνον παραμείνωσι, χαλκοῦς ἵστατε, τούτους ἀποφαίνετε καὶ τῶν κηρίνων μαλακωτέρους.

31 Ἢ νὴ Δί’ ὅτι ὀφθῆναι πονηροὺς ὕστερον συνέβη;  p30 εἰ μὲν ὕστερον γεγόνασιν, οὐκ ἀφίησι τὴν πόλιν τῆς αἰτίας· οὐ γὰρ τῶν μελλόντων, ἀλλὰ τῶν παρῳχηκότων ὑμεῖς δίδοτε τὰς τιμὰς. εἰ δὲ πρότερον ὢν τοιοῦτος ὕστερον κατωπτεύθη, ποτέρως ἂν οἴεσθε μᾶλλον παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι​56 καὶ ποτέρως ἂν τοὺς εὖ βουλομένους​57 ὑμᾶς ποιεῖν προκαλέσασθαι, τὴν κρίσιν ἀνάδαστον​58 ποιήσαντες ἢ τοῖς ἅπαξ δεδογμένοις ἐμμείναντες; ἐγὼ μὲν οὕτως ἡγοῦμαι. τὸ μὲν γὰρ ἠτυχηκότων, τὸ δὲ βεβαίων ἐστὶν ἀνθρώπων.

32 Οὔπω λέγω τὸ μέγιστον, ὅτι οὐκ​59 ἐκ διαβολῆς, ἀλλ’ ἐκ καταδίκης, μηδ’ ἐκ τῆς τυχούσης αἰτίας, ἀλλ’ ἐκ τῆς μεγίστης δεῖ τὴν τηλικαύτην, ἂν ἄρα δέῃ,​60 τιμὴν ἀνατραπῆναι. διαβολῆς μὲν γὰρ ἕνεκα κἂν​61 Σωκράτης εἴη τῶν νεῶν διαφθορεὺς καὶ πάντων τῶν ἐν ἀνθρώποις νομιζομένων ἀνατροπεύς, ἀπὸ τῶν θεῶν ἀρχόμενος. τίνας γὰρ οὗτοι οὐ διαβεβλήκασιν οἱ πάντα διαβάλλοντες; οὐ Σωκράτην; οὐ Πυθαγόραν; οὐ Πλάτωνα; οὐκ αὐτὸν τὸν Δία καὶ τὸν Ποσειδῶ καὶ τὸν Ἀπόλλω καὶ τοὺς ἄλλους θεούς; 33 ἅπτονται δὲ καὶ τῶν θηλειῶν  p32 θεῶν, ὧν εἰκὸς ἦν ἔτι μᾶλλον ἢ τῶν ἀρρένων ἐντρέπεσθαι. νὴ Δί’,​62 ἀκούετε γὰρ ἃ λέγουσι τὴν Δήμητρα καὶ τὴν Ἀφροδίτην καὶ τὴν Ἕω· ἀπέχονται δ’ οὐδὲ τῆς Ἀθηνᾶς οὐδὲ τῆς Ἀρτέμιδος· ἀλλὰ τὴν μὲν ἀπογυμνοῦσι τῷ Ἀκταίωνι, τὴν δὲ​63 καὶ συνάγουσι τῷ Ἡφαίστῳ καὶ ποιοῦσι τὴν παρθένον μικροῦ μητέρα. ταῦτ’ οὖν ἐπιστάμενοι θαυμάζετε, εἰ καὶ κατὰ τούτου​64 τις ψόγος διεδόθη, ὃν ἐκφυγεῖν μὲν οὐδενὶ τῶν πάντων ὑπῆρξε τῶν ἐν δόξῃ βεβιωκότων, τὴν δὲ ἀφορμὴν ἔλαβεν ἐκ τῆς περὶ τοὺς λόγους εἴτ’ ἐπαφροδισίαν αὐτὴν εἴθ’ ὅ τι δήποτε χρὴ καλεῖν τοῦτο ὃ καὶ ὑμεῖς σὺν γυναιξί καὶ τέκνοις ἀπεδέξασθε;

34 Οὐ σκέψεσθε; οὐκ ἀναμνησθήσεσθε πρὸς ἑαυτούς, εἴ τι τοιοῦτον αὐτῷ παρ’ ὑμῖν πέπρακται; καίτοι πόλιν οἰκεῖτε τῶν οὐσῶν τε καὶ γεγενημένων ἐπαφροδιτοτάτην, ἀλλ’ ὅμως οὐδὲν ἠκούσατε, θαρρῶν δ’ ἂν εἴποιμι ὅτι μηδὲ ἄλλος τις Ἑλλήνων. εἶτα τὸν ἐπὶ τῆς Ἑλλάδος ἐν πλείονι ἀδείᾳ καὶ συγγνώμῃ κοσμίως βεβιωκότα, τοῦτον ἐπὶ τῆς Ῥώμης παρ’ αὐτὸν τῶν ἄρχοντα καὶ τοὺς  p34 νόμους ἡγεῖσθε μεταβεβλῆσθαι; ἀλλὰ τοῦτό γε παραπλήσιόν ἐστιν, ὥσπερ ἂν εἴ τις τῶν ἀθλητὴν φαίη καθ’ αὑτὸν​65 μὲν εὐτακτεῖν, ἐν δὲ τῷ σταδίῳ καὶ παρὰ τῶν ἀγωνοθέτην πλημμελεῖν.

35 Παρρησίαν δὲ ἄγω διπλῆν, ἑνὸς μὲν τοῦ συνειδότος, ἑτέρου δὲ τοῦ ἀγωνοθέτου. πεπιστευκότος μὲν πᾶσαν​66 τιμωρίαν παρὰ τοῦ ἡμαρτηκότος λαβεῖν, ἀκούσαντος δὲ μηνῦσαι·​67 ὅπερ ἐκεῖνος ἐποίησεν. ὑμεῖς δ’ ἐπακολουθήσαντες ἀνθρώποις — οὐδὲν δὲ αὐτοὺς ἐρῶ ὡς ἀμυνόμενος· πλὴν ὅτι δικαιότερον ἦν ἐκείνους ὑμῖν ἀκολουθεῖν ἢ ὑμᾶς ἐκείνοις. 36 ὑμεῖς γάρ ἐστε νῦν τὸ δὴ λεγόμενον πρῴρα καὶ πρύμνα τῆς Ἑλλάδος, ὄλβιοι μὲν καὶ ἀφνειοὶ καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων ἐκ παλαιῶν χρόνων ὑπὸ τῶν ποιητῶν καὶ τῶν θεῶν ὀνομαζόμενοι, ὅτε καὶ τῶν ἄλλων τισὶν ὑπῆρχε καὶ πλουτεῖν καὶ δύνασθαι· νῦν δ’ ἀφ’ οὗ προλέλοιπεν ὁ πλοῦτος Ὀρχομενόν τε καὶ Δελφοὺς ἐλέῳ μὲν ὑμῶν δύνανται διαφέρειν, ζήλῳ δὲ οὐδὲ εἷς.

37 Καὶ ταῦτα μὲν ὑπὲρ τῆς πόλεως, ἣν οὐ δεῖ παρὰ τοῖς Ἕλλησιν αἰσχύνην ὀφλεῖν, ὅταν τῶν ὑφ’ ὑμῶν ἐκπεπτωκότα πάντες ἄσμενοι καταδέχωνται οὐ μόνον, ἀλλὰ καὶ καλῶσι καὶ διαπρεσβεύωνται καὶ τιμαῖς ταῖς τε ἄλλαις γεραίρωσι καὶ δὴ καὶ τῇ  p36 τῶν εἰκόνων ἀναθέσει. ὑπὲρ δὲ ἐμαυτοῦ καὶ τῆς εἰκόνος νῦν ἐρῶ λόγον, ὃν εἶπεν Ἀναξαγόρας υἱὸν ἀποβεβληκώς, Ἤιδειν θνητὸν γεγεννηκώς. ἀλλ’ οὐκ​68 ᾔδειν ὅτι τοιοῦτον· τῶν γὰρ​69 ἀνδριάντων ἕκαστος ἀνατίθεται μὲν ὡς αἰώνιος ἐσόμενος, φθείρεται δὲ ἄλλος κατ’ ἄλλην εἱμαρμένην, κοινοτάτην μὲν καὶ δικαιοτάτην καὶ πᾶσι πράγμασι προκειμένην τὴν τοῦ χρόνου· 38 ὁ δὲ ποιητὴς ἄλλως ἐκόμπαζεν ὁ τοῦτο τὸ ἐπίγραμμα ποιήσας, ὅ φασιν ἐπὶ τῷ Μίδᾳ σήματι γεγράφθαι·

χαλκῆ παρθένος εἰμί. Μίδα δ’ ἐπὶ σήματι κεῖμαι.

ἔστ’ ἂν ὕδωρ τε ῥέῃ καὶ δένδρεα μακρά τεθήλῃ,

αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ

ἀγγελέω παίουσι Μίδας ὅτι τῇδε τέθαπται.

39 ἀλλ’ ὦ παρθένε αὐτάγγελε, τοῦ μὲν ποιητοῦ ἀκούομεν, σὲ δὲ ζητοῦντες οὐχ εὕρομεν οὐδὲ τὸ σῆμα τὸ Μίδου. ὕδατα δὲ ἐκεῖνα καὶ δένδρα ἔτι μὲν νάει τε καὶ θάλλει, χρόνῳ δὲ καὶ ταῦτα μετὰ τῶν ἄλλων ἔοικεν ἐπιλείψειν, ὡς Μίδας, ὡς παρθένος.

ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ’ ἦν, ἵππῳ δὲ Πόδαργος,

καὶ κυνὶ Λήθαργος καὶ θεράποντι Βάβης.

τίς οὖν​70 οἶδεν Ἑλλήνων οὐχ ὅτι τὸν ἵππον, ἀλλ’ αὐτὸν τὸν Ἱππαίμονα; δοκῶ μὲν​71 οὐδὲ Μαγνήτων, ὅθεν ἦν Ἱππαίμων. οὗτος μὲν οὖν φροῦδος ἐξ ἀνθρώπων αὐτῷ Βάβητι καὶ Ποδάργῳ.

 p38  40 Ἕτεροι δὲ ἑστᾶσι καὶ γιγνώσκονται, τὴν δὲ ἐπὶ γραφήν ἔχουσιν ἑτέρων, καὶ τὸ γιγνόμενόν ἐστιν οἷον ἐν τοῖς μέλεσιν ἀντίσπαστον,​72 καὶ τρόπον τινὰ ἀντιδιδάσκουσιν οἱ ποιῆται· τρόπον μὲν Ἑλλήνων,​73 τύχας δὲ Ῥωμαίων. ἐθεασάμην καὶ τὸν Ἀλκιβιάδην τὸν καλὸν τὸν Κλεινίου, οὐκ οἶδ’ ὅπου, πλὴν​74 ἐθεασάμην ἐν καλῷ τῆς Ἑλλάδος ἐπιγραφὴν ἔχοντα Χαλκοπώγωνος, ἕτερον δὲ περικεκομμένον τὼ χεῖρε, ὃς ἐλέγετο τῆς Πολυκλέους τέχνης εἶναι· ὅραμα δεινόν, ὦ Γῆ καὶ Ἥλιε, Ἀλκιβιάδης πεπηρωμένος. 41 οἶδα δ’ ἐγὼ καὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα δουλεύσαντας ἐν Πέρσαις, καὶ Δημητρίου τοῦ Φαληρέως πεντακοσίους ἀνδριάντας καὶ χιλίους ὑπὸ Ἀθηναίων μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ πάντας καθῃρημένους. ἐτόλμησαν δὲ καὶ φιλίππου τοῦ βασιλέως ἀμίδας κατασκεδάσαι. Ἀθηναίοι μὲν οὖν τῆς εἰκόνος οὖρον κατέχεον, ἐκεῖνος δὲ τῆς πόλεως αἷμα καὶ τέφραν καὶ κονίαν. καὶ γὰρ  p40 ἦν νεμεσητὸν τὸν αὐτὸν ἄνδρα νῦν μὲν ἐν θεοῖς λέγειν, νῦν δ’ οὐδ’ ἐν ἀνθρώποις.

42 Εἶτα ἐγὼ ταῦτα ἐπιστάμενος ὅτι οἱ ἄνθρωποι οὐδὲ τῶν θεῶν φείδονται, ἀνδριάντος ὑμᾶς​75 φροντίσαι δοκῶ; καὶ τοὺς μὲν ἄλλους σιγήσειν μοι δοκῶ, ἀλλὰ τὸν Ἴσθμιον, τὸν ἀγωνοθέτην τὸν ὑμέτερον, Μόμμιος ἐκ βάθρων ἀνασπάσας ἀνέθηκε τῷ Διὶ, φεῦ τῆς ἀμαθίας, τὸν ἀδελφὸν ὡς ἀνάθημα, ἄνθρωπος ἀπαίδευτος καὶ μηδενὸς τῶν καλῶν​76 πεπειραμένος. ὃς Φίλιππον μὲν τὸν Ἀμύντου, ὃν ἐκ Θεσπιῶν ἔλαβεν, ἐπέγραψε Δία καὶ τοὺς ἐκ Φενεοῦ νεανίσκους τὸν μὲν Νέστορα, τὸν δὲ Πρίαμον. ὁ δὲ δῆμος ὁ τῶν Ῥωμαίων, τοῦτ’ ἐκεῖνο,​77 αὐτοὺς ἐκείνους​78 ὁρᾶν ᾤοντο, ὁρῶν Ἀρκάδας ἐκ Φενεοῦ.

43 Ταῦτα μὲν οὖν ἔξεστι καὶ γελᾶν. σπουδῇ δέ μοι ἐπελήλυθεν Ἀγησίλαον τὸν βασιλέα τῶν Λακεδαιμονίων τῆς γνώμης μακαρίσαι, ὅστις οὔποτε ἠξίωσεν οὔτε πλαστὰν οὔτε μιμηλὰν​79 τοῦ σώματος ποιήσασθαι, οὐχ ὅτι χωλὸς ἦν, ὥς φασι, καὶ μικρός (τί γὰρ ἐκώλυε μέγαν εἶναι τὸν ἀνδριάντα; τί γὰρ ἀρτίπουν, ὥσπερ τὸν Εὐφράνορος Ἥφαιστον;) ἀλλὰ τοῦτ’ ἐκεῖνος εἶδεν ἀκριβῶς, ὅτι μὴ δεῖ τὰς ἀνθρωπίνας τύχας ἐκτείνειν μηδὲ  p42 κινδυνεύειν περὶ τῷ σώματι κατὰ λίθον καὶ χαλκόν. εἴθε γὰρ εἴη​80 καὶ τοῦ σώματος ἀπηλλάχθαι.

44 Χαίρετω δ’ ὁ Δαίδαλος καὶ τὰ Δαιδάλου μιμηλὰ τεχνήματα· ἄδην Προμηθέως, ἄδην πηλοῦ. καίτοι καὶ τὸ σῶμα τῶν γενναίων φασὶν ἀλλότριον εἶναι,

ἐπειὴ μάλα πολλὰ μεταξὺ

σώματός τε καὶ ψυχῆς. ἡ​81 μὲν γὰρ οὐ πάρεστιν​82 οὐδὲ φροντίζει τοῦ σώματος καμόντος.​83 ἐμαίνετο Καμβύσης ὡς​84 Ἄμασιν τὸν Αἰγυπτίων βασιλέα τὸν νεκρὸν αὐτοῦ κεντῶν τε καὶ μαστιγῶν. Αἰγύπτιοι μὲν γὰρ λέγουσιν Ἄμασιν ἐκ πλέονος ὑφορώμενον τὴν Καμβύσου χαλεπότητα τὸν μὲν αὑτοῦ​85 νεκρὸν ἀποκρύψαι, ἄλλον δ’ ἀντ’ αὐτοῦ ὑποβαλεῖν, καὶ τοῦτον εἶναι τὸν Καμβύσῃ περιπεσόντα. 45 ἀλλ’, ὦ Αἰγύπτιοί τε καὶ Καμβύση, εἴτε ἄλλος τις ἦν ὁ ταῦτα παθὼν εἴτε αὐτὸς Ἄμασις ἦν, τύπος ἦν ἄναιμος, ἄσαρκος, ἄψυχος. τοῦτον, εἴ σοι φίλον, ἕλκε καὶ σπάραττε καὶ κέντρου, Ἄμασιν δὲ οὐ κατείληφας. ἕτερος δέ τις ζῶν, ἐμπνέων, αἰσθανόμενος, Πτίσσε, πτίσσ’, ἔφη, τὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεις. οὗτος γὰρ ἁνὴρ86  p44 ἐμπεσὼν μὲν εἰς ὅλμον, τυπτόμενος δὲ τοῖς ὑπέροις, αὐτὸς οὐκ ἔφη πτίσσεσθαι, ἀλλὰ τῶν αὑτοῦ​87 ὅπερ ἔτυχε περικείμενος· ὥσπερ φασὶ Περσῶν τοὺς ὁμοτίμους λαμβάνειν πληγάς, ἀντὶ τοῦ σώματος τὸν κάνδυν.

46 Πέρσαι μὲν οὖν ἐπὶ τοσούτῳ δυσφοροῦσιν· Ἕλλην δ’ ἀνὴρ παρεῖχε τύπτειν τὸ σῶμα ὡς κάνδυν·​88 ἡμεῖς δ’ οὐ παρέχωμεν​89 τὸν ἀνδριάντα χωνεύειν, κἂν αἰσθάνηται; νῦν δ’ ὁ μὲν κρείσσων αἰσθήσεως, ἐγὼ δὲ κατὰ τὴν​90 Εὐριπίδου Λαοδάμειαν

οὐκ ἂν προδοίην καίπερ ἄψυχον φίλον.

βούλομαι οὖν αὐτὸν ὡς αἰσθανόμενον παραμυθήσασθαι. ὦ λόγων ἐμῶν σιγηλὸν εἴδωλον, οὐ φαίνῃ; οὐδὲ γὰρ ὁ πρὸ σοῦ Ἀριστέης· ὧδε γὰρ ἔσχε κἀκείνῳ, ὡς ἐμοὶ εἰκάσθη,​91 ἀναστῆναι μὲν αὐτὸν ὑπὸ τῶν Προκοννησίων, ἀφανισθῆναι δὲ ὑπὸ τῶν ἐχθρῶν· λόγον δ’ ὑπὸ τῶν αὐτῶν τούτων διαδοθῆναι, ὡς οὔτε ζῶν οὔτε τεθνεὼς φαίνοιτο Ἀριστέης. ἀλλὰ καὶ τότε καὶ νῦν καὶ πρὸς ἅπαντα τὸν χρόνον ἔζη Ἀριστέης.

47 μνάσεσθαί​92 τινά φαμι καὶ ὕστερον​93 ἀμμέων.

 p46  πάνυ γὰρ καλῶς εἶπεν ἡ Σαπφώ· καὶ πολὺ κάλλιον Ἡσίοδος·

φήμη δ’ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ

πολλοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.

ἐγὼ σε ἀναστήσω παρὰ τῇ θεῷ, ὅθεν οὐδείς σε μὴ καθέλῃ, οὐ σεισμός, οὐκ ἄνεμος, οὐ νιφετός, οὐκ ὄμβρος, οὐ φθόνος, οὐκ ἐχθρός, ἀλλὰ καὶ νῦν σε καταλαμβάνω ἑστηκότα. λάθα​94 μὲν γὰρ ἤδη τινὰς καὶ ἑτέρους ἔσφηλε καὶ ἐψεύσατο, γνώμη δ’ ἀνδρῶν ἀγαθῶν οὐδένα, ᾗ​95 κατ’ ἄνδρα μοι ὀρθὸς ἕστηκας.


The Loeb Editor's Notes:

1 οἰκεῖος added by Capps; Wilamowitz deletes ἔτι δὲ.

2 ὃς omitted by Arnim with M m. pr.

3 περὶ τὴν ναῦν ὥρμησαν Capps, περὶ τὴν ναῦν ἦσαν Herwerden, περιένευσαν Naber, περὶ τὴν ναῦν συνῇσαν Arnim: περὶ ναῦν ἦσαν.

4 μαλακὸν] μᾶλλον UB.

5 καὶ after Ταινάρου deleted by Emperius.

6 οὐδὲ Emperius: οὔτε.

7 καίτοι Crosby: καὶ, which Arnim deletes.

8 καὶ τὸ Reiske: καίτοι.

9 ἐπείδετε Reiske: ἐπειδήγε.

10 ὥστε μάλιστα μὲν Emperius: ὡς ἂν μάλιστά με.

11 γε Selden: καὶ.

12 ἀλλ’ ὡς Casaubon: ἄλλως.

13 τοῦ Reiske: τις.

14 εἶναι Selden: εἴη.

15 καὶ M: τε καὶ UB.

16 ἐξαίρετον] ξηρανθὲν Geel.

17 βουλομένου τοῦ Ποσειδῶνος] Bethe deletes.

18 συνᾴδοντα Geel: συνᾴδονται.

19 τρισσαῖς χάρισι] δισσαῖς χάρισι Geel, δισσοῖς μάρτυσι Arnim.

20 τιμὴν δέ οἱ Crosby, τρανῆ δὲ ἐκ Arnim: τῆ μὴ δέ οἱ M, τιμῇ δέοι U, τιμῇ δέ οἱ B.

21 εὐδαίμων τί τοι ὧδ’, ὡς Emperius, εὐδαίμων πιτυώδεος Arnim: ὧ δαίμων τι τύω δέος M, ὦ δαῖμον τί τοι ὧδε ὃς UB.

22 γαῖ’ added by Post.

23 παμμάχιον Baguet: πάμμαχον.

24 ἔχοντας Morel: ἔχοντος.

25 τοῦτ’ ἂν Crosby: τοῦτο.

26 Emperius:  M,  UB.

27 γὰρ added by Arnim.

28 φιλοκάλως ἔχοντες] φιλολάκωνες ὄντες Selden.

29 τριακοσίους Cobet, relying on Herod. 7.202: τετρακοσίους.

30 δ’ ἁμὲ Αἴαντος Valckenaer and Bergk: δὲ μετ’ Αἴαντος MSS., δὲ ἀνάματος Plutarch.

31 Ἑλλάδα ῥυσάμεθα Jacoby: Ἑλλάδ’ ἱδρυσάμεθα, Ἑλλάδα ῥυόμεθα Plutarch.

32 ἀπήλαυνε Crosby: ἐξήλαυνε.

33 τῶν ἐκ Σικελίας] Dindorf deletes.

34 εἰ] οὐ Arnim.

35 Arnim suspects a lacuna after ἐμπεσών.

36 Διονύσου Casaubon: Διονυσίου.

37 αὑτοῦ Crosby: αὐτοῦ.

38 ἐστάθην] ἐστάθη Emperius.

39 καλῶς ἔχει] ἃ καλῶς ἔχει Reiske, ἃ ἂν καλῶς ἔχῃ Wilamowitz.

40 καὶ . . . ἐκτήσαντο conjectured by Cobet. Casaubon noted the lacuna.

41 After τὸν δὲ Arnim deletes προστάτην.

42 ἐν ἀντὶ Valesius: ἐναντίον.

43 συμφιλοσοφεῖν Capps, συμφιλοσοφῆσαι Geel: συμφιλοσοφήσειν.

44 ἐπ’ αὐτὸ Selden: ἐπέπαυτο.

45 δοκεῖ Crosby: ἐδόκει.

46 ἐστάθην] ἐστάθη Arnim.

47 προάγειν Emperius: προσάγειν.

48 βελτίων εἴτε added by Dindorf: κρείττων εἴτε Casaubon; εἴτε βελτίων (after χειρῶν) Reiske.

49 ὁσίας Selden: οὐσίας.

50 Γοργίαν τί with U] γοργίαν τι BM, γοργίαν M m. pr.

51 ἐπὶ κίονος Jacobs: ἐπ’ εἰκόνος BM, ἐπὶ εἰκόνος U.

52 τις Reiske: τῆς.

53 δὴ Arnim: δὲ.

54 οὐδὲν Emperius: οὐδὲ.

55 ὡς] πῶς οὐ Reiske, οὐ Arnim, ὅμως Post.

56 εὐδοκιμῆσαι Emperius: εὐδοκιμήσειν.

57 βουλομένους Selden: βουλευομένους.

58 ἀνάδαστον] ἂν δ’ αὐτὸν M, ἀνάδικον Wilamowitz.

59 οὐκ Wilamowitz: οὐδ’.

60 ἂν ἄρα δέῃ Emperius: ἂν ἄρα δεῖ M, ἀνάδαστον UB.

61 κἂν Dindorf: καὶ.

62 νὴ Δία Emperius: νῦν.

63 τὴν δὲ added by Selden.

64 τούτου Reiske: τοῦτο.

65 καθ’ αὑτὸν Emperius: κατ’ αὐτὸν.

66 πᾶσαν] γὰρ ἦν Wilamowitz.

67 μηνῦσαι] μηνῖσαι Arnim.

68 οὐκ] οὖν Arnim.

69 τοιοῦτον· τῶν γὰρ Jacobs: τοιούτων τῶν M, τούτων τῶν UB.

70 After οὖν Arnim deletes οὐκ.

71 δοκῶ μὲν Reiske: δοκοῦμεν.

72 After ἀντίσπαστον Arnim deletes τὸ μὲν ἐπίγραμμα ῥωμαΐζει (and the following καὶ), Valesius would retain and add ὁ φ’ ἀνδριὰς ἑλληνίζει.

73 After Ἑλλήνων Arnim adds ἔχουσι.

74 πλὴν Geel: πλησίον.

75 ὑμᾶς Reiske: ὑμῖν.

76 καλῶν Reiske: κακῶν.

77 τοῦτ’ ἐκεῖνο deleted by Arnim.

78 αὐτοὺς ἐκείνους Arnim: τοὺς ἐξ ἐκείνου.

79 πλαστὰν οὔτε μιμηλὰν Emperius: πλαστὸν οὔτε μιμήλαν.

80 εἴη Reiske: εἶναι.

81 Selden, ὃς Geel: .

82 οὐ πάρεστιν Crosby, οὐκ ᾔσθετ’ Selden, οὐκ αἰσθάνεται Reiske: οὐκ ἔστιν.

83 καμόντος Crosby: κάμνοντος.

84 ὡς added by Selden.

85 αὑτοῦ Emperius: αὐτοῦ.

86 ἁνὴρ Emperius: ἀνὴρ.

87 τῶν αὑτοῦ with M: τὸν αὑτοῦ B, τὸν αὐτοῦ U, τὸ αὑτοῦ Jacobs, τὸν ἀσκὸν Hemsterhuys, τὸν αὑτοῦ θύλακον Reiske.

88 After κάνδυν Reiske deletes ὡς ἱμάτιον.

89 παρέχωμεν Emperius: παρέχομεν.

90 κατὰ τὴν Valesius: καὶ τὴν.

91 ὡς ἐμοὶ εἰκάσθη with M: ὃς ἐμοὶ εἰκάσθη UB, ὡς καὶ σοί, ὃς ἐμοὶ εἰκάσθης Reiske.

92 μνάσεσθαί Casaubon: μνάσασθαί.

93 ὕστερον Volger, ἄψερον Edmonds: ἕτερον.

94 λάθα with UB: λάθρα M, βάθρα Weil.

95 Casaubon:  IUB.


[image ALT: Valid HTML 4.01.]

Page updated: 17 Oct 12