Short URL for this page:
bit.ly/DioChr49


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος μη´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος ν´

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

 p294  49. ΠΑΡΑΙΤΗΣΙΣ ΑΡΧΗΣ ΕΝ ΒΟΥΛΗΙ

1 Τοῖς ἐπιεικέσιν ἀνθρώποις καὶ πεπαιδευμένοις οὔτε ἀηδὲς τὸ ἄρχειν οὔτε χαλεπόν. ἥδονται μὲν γὰρ οὐδενὶ μᾶλλον ἢ τῷ εὖ ποιεῖν· τῷ δὲ ἄρχοντι πόλεως ἢ ἔθνους ἢ καὶ πλειόνων ἀνθρώπων οὐ μόνον ἐξουσία πλείστη τοῦ εὐεργετεῖν ἐστιν, ἀλλὰ καὶ ἀνάγκη σχεδόν· εἰ δὲ μή, οὐκ ἀνέχονται τὸν βλαβερὸν ἄρχοντα οὐχ ὅπως ἄνθρωποι, ὃ δὴ δοκεῖ πάντων δριμύτατον εἶναι,​1 ἀλλ’ οὐδὲ τῶν θηρίων τὰ ἀφρονέστατα. 2 οὔτε γὰρ βόες ῥᾳδίως ὑπομένουσι βουκόλων ἀμέλειαν οὔτε αἰπόλια καὶ ποῖμναι τοὺς φθείροντας νομέας. τὰ μὲν γὰρ ἀποφεύγει καὶ οὐ πείθεται, τὰ δὲ καὶ ἀμύνεται τοὺς πονηροὺς προστάτας. οἱ δ’ ἵπποι τοὺς ἀμαθεῖς ἡνιόχους ἀποβάλλοντες πολὺ κάκιον κολάζουσιν ἢ ἐκεῖνοι​2 τῇ μάστιγι παίοντες. τούτων δὲ ἁπάντων ἄνθρωπος δεινότατόν ἐστι καὶ πλείστην ἔχον​3 σύνεσιν· ὥστε κακῷ μὲν ἡγεμόνι πάντων ἐχθρότατον, τῷ δὲ ἀγαθῷ πάντων εὐνούστατον.​4 ἡδὺ μὲν οὕτως τοῖς ἐπισταμένοις τὸ ἄρχειν· χαλεπὸν δὲ οὐκ ἂν  p296 εἴη πρᾶγμα οὐδὲν τῷ μελετήσαντι ἐξ ἀρχῆς καὶ παρεσκευασμένῳ πρὸς αὐτό.

3 Ὁ δὲ τῷ ὄντι φιλόσοφος οὐκ ἄλλο τι φανήσεται διαπονούμενος​5 ἢ τὸ πῶς​6 ἄρχειν καλῶς δυνήσεται καὶ αὑτοῦ καὶ οἰκίας καὶ πόλεως τῆς μεγίστης καὶ συλλήβδην ἁπάντων ἀνθρώπων, ἂν ἐπιτρέπωσι, καὶ αὐτὸς μὲν οὐ προσδεήσεται οὐδενὸς ἄρχοντος ἀλλ’ ἢ τοῦ λόγου καὶ τοῦ θεοῦ, τῶν δὲ ἄλλων ἀνθρώπων ἐπιμελεῖσθαι καὶ φροντίζειν ἱκανὸς ἔσται. καὶ τοῦτο οὐδὲ τοὺς βασιλέας αὐτοὺς λέληθεν οὐδὲ τῶν ἐν ταῖς δυναστείαις ὅσοι μὴ τελέως ἄφρονες. τῶν γὰρ πεπαιδευμένων ἐν τοῖς μεγίστοις ἄλλοις προστάττοντες αὐτοὶ παρ’ ἐκείνων προστάγματα λαμβάνουσιν ἃ δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι.

4 Ὥσπερ τὸν Ἀγαμέμνονα Ὅμηρός φησιν ἀεὶ​7 προσδεῖσθαι τῆς γνώμης τοῦ Νέστορος καὶ ὁσάκις αὐτῷ συμβουλεύοντι μὴ ἐπείσθη, ὀδύρεσθαι καὶ παραχρῆμα μετανοεῖν. Φίλιππος δέ, ὃς δοκεῖ δεινότατος γενέσθαι τῶν βασιλέων, Ἀριστοτέλην ἐπηγάγετο τῷ υἱεῖ Ἀλεξάνδρῳ διδάσκαλον καὶ ἄρχοντα, ὡς αὐτὸς οὐχ ἱκανὸς ὢν παιδεῦσαι τὴν βασιλικὴν ἐπιστήμην· ἀλλὰ τῶν μὲν ἄλλων Μακεδόνων καὶ Θρᾳκῶν καὶ Ἰλλυριῶν καὶ τῶν Ἑλλήνων ἁπάντων ἠξίου ἄρχειν, τὸν δὲ υἱὸν ἑτέρῳ παρεδίδου ἀρχθησόμενον,​8 καὶ τοσαύταις μυριάσι προστάττων  p298 ἑνὶ ἐκείνῳ προστάττειν οὐχ ὑπέμενεν. οὐ γὰρ ἴσον ἡγεῖτο κίνδυνον εἶναι αὑτῷ​9 εἰ περὶ τοὺς ἄλλους ἐξαμαρτάνοι ἢ εἴ τι περὶ τὸν υἱόν.

5 Καίτοι πρότερον αὐτὸς ἐν Θήβαις ὁμηρεύων Πελοπίδᾳ τε συνῆν, ἀνδρὶ πεπαιδευμένῳ, ὥστε καὶ ἐραστὴν ἔφασαν αὐτοῦ τὸν Πελοπίδαν γενέσθαι, καὶ Ἐπαμεινώνδου τά τε ἔργα ἑώρα καὶ τῶν λόγων δὲ ἤκουεν,​10 ὃς οὐκ ἀπὸ ταὐτομάτου τοσοῦτον ἴσχυσεν ἐν τοῖς Ἕλλησι καὶ τοσαύτην μεταβολὴν ἐποίησεν, ὥστε καταλῦσαι Λακεδαιμονίους τοσοῦτον χρόνον ἄρχοντας, ἀλλὰ Λύσιδι ὁμιλήσας τῷ Πυθαγόρου μαθητῇ. ὅθεν οἶμαι πολὺ διήνεγκεν ὁ Φίλιππος τῶν πρότερον ἐν Μακεδονίᾳ βασιλευσάντων. ἀλλ’ ὅμως τοιαύτης παιδείας ἐπιτυχὼν οὐκ ἐθάρρει τὸν Ἀλέξανδρον αὐτὸς​11 διδάσκειν.

6 Εὕροι δ’ ἄν τις σπανίως μὲν φιλοσόφους ἄρξαντας ἐν τοῖς ἀνθρώποις — λέγω δὲ τὰς ὠνομασμένας ἀρχάς, στρατηγοὺς ἢ σατράπας ἢ βασιλέας καθισταμένους — πλεῖστα δὲ καὶ μέγιστα ἀπολαύσαντας αὐτῶν ἀγαθὰ τοὺς ἀρχομένους· Σόλωνος μὲν Ἀθηναίους καὶ Ἀριστείδου καὶ Περικλέους τοῦ Ἀναξαγόρου μαθητοῦ, Θηβαίους δὲ Ἐπαμεινώνδου, Ῥωμαίους δὲ Νόμα, ὅν φασί τινες τῆς Πυθαγόρου σοφίας μετασχεῖν· Ἰταλιώτας δὲ σύμπαντας τῶν Πυθαγορικῶν, τοσοῦτον χρόνον εὐδαιμονήσαντας  p300 καὶ μετὰ πλείστης ὁμονοίας καὶ εἰρήνης πολιτευσαμένους, ὅσον ἐκεῖνοι χρόνον τὰς πόλεις διεῖπον.

7 Καὶ κοινῇ δὲ τὰ ἰσχυρότατα τῶν ἐθνῶν, ἐπειδὴ οὐ δύνανται ἀεὶ βασιλεύεσθαι ὑπὸ τῶν φιλοσόφων, ἐπιστάτας τοῖς βασιλεῦσι καὶ ἄρχοντας τούτους ἀπέδειξαν· Πέρσαι μέν, οἶμαι, τοὺς καλουμένους παρ’ αὐτοῖς μάγους, ὅτι​12 τῆς φύσεως ἦσαν ἔμπειροι καὶ τοὺς θεοὺς ᾔδεσαν ὡς δεῖ θεραπεύειν· Αἰγύπτιοι δὲ τοὺς ἱερέας, οἳ τὴν αὐτὴν ἐπιστήμην εἶχον τοῖς μάγοις, τῶν θεῶν ἐπιμελούμενοι καὶ τὰ ξύμπαντα γιγνώσκοντες ὅπῃ​13 τε καὶ ὅπως ἔχοι· Ἰνδοὶ δὲ Βραχμᾶνας, ἐγκρατείᾳ καὶ δικαιοσύνῃ διαφέροντας καὶ τῇ πρὸς τὸ θεῖον φιλίᾳ, ὅθεν μᾶλλον ἴσασι τὰ μέλλοντα ἢ οἱ ἄλλοι ἄνθρωποι τὰ παρόντα αὐτοῖς· 8 Κελτοὶ δὲ οὓς ὀνομάζουσι Δρυΐδας, καὶ τούτους περὶ μαντικὴν ὄντας καὶ τὴν ἄλλην σοφίαν· ὧν ἄνευ τοῖς βασιλεῦσιν οὐδὲν ἐξῆν πράττειν οὐδὲ βουλεύεσθαι, ὥστε τὸ μὲν ἀληθὲς ἐκείνους ἄρχειν, τοὺς δὲ βασιλέας αὐτῶν ὑπηρέτας καὶ διακόνους γίγνεσθαι τῆς γνώμης ἐν θρόνοις χρυσοῖς καθημένους καὶ οἰκίας μεγάλας οἰκοῦντας καὶ πολυτελῶς​14 εὐωχουμένους.

Καὶ γὰρ δὴ τοῦτον εἰκός ἐστι πᾶσαν ἀρχὴν ἱκανώτατα διοικῆσαι, ὃς τὴν χαλεπωτάτην ἀρχὴν διηνεκῶς​15 ἄρχων δύναται παρέχειν ἀναμάρτητον αὑτόν. 9 ὁ τοίνυν φιλόσοφος ἀεὶ αὑτοῦ ἄρχει· ὃ τῷ  p302 παντὶ χαλεπώτερον ἢ συμπάντων μὲν Ἑλλήνων συμπάντων δὲ βαρβάρων βασιλεύειν. ποῖον μὲν γὰρ οὕτως ἄγριον ἀνθρώπων γένος ἐστὶν ὡς ὀργαί τε καὶ φθόνοι καὶ φιλονικίαι, ὧν αὐτὸν ἐγκρατῆ εἶναι δεῖ; ποῖον δὲ οὕτω​16 πανοῦργον καὶ ἐπίβουλον καὶ προδοτικὸν ὡς ἡδοναί τε καὶ ἐπιθυμίαι, ὧν αὐτὸν οὐδέποτε ἡττᾶσθαι δεῖ; ποῖον δὲ οὕτω βίαιον καὶ καταπληττόμενον​17 καὶ ταπεινοῦν τὰς ψυχὰς ὡς φόβοι τε καὶ λῦπαι, οἷς οὔποτε αὐτὸν πρέπει ὑπείκοντα ὀφθῆναι; 10 ποῖα δὲ ὅπλα, ποῖα δὲ ἐρύματα πρὸς ταῦτα προβέβληται, οἷα οἵ τε βασιλεῖς καὶ στρατηγοὶ πόλεως πρὸς τοὺς πολεμίους; ποίοις δὲ συμμάχοις ἢ δορυφόροις ἐπὶ ταῦτα χρῆσθαι δυνατόν, εἰ μή γε τοῖς σοφοῖς καὶ φρονίμοις λόγοις; τίσι δὲ ἄλλοις ἐντείλασθαι φυλακὰς​18 ἢ ἐπιτρέψαι φρουρεῖν, ἢ ποίοις χρήσασθαι διακόνοις; ἀλλ’ οὐκ αὐτὸν δεῖ​19 καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν φροντίζοντα καὶ ἀγρυπνοῦντα τὴν φυλακὴν ταύτην ἔχειν, ὅπως μὴ λάθῃ​20 αὑτὸν​21 ἤτοι ἀνασεισθεὶς ὑπὸ ἡδονῶν ἢ καταπλαγεὶς ὑπὸ φόβων ἢ παρακρουσθεὶς ὑπὸ ἐπιθυμίας ἢ ταπεινωθεὶς ὑπὸ λύπης, ὥστε ἀποστῆναι τῶν βελτίστων καὶ δικαιοτάτων ἔργων προδότης αὑτοῦ γενόμενος; 11 τῷ δὲ τὴν ἀρχὴν ταύτην ἰσχυρῶς καὶ ἐγκρατῶς ἄρχοντι οὐ χαλεπὸν ἤδη καὶ συμπάντων ἀνθρώπων κρείττω γίγνεσθαι.

Ὁπόταν δὲ ταῦτα διεξίω περὶ τῶν φιλοσόφων, μηδείς με ἡγείσθω πρὸς τὸ σχῆμα ἀφορώντα λέγειν καὶ πρὸς τὸ ὄνομα. οὔτε γὰρ τὸν οἶνον ἐκ τοῦ  p304 κεράμου κρίνουσιν οἱ νοῦν ἔχοντες· πολλάκις γὰρ εὑρήσεις ἐν σπουδαίῳ κεράμῳ τὸν ἐκ τῶν καπηλείων οἶωον ἐξεστηκότα· οὔτε τὸν ἄνδρα τὸν πεπαιδευμένον ἐκ τοῦ σχήματος. 12 τοὺς μέντοι πολλοὺς οὐ θαυμάζω ἐξαπατᾶσθαι ὑπὸ τοῦ τοιούτου. τὸν γὰρ Ὀδυσσέα καὶ τὸν Ἶρον οἱ μνηστῆρες συνέβαλον διὰ τὸ σχῆμα ὡς οὐδὲν διαφέροντας. ἔφη δέ τις τῶν ὀλίγῳ πρότερον φιλοσόφων οὐ φαῦλον, τὸν​22 Ἰσμηνίαν​23 τοῦτο μάλιστα ἀγανακτεῖν, τὸ καλεῖσθαι αὐλητὰς τοὺς τυμβαύλας, οὐ παντελῶς ὅμοιον ὄν,​24 ἐμοὶ δοκεῖ. οὐ γὰρ βλάπτουσιν οὐδὲν οἱ τυμβαῦλαι τοὺς νεκροὺς οὐδ’ ἐνοχλοῦσιν, τῶν δὲ προσποιουμένων φιλοσοφεῖν ἔνιοι καὶ πολλὰ χαλεπὰ ἐργάζονται. 13 ἀλλὰ τοῦ​25 γε ὄντως φιλοσόφου τὸ ἔργον οὐχ ἕτερόν ἐστιν ἢ ἀρχὴ ἀνθρώπων. ὅστις δὲ ὀκνεῖ τὴν αὑτοῦ​26 πόλιν ἑκουσὰν καὶ ἐπικαλουμένην διοικεῖν, οὐ φάσκων ἱκανὸς​27 εἶναι, ὅμοιός ἐστιν ὥσπερ εἴ τις τὸ μὲν ἑαυτοῦ σῶμα θεραπεύειν μὴ θέλοι, ἀξιῶν ἰατρὸς εἶναι, ἄλλους δὲ ἀνθρώπους ἰατρεύοι προθύμως ἀργύριον ἢ τιμὰς λαμβάνων, ὥσπερ ἐλάττω μισθὸν ὄντα ἑτέρου μισθοῦ τὴν ὑγίειαν, ἢ ἔι τις ἀξιῶν ἱκανὸς εἶναι παιδοτρίβης ἢ γραμμάτων διδάσκαλος ἀλλοτρίους μὲν παῖδας θέλοι διδάσκειν, τοὺς δὲ αὑτοῦ πέμποι πρὸς ἄλλον τινὰ τῶν φαυλοτέρων, ἢ ἔι τις ἀμελήσας τῶν ἑαυτοῦ γονέων ἀλλοτρίους ἐθέλοι προτιμᾶν, οὓς​28 ἂν  p306 αἴσθηται πλουσιωτέρους ἐκείνων​29 ἢ μᾶλλον ἐνδόξους. 14 οὔτε γὰρ δικαιότερον οὔτε μὰ Δία​30 ἥδιον τῶν ἀναγκαίων ὑπεριδόντα τοῖς μηδὲν προσήκουσιν ὠφέλιμον γίγνεσθαι.

Οὐκοῦν τό γε ἀκόλουθόν ἐστι τοῖς λόγοις τούτοις ἄρχειν αὐτὸν βουλομένων​31 ὑμῶν.​32 ἀλλ’ εὖ ἴστε ὅτι εἰ μή τι ἦν ἀδύνατον, οὐκ ἂν περιέμενον ὥστε ὑμᾶς ἀξιοῦν, ἀλλ’ αὐτὸς ἂν ἠξίουν καὶ παρεκάλουν. ἓν γάρ τι καὶ τοῦτό ἐστι τῶν καλῶν καὶ σωφρόνων, αὐτὸν​33 παραγγέλλοντα καὶ χάριν εἰδότα τῆς χειροτονίας ἄρχειν τῶν πολιτῶν, ἀλλὰ μὴ καθαιροῦντα μηδὲ ἄτιμον τὸ πρᾶγμα ποιήσαντα. 15 τί οὖν ἐστι τὸ ἀδύνατον ἐν τῷ παρόντι; ἐγὼ μὲν καὶ τἄλλα ἀξιῶ πιστεύεσθαι ἐφ’​34 ὧν λέγω — οὐδέποτε γὰρ ὑμᾶς ἐξηπάτησα, ὡς ἐφὼ νομίζω, ὑπὲρ οὐδενός· οὐδὲ πρότερον ἄλλως διανοούμενος εἶπον — ἀλλ’ ἀεὶ πλείους ἀσχολίαι​35 . . . καταλιπεῖν μέχρι τοῦδε οὐχ ἑκόντα με κατέσχηκεν. τὸ δὲ νῦν οὐκέτι ἐγχωρεῖ σχεδόν. οὔτε γὰρ ἐμοὶ οὔτε ἴσως ὑμῖν ἄμεινόν ἐστιν ἐμὲ διατρίβειν ἐνθάδε. ὥστε παραιτοῦμαι τὴν ψῆφον. ἐπίσταμαι γὰρ ὅτι οὐκ ἂν ἐδεήθην​36 ἐξετάσεως, ἀλλὰ ὥσπερ πρότερον ἐν τῷ φανερῷ  p308 πάντες ἐψηφίσασθε, ὁπότε με ὑπενοήσατε βούλεσθαι, τὸ αὐτὸ καὶ νῦν ἂν ἐποιήσατε. ἀλλ’ οὐκ ἔχω οὕτως, ἀλλ’ ἵνα μὲν ἄρξω, ἐπίσταμαι ὅτι οὐκ ἂν ἔδει με παρακαλεῖν,​37 ἵνα δὲ ἀφεθῶ, ὑπὲρ τούτου παρακαλῶν οὐκ αἰσχύνομαι.


The Loeb Editor's Notes:

1 ὃ δὴ . . . εἶναι deleted by Emperius.

2 After ἐκεῖνοι Herwerden adds τούτους.

3 ἔχον Reiske: ἔχων.

4 εὐνούστατον Reiske: εὐνούστερον.

5 διαπονούμενος Reiske, διανοούμενος Casaubon: διακονούμενος.

6 τὸ πῶς] ὅπως Arnim.

7 ἀεὶ Selden: ἃ δεῖ.

8 ἀρχθησόμενον Reiske: ἀχθησόμενον.

9 αὑτῷ Emperius: αὐτῷ.

10 ἥκουεν Emperius: ἥκουσεν.

11 αὐτὸς Reiske: οὗτος or οὗτως.

12 ὅτι] οἳ Reiske.

13 ὅπῃ Dindorf: πῇ.

14 πολυτελῶς Cobet; πολυτίμους or πολυτίμως.

15 διηνεκῶς Selden: διενηνοχὼς.

16 οὕτω added by Reiske.

17 καταπληττόμενον]καταπληκτικὸν Selden.

18 φυλακὰς Casaubon: φυλακῆς.

19 δεῖ Reiske: ἀεὶ.

20 λάθῃ Wilamowitz: λάθοι.

21 αὑτὸν Reiske: αὐτὸς.

22 τὸν Crosby: τὸ.

23 Ἰσμηνίαν Valesius, Ἰσμηνίου Arnim: Ἴσμηνον.

24 ὅμοιον ὄν Reiske: οἷον δ’ ὃν or οἷον δ’ ὅνον.

25 τοῦ Casaubon: τοῦτό.

26 αὑτοῦ Emperius: αὐτοῦ.

27 ἱκανὸς Selden: ἰατρὸς.

28 προτιμᾶν, οὓς Casaubon: προκειμένους.

29 ἐκείνων Reiske: ἐκείνους.

30 μὰ Δία Emperius: μᾶλλον.

31 βουλομένων Wilamowitz: βουλόμενον.

32 οὐκοῦν . . . ὑμῶν deleted by Emperius.

33 αὐτὸν Reiske: τὸν.

34 ἐφ’ Casaubon: ὑφ’.

35 Wilamowitz noted a lacuna at this point. The missing words need not have been many, but they must have included a subject for κατέσχηκεν.

36 ἐδεήθην] ἐδεήθη Arnim.

37 παρακαλεῖν Emperius: παρακαλεῖσθαι.


[image ALT: Valid HTML 4.01.]

Page updated: 30 Oct 10