[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος μβ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος μδ´

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

 p174  43. ΠΟΛΙΤΙΚΟΣ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ

1 Λυδῷ, φασί, πράγματα οὐκ ἦν, ὁ δὲ ἐξελθὼν ἐπρίατο. οὐκοῦν ὁ μὲν Λυδὸς δικαίως πράγματα εἶχεν αὐτὸς ἐπιθυμήσας, ἐγὼ δὲ οὐκ ἐπιθυμῶν πράγματα ἔχω δι’ οὐδὲν ἕτερον ὑπὸ ἀνθρώπων ἀδυνάτων​1 καὶ φθονερῶν ἢ ὅτι δοκῶ στέργειν ὑμᾶς καὶ τὰ μὲν εὖ πεποίηκα τὴν πατρίδα, ταῖς πρώταις ἴσην αὐτὴν ἀποδείξας τιμῆς ἕνεκα, τὰ​2 δὲ ποιήσω θεοῦ διδόντος. 2 καὶ τοῦτο εἶπον οὐκ ἀλαζονευόμενος ἄλλως — αὐτοὶ γὰρ ἴστε οὐδεπώποτε ὑπὲρ τούτῶν μνησθέντα με ἐν τοσούτοις λόγοις οὓς εἴρηκα ἐν ὑμῖν — ἀλλ’ ἀμυνόμενος τοὺς ἐμοὶ καὶ ὑμῖν βασκαίνοντας, ἵνα, ἐὰν μὲν δυνατὸν ᾖ, διαρραγῶσιν, ὃ τῇ πόλει πάσῃ βέλτιστόν ἐστιν· εἰ δὲ μή, ἀλλ’ οὖν​3 ὀδυνηθῶσιν. ὅτι δὲ οἱ αὐτοὶ​4 πρὸς ἐμὲ ἀηδῶς ἔχουσι καὶ πρὸς τὴν πόλιν αὐτοὶ μάρτυρές  p176 ἐστε, ἐὰν θέλητε μεμνῆσθαι καὶ τῶν φιλούντων ὑμᾶς καὶ τῶν μισοῦντον. καίτοι ἐπιεικέστερον ἐμοὶ χρῶνται ἢ ὑμῖν. ἐμοῦ μὲν γὰρ ἐνθάδε κατηγοροῦσιν, ὑμῶν δὲ ἐπὶ τοῦ βήματος.

3 Ἐὰν οὖν Ἑλληνικοῖς, ὥσπερ εἴωθα, φαίνωμαι παραδείγμασι χρώμενος, μὴ καταγελάσητε. οὐ γὰρ καταφρονῶ τῆς πατρίδος, οὐδὲ ἀδυνάτους ὑμᾶς νομίζω αὐτοὺς συνιέναι τὰ τοιαῦτα, οὐδὲ ἀπαίδευτον νομίζω οὔτε τὸν δῆμον οὔτε τὴν βουλήν. μάλιστα μὲν οὖν ὑμᾶς βούλομαι τὸ ἦθος Ἑλληνικὸν ἔχειν καὶ μήτε ἀχαρίστους μήτε ἀξυνέτους εἶναι.​5 εἰ δὲ μή, λόγων γε τοιούτων ἀκούειν οὐ χεῖρόν ἐστιν, ἐξ ὧν μοι δοκεῖτε καὶ τοῖς ἤθεσιν ἀμείνους ἂν γενέσθαι.

4 Τί δὴ οὖν τὸ παράδειγμα; ἦν τις ἄνθρωπος ἐν Θῆβαις Ἐπαμεινώνδας λεγόμενος· οὗτος ἐφίλει τὴν πατρίδα πάντων μάλιστα· καιρῶν δὲ ἐπιλαβόμενος οἷοι τότε ἦσαν, πολλὰ καὶ μεγάλα εὐεργέτησεν. ἀντὶ γὰρ δειλῶν καὶ ἀδυνάτων καὶ ἄλλοις ὑπακουόντων πρωτεύειν ἐποίησεν ἐν τοῖς Ἕλλησι καὶ τῆς ἡγεμονίας ἀντιποιεῖσθαι. τότε μὲν γὰρ ταῦτα ἦν δυνατά, νῦν δ’ ἕτεροι γεγόνασιν οἱ καιροί· πλὴν τά γε τῆς εὐνοίας καὶ τῆς προθυμίας ἀεί ποτε ὅμοια. οἱ​6 γὰρ προδόται καὶ συκοφάνται καὶ πάντα  p178 πράττοντες κατὰ τῶν πολιτῶν καὶ τότε ἦσαν ἐν ταῖς πόλεσι· καὶ μὴν οἱ​7 φιλοῦντες τὰς πατρίδας καὶ τοὺς πολίτας τοὺς αὑτῶν μηδὲν κακὸν πάσχειν ἐθέλοντες καὶ τὰς πατρίδας αὔξειν φιλοτιμούμενοι τότε μὲν πολλοὶ καὶ μεγάλα πράττοντες νῦν δὲ ἐλάττους​8 καὶ ἐλάττω ποιεῖν ἀγαθὰ δυνάμενοι.

5 Ὁ δ’ οὖν Ἐπαμεινώνδας ἐκεῖνος ὑπὸ τῶν ἀνομοίων ἐμισεῖτο καί τινες ἦσαν οἱ διαβάλλοντες αὐτόν. ὁ δὲ δῆμος, ὡς δῆμος, ἠγνόει καὶ ἀνεπείθετο, καί ποτε τῶν ἀπεγνωσμένων τις καὶ ἀτίμων καὶ ὅτε ἐδούλευεν ἡ πόλις καὶ ἐτυραννεῖτο πάντα κατ’ αὐτῆς πεποιηκὼς​9 ἐν ἐκκλησίᾳ τὸν Ἐπαμεινώνδαν ἐλοιδόρει, καὶ πολλὰ καὶ χαλεπὰ ἔλεγε· πᾶς γὰρ ὁ ψευδόμενος​10 οὐχ ὅ τι ἀληθὲς εἴπῃ ζητεῖ, μηδέν γε ἀληθὲς λέγειν δυνάμενος, ἀλλ’ εἴ τι χαλεπόν. καὶ αὐτὸς ἐπαναστὰς περὶ μὲν τῶν ἄλλων οὐκ εἶπεν οὐδ’ ἀπελογήθη πρὸς οὐδέν, μόνον δὲ πρὸς ἐκεῖνον, τῇ δ’ αὑτοῦ​11 φωνῇ βοιωτιάζων, Ἀλλά τοι Δαμάτηρ, ἔφη, κεχολωμένα γένοιτο. οἱ δὲ Θηβαῖοι ἀκούσαντες ἥσθησαν καὶ ἐγέλασαν εἰκότως, ἀναμνησθέντες, οἶμαι, τῆς ἐκείνου πρὸς τὸν δῆμον εὐνοίας καὶ τοῦ λοιδοροῦντος τῆς συκοφαντίας. 6 ἐγὼ γοῦν, εἴ τις λέγοι πρὸς ἐμὲ ἀνάξιον ἐμοῦ εἴτε ἄντικρυς εἴτε καὶ μετὰ σχήματος ἵνα δοκῇ ῥήτωρ, καὶ ταῦτα οὐκ ὢν εὐσχήμων αὐτός, ἀποκρινοῦμαι αὐτῷ τὴν τοῦ Ἐπαμεινώνδου ἀπόκρισιν.

 p180  Εὖ δ’ ἴστε ὅτι ταῦτα ποιοῦσι καὶ λέγουσι βαρυνόμενοι τὴν ἐμὴν ἐπιδημίαν δι’ ἄλλο μὲν οὐδέν· οὔτε γὰρ ἐνεδρεύω τινὰ τῶν πολιτῶν οὔτ’ ἀργύριον λαμβάνω παρά τινος οὔτε δασμολογεῖν ἕτοιμός εἰμι τὴν χώραν τὴν ὑμετέραν οὔτ’ ἐν τῇ ἀγορᾷ φαίνομαί τινι ὀχληρός· οὐ γάρ εἰμι ῥήτωρ· οὐδὲ εἶπον ὑπὲρ οὐδενὸς ἢ ἑνὸς ἀνθρώπου δυστυχοῦς, ὃν ἐκώλυσα ὑπὸ τῶν συγγενῶν καὶ τῶν ἐπιτρόπων διασπασθῆναι, πρότερον μὲν αὐτοῦ τὰ γράμματα ὑφῃρημένων καὶ πολλὰ τῆς οὐσίας διηρπακότων, ὕστερον δὲ καταψευδομαρτυρούντων· 7 ἄλλην δὲ οὐδεμίαν εἴρηκα δίκην, ὥστε δι’ οὐδὲν οὐδενὶ βαρύς εἰμι. ἀλλ’ ἵνα, ἐάν ποτε γένηται καιρός, οἷον εὔχονταί τινες, ὅμοιος τῷ​12 πρότερον, οἷος οὐκ ἔσται· πλὴν εἰ γένοιτο, ἵνα μὴ παρῶ τῷ δήμῳ μηδὲ ἕξουσιν οἱ συκοφαντούμενοι τὸν παραιτούμενον ἢ συναλγοῦντα. καὶ διὰ τοῦτο δυσκόλως ἐμὲ φέρει τις ἐπιδημοῦντα.​13 καὶ γὰρ εἰ πλείους ἦσαν, ὥσπερ εἰσίν, οὐδεὶς ἐμοῦ φήσει μᾶλλον· ἐγὼ δὲ ἔχω παρρησίαν πρὸς ὑμᾶς ὅσην οὐδείς. τῆς μὲν γὰρ εὐτυχίας τῆς ἐμαυτοῦ παρεχώρησα ὑμῖν, τῆς δὲ δυστυχίας τῆς  p182 ὑμετέρας μετέλαβον. 8 καὶ νῦν δεῖ με ἀποδημεῖν, οὐχ ὡς πρότερον ἀλύπως, πάντων με ἀγαπώντων καὶ θαυμαζόντων, ἀλλὰ μετ’ ἔχθρας τινῶν· ἐπεὶ αὐτός γε οὐδὲν ἔπαθον κακόν·

οὐ γὰρ πώποτ’ ἐμᾶς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους.

Οὐ μέντοι θαυμάζω τὰ παρόντα πράγματα· ἐπεὶ καὶ Σωκράτης ἐκεῖνος, οὗ μέμνημαι πολλάκις, ἐν μὲν τῇ τυραννίδι τῶν τριάκοντα ἔπραττε πάντα ὑπὲρ τοῦ δῆμου καὶ τῶν κακῶν οὐδενὸς ἐκοινώνησεν, ἀλλὰ καὶ πεμφθεὶς ὑπ’ αὐτῶν ἐπὶ Λέοντα τὸν Σαλαμίνιον οὐχ ὑπήκουσε, καὶ τοῖς τυράννοις ἄντικρυς ἐλοιδορεῖτο, λέγων ὁμοίους εἶναι τοῖς πονηροῖς βουκόλοις, οἳ παραλαβόντες ἰσχυρὰς τὰς βοῦς​14 καὶ πολλάς, ὀλίγας καὶ ἀσθενεστέρας ποιοῦσιν· 9 ἀλλ’ ὅμως ὑπὸ τοῦ δήμου, δι’ ὃν ἐκινδύνευεν, ὕστερον εὖ πράττοντος διαβληθεὶς ὑπὸ συκοφαντῶν τινων ἀπέθανεν. ἦν δὲ ὁ κατήγορος Μέλητος, βδελυρὸς ἄνθρωπος καὶ συκοφάντης. Ἀδικεῖ, φησί, Σωκράτης, τοὺς νέους διαφθείρων καὶ οὓς μὲν ἡ πόλις θεοὺς τιμᾷ μὴ τιμῶν, ἔτερα δὲ εἰσάγων καινὰ δαιμόνια· σχεδὸν αὐτὰ τἀναντία​15 οἷς ἐποίει Σωκράτης. 10 ἐτίμα τε γὰρ τοὺς θεοὺς ὡς οὐδεὶς  p184 ἄλλος καὶ παιᾶνα ἐποίησεν εἰς τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν, τοῦτον ὃν ἐγὼ ἔτι καὶ​16 νῦν ᾄδω,​17 καὶ τοὺς νέους ἐκώλυε διαφθείρεσθαι οὐ μόνον, ἀλλὰ καὶ τοὺς πρεσβυτέρους ὀνειδίζων καὶ προφέρων αὐτοῖς, εἴ τις ἄπληστος ἢ ἀκόλαστος ἢ τὰ τῆς πόλεως ἠργολάβει, τοὺς μὲν ἀπολύων ἐπ’​18 ἀργυρίῳ, τοὺς δὲ συκοφαντῶν, τοὺς δὲ νησιώτας τοὺς ταλαιπώρους λεηλατῶν ἐπὶ προφάσει φόρων ἢ καταλογῇ στρατιωτῶν, ὥσπερ ἔνιοι ποιοῦσι παρ’ ἡμῖν. διὰ ταῦτα μισοῦντες αὐτὸν ἔφασαν διαφθείρειν τοὺς νέους.

11 Ἡ δ’ ἐμὴ γραφὴ μείζων καὶ γενναιοτέρα σχεδὸν ἦν, κρυφαία​19 τις, ὡς ἔοικεν· Ἀδικεῖ Δίων, τοὺς μὲν θεοὺς μὴ τιμῶν μήτ’ ἐν θυσίαις μήτ’ ἐν ὕμνοις, καταλύων τὰς πατρίους ἑορτάς, ἀναπείσας δὲ ἡγέμονα πονηρὸν ὥστε τὸν μὲν δῆμον βασανίσαι καὶ ἐξελάσαι ὅσους ἂν δύνηται πλείστους, ἐνίους δὲ καὶ ἀποκτεῖναι, παρασχῶν ἀνάγκην αὐτοῖς ἑκουσίως ἀποθανεῖν διὰ τὸ μὴ δύνασθαι πρεσβύτας ὄντας φυγεῖν μηδὲ ὑπομένειν καταλιπεῖν τὴν πατρίδα· συμπράττων δὲ​20 καὶ νῦν ἅπαντα τῷ τυραννήσαντι τοῦ ἔθνους,​21 καὶ ὅπως ἐκεῖνος καλῶς ἀγωνιεῖται  p186 καὶ κατὰ κράτος παραλήψεται τὰς πόλεις καὶ τοὺς δήμους κατασκευάζων, ὅσον ἐστὶν ἐπ’ αὐτῷ κατασκευάζειν· 12 διαφθείρων δὲ καὶ τὸν δῆμον αὐτὸν​22 ἐφιστάμενος κατήγορος καὶ τοῖς αὑτοῦ ῥήμασι καὶ τῇ γλώττῃ παρανομῶν εἰς τοὺς πολίτας, εἰς τοὺς δημότας, καὶ πολλὰ ἕτερα ποιῶν ἃ αἰσχύνομαι καθ’ ἕκαστον λέγειν· πονηρὸν δὲ παράδειγμα παρέχων ἑαυτὸν καὶ νεωτέροις καὶ πρεσβυτέροις ἀπονίας​23 καὶ τρυφῆς​24 καὶ ἀπιστίας· δεκάζων δὲ τὸ πλῆθος, ἵνα μηδεὶς αὐτῷ προφέρῃ τὰ τότε πραχθέντα, ἀλλὰ τοῦ μίσους καὶ τῆς ἐπιβουλῆς λήθην τινὰ ποιήσωνται.

Φέρε δὴ πρὸς ταῦτα ἀπολογήσομαι, ὦ ἄνδρες Προυσαεῖς, κἂν δοκῇ ὑμῖν ἀκούσασι, κατεψηφίσασθέ μου· καὶ γὰρ τοῦ Σωκράτους οἱ Ἀθηναῖοι ἀκούσαντες κατεψηφίσαντο.


The Loeb Editor's Notes:

1 ἀδυνάτων] ἀξυνετῶν Herwerden.

2 τὰ Morel: τὸ.

3 ἀλλ’ οὖν Emperius: μᾶλλον.

4 οἱ αὐτοι Casaubon: αὐτοι.

5 εἶναι added by Reiske.

6 ἀεί ποτε ὅμοια. οἱ Reiske: ἀεί ποτε ὅμοιοι UB, ἂ εἵπεται ὅμοιοι M.

7 μὴν οἱ Capps, μὴν Arnim: νῦν.

8 νῦν δὲ ἐλάττους added by Reiske.

9 πεποιηκὼς] πεποιηκότων Reiske.

10 ψευδόμενος] τοιοῦτος Arnim.

11 αὑτοῦ Arnim] αὐτοῦ

12 ὅμοιως τῷ Selden: ὁμοίως τῶν UB, ὅμως τῶν M.

13 καὶ διὰ τοῦτο . . . ἐπιδηνοῦντα placed by Arnim after μετέλαβον (top of p182), as being inappropriate to its present setting. Wilamowitz would delete καὶ.

14 βοῦς Dindorf: βόας.

15 τἀναντία Dindorf: ταῦτα ἐναντία.

16 ἔτι καὶ added by Capps.

17 τοῦτον . . . ᾄδω deleted by Emperius.

18 ἐπ’ Valesius: ἐν.

19 κρυφαία] κρύφα M, κορυφαία Morel.

20 δὲ Reiske: τε.

21 τοῦ ἔθνους Arnim: τοὺς θεοὺς.

22 αὐτὸν Crosby: αὐτὸς.

23 ἀπονίας Geel: ἀπορίας.

24 τρυφῆς Reiske: τροφῆς.


[image ALT: Valid HTML 4.01.]

Page updated: 26 Oct 10