[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

[image ALT: link to previous section]
Λόγος με´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!


[image ALT: link to next section]
Λόγος μζ´

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

p228 46. ΠΡΟ ΤΟΥ ΦΙΛΟΣΟΦΕΙΝ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ

1 Ἐγὼ οὐχ οὕτως ἐκπέπληγμαι ἐφ᾽ οἷς ποιεῖτε, ὦ ἄνδρες, τοιούτοις οὖσιν, ἀλλ᾽ ἐπεὶ οὐδεμίαν αἰτίαν ὁρῶ τῆς ὑμετέρας ὀργῆς πρὸς ἐμέ, τοῦτό ἐστι τὸ εἰς ἀπορίαν ἄγον. ὀργὴν μὲν γὰρ δικαίαν ἔστι παραιτήσασθαι ἀνθρώπων, μῖσος δὲ ἄδικον τίς ἂν θεραπεύσαι; ἀξιῶ δὲ ὑμᾶς ἀκοῦσαί μου λέγοντος οὐκ ἐμοῦ ἕνεκα μᾶλλον ἢ ὑμῶν αὐτῶν. εἰ μὲν γὰρ οὐδὲν ἀδικῶ, οὐδὲ ὑμεῖς βούλεσθε δήπου ἀναιτίως μισεῖν τινα τῶν ὑμετέρων πολιτῶν· εἰ δὲ ἀδικῶ, κατ᾽ ἐμοῦ ὁ λόγος ἔσται, οὐχ ὑπὲρ ἐμοῦ· καὶ οὕτως γε μείζω ὑμῖν ὑφέξω τιμωρίαν ἢ αὐτοὶ ζητεῖτε. τὸ γὰρ ἐξελεγχθῆναι πονηρὸν ὄντα τῷ παντὶ δεινότερον τοῦ λευσθῆναι ἢ καταφλεγῆναι. 2 καὶ πρῶτον μὲν μάθετε ὅτι ἂ1 δοκεῖ ὑμῖν φοβερά, οἱ λίθοι καὶ τὸ πῦρ, οὐδενὶ φοβερά ἐστιν, οὐδ᾽ ἐστέ γε τούτοις ἰσχυροί, ἀλλὰ πάντων ἀσθενέστατοι, ἐκτὸς εἰ μή τις ἠρίθμει2 τὴν τῶν λῃστῶν καὶ τῶν μαινομένων δύναμιν. πόλεως δὲ καὶ δήμου ἰσχὺς ἐν ἑτέροις ἐστί, καὶ πρῶτόν γε ἐν τῷ φρονεῖν3 καὶ τὰ δίκαια ποιεῖν.

p230 Περὶ μὲν γὰρ τοῦ πατρὸς οὐδὲν ἐμὲ δεῖ λέγειν εἰ ἀγαθὸς ἦν. ἀεὶ γὰρ εὐφημεῖτε αὐτὸν καὶ κοινῇ καὶ καθ᾽ ἕκαστον, ὅπου ἂν μνησθῆτε, ὡς οὐ φαῦλον πολίτην. 3 δεῖ μέντοι εἰδέναι ὑμᾶς ὅτι οὐδὲν ὄφελος ἐκείνῳ ἐστὶ τούτων τῶν ἐπαίνων· ἀλλ᾽ ὅταν ἡμᾶς τοὺς ἐξ αὐτοῦ ἀποδέχησθε, τότε κἀκείνου μέμνησθε. καὶ περὶ τοῦ πάππου δὲ τοῦ ἡμετέρου οὐκ ἂν εἴποι οὐδεὶς οὔτε ὡς κατῄσχυνε τὴν πόλιν οὔτε ὡς οὐδὲν ἀνάλωσεν ἐκ τῶν ἑαυτοῦ. τὴν γὰρ οὐσίαν ἣν εἶχε πατρῴαν καὶ παππῴαν ἅπασαν εἰς φιλοτιμίαν ἀναλώσας, ὥστε μηδὲν ἔχειν λοιπόν, ἑτέραν ἐκτήσατο ἀπὸ παιδείας καὶ παρὰ τῶν αὐτοκρατόρων. 4 καὶ τοίνυν εἰς αὑτὸν οὐδεμίαν φαίνεται χάριν αἰτησάμενος ἐν τοιαύτῃ φιλίᾳ καὶ σπουδῇ, φυλάττων δὲ καὶ ταμιευόμενος τὴν τοῦ αὐτοκράτορος προθυμίαν εἰς ὑμᾶς. εἰ δὲ τῷ δοκεῖ φλυαρία τὸ πολιτῶν ὑμετέρων ἀναμιμνᾐσκειν ὑμᾶς εὐνοίας καὶ ἀρετῆς, οὗτος οὐκ οἶδ᾽ ὅπως εὖ παθεῖν αὐτὸς ὑπό τοῦ βούλεται. ἐκ τοιούτων δὴ ὄντες ἡμεῖς, εἰ καὶ σφόδρα πονηροὶ ἦμεν, ἀλλά τοι δι᾽ ἐκείνους ἐντροπῆς τινος ἄξιοι ἦμεν, οὐχὶ λευσθῆναι ὑφ᾽ ὑμῶν οὐδὲ καταφλεχθῆναι.

5 Σκοπεῖτε δὲ καὶ τοὐμόν, ὦ ἄνδρες, μὴ ἀγνωμόνως. ἡμῖν γὰρ ὁ πατὴρ οὐσίαν κατέλιπε4 τῇ μὲν δόξῃ μεγάλην, δυνάμει δὲ μικρὰν καὶ πολλῷ ἐλάττω ἑτέρων· οὐ μεῖον γὰρ ἢ τετταράκοντα μυριάδες ἦσαν χρεῶν καὶ πράγματα τοιαῦτα ἔξωθεν, p232ὥστε πολὺ τῶν χρεῶν εἶναι ταῦτα χαλεπώτερα. οὐδὲ γὰρ ἀσφάλεια, ὡς εἰπεῖν, οὐδενὸς ἡμῖν τῶν ὄντων ὑπῆρχεν, ἀλλὰ τῇ αὑτοῦ5 δυνάμει πιστεύων ἐκεῖνος ἅπαντα ἐκέκτητο, ὡς οὐδενὸς ἀμφισβητήσοντος. 6 ἐν δὲ τοῖς τοιούτοις ἀπολειφθεὶς ὀυδέπω μὲν καὶ νῦν τὸ ἐπιβάλλον αὑτῷ μέρος τῶν χρεῶν διαλέλυμαι, λελειτούργηκα δὲ ὑμῖν τὰς μεγίστας λειτουργίας καὶ οὐδεὶς ἐμοῦ πλείους τῶν ἐν τῇ πόλει. πλουσιωτέρους δὲ ἐμοῦ πολλοὺς ὄντας ἐπίστασθε καὶ αὐτοί. τί οὖν ἐστιν ἐφ᾽ ὅτῳ ἐμοὶ ὀργίζεσθε καὶ ἄτιμον ἐξ ἁπάντων ἐμὲ καὶ τὸν δεῖνα προβέβλησθε καὶ λίθους καὶ πῦρ ἐφ᾽ ἡμᾶς φέρετε; καὶ μηδεὶς ὑπὲρ ἐκείνου με φῇ λέγειν· ἴσως μὲν γὰρ ἐπ᾽ οὐδένα οὐδὲ τῶν ἀδικούντων οὕτως ἔδει παροξύνεσθαι· πλὴν ἔμοιγε ἀπόχρη τὰ6 κατ᾽ ἐμαυτόν.

7 Καὶ σκοπεῖτε καὶ τὰ ἄλλα ὁποῖός εἰμι πολίτης ἐγώ, πρὸς ὅντινα βούλεσθε παραβάλλοντες τοσούτων7 οὓς οὐ κατακάετε. ἔστι μὲν γὰρ χωρία μοι καὶ πάντα ταῦτα ἐν τῇ ὑμετέρᾳ γῇ· τῶν δὲ ἐμοὶ γειτνιώντων οὐδὲν πώποτε οὐδεὶς οὔτε πλούσιος οὔτε πένης — πολλοὶ δὲ καὶ τῶν τοιούτων μοι γειτνιῶσιν — ᾐτιάσατο ἐμὲ ὡς ἀφαιρούμενός τινος ἢ ἐκβαλλόμενος, οὔτε δικαίως οὔτε ἀδίκως. εἰμὶ δὲ αὐτὸς οὔτε8a ὑπέρδεινος εἰπεῖν οὔτε8b ἴσως ἁπάντων ὕστατος ἐν τῷ λέγειν. 8 ἔστιν οὖν ὅντινα ἐν τῷ9 λόγῳ ἐλύπησα, πρᾶγμα ἐπαγαγών τινι τῶν p234ἀπαγμόνων ἢ κατασκευάσας ἐπήρειαν; ἢ περὶ τῆς οὐσίας ἐποίησα κινδυνεῦσαί τινα, ὡς Καίσαρι προσηκούσης, ἢ ἐν συνηγορίᾳ προύδωκα;

Καὶ μὴν τῆς γε νῦν ἀπορίας οὐδεὶς μᾶλλον ἐμοῦ ἀναίτιος. πότερον γὰρ σῖτον ἁπάντων πλεῖστον γεωργῶν κατακέκλεικα τοῦτον, αὔξων τὴν10 τιμήν; ἀλλ᾽ ἐπίστασθε αὐτοὶ τὴν δύναμιν τῶν ἐμῶν χωρίων, ὅτι σπάνιον εἴ ποτε ἀπεδόμην σῖτον καὶ τοῦθ᾽ ὅταν ὑπερβάλῃ τῷ πλήθει, ἐν δὲ τοῖς τοσούτοις11 ἔτεσιν οὐδὲ τὸν ἀρκοῦντα ἔχω, ἀλλ᾽ ἔστι μοι ἡ πᾶσα ἐπικαρπία ἐξ οἴνου καὶ βοσκημάτων. ἀλλ᾽ ἀργύριον δανείζων οὐ βούλομαι παρέχειν εἰς τὴν τοῦ σίτου ὠνήν. οὔκουν12 οὐδὲ περὶ τούτου οὐδέν με δεῖ λέγειν· οἴδατε γὰρ ὐμεὶς καὶ τοὺς δανείζοντας ἐν τῇ πόλει καὶ τοὺς δανιζομένους.

9 Τί οὖν ἐστιν ὅ γε ἐγὼ ποιῆσαι δυνάμενος, ὥστε ἀπαλλάξαι ὑμᾶς τῆς ἀπορίας, οὐ βούλομαι, ἢ διότι πρὸς ἐμὲ οὕτως ἔχετε; τι νὴ Δία τὰς στοὰς ἐπὶ τῶν θερμῶν ᾠκοδόμηκα καὶ ἐργαστήρια· τοῦτο γάρ ἐστιν ὅ φασιν ἔνιοι ἀδικεῖσθαι ὑπ᾽ ἐμοῦ τὴν πόλιν. καὶ τίνα πώποτε ἢ ὑμεὶς ἢ ἄλλος τις ἀνθρώπων ἐμέμψατο ἐν ἀγρῷ αὑτοῦ13 οἰκίαν οἰκοδομοῦντα; ἢ παρὰ τοῦθ᾽ ὁ σῖτος πλείονός ἐστι;14 καίτοι πέντε μυριάδων ἐώνημαι τὸ χωρίον, τῷ παντὶ πλείονος τιμῆς τῆς ἀξίας. ἀλλ᾽ ἐγὼ αἰσχύνομαι νὴ τὸν Δία p236καὶ τοὺς θεούς, εἴ τις τῶν πολιτῶν, οὐ γὰρ δή γε ἡ πόλις, οὕτω μοχθηρός,15 ὥστε λυπεῖσθαι καὶ φθονεῖν ἐάν τινα ἴδῃ στοὰν ἢ ἐργαστήριον ᾠκοδομηκότα.

10 Καὶ μὴν τό γε πρᾶγμα ἐφ᾽ ᾧ παρωξύνθητε δεῖται μέν τινος ἐπιμελείας ἀληθῶς, οὐ μέντοι ἀνήκεστόν ἐστιν οὐδὲ ὥστε τοιαῦτα ποιεῖν. ἡ γὰρ τιμὴ τοῦ σίτου τῆς μὲν συνηθείας παρ᾽ ἡμῖν πλείων γέγονεν, οὐ μὴν ὥστε ἀπειπεῖν. ἀλλ᾽ εἰσὶ πόλεις ἐν αἷς ἀεὶ τοσούτου ἐστιν ὅταν ἄριστα ἔχῃ. πάλιν αὖ θορυβεῖτε, ὥσπερ ἐμοῦ λέγοντος ὅτι καὶ παρ᾽ ὑμῖν αὐτὸν τοσούτου προσήκει εἶναι καὶ μηδέποτε ἥττονος. ἐγὼ δέ φημι δεῖν προσέχειν μὲν ὅπως ἐλάττονος ἔσται, μὴ μέντοι πικρῶς οὕτως ἔχειν ἐπὶ τῷ συμβεβηκότι μηδὲ ἐξεστάναι· ὡς τά γε γενόμενα νῦν οὐχὶ τοιαῦτά ἐστιν οἶα ἐπὶ τοιούτῳ πράγματι, ἀλλ᾽ εἰ τὰ τέκνα ὑμῶν καὶ τὰς γυναῖκας ἀνῃρήκειμεν, οὐδὲν ἂν16 εἴχετε ποιῆσαι χαλεπώτερον. 11 τὸ γὰρ πολίταις ἑαυτῶν ὀργιζομένους — εἰ μὲν ἀδίκως ἢ δικαίως ἐῶ, πολίταις δ᾽ οὖν καὶ τούτοις ἐπιτίμοις καὶ μηδενὸς χείροσι17 — μὴ δοῦναι λόγον μηδὲ λαβεῖν, ἀλλ᾽ εὐθὺς λιθάζειν καὶ κατακαίειν τὰς οἰκίας, ἵνα, εἰ ἐδύνασθε, μετὰ τῶν παίδων αὐτοὺς καὶ τῶν γυναικῶν συμφλέξητε, τίωνω ἐστὶν ἀνθρώπων; ἐμοὶ μέν, νὴ τὸν Δία καὶ τοὺς θεούς, εἰ καὶ18 χαλεπῶς ἀκούσεσθε, οὐ δοκεῖ τὰ τοιαῦτα εἶναι τῶν ἐνδεῶς πραττόντων οὐδὲ τῶν p238οὐκ ἐχόντων τὰ ἀναγκαῖα. ἡ γὰρ ἔνδεια σωφροσύνην ποιεῖ.

Καὶ ταῦτα εἰ μὴ δοκεῖτε ὑπὲρ ὑμῶν λέγεσθαι, πλεῖστον ἁμαρτάνετε. 12 εἰ γὰρ τοιοῦτοι ἔσεσθε κἂν ὀργισθῆτέ τῳ — πολλὰ δὲ εἰκὸς ὡς ἐν πόλει συμβῆναι καὶ δίκαι καὶ ἄδικα — τηλικαύτην ἀξιώσετε τιμωρίαν λαμβάνειν ὥστ᾽ εὐθὺς μετὰ τῶν παίδων κατακάειν καί τινας19 τῶν γυναικῶν, ἀνθρώπων ἐλευθέρων, ἀναγκάζειν ὑμῖν ὁρᾶσθαι περιερρηγμένας καὶ ἱκετευούσας ὑμᾶς ὥσπερ ἐν πολέμῳ, τίς οὕτως ἀνόητος καὶ ἀτυχὴς ἄνθρωπός ἐστιν, ὅστις ἐν τοιαύτῃ πόλει ζῆν αἱρήσεται μίαν ἡμέραν; πολὺ γὰρ κρεῖττον φυγάδα εἶναι καὶ παροικεῖν ἐπὶ ξένης ἢ τοιαῦτα πάσχειν. ἐπεὶ καὶ νῦν ἡ πρόφασις ἡ λεγομένη20 δι᾽ ἣν ὑμᾶς ἀποτραπῆναί φασι τῆς οἰκίας τῆς ἐμῆς, ὑπιδομένους τοῦ στενωποῦ τὸ βάθος, ὁρᾶτε οἷόν ἐστιν. 13 εἰ γὰρ ἐμὲ τοῦτο ἔσωσε, καιρὸς ἤδη τὸ λοιπὸν ὡς ἐν στρατοπέδῳ τῇ πόλει τὰς δυσχωρίας καταλαμβάνειν καὶ τὰ ὑψηλὰ ἢ ἀπότομα. καίτοι μὰ τοὺς θεοὺς οὐδὲ ἐν τοῖς στρατοπέδοις ζητοῦσιν ἄλλος ἄλλου ἀσφαλέστερον σκηνοῦν, ἀλλὰ πρὸς τοὺς πολεμίους αὐτοῖς ἡ φυλακή ἐστιν.

Τῇ μὲν οὖν τύχῃ χάρις δι᾽ ἣν ἀπετράπετε, εἴτε τοῦτο νοήσαντες εἴτε ἄλλο ὁτιοῦν, οὐ μέντοι ἀληθῶς ὑπείδεσθε. οὐ γὰρ ἂν ἔγωγε ἠμυνάμην ὑμᾶς, p240ἀλλὰ τούτου γε ἕνεκα πολλὴ ὑμῖν ἀσφάλειά ἐστιν ὅταν βούλεσθε κατακαίειν τὴν οἰκίαν, ἤρκει δέ μοι τὴν γυναῖκα καὶ τὸ παιδίον λαβόντα ἀποχωρεῖν.

14 Καὶ μηδεὶς νομίσῃ ὡς ἐγὼ ὑπὲρ ἐμαυτοῦ ἀγανακτῶν ταῦτα εἴρηκα μᾶλλον ἢ ὑπὲρ ὑμῶν δεδιὼς μήποτε ἄρα διαβληθῆτε ὡς βίαιοι καὶ παράνομοι. οὐ γὰρ λανθάνει τῶν ἐν ταῖς πόλεσιν οὐδὲν τοὺς ἡγεμόνας — λέγω δὲ τοὺς μείζους ἡγεμόνας τῶν ἐνθάδε — ἀλλ᾽ ὥσπερ τῶν παιδίων τῶν ἀτακτοτέρων οἴκοι πρὸς τοὺς διδασκάλους κατηγοροῦσιν οἱ προσήκοντες, οὑτωσὶ καὶ τὰ τῶν δήμων ἁμαρτήματα πρὸς ἐκείνους ἀπαγγέλλεται. ταῦτα μὲν οὖν οὔτε καλῶς οὔτε συμφερόντως αὑτοῖς πράττοιτε21 ἄν, τὸ δὲ ἀξιοῦν ἐπιμελεῖσθαι τῆς ἀγορᾶς καὶ τοὺς δυναμένους χειροτονεῖν καὶ22 μὴ λελειτουργηκότας, εἰ δὲ μή γε, οὓς ἂν βούλεσθε, σωφρονούντων τε23 ἀνθρώπων ἐστὶ καὶ πρός γε ταῦτα οὐδεὶς ὑμῖν ἐναντιώσεται.


The Loeb Editor's Notes:

1 added by Casaubon.

2 ἠρίθμει] ἀρίθμει Emperius.

3 φρονεῖν] σωφρονεῖν Emperius ex marg. Morel.

4 κατέλιπε Reiske: ἀπέλιπε.

5 αὑτοῦ Emperius: αὐτοῦ.

6 ἀπόχρη τὰ Casaubon: αὐτὸ χρὴ M, χρὴ UB.

7 παραβάλλοντες τοσούτων Arnim, παραβάλλοντες τούτων Reiske: παραβάλλοιτ᾽ ἐνοσούντων M, παραβάλοιθ᾽ ἑνὸς τούτων UB.

8a 8b οὔτε Emperius: οὐδὲ.

9 τῷ] deleted by Arnim.

10 τὴν added by Reiske.

11 τοσούτοις] τοιούτοις Reiske.

12 οὔκουν Emperius: οὐκοῦν.

13 ἐν ἀγρῷ αὑτοῦ Emperius: ἢ ἀγρὸν αὐτοῦ.

14 παρὰ τοῦθ᾽ ὁ σῖτος πλέονός ἐστι Casaubon: παρὰ τοῦτο σῖτος πλέονός ἐστι M, ὅτι παρὰ τούτῷ σῖτος πλείων ἐστί UB.

15 μοχθηρός Casaubon: μοχθηρά.

16 ἂν added by Hertlein.

17 χείροσι Morel: χείρον.

18 καὶ added by Reiske.

19 καί τινας Selden: τινὰ καὶ.

20 ἡ λεγομένη] ἐλάττομεν ἢ M, ἡ πλαττομένη Arnim.

21 πράττοιτε Emperius: πράττετε.

22 After καὶ Capps deletes τοὺς.

23 τε Reiske: δὲ.


[image ALT: Valid HTML 4.01.]

Page updated: 26 Oct 12