[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

[image ALT: link to previous section]
Λόγος μζ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!


[image ALT: link to next section]
Λόγος μθ´

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

p274 48. ΠΟΛΙΤΙΚΟΣ ΕΝ ΕΚΚΛΗΣΙΑΙ

1 Πρώτον μέν, ὦ ἄνδρες, τῷ κρατίστῳ Οὐαρηνῷ δεῖ χάριν ἡμᾶς εἰδέναι καὶ διὰ τὴν ἄλλην προθυμίαν ἣν ἐπιδέδεικται πρὸς τὴν πόλιν, καὶ ὅτι βουλομένοις ἡμῖν ἐκκλησιάσαι πάλιν ἐφῆκεν οὐ μόνον ἑτοίμως, ἀλλὰ καὶ ἡδέως. τοῦτο γὰρ ἦν πιστεύοντος ὑμῖν καὶ εἰδότος ὅτι πρὸς οὐδὲν ἄτοπον χρήσεσθε τῇ ἐξουσίᾳ. οὔτε γὰρ ξύλα χλωρὰ δήπουθεν οὐδεὶς συντίθησιν ὥστε κάεσθαι, προειδὼς ὅτι ἀνάγκη γενέσθαι καπνὸν πολὺν καὶ ἄτοπον, οὔτε τεταραγμένον δῆμον εἰς ταὐτὸ συνάγει νοῦν ἔχων ἡγεμών, ἀλλὰ ἂν μή τις μείζων ἀνάγκη καταλάβῃ. 2 νῦν οὖν ὑμέτερον ἔργον ἐστὶ μὴ ψεύασθαι αὐτοῦ τὴν διάνοιαν, ἀλλ᾽ ἐπιδεῖξαι σωφρόνως καὶ καλῶς αὑτοὺς ἐκκλησιάζοντας, καὶ πρῶτον, ἐμοὶ δοκεῖ, καλλωπίσασθαι τῇ φιλίᾳ τῇ πρὸς ἀλλήλους καὶ ὁμονοίᾳ, κἂν δεῦρο ἀφίκηται παρακληθείς, περὶ μὲν τῶν ἄλλων ὧν ἐβοᾶτε ὑπερθέσθαι· ζητήσει γὰρ αὐτὸς τὰ δημόσια, κἂν ὑμεῖς κωλύειν θέλητε. τὸ δὲ νῦν εὐχαριστήσατε καὶ δεξιώσασθε καὶ μετ᾽ εὐφημίας καὶ τιμῆς ὑποδέξασθε, p276ἵνα μὴ ὥσπερ ἰατρὸς πρὸς νοσοῦντας ὑπόπτως καὶ ἀηδῶς θεραπείας ἕνεκεν, ἀλλ᾽ ὡς πρὸς ὑγιαίνοντας ἡδέως καὶ προθύμως παρῇ. 3 καὶ γὰρ δὴ νῦν μὲν ἄπεισι μετὰ τὴν τήμερον ἴσως ἡμέραν, ἀφικνεῖται δὲ ὀλίγον ὕστερον· καὶ τότε, ἂν μὴ πρότερον αὐτοὶ πείσωμεν ὑμᾶς,1 εἴ τις ἄρα τῶν δημοσίων ἔχει τι, καὶ δικασταῖς καὶ διαιτηταῖς ἀλλήλοις χρησάμενοι, τότε ἐξέσται καὶ λέγειν καὶ καταβοᾶν. τό γε μὴν προεξανίστασθαι2 μὴ σφόδρα ἄγνωμον ᾖ. ποῦ γὰρ ἀπεπειράθητε ἢ πότε ἠξιώσατέ τι3 παρ᾽ αὐτῶν; ἢ τίς ὑμῖν οὐχ ὑπήκουσε;

Καὶ τὴν εὐφημίαν τὴν εἰς ἐμέ, ἐγὼ δέομαι, τρέψατε εἰς ἅπαντας. ὥσπερ γὰρ ἐν ἑστιάσει πάνυ αἰσχρόν ἐστιν ἕνα τῶν κατακειμένων πίνειν, καὶ διὰ τοῦτο μὴ μόνον τῷ οἰνοχόῳ δυσκολαίνομεν,4 ἀλλὰ καὶ τῷ πίνοντι, τὸ αὐτὸ τοῦτο ἐν τοῖς πολιτικοῖς ἐπαίνοις ἐστίν. 4 καὶ ταῦτα ποιοῦντες αὑτοὺς κοσμήσετε, ὡς ἔστι κόσμος πόλεως μέγιστος ὁ τῶν πολιτῶν ἔπαινος. ἐπὶ τίνι γὰρ ἄλλῳ μέγα φρονεῖτε; οὐ μεγέθει μὲν ἕτεραι διαφέρουσι πόλεις καὶ νὴ Δία πλούτῳ καὶ περιουσίᾳ καὶ τοῖς δημοσίοις οἰκοδομήμασιν; ἓν δὲ τοῦτό ἐστιν ᾧ φιλοτιμούμεθα σχεδὸν πρὸς ἅπαντας ἀνθρώπους, τὸ ἕχειν ἄνδρας ἱκανοὺς καὶ πρᾶξαι καὶ εἰπεῖν, καὶ τὸ μέγιστον, ἀγαπῶντας τὴν πατρίδα. ἐὰν δέ τις p278ὑμῖν τοῦτο ἀφέληται, ποίας πόλεως καὶ τῆς βραχύτατης δόξετε ἀμείνους; νῦν γάρ, ἐὰν διενεχθῆτε πρός τινα πόλιν, ὃ μηδεὶς ποιήσειε θεῶν, ἔπειτα δ᾽5 ἐκεῖνοι τοὺς ἡμετέρους πολίτας λοιδορῶσι λέγοντες ὅτι εἰσὶν ἅρπαγες, ἄπιστοι, πῶς οἴσετε; οὐχ6 ἕξετε χαλεπῶς; οὐκ εὐθὺς βοήσετε, λοιδορήσεσθε, εἰς χεὶρας τυχὸν ἐλεύσεσθε, ὃ γέγονε πολλάκις πρότερον; 5 εἶθ᾽ ἃ λεγόντων ἑτέρων οὐκ ἀνέχεσθε ἀκούοντες, ταῦτα ἐρεῖτε αὐτοὶ καθ᾽ ἑαυτῶν; ἐάν ποτε γένηται διαφορά, κἀκεῖνοι προφέρωσιν ὑμῖν τὸ πονηροὺς ἔχειν πολίτας,7 τὸ στασιάζειν, οὐκ αἰσχύνεσθε; ὡς ἔγωγε τοὺς θεοὺς ὑμῖν ὀμνύω πάντας, ἦ μὴν σφόδρα ἠχθέσθην εἰπόντος μοί τινος, Διάλλαξον τὴν πόλιν, καὶ πρὸς αὐτὸν ἠγανάκτησα. μὴ γὰρ ἴδοιμι τὴν ἡμέραν ἐκείνην ἐν ᾗ διαλλαγῶν ὑμεῖς δεήσεσθε, ἀλλ᾽ εἰς ἐχθρῶν, φασί, κεφαλὰς τὰ τοιαῦτα τρέποιτο, τοῦτ᾽ ἔστιν εἰς τοὺς καταράτους Γέτας, εἰς μηδένα δὲ τῶν ἄλλων τῶν ὁμοεθνῶν.

6 Τί γὰρ ἂν εἴη τῆς ἡμετέρας ἐπιδημίας ὄφελος, εἰ μὴ πρὸς τὰ τοιαῦτα πειθομένους ὑμᾶς ἄγοιμεν, λόγων ἀεὶ συναγωγῶν8 ὁμονοίας καὶ φιλίας συναράμενοι, καθ᾽ ὅσον οἷοί τέ ἐσμεν, ἔχθραν δὲ καὶ ἔριν καὶ φιλονεικίαν ἄλογον καὶ ἀνόητον ἐξαιροῦντες πάντα τρόπον; καλὸν γὰρ δὴ καὶ συμφέρον ὁμοίως ἅπασι πόλιν ὁμογνώμονα ὁρᾶσθαι καὶ φίλην αὑτῇ p280καὶ συμπαθῆ,9 ψόγον τε καὶ ἔπαινον ἐπὶ ταὐτὸ φέροντας, τοῖς τε ἀγαθοῖς καὶ τοῖς φαύλοις πιστὴν ἑκατέροις μαρτυρίαν. 7 καλὸν γάρ, ὥσπερ ἐν χορῷ τεταγμένῳ, συνᾴδειν ἓν καὶ ταὐτὸ μέλος, ἀλλὰ μὴ πονηροῦ τρόπον ὀργάνου διαφέρεσθαι διπλοῦς φθόγγους τε καὶ ἤχους ἀποφαίνοντας10 ἀπὸ διπλῶν καὶ ποικίλων ἠθῶν,11 ἐν ᾧ σχεδὸν ἥ τε καταφρόνησις καὶ δυστυχία καὶ τὸ μηδὲν ἰσχύειν μήτε παρ᾽ ἑαυτοῖς μήτε παρὰ τοῖς ἡγεμόσιν.12 οὔτε γὰρ τῶν ἀσυμφώνων χορῶν οὐδεὶς ἀκούει ῥᾳδίως ὅ τι λέγουσιν οὔτε τῶν διαφερομένων πόλεων. ὥσπερ γὰρ13 ἐν μιᾷ νηὶ πλέοντας οὐ δυνατόν, οἶμαι, χωρὶς ἕκαστον σωτηρίας τυγχάνειν, ἀλλ᾽ ἅμα πάντας, οὕτως οὐδὲ τοὺς συμπολιτευομένους. 8 πρέπει δὲ ὑμῖν παιδείᾳ διαφέροντας καὶ φύσει καὶ τῷ ὄντι καθαρῶς ὄντας Ἕλληνας ἐν αὐτῷ τούτῳ τὴν γενναιότητα ἐπιδεικνύναι.

Πολλὰ δ᾽ ἄν, οἶμαι, περὶ τούτων ἔλεγον καὶ πρὸς τὸ μέγεθος τῆς ὑποθέσεως, εἰ μὴ τό τε σῶμα κομιδῇ φαύλως εἶχον, ὑμᾶς τε, ὅπερ ἔφην, ἑώρων οὐ14 διαμένοντας.15 οὐδὲ γὰρ γέγονεν οὐδὲν οὐδὲ16 φύεται παρ᾽ ὑμῖν τοῦτο τὸ νόσημα, ἀλλὰ ἴσως βραχεῖά τις ὑποψία, ἧς17 καθάπερ ὀφθαλμίας παρὰ p282τῶν ἐγγὺς ἀπελαύσαμεν. εἴωθε δὲ τοῦτο συμβαίνειν καὶ τῇ θαλάττῃ πολλάκις· τοῦ βυθοῦ κλυσθέντος18 ἰσχυρῶς καὶ χειμῶνος ἔξω γενομένου πολλάκις ἀδήλως ἐπεσήμηνε καὶ τοῖς λιμέσιν.

9 Οἴεσθε ἀγορᾶς καὶ θεάτρου καὶ γυμνασίων καὶ στοῶν καὶ χρημάτων εἶναί τι ὄφελος τοῖς στασιάζουσιν; οὐ ταῦτά ἐστι τὰ ποιοῦντα πόλιν καλήν, ἀλλὰ σωφροσύνη, φιλία, τὸ πιστεύειν ἀλλήλοις. ὅταν δὲ τὴν βουλῆν ψέγητε, τοὺς προεστῶτας, τοὺς ἐξειλεγμένους, οὐχ αὑτοὺς ψέγετε; εἰ γὰρ οἱ βελτίους ὑμῶν εἰσι πονηροί, τί δεῖ περὶ τῶν ἄλλων ὑπολαβεῖν; "ἡμεῖς ἄρα τὰ αὑτῶν19 ἀπολέσωμεν;" οὐθείς φησιν· ἀλλ᾽ εὖ ἴστε ὅτι ἐν πάσαις ταῖς πόλεσίν ἐστι χρήματα δημόσια, καὶ ταῦτα ἔχουσιν ἔνιοι, τινὲς μὲν δι᾽ ἄγνοιαν, τινὲς δὲ ἄλλως· καὶ δεῖ προνοεῖν καὶ σῴζειν, οὐ μέντοι μετὰ ἔχθρας οὐδὲ μετὰ διαφορᾶς.

10 Οὗτοι φιλοτιμοῦνται, πολλάκις ὑμῖν παρ᾽ αὑτῶν20 εἰσενηνόχασιν. πείθετε αὐτούς, παρακαλεῖτε· ἂν ἀντιτείνωσι, δικαιολογεῖσθε πρὸς μόνους μηθενὸς παρόντος ἔξωθεν. οὐχ ὑμεῖς ἐστε οἱ πολλάκις ἀπαινοῦντες ἡμᾶς δι᾽ ὅλης τῆς ἡμέρας, τοὺς μὲν ἀριστεῖς λέγοντες, τοὺς δὲ Ὀλυμπίους, τοὺς δὲ σωτῆρας, τοὺς δὲ τροφέας; εἶτα πρὸς Διὸς καὶ θεῶν παρ᾽ αὑτοῖς ψευδομαρτυριῶν ἁλώσεσθε, καὶ21 p284 πότερον νῦν ταῦτα ὀργιζόμενοι λέγετε ἢ τότε ἐκεῖνα κολακεύοντες, καὶ νῦν ἀπατώμενοι μᾶλλον ἢ τότε ἐξαπατώντες; οὐ παύσεσθε τῆς ταραχῆς καὶ γνώσεσθε ὅτι πάνυ χαρίεντας ἔχετε πολίτας καὶ πόλιν δυναμένην εἶναι μακαρίαν; ἐγὼ22 πολλὰ δύναμαι σὺν τοῖς θεοὶς ἀγαθὰ ποιῆσαι, τούτους ἔχων συναγωνιζομένους, λέγω δὲ23 τὸ τῆς παροιμίας, εἷς ἀνὴρ οὐδεὶς ἀνήρ.

11 Ἀλλ᾽ ἴσως ἐδυσχεράνατε ὅτι οὐκ ἐγένετο τὸ ἔργον. γίγνεται καὶ σφόδρα ἔσται ταχέως, μάλιστα τούτων προθυμουμένων καὶ σπουδαζόντων, ἐὰν ἑκοντὶ διδῶσιν· οὐδὲ γὰρ ἄκοντες ὑμῖν ὑπέσχοντο. διὰ τί δὲ παρὰ τούτων μὲν ἀπαιτεῖτε παρ᾽ ἐμοῦ δὲ οὐκ ἀπαιτεῖτε; ὅτι δοκῶ παρεσχηκέναι ὑμῖν; ἔπειτα οἴεσθ᾽ ἐμὲ24 τοῦτο ἐμποιεῖν εἰ τὴν ἐμαυτοῦ πατρίδα τιμιωτέραν ἐποίησα, χρημάτων τινὰ ἀφορμὴν παρασχὼν ὥσπερ ἀπὸ τῶν βουλευτικῶν καὶ νὴ Δία ἀπὸ τῶν προσόδων ηὐξημένων διὰ τὴν διοίκησιν; ἀλλὰ ταῦτα μὲν ὅμοιά ἐστιν ὥσπερ ἂν εἰ ηὐξάμην ὑπὲρ ὑμῶν, οἱ θεοὶ δὲ ἐποίησαν.

12 Κἂν πάλιν δυνηθῶ, ποιήσω πάλιν. δυνήσομαι δὲ εὐθυμῶν,25 φίλους ἔχων τοὺς ἐνθάδε, καὶ οὐδὲν ὑμῖν λογιοῦμαι τῶν τοιούτων. οὐδὲ γὰρ οἱ γονεῖς τοῖς τέκνοις ἀντὶ τῶν ἀναλωμάτων τὰς εὐχᾶς λογίζονται. p286 οἴεσθε ὅτι περὶ στοᾶς ἦν ἂν ἐμοὶ λόγος ἢ ἄλλου τινός, εἰ ἑώρων ὑμᾶς διαφερομένους; ἀλλὰ τοῦτό γε ὅμοιον ἦν ὥσπερ ἂν εἴ τις ἄνθρωπον νοσοῦντα καὶ φρενίτιδι ἐχόμενον, δέον, οἶμαι, καταπλάσαι κατακλίναντα, ὁ δὲ ἀλείφοι μύρῳ καὶ προσφέροι στέφανον· ταῦτα26 ἐκ περιουσίας ἐστὶ τοῖς ὑγιαίνουσι, τοῖς μηδὲν ἔχουσι κακόν. οὐκ οἴεσθε τοὺς Ἀθηναίους, ὅτ᾽ ἐστασίαζον καὶ τοὺς πολεμίους ἐπηγάγοντο27 καὶ προεδίδοσαν ἀλλήλους οἱ ταλαίπωροι, καὶ τὰ Προπύλαια ἔχειν καὶ τὸν Παρθενῶνα καὶ τὰς στοὰς καὶ τὸν Πειραιᾶ; ἀλλὰ οἰμώζουσιν αὐτοῖς μεῖζον ἐπήχει τὰ Προπύλαια καὶ τὰ νεώρια καὶ ὁ Πειραιεὺς αὐτός.

13 Καίτοι μεγάλη καὶ πολυάνθρωπος πόλις στασιάζουσα καὶ κακῶς φρονοῦσα δύναται χρόνον τινὰ ἐνεγκεῖν τὴν δυστυχίαν· ἀλλ᾽ ὅμως καὶ ταῦτα ὁρᾶτε ὁποῖά ἐστιν. οὐ κατηγοροῦσιν ἀλλήλων, οὐκ ἐξελαύνουσιν, οὐ τοὺς μὲν εἰς τὴν βουλὴν εἰσάγουσιν καὶ ἑτέρους ἐξάγουσιν; οὐχ ὥσπερ ἐν σεισμῷ πάντα κινεῖται καὶ πάντα μετέωρά ἐστι καὶ οὐθὲν βέβαιον; εἰς28 τοῦτο ἥκουσιν ὥστε μὴ ἀρκεῖσθαι τοῖς αὑτῶν ἡγεμόσιν, ἀλλ᾽ ὥσπερ ἐν τοῖς ἀνιάτοις νοσήμασι, δέονται ξένων ἰατρῶν. καὶ τοῦτο δὴ τὸ τῶν χαλεπῶν ἵππων γιγνόμεμόν ἐστιν· ὅταν ὁ χαλινὸς μὴ κατισχύῃ, ψάλιον29 αὐτοῖς ἔξωθεν ἐμβάλλεται.

p288 14 Ἐμοὶ30 μέλει μὲν καὶ τοῦ καθ᾽ ὑμᾶς, μέλει δὲ καὶ τοῦ κατ᾽ ἐμαυτόν. εἰ γὰρ φιλόσοφος πολιτείας ἁψάμενος οὐκ ἐδυνήθη παρέχειν ὁμονοοῦσαν πόλιν, τοῦτο δεινὸν ἤδη καὶ ἄφυκτον, ὥσπερ εἰ ναυπηγὸς31 ἐν νηὶ πλέων32 μὴ παρέχοι τὴν ναῦν πλέουσαν, καὶ εἰ κυβερνήτης φάσκων εἶναι πρὸς αὐτὸ τὸ κῦμα ἀποκλίνοι, ἢ λαβὼν οἰκίαν οἰκοδόμος, ὁρῶν πίπτουσαν, ὁ δὲ τούτου μὲν ἀμελῶν,33 κονιῶν δὲ καὶ χρίων οἴοιτό τι ποιεῖν.

Εἴ μοι προέκειτο νῦν ὑπὲρ ὁμονοίας λέγειν, εἶπον ἂν πολλὰ καὶ περὶ τῶν ἀνθρωπίνων καὶ περὶ τῶν οὐρανίων παθημάτων, ὅτι τὰ θεῖα ταῦτα καὶ μεγάλα ὁμονοίας τυγχάνει δεόμενα καὶ φιλίας· εἰ δὲ μή, κίνδυνος ἀπολέσθαι καὶ φθαρῆναι τῷ καλῷ τούτῳ δημιουργήματι τῷ κόσμῳ. 15 ἀλλ᾽ ἴσως μακρολογῶ, δέον βαδίζειν καὶ παρακαλεῖν τὸν ἡγεμόνα. τοσοῦτον δὴ μόνον ἐρῶ· οὐκ αἰσχόν ἐστιν, εἰ μέλιτται μὲν ὁμονοοῦσι, καὶ οὐδεὶς οὐδέποτε ἑώρακεν ἑσμὸν στασιάζοντα καὶ μαχόμενον αὑτῳ· συνεργάζονται δὲ καὶ ζῶσιν ἅμα, καὶ παρέχουσαι τὴν τροφὴν αὑταῖς καὶ χρώμεναι; τί οὖν; οὐχὶ κάκεῖ γίγνονται κηφῆνές τινες λεγόμενοι χαλεποὶ καὶ κατεσθίοντες τὸ μέλι; νὴ Δία, γίγνονται μέν· ὅμως δὲ καὶ τούτους πολλάκις ἐῶσιν οἱ γεωργοί, μὴ βουλόμενοι ταράττειν τὸν ἑσμόν, καὶ βέλτιον νομίζουσι παραναλίσκειν τοῦ μέλιτος ἢ πάσας θορυβῆσαι p290 τὰς μελίττας. 16 οὐ μέντοι παρ᾽ ἡμῖν τυχὸν οὐδείς ἐστι κηφὴν ἀργός,34 βομβῶν σαθρόν, γευόμενος τοῦ μέλιτος. καὶ μέντοι καὶ μύρμηκας πανύ ἡδέως ἰδεῖν ἔστιν, ὅποως μὲν οἰκοῦσι μετ᾽ ἀλλήλων εὐκολως, ὅπως δὲ ἐξίασιν, ὅπως δὲ τὰ βάρη μεταλαμβάνουσιν, ὅπως δὲ παραχωροῦσιν ἀλλήλοις τῷ ὁδῶν. οὔκουν αἰσχρὸν ἀνθρώπους ὄντας ἀφρονεστέρους εἶναι θηρίων οὕτω σμικρῶν καὶ ἀφρόνων;

Ταῦτα μὲν οὖν ἄλλως ἐρρήθη τρόπον τινά. στάσιν δὲ οὐδὲ35 ὀνομάζειν ἄξιον παρ᾽ ἡμῖν μήτε λεγέτω μηδείς. 17 ἀλλά μοι δοκεῖ περικαθήραντας τὴν πόλιν — μὴ σκίλλῃ μηδὲ ὕδατι,36 πολὺ δὲ καθαρωτέρῳ χρήματι τῷ λόγῳ — κοινῇ πράττειν τὰ λοιπά, καὶ περὶ τῶν ἀγορανόμων καὶ τῶν ἄλλων φροντίζειν καὶ τὴν βουλὴν παρακαλεῖν πρὸς ταῦτα, ἵνα, ὥσπερ εἴωθε,37 προνοῇ τῆς πόλεως· ἔσται γὰρ ὑμῖν πάνυ ῥᾴδια. τοῦτο δὲ ἄξιον ὑμῖν σπουδάσαι καὶ διὰ τὸν ἄρχοντα ὃν πεποιήκατε, ἵνα μὴ λαβόντες ἄπειρον ἄνθρωπον ἔπειτα ἐν κλύδωνι καὶ σάλῳ ἐᾶτε.


The Loeb Editor's Notes:

1 ὑμᾶς] ἡμᾶς Reiske.

2 προεξανίστασθαι] προεπανίστασθαι Wilamowitz.

3 τι added by Emperius, ἀκούειν Reiske.

4 δυσκολαίνομεν Emperius: δυσκολαίνειν.

5 δ᾽ added by Capps.

6 οὐχ Arnim: πῶς.

7 τὸ πονηροὺς ἔχειν πολίτας deleted by Arnim.

8 λόγων ἀεὶ συναγωγῶν Emperius: λόγον ἀεὶ συναγωγὸν.

9 After συμπαθῆ Emperius deletes κάλλιστον θεαμάτων εὐδαιμονέστατον δὲ ἁπάντων κτημάτων μία γνώμη περὶ πάντων φαινομένη, a manifest gloss. Arnim suspects also ὁμογνώμονα . . . συμπαθῆ.

10 ἀποφαίνοντας Reiske: ἀποφαίνοντος.

11 ἠθῶν Selden: ἤχων. In the MSS. there follows: τρόπον αὐλοῦ κατεαγότος διπλᾶς φωνάς, which Reiske deletes.

12 μήτε παρ᾽ ἑαυτοῖς μήτε παρὰ τοῖς ἡγεμόσιν Emperius: μήτε παρ᾽ ἑαυτοῖς ἡγεμόσιν M, μήτε παρὰ τοῖς ἡγεμόσιν UB.

13 After γὰρ Arnim adds τοὺς.

14 ἑώρων οὐ Capps: οὐχ ἑώρων.

15 διαμένοντας] διενεχθέντας Arnim.

16 οὐδὲ Emperius: οὔτε.

17 ἧς added by Casaubon.

18 κλυσθέντος Reiske: πλησθέντος.

19 αὑτῶν Emperius: αὐτῶν.

20 αὑτῶν Emperius: αὐτῶν.

21 After καὶ Arnim adds ἄδηλον ἔσται.

22 Before ἐγὼ Reiske inserts ἣν.

23 λέγω δὲ Selden: λέγων.

24 οἴεσθ᾽ ἐμὲ Crosby: οἴεσθέ με.

25 εὐθυμῶν] μεθ᾽ ὑμῶν Reiske.

26 After ταῦτα Emperius adds .

27 ἐπηγάγοντο] ἐπήγοντο Wilamowitz.

28 Before εἰς Casaubon inserts οὐκ.

29 ψάλιον Valesius: ψέλιον.

30 ἐμοὶ] καὶ ἐμοὶ Emperius, ἐμοὶ δὲ Arnim.

31 ναυπηγὸς] ναύκληρος Sonny.

32 ἐν νηὶ πλέων wrongly suspected by Herwerden.

33 ἀμελῶν] ἀμελοῖ Arnim.

34 ἀργός Jacobs: ἄγριος.

35 οὐδὲ] οὔτε Emperius.

36 ὕδατι] δᾳδί Baguet, χρίματι Naber.

37 εἴωθε Emperius: εἰώθει.


[image ALT: Valid HTML 4.01.]

Page updated: 26 Oct 12