[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!


[image ALT: link to next section]
Λόγος μγ´

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

p166 42. ΔΙΑΛΕΞΙΣ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ

1 Ὅπως μὲν ὑμεῖς διανοεῖσθε περὶ ἐμοῦ καὶ τῆς ἐμῆς εἴτε σοφίας εἴτε ἀμαθίας οὐ δύναμαι ξυμβαλεῖν, πότερον ὄντως ἐπιθυμεῖτε τῶν λόγων ὡς ἀκουσόμενοί τι θαυμαστὸν καὶ τοιοῦτον ὁποῖον οὐκ ἂν ἑτέρου τῶν νῦν, ἢ τοὐναντίον, ὡς ἐμὲ ἐξελέγξοντες καὶ ἀποδείξοντες οὐθὲν μέγα οὐδὲ σπουδαῖον ἐπιστάμενον. 2 εἰ μὲν γὰρ οὕτως ἔχετε, θαρρῶν ὑμῖν παρέχω ἐμαυτόν, ἵνα ἐμπλήσητε τὴν προθυμίαν· εἰ δὲ μή, φοβοῦμαι τὴν ἐναντίαν δόξαν, μήποτε ἀκούσαντες ἔπειτα οὐ δικαίως ἐμοῦ καταγνῶτε, ὅτι αὐτοὶ οὐκ1 ὀρθῶς ἐδόξατε. οὐδέποτε γὰρ οὐδενὶ ἔγωγε τοῦτο ὑπεσχόμην, ὡς ἱκανὸς ὢν λέγειν ἢ φρονεῖν ἢ πλέον τι γιγνώσκειν τῶν πολλῶν, ἀλλ᾽ ὑπὲρ αὐτοῦ τούτου διαμαχόμενος ἑκάστοτε καὶ ἀντιλέγων τοῖς ἀξιοῦσιν ἔπειτα εἰς τὸ λέγειν καθίσταμαι· καὶ πολλοὶ τοῦτο αὐτὸ ἐπίδειξιν ἡγήσαντο.

3 Ὅμως δὲ καὶ αὐτὸς ἑτέραν καὶ ἑτέραν λαμβάνω2 ὁδόν. ὅταν μὲν γὰρ εἰς ἐμαυτὸν ἀπίδω καὶ τὴν p168ἀπειρίαν τὴν ἐμαυτοῦ, περὶ πάντα μὲν ἁπλῶς, μάλιστα δὲ τὴν περὶ τοὺς λόγους, ὡς ἰδιώτης ὢν διανοοῦμαι καὶ τὸ λοιπὸν ἰδιώτου βίον βιωσόμενος· ὅταν δὲ εἰς τοὺς σπουδάζοντας καὶ παρακαλοῦντας, ὑπονοεῖν ἐμαυτὸν ἀναγκάζομαι, μὴ ἄρα τι τῶν ἐμῶν λόγου ἄξιον ᾖ3 καὶ λανθάνω πεπονθὼς τὸ αὐτὸ ἐνίοις τῶν ζῴων, ἃ χρήσιμα ὄντα τοὶς ἀνθρώποις καὶ δύναμίν τινα ἔχοντα ἐν αὑτοῖς πρὸς ἴασιν νοσημάτων, ἤτοι χολῆς ἢ αἵματος ἢ πιμελῆς ἢ τριχῶν, οὐκ ἴσασιν, οἱ δὲ ἄνθρωποι εἰδότες διώκουσιν αὐτὰ καὶ πειρῶνται πάντα τρόπον συλλαβεῖν, οὐ τῶν κρεῶν ἕνεκεν, ἀλλ᾽ ἐκείνης τῆς δυνάμεως.

4 Μὴ4 ἄρα κἀμὲ ἀναγκάζουσιν5 ἑκάστοτε λέγειν, οὐδὲν δεόμενοι τῶν λόγων, ἀλλ᾽ ἑτέρου τινός. οὐδὲ γὰρ ἐκεῖνο δύναμαι ὑπονοῆσαι, ὅτι ἀγνοοῦντες δὴ6 καὶ ἀνήκοοι ὄντες ἐσπουδάκασιν, ὥσπερ ἀμέλει πολλοὶ πολλῶν διὰ τὴν ἄγνοιαν ἐπιθυμοῦσιν. πάντες γάρ, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ἐμοὺς λόγους ἐπίστανται καὶ διαφέρουσιν αὐτοὺς ἄλλοι ἀλλαχοῦ, ὥσπερ τὰ φαῦλα ᾄσματα οἱ παῖδες ἐν ταῖς πόλεσιν ᾄδουσι τὸ πρὸς ἑσπέραν· καὶ τοὺς ἐμοὺς λόγους σχεδὸν πάντες ἀλλήλοις ἀπαγγέλλουσιν, οὐχ ὅπως ἐρρήθησαν, ἀλλ᾽ ἔτι βελτίους ποιήσαντες κατὰ τῆν αὑτῶν δύναμιν, οἱ μὲν ἑκόντες ἐπανορθούμενοι καὶ — 5 δῆλον ὅτι αἰσχυνόμενοι τὸ μεμνῆσθαι τοιούτων — ἀλλάττοντες καὶ μετατιθέντες πολλὰ καὶ κρείττονα, p170οἱ δὲ ἴσως καὶ ἄκοντες διὰ τὸ μὴ σφόδρα μεμνῆσθαι· ὥστε οὐκετι ὀβολοῦ, καθάπερ εἶπέ τις, εὔπορον ἐκ τῆς ἀγορᾶς πρίασθαι τὴν ἐμὴν σοφίαν, ἀλλὰ κύψαντα ἀνελέσθαι χαμᾶθεν. σχεδὸν οὖν παραπλήσιον πεπόνθασιν οἱ ἐμοὶ λόγοι τῷ κεράμῳ τῷ Τενεδίῳ· καὶ γὰρ ἐκεῖθεν πᾶς μὲν ὁ παραπλέων ἐμβάλλεται κέραμον, οὐδεὶς δὲ ὑγιῆ διακομίζει ῥᾳδίως, ἀλλὰ7 πολλοὶ σαθρὸν ποιήσαντες ἢ συντρίψαντες ὄστρακα ἔχοντες λανθάνουσιν αὑτούς.


The Loeb Editor's Notes:

1 αὐτοὶ οὐκ Emperius: οὐκ αὐτοὶ.

2 λαμβάνω] ἐμβαίνω Selden.

3 added by Capps.

4 μὴ Geel: εἰ.

5 ἀναγκάζουσιν] ἀναγκάζωσιν Geel.

6 δὴ Emperius: ἤδη.

7 After ἀλλὰ Emperius adds οἱ.


[image ALT: Valid HTML 4.01.]

Page updated: 26 Oct 10