[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος λη´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

 p96  39. ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ ΕΝ ΝΙΚΑΙΑΙ ΠΕΠΑΥΜΕΝΗΣ ΤΗΣ ΣΤΑΣΕΩΣ

1 Ἐγὼ χαίρω τιμώμενος ὑφ’ ὑμῶν, ὥσπερ εἰκός ἐστι χαίρειν τὸν ἄνδρα τὸν σώφρονα τιμώμενον ὑπὸ πόλεως ἀγαθῆς καὶ λόγου ἀξίας, ὥσπερ ἡ ὑμετέρα πόλις, κατά τε ἰσχὺν καὶ μέγεθος οὐδεμιᾶς ἡττωμένη τῶν ὁποίποτε ἐνδόξων γένους τε γενναιότητι καὶ πλήθους συνοικήσει, τῶν φανερωτάτων γενῶν οὐκ ἀλλαχόθεν ἄλλων συνελθόντων φαύλων καὶ ὀλίγων, ἀλλὰ Ἑλλήνων τε τῶν πρώτων καὶ Μακεδόνων· τὸ δὲ μέγιστον ἥρωάς τε καὶ θεοὺς οἰκιστὰς λαβοῦσα.

2 Πρέπει δὲ τοῖς ὑπὸ θεῶν ᾠκισμένοις εἰρήνη καὶ ὁμόνοια καὶ φιλία πρὸς αὑτούς. αἰσχρὸν γὰρ, εἰ μὴ σφόδρα εὐδαίμονες​1 ἔσονται καὶ θεοφιλεῖς​2 καὶ διοίσουσί τι τῶν ἄλλων εὐτυχίᾳ,​3 βουλόμενοί γε ἀληθὲς ἐπιδεικνύειν τὸ τοῦ γένους, ἀλλὰ μὴ ψευδῆ καὶ μάταιον λόγον. θεοὶ γὰρ οἰκισταὶ καὶ συγγενεῖς  p98 καὶ προπάτορες οὐδὲν οὕτως ἐθέλουσι τοὺς αὑτῶν ἔχειν, οὔτε χώρας κάλλος οὔτε καρπῶν ἀφθονίαν οὔτε πλῆθος ἀνθρώπων, ὡς σωφροσύνην καὶ ἀρετὴν καὶ πολιτείαν νόμιμον καὶ τῶν μὲν ἀγαθῶν πολιτῶν τιμήν, τῶν δὲ κακῶν ἀτιμίαν. 3 ὡς ἔγωγε ἥδομαι νῦν ὁρῶν ὑμᾶς ἓν μὲν σχῆμα ἔχοντας, μίαν δὲ φωνὴν ἀφιέντας, ταὐτὰ δὲ βουλομένους. ποῖον μὲν γὰρ θέαμα κάλλιον πόλεως ὁμοφρονούσης; ποῖον δὲ ἄκουσμα σεμνότερον; ποία μὲν​4 βουλεύεται πόλις ἄμεινον τῆς ἅμα βουλευομένης; ποία δὲ εὐμαρέστερον πράττει τῆς ἅμα πραττούσης; ποία δὲ ἧττον ἀποτυγχάνει τῆς ταῦτα βουλευομένης;​5 τίσι μὲν ἡδίω τἀγαθὰ τῶν ὁμονοούντων; τίσι δὲ κουφότερα τὰ λυπηρὰ τῶν κοινῇ φερόντων, ὥσπερ βάρος; τίσι δὲ σπανιώτερον συμβαίνει τὰ χαλεπὰ τῶν ἀλλήλους φυλαττόντων; 4 ποία μὲν τοῖς πολίταις προσφιλεστέρα πόλις; ποία δὲ τιμιωτέρα τοῖς ξένοις; ποία δὲ χρησιμωτέρα τοῖς φιλοῖς; τίς δὲ τοῖς ἐχθροῖς φοβερωτέρα; ὁ παρὰ τίνων μὲν ἔπαινος δοκεῖ πιστότερος, ὁ παρὰ τίνων δὲ ψόγος ἀληθέστερος;​6 τίνες μὲν ἰσοτιμότεροι τοῖς κρατοῦσιν; τίνας δὲ μᾶλλον οἱ κρατοῦντες αἰδοῦνται; τίνας μὲν οὕτως ἀγαπῶσιν οἱ χρηστοὶ ἄρχοντες; τίνων δὲ ἧττον καταφρονοῦσιν οἱ πονηροί; οὐ γὰρ δῆλον ὅτι τοῖς μὲν ὁμονοοῦσιν οὐ μόνον οἱ κρατοῦντες, ἀλλὰ καὶ οἱ θεοὶ προσέχουσιν, οἱ δὲ στασιάζοντες οὐδ’ αὑτῶν ἀκούουσιν; οὔτε γὰρ τῶν ἀσυμφώνων χορῶν  p100 οὐδεῖς ἀκούει ῥᾳδίως ὅ τι λέγουσιν οὔτε τῶν διαφερομένων πόλεων.

5 Ποῖα δὲ οἰκοδομήματα, πόση δὲ χώρα, πόσον δὲ πλῆθος ἀνθρώπων ἰσχυρότερον δῆμον ἀποφαίνει τῆς πρὸς αὑτὸν ὁμονοίας; ὁπόσοι γὰρ ἂν ὦσι πολῖται τῆς ὁμονοούσης πόλεως, τοσοῦτοι μὲν ὀφθαλμοὶ ὁρῶσι τὸ ἐκείνης συμφέρον, τοσαῦται δὲ ἀκοαὶ ἀκούουσι, τοσαῦται δὲ γλῶτται παραινοῦσι, τοσαῦται δὲ διάνοιαι φροντίζουσιν· διαφέρουσι γὰρ οὐδὲν ἢ εἴ τις θεῶν οὕτως μεγάλης καὶ πολυανθρώπου πόλεως μίαν ψυχὴν ἐποίησεν. ὡς οὔτε χρημάτων πλῆθος οὔτε ἀνθρώπων οὔτε ἄλλη δύναμις ξυνήνεγκε τοῖς διαφερομένοις, ἀλλὰ τοὐναντίον πάντα ταῦτα πρὸς βλάβης μᾶλλόν ἐστι καὶ ὅσῳ ἂν πλείονα ὑπάρχῃ, τοσούτῳ μείζονος καὶ χαλεπωτέρας· ὥσπερ, οἶμαι, καὶ τῶν σωμάτων τῷ μὲν ὑγιαίνοντι συμφέρει τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν σαρκῶν, τῷ δὲ νοσοῦντι καὶ φαύλως ἔχοντι σφαλερωτάτη ἐστὶν ἡ τοιαύτη ἕξις καὶ ὀξύτατον ἐπάγει κίνδυνον. 6 ὁμοίως δὲ καὶ ναῦς ἥτις ἂν μετὰ ὁμονοίας πλέῃ τοῦ κυβερνήτου καὶ τῶν ναυτῶν, αὐτή τε σῴζεται καὶ σῴζει τοὺς ἐμπλέοντας· εἰ δὲ μή, ὅσῳ πλείω τὰ ἱστία, τοσούτῳ σφοδρότερον τὸν χειμῶνα καὶ τὴν ταραχὴν μείζω συμβαίνειν ἀνάγκη. τὸ αὐτὸ τοῦτο ἐπὶ ἅρματος· ἂν μὲν ὅ θ’ ἡνίοχος ἄρχειν ἐπίστηται κατὰ τρόπον οἵ τε ἵπποι ὁμοφρονοῦντες καὶ πειθόμενοι ὦσιν, ἐλπίς ἐστιν ἐν μὲν ἀγῶνι νικᾶν, ἐν δὲ πολέμῳ σῴζεσθαι τὸ τοιοῦτον  p102 ἅρμα· στάσεως δὲ καὶ ταραχῆς ἐνούσης, τοσούτῳ μείζων ὁ κίνδυνος, ὅσῳ ἂν ἰσχυρότεροι ὦσιν οἱ ἵπποι καὶ ταχύτεροι. 7 παραπλησίως δὲ καὶ πόλει ὁμονοούσῃ πάντα τὰ τοιαῦτα χρήσιμά ἐστι, περιουσία χρημάτων καὶ πλῆθος ἀνθρώπων καὶ τιμαὶ καὶ δόξα καὶ δύναμις· εἰ δὲ μή, δύσχρηστα καὶ χαλεπά, οἷον ἐν ταὐτῷ τρεφομένων​7 θηρίων πολλῶν ἢ βοσκημάτων, ἑνὸς εἴργοντος περιβόλου, κυριττόντων τε ἄλληλα καὶ πατούντων καὶ ἐπεμβαινόντων ἀλλήλοις.

Ἀλλ’ εἰ μὲν ὑγιαίνων ἐτύγχανον, οὐκ ἂν ἀπέστην τοῦ λόγου, πρὶν ἱκανῶς αὐτὸν διελθεῖν κατὰ τὴν ἐμαυτοῦ δύναμιν· νῦν δὲ ὑμεῖς τε ἴσως πρὸς ἑτέροις μᾶλλόν ἐστε​8 κἀγὼ πολὺ καταδεέστερον ἔχω ἢ πρὸς τὸ μέγεθος τοῦ ἀγῶνος. 8 τὸν οὖν βραχύτατον καὶ ἀνυσιμώτατον λόγον καταλείπεται εἰπεῖν τὸν πρὸς τοὺς θεούς. οὗτοι γὰρ καὶ τῶν μικρὸν φθεγγομένων ἃ διανοοῦνται ἴσασιν. ἴσως γὰρ καὶ τοῦτο τοῦ σφόδρα εὐνοοῦντός ἐστιν· ὥσπερ οἱ χρηστοὶ πατέρες τοῖς παισὶν ἃ μὲν δύνανται παραινοῦσιν, ἃ δ’ ἂν μὴ πείθωσιν, εὔχονται τοῖς θεοῖς ὑπὲρ αὐτῶν. εὔχομαι δὴ τῷ τε Διονύσῳ τῷ προπάτορι τῆσδε τῆς πόλεως καὶ Ἡρακλεῖ τῷ κτίσαντι τήνδε τὴν πόλιν καὶ Διὶ Πολιεῖ καὶ Ἀθηνᾷ καὶ Ἀφροδίτῃ Φιλίᾳ καὶ Ὁμονοίᾳ καὶ Νεμέσει καὶ τοῖς ἄλλοις  p104 θεοῖς ἀπὸ τῆσδε τῆς ἡμέρας τῇδε τῇ πόλει πόθον ἑαυτῆς ἐμβαλεῖν καὶ ἔρωτα καὶ μίαν γνώμην καὶ ταὐτὰ βούλεσθαι καὶ φρονεῖν, στάσιν δὲ καὶ ἔριδα καὶ φιλονικίαν ἐκβαλεῖν, ὡς ἂν ἐν ταῖς εὐδαιμοβεστάταις καὶ ἀρίσταις ᾗ πόλεσι τὸ λοιπόν.


The Loeb Editor's Notes:

1 εὐδαίμονες] αἰδήμονες Reiske.

2 θεοφιλεῖς] θεοσεβεῖς Geel.

3 εὐτυχίᾳ] εὐψυχίᾳ Geel.

4 μὲν Wilamowitz: δὲ.

5 βουλευομένης] βουλομένης Cobet.

6 After this sentence the MSS. read τίνες δὲ παρὰ τοῖς κρατοῦσι πλείονος αἰδοῦς τυγχάνουσι; which Emperius deletes as being a manifest variant of τίνας δὲ . . . αἰδοῦνται, which follows.

7 τρεφομένων Casaubon: στρεφομένων.

8 μᾶλλόν ἐστε Casaubon: ἐστὲ μᾶλλον ὥστε UB, μᾶλλον ὥστε M.


[image ALT: Valid HTML 4.01.]

Page updated: 17 Oct 12