[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

[image ALT: link to previous section]
Λόγος μδ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!


[image ALT: link to next section]
Λόγος μϝ´

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

p206 45. ΑΠΟΛΟΓΙΣΜΟΣ ΟΠΩΣ ΕΣΧΗΚΕ ΠΡΟΣ ΤΗΝ ΠΑΤΡΙΔΑ

1 Ἄνδρες πολῖται, βούλομαι ὑμῖν ἀποδοῦναι λόγον τῆς ἐπιδημίας ταύτης, ἐπειδὴ καὶ βραχὺν οἴομαι τὸν λοιπὸν ἔσεσθαί μοι χρόνον. τὴν μὲν γὰρ φυγὴν ὅπως διήνεγκα, μὴ φίλων ἐρημίας ἡττηθείς, μὴ χρημάτων ἀπορίας, μὴ σώματος ἀσθενείας, πρὸς δὲ τούτοις ἅπασιν ἐχθρὸν ἀνεχόμενος οὐ τὸν δεῖνα οὐδὲ τὸν δεῖνα τῶν ἴσων τινὰ καὶ τῶν ὁμοίων1 ἐνίοτε φθεγγομένων, ἀλλὰ τὸν ἰσχυρότατον καὶ βαρύτατον καὶ δεσπότην ὀνομαζόμενον καὶ θεὸν παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις, τὸ δὲ ἀληθὲς ὄντα δαίμονα πονηρόν, καὶ ταῦτα οὐ θωπεύων αὐτὸν οὐδὲ τὴν ἔχθραν παραιτούμενος, ἀλλὰ ἐρεθίζων ἄντικρυς καὶ τὰ2 προσόντα κακά, μὰ Δί᾽, οὐ μέλλων νῦν ἐρεῖν ἢ γράψειν,3 ἀλλὰ εἰρηκὼς ἤδη καὶ γεγραφώς, καὶ τούτων πανταχῇ τῶν λόγων καὶ τῶν γραμμάτων ὄντων, οὐχ ὑπὸ μανίας καὶ ἀπονοίας ταῦτα πράττειν ἐπαιρόμενος, ἀλλὰ κρείττονι πεποιθὼς δυνάμει καὶ βοηθείᾳ τῇ4 παρὰ τῶν θεῶν, p208ἧς καταφρονοῦσιν οἱ πολλοὶ καὶ ἀνωφελῆ νομίζουσιν —. 2 τὸ δὲ περὶ τούτων καθ᾽ ἕκαστον λέγειν ἡγοῦμαι εἶναι περιττόν παρ᾽ ἄλλοις γὰρ μᾶλλον γιγνώσκεται ταῦτα καὶ τυγχάνει δόξης καὶ τιμῆς τῆς προσηκούσης· παρ᾽ ὑμῖν δὲ ἂν διεξίω τὸν τῆς φυγῆς χρόνον, οὐκ ὀδύρεσθαί με φήσει τις, πολὺ δὲ μᾶλλον ἀλαζονεύεσθαι.

Τελευτήσαντος δὲ ἐκείνου καὶ τῆς μεταβολῆς γενομένης ἀνῄειν μὲν πρὸς τὸν βέλτιστον Νέρβαν. ὑπὸ δὲ νόσου χαλεπῆς κατασχεθεὶς ὅλον ἐκεῖνον ἐζημιώθην τὸν καιρόν, ἀφαιρεθεὶς αὐτοκράτορος φιλανθρώπου κἀμὲ ἀγαπῶντος καὶ πάλαι φίλου. καὶ ὀμνύω τοὺς θεοὺς ὑμῖν ἅπαντας, οὐκ ἐφ᾽ οἷς ἂν εἰς ἐμαυτὸν ἢ τῶν ἐμῶν τινα ἔλαβον, οὐκ ἐπὶ τούτοις ἄχθομαι διαμαρτών, ἀλλ᾽ ἐφ᾽ οἷς ὑμῖν καὶ δημοσίᾳ τῇ πόλει παρασχεῖν ἐδυνάμην, ταύτην ἐγὼ μεγάλην ἀριθμῷ βλάβην καὶ ζημίαν. 3 ὧν γὰρ νῦν ἐτύχομεν, τότε ἐξῆν ταῦτα ἔχειν καὶ τῷ παρόντι καιρῷ πρὸς ἑτέρας κεχρῆσθαι δωρεάς. ἐπεὶ δ᾽ οὖν ὑπῆρξε παρὰ τούτου φιλανθρωπία καὶ σπουδὴ τοσαύτη5 περὶ ἡμᾶς ὅσην ἐπίσταντα μὲν6 οἱ παρατυχόντες, ἐγὼ δὲ ἂν λέγω νῦν, σφόδρα λυπήσω τινάς — ἴσως δὲ οὐδὲ φανεῖται πιστὸς ὁ λόγος τὸ p210τηλικαύτης τιμῆς τυγχάνοντα καὶ συνηθείας καὶ φιλίας ἅπαντα ταῦτα ἐᾶσαι καὶ παριδεῖν, ἐπιθυμήσαντα τῆς ἐνταῦθα ταραχῆς καὶ τῆς ἀσχολίας, ἵνα μηδὲν εἴπω πλέον — ὅμως δ᾽ εἰς οὐδὲν τῶν ἰδίων κατεθέμην τὸν καιρὸν ἐκεῖνον οὐδὲ τὴν τοῦ κρατοῦντος εὔνοιαν οὐδὲ ἀπὸ μέρους, οἷον τὰ τῆς οὐσίας ἐπανορθώσας διεφθαρμένης ἢ προσλαβών τινα ἀρχήν ἢ δύναμιν, ἀλλ᾽ ἅπαν ὅσον ποτὲ ἦν εἰς ὑμᾶς ἔτρεψα καὶ μόνον εἶδον τὸ τῆς πόλεως.

4 Ταῦτα δὲ εἰ7 μέν ἐστι χρήσιμα καὶ8 μεγάλα, ἢ9 μὴ πολλοῖς ὑπάρξαντα ἑτέροις ἀλλὰ10 μιᾷ πόλει, καὶ ταύτη σχεδόν τι τῶν ἐλλογιμωτάτων κατὰ τὴν Ἀσίαν καὶ τηλικοῦτον ἐχούσῃ δίκαιον πρὸς τὸν αὐτοκράτορα, τοῦ θεοῦ παρ᾽ ἐκείνοις μαντευσαμένου καὶ προειπόντος τὴν ἡγεμονίαν αὐτῷ καὶ πρώτου πάντων ἐκείνου φανερῶς αὐτὸν ἀποδείξαντος τῶν ὅλων κύριον· οὐ λέγω τοιοῦτον οὐδέν, ὅτι δ᾽11 ὑμεῖς μάλιστα τούτων12 ἐπεθυμεῖτε,13 καὶ χρόνος ἦν πολύς, ὃν ἠλπίζετε, ἐξηπάτησθε,14 τοῖς ὑποσχομένοις μόνον τῶν ἰδιωτῶν15 — οὐ γὰρ δὴ τῶν ἡγεμόνων οὐδεὶς οὔτε προσεδόκησε πώποτε οὔτε ὑπέσχετο — τιμὰς ὑπερβαλλούσας ἐδίδοτε, πρὸ πολλοῦ p212τῆς πόλεως ἀπαντῶντες16 πανδημεὶ καὶ17 περιμένοντες ἐν ἑτέραις πόλεσι· τοῦτο ἴσως18 ἐννοεῖν ἄξιον. 5 καίτοι σμικρῶν γενομένων καὶ οὐδενὸς ἀξίων, τὸν ἄνδρα τὸν γενναῖον καὶ μὴ φθόνου καὶ βασκανίας ἥττονα τότε ἐχρῆν λέγειν ὅτι, Μαίνεσθε καὶ παρανοεῖτε τοιούτων ἐξεχόμενοι σφόδρα οὕτως καὶ θεραπεύοντες ἀνθρώπους οὕτω ταπεινοὺς ἐπὶ πράγμασιν οὔτε ἀναγκαίοις οὔτε μεγάλοις καὶ ταῦτα ἀδήλοις, ἔτι καὶ μηδὲν ἔχοντες βέβαιον. ἀλλ᾽, οἶμαι, χαλεπὸν μὲν ἦν αὐτοῖς καὶ ὁπωσοῦν γενόμενόν τι τούτων. οὐ μὴν ὁμοίως ἐλύπει τὸ τὸν δεῖνα καὶ τὸν δεῖνα τῶν ἡγεμόνων19 εἶναι τὸν ποιήσαντα καὶ παρασχόντα, μὴ τῶν ἡμετέρων τινὰ πολιτῶν. ἔτι δὲ ἐλπὶς ὑπῄει καὶ ἔθελγεν αὐτοὺς οὐδέποτε20 γενομένων.

6 Καίτοι καὶ τοῦτο ἀκήκοα πολλῶν ἐγὼ λεγόντων, ὡς πρότερον21 ἀντιγράψαντος περὶ τῆς διοικήσεως τῶν ἡγεμόνων τινὸς καὶ τοῦ πράγματος ἀποτευχθέντος πολλοὶ κατεγέλων τῆς πόλεως — οὐ τῶν ἀστυγειτόνων, ἧττον γὰρ ἂν22 ἦν τὸ δεινόν, ἀλλὰ p214τῶν πολιτῶν — ὡς μειζόνων ἢ καθ᾽ αὑτὴν ἐφιεμένης καὶ διαφερούσης οὐδὲν κατὰ τὴν ἀφροσύνην τῶν παίδων τῶν βασιλέων. καὶ ταῦτα λέγοντες οὐκ ᾐσχύνοντο διασύροντες τὴν αὑτῶν πατρίδα καὶ καθαιροῦντες ἐν τοῖς λόγοις οὕτως23 ἀνοήτως. εἴτε γάρ εἰσι24 τῶν πρωτευόντων ἐν αὐτῇ ἢ τιμωμένων, αὑτοὺς καθαιροῦσιν ἀσθενοῦς καὶ ἀδόξου πόλεως προεστηκότες· εἴτε τῶν ἀπερριμμένων εἰσὶ καὶ τῶν ὑστάτων, ἔτι μείζω καὶ χαλεπωτέραν ποιοῦς τὴν ἀτιμίαν αὑτοῖς, εἰ τῆς ἐσχάτης πόλεως ἔσχατοι τυγχάνουσιν ὄντες.

7 Ἵνα δὲ μὴ διὰ τοὺς ἐμπίπτοντας λόγους τοῦ προτεθέντος ἐκκρουσθῶ, τούτων ὅπως δήποτε ληφθέντων καὶ κομισθέντων ἐνταῦθα, σκοπεῖτε25 εἴ τῳ βαρὺς γέγονα τῶν πολιτῶν ἢ κατ᾽ ἰδίαν ὑπὲρ ἐμαυτοῦ λέγων ἢ κοινῇ προφέρων καὶ ὀνειδίζων χάριτας ἦ προαγαγών τινας ὧν ἐβουλόμην· ἦ τοὐναντίον οὐκ ἔλαττον26 ἑκατὸν βουλευτῶν καταλεγέντων ἕτεροι μὲν εἰσήγαγον φίλους αὑτῶν καὶ παρεσκεύασαν ὅπως ἕξουσι τοὺς συναγωνιζομένους καὶ βοηθοῦντας οἷς ἄν ποτε ἐθέλωσιν, ἐγὼ δὲ οὔτ᾽ ἐποίησα τοιοῦτον οὐδὲν οὔτε διελέχθην τοιοῦτον, ὡς ἐμοὶ μᾶλλον ἂν προσθεμένων,27 εἰ ἐβουλόμην, ἢ ἄλλῳ τινί. 8 μάλιστα μὲν γὰρ ἠξίουν μηδὲ ἕτερον p216μηδένα τοιοῦτον ἔθος εἰσάγειν μηδὲ καθ᾽ ἑταιρείας πολιτεύεσθαι μηδ᾽ εἰς μέρη διασπᾶν τὴν πόλιν· εἰ δ᾽ οὖν, αὐτὸς ἀπέχεσθαι τῶν τοιούτων ἁμαρτημάτων, εἰ καὶ πάντων ἔλαττον ἰσχύειν ἔμελλον καὶ μηδενὸς ἀξιοῦσθαι λόγου.

Τί οὖν ἥμαρτον ἐν τούτοις καὶ τί παρελείφθη μοι; δίκαιός εἰμι πρὸς ὑμᾶς ὁμολογεῖν ὅτι μήτε αὐτὸς μηδὲν ἔπραττον ἄδικον καὶ παράνομον μήτε τοὺς ἄλλους ἐκώλυον,28 ἐξὸν ἑνὶ ῥήματι κωλῦσαι καὶ καταστάντα29 μηνῦσαι τὸ γιγνόμενον, καίπερ30 εἰδόσιν, ὑμῖν καὶ τοῖς ἡγεμόσιν. εἰ δὲ μήτε ὑμεῖς προσείχετε31 μήτε τῶν ἡγεμόνων τὸ πρᾶγμα ἥπτετο, οὐ χαλεπὸν ἦν ἐπιστεῖλαι32 τῷ αὐτοκράτορι. 9 τοῦτο οὖν ἦν τὸ ποιῆσαν ἐμὲ τὴν ἡσυχίαν ἄγειν, ἵνα μὴ δοκῶ κατηγορεῖν τινων μηδὲ διαβάλλειν τὴν πόλιν μηδ᾽ ὅλως λυπηρότερος ὦ τῶν ἐνθάδε μηδενί. τὸ μὲν δὴ τῆς βουλῆς οὕτω διῳκήθη, τά γ᾽33 ἄλλα ὀρθῶς· οὔτε γὰρ φαύλους οὔτε ἀναξίους ἄνδρας ἐχειροτονήσατε· πλὴν ὅτι πάντες τῆς ἴσης τυχόντες τιμῆς, καίτοι δικαίως τυγχάνοντες καὶ δι᾽ αὑτούς, ὅμως καθάπερ οἱ μυούμενοι μυσταγωγῶν ἐδεήθησαν. ἐγὼ δὲ οὐδὲ ψῆφον ἠξίωσα διενεγκεῖν ὑπὲρ οὐδενὸς μόνος, μὴ ῥοπήν τινα δοκῇ τὸ τοιοῦτον παρέχειν καὶ μαρτυρίαν καὶ τῶν ἄλλων τινὲς ὀκνήσωσινº p218ἐμοὶ τἀναντία γράφειν καὶ ἀποφαίνεσθαι. 10 τί οὖν; ἐπὶ δύο ἡμέρας ἢ τρεῖς γενομένης34 τῆς χειροτονίας ἐξῆλθον οὐδ᾽ ἔμελλον35 παρατυχὼν τοῖς γεγονόσιν οὐδένα ἔχειν36 χρεώστην οὐδὲ συνωμότην οὐδὲ ἐμοὶ χάριν ὀφείλοντα τοῦ πράγματος. ὑμῖν γάρ, οὐκ ἐμαυτῷ, τοὺς βουλευτὰς ᾐτησάμην.

Καὶ τοίνυν διοικήσεως νῦν πρῶτον εἰσαχθείσης37 πολλὰ ὑπὸ πολλῶν ἠδικημένος — ὥσπερ εἰκός ἐστι τὸν ἐλθόντα μετὰ τοσαῦτα ἔτη φυγῆς — καὶ πρὸς ἐνίους οὐδὲ δικῶν μοι δέον,38 ἀλλὰ μᾶλλον39 εἰπεῖν καὶ μνησθῆναι περὶ τῶν κατεχομένων, πρὸς οὐδένα οὔτ᾽ ἐμνήσθην οὔτε λόγον ἐποιησάμην οὐδένα, τοσούτων δὲ χρήματα ἀπεστερηκότων, τοσούτων δὲ χωρία κατεχόντων, ἅτε μηδενὸς ὄντος τοῦ κωλύσοντος. 11 οὐ γὰρ δὴ τῷ μὲν Ὀδυσσεῖ πατέρα οἴκοι καταλιπόντι καὶ γυναῖκα ἀγαθὴν καὶ φίλους συνέβη καταφρονηθῆναι διὰ τὴν ἀποδημίαν οὕτως ὥστε40 τὴν οἰκίαν αὐτοῦ καταλαβόντας41 ἐνίους ἑστιᾶσθαι καὶ πίνειν καθ᾽ ἑκάστην τὴν ἡμέραν τὸν οἶνον ἀντλοῦντας καὶ τὰ βοσκήματα ἀποκτιννύντας, καὶ μηδὲ τῆς γυναικὸς ἀπέχεσθαι τελευτῶντας, ἀλλ᾽ ἄκουσαν βιάζεσθαι γῆμαι καὶ καταλιπεὶν τὸν ἄνδρα καὶ τὴν οἰκίαν, ἐμὲ δὲ οὐκ ἦν εἰκὸς ὑπὸ p220πολλῶν πολλὰ τοιαῦτα πεπονθέναι, πάντων ἀπεγνωκότων με καὶ μηδενὸς ἔτι σωθήσεσθαι προσδοκῶντος;

12 Ἀλλὰ περὶ ταῦτα μὲν ἴσως οὐχ ὅμοιως ἑτέροις γέγονα, λέγω δὲ οὐ τῶν ἰδιωτῶν μόνον, ἀλλὰ πολλῶν καὶ φιλοσόφων καλουμένων σωφρονέστερος· ἐλύπησα δὲ ἐν τοῖς ἔργοις τὴν πόλιν. περὶ δὲ τούτων, ὡς ἐγένετο, πολλάκις ἀκηκόατε· δεῖ δὲ καὶ νῦν ἴσως ἀναμνῆσαι. ἐγὼ γάρ, ἄνδρες, τὸ μὲν βούλεσθαι τὴν πόλιν κοσμεῖν καὶ κατασκευάζειν μὴ μόνον στοαῖς καὶ ὕδασιν, ἀλλά, εἰ δυνατὸν ἦν, καὶ τείχεσι καὶ λιμέσι καὶ νεωρίοις ὁμολογῶ. 13 καὶ τοῦτον τὸν ἔρωτα, οὕτως42 εἴτε παιδικὸν φήσει τις εἴτε ἀνόητον, οὐκ ἔξαρνός εἰμι, τὸ καὶ συνοικίζειν ἐθέλειν τὴν πόλιν καὶ πλῆθος ἀνθρώπων εἰς αὐτὴν ὅσον δύναμαι συναγαγεῖν, καὶ οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλ᾽ εἰ δυνατὸν ἦν, καὶ ἑτέρας πόλεις συνελθεῖν ἀναγκάσαντα, ὥσπερ Ἐπαμεινώνδας ποτὲ τὴν Βοιωτίαν εἰς τὰς Θήβας συνῴκισε καὶ Θησεὺς τὴν Ἀττικὴν εἰς τὰς Ἀθήνας, καὶ Μυτιληναῖοί43 ποτε λέγονται τῆς Αἰολίδος κατασχόντες καὶ τῶν περὶ τὸν Ἑλλήσποντον καὶ Τρῳάδα τόπων τὴν Λέσβον ἅπασαν εἰς μίαν τὴν αὑτῶν44 συναγαγεῖν πόλιν.

14 Οὐ μὴν ἀλλ᾽ ἐπιστάμενός γε τὰς διανοίας τῶν p222ἐνθάδε ἀνθρώπων ἐνίων καὶ τὴν ἐμαυτοῦ δύναμιν καὶ τὰς ἀσχολίας καὶ τὸν χρόνον τῆς ἐπιδημίας, ὅτι μοι βραχύς ἐστι παντελῶς, οὔτε ἡπτόμην οὐδενὸς μείζονος οὔτε ἤλπιζον, μόνον δὲ τὴν διάνοιαν οὐκ ἐδυνάμην τὴν ἐμαυτοῦ κατέχειν, ἀλλ᾽ ὥσπερ οἱ ἐρῶντες αὐτοὶ45 περὶ τῶν τοιούτων46 διεξίασιν οἵων καὶ ἐπιθυμοῦσι, κἀγὼ πολλάκις ἐμεμνήμην ὧν47 καὶ ἐνόμιζον συμφέρειν γενέσθαι τῇ πόλει κατασκευῆς ἕνεκα καὶ συνοικισμοῦ καὶ προσόδων καὶ μυρίων ἄλλων. 15 ἃ εἴ ποτε γένοιτο καιρὸς ἐπιτελεσθῆναι καὶ θεῶν τις ποιήσειε, τότε ὄψεσθε τὴν ὑπερβολὴν τῆς τινων ἔχθρας καὶ τοῦ48 πρὸς ἐμὲ μίσους, ἵνα μὴ λέγω τοῦ πρὸς ὑμᾶς, ὡς οὐκέτι ἀμφιβόλως οὐδὲ πρᾴως ἐροῦσι καὶ λοιδορήσονται, φανερῶς δὲ καὶ ἄντικρυς, κἂν μὴ κωλῦσαι δυνηθῶσιν, ἀπάγξονται πρότερον ἢ τὴν πόλιν ἰδεῖν οἵαν αὐτὴν βουλομένων θεῶν οὐκ ἀδύνατον γενέσθαι. τότε δ᾽ οὖν τοῦ ἡγεμόνος δεξαμένου τὸ πρᾶγμα — τυχὸν μὲν δι᾽ ὑμᾶς, ἴσως δὲ καὶ δι᾽ ἐμὲ — καὶ συναγαγόντος49 ἐκκλησίαν, οὐ προειδότος ἐμοῦ, καὶ περὶ τούτων ἀναγιγνώσκοντος, οὐκ ἐδυνήθην τὴν ἡσυχίαν ἄγειν, ἀλλ᾽ ἀνέστην καὶ συνεβούλευσα καὶ ἐνεδειξάμην τοῖς ἀγνοοῦσι τὸ πρᾶγμα. 16 καὶ μετὰ ταῦτα οὐχ ὁ μὲν δῆμος ὑμεῖς ἐπεθυμήσατε τῶν ἔργων, τῶν δὲ ἐν τέλει τις ἀντεῖπεν, οὐδὲ ἀντεῖπε μὲν οὐδείς, οὐ μὴν προθυμούμενος εὑρέθη καὶ p224συμπράττων, ἀλλὰ πάντες ὡς ἐπ᾽ ἀγαθοῖς οὖσι καὶ συμφέρουσιν οὐ λόγῳ μόνον50 συμπράττοντες καὶ συνεισφέροντες· καὶ τὸ πρᾶγμα ὡς καλὸν καὶ μεγαλοπρεπὲς καὶ τῇ πόλει συμφέρον οὕτως ἐγένετο.51


The Loeb Editor's Notes:

1 ὁμοίων] ὁμοίως UBT. After ὁμοίων Emperius ads τῶν δεινὰ.

2 τὰ added by Emperius.

3 γράψειν Cobet: γράφειν.

4 τῇ added by Reiske.

5 τοσαύτη Emperius: τοιαύτη.

6 μὲν Emperius: μόνοι.

7 δὲ εἰ] δ᾽ ὅτι Arnim.

8 καὶ added by Reiske.

9 ] deleted by Arnim.

10 ἀλλὰ Crosby: ἀλλ᾽ ἢ.

11 δ᾽ added by Selden.

12 τούτων Crosby, τούτου Emperius: τοῦτο.

13 ἐπεθυμεῖτε Reiske: ἐπιθυμεῖτε.

14 ἐξηπάτησθε Emperius: ἐξηπάτησθαι.

15 ἰδιωτῶν Emperius: ἡγεμόνων.

16 ἀπαντῶντες Selden: ἅπαντες.

17 καὶ added by Selden, Emperius.

18 τοῦτο ἴσως Emperius: τούτοις ὡς.

19 τῶν ἡγεμόνων deleted by Emperius.

20 οὐδέποτε Crosby, ὡς οὐδέποτε ἂν Emperius: ὡς οὐδέποτε.

21 πρότερον Emperius: πρᾳότερον or πρᾳώτερον.

22 ἂν added by Pflugk.

23 οὕτως] αὑτοὺς Arnim.

24 εἰσι Reiske: ἐπὶ UM, omitted by B.

25 καὶ κομισθέντων ἐνταῦθα, σκοπεῖτε Emperius: ἐνταῦθα, σκοπεῖτε καὶ κομισθέντων.

26 οὐκ ἔλαττον Reiske: ἔλαττον οὐχ or ἐλαττῶν οὐχ.

27 μᾶλλον ἂν προσθεμένων Reiske, προσθεμένων ἂν Pflugk: προσθεμένων.

28 ἐκώλυον] ἐκέλευον Naber.

29 καταστάντα Wyttenbach: καταστάντας καὶ.

30 καίπερ Arnim: καὶ παρ᾽.

31 προσείχετε Morel: προείχετε.

32 ἐπιστεῖλαι Reiske: ἐπιτελέσαι.

33 γ᾽ Reiske: δ᾽.

34 γενομένης] γιγνομένης Reiske.

35 οὐδ᾽ ἔμελλον Emperius: οὐδὲ μᾶλλον.

36 ἔχειν Emperius: ἔχων.

37 εἰσαχθείσης Capps: ἀχθείσης.

38 δέον Emperius: δεῖν.

39 μᾶλλον] μόνον Pflugk.

40 ὥστε Reiske: τε.

41 καταλαβόντας Emperius: καταλιπόντας or καταλιπόντος.

42 οὕτως] ὄντως Emperius, ὅλως Arnim, deleted by Reiske.

43 Μυτιληναῖοι C. Fr. Hermann: μειλήσιοι or μιλήσιοι.

44 αὑτῶν Emperius: αὐτῶν.

45 αὐτοὶ] ἀεὶ Geel, ἀεί τι Jacobs, ἀεί ποτε Wilamowitz.

46 After τοιούτων Reiske deletes τοιαῦτα.

47 ὧν added by Selden.

48 τοῦ Reiske: τοῦτο.

49 συναγαγόντος Pflugk: συνάγοντος.

50 After μόνον Reiske adds ἀλλὰ καὶ ἔργῳ εὑρέθησαν.

51 Arnim regards the sentence as incomplete.


[image ALT: Valid HTML 4.01.]

Page updated: 1 Nov 10