Short URL for this page:
bit.ly/DioChr55


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος νδ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος νς´

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

 p380  54. ΠΕΡΙ ΟΜΗΡΟΥ ΚΑΙ ΣΩΚΡΑΤΟΥΣ

1 Ἐπεὶ φαίνῃ καὶ τἄλλα Σωκράτους ὢν ἐπαινέτης καὶ τὸν ἄνδρα ἐκπληττόμενος ἐν τοῖς λόγοις, ἔχεις μοι εἰπεῖν ὅτου μαθητὴς γέγονε τῶν σοφῶν· ὥσπερ Φειδίας μὲν ὁ ἀγαλματοποιὸς Ἡγίου,​1 Πολύγνωτος δὲ ὁ ζωγράφος καὶ ὁ ἀδελφὸς ἄμφω τοῦ πατρὸς Ἀγλαοφῶντος, Πυθαγόρου δὲ Φερεκύδης λέγεται διδάσκαλος γενέσθαι, Πυθαγόρας δὲ Ἐμπεδοκλέους καὶ ἑτέρων· καὶ τῶν ἄλλων δὲ τῶν πλείστων ἔχομεν εἰπεῖν τοὺς διδασκάλους τῶν ἐνδόξων ἀνδρῶν, ὅτῳ ἕκαστος συγγενόμενος λόγου ἄξιος ἐγένετο, δίχα γε Ἡρακλείτου τοῦ Ἐφεσίου καὶ Ἡσιόδου τοῦ Ἀσκραίου. ὁ μὲν γάρ φησιν ποιμαίνων ἐν τῷ Ἑλικῶνι παρὰ τῶν Μουσῶν λαβεῖν​2 ἐν δάφνης ὄζῳ τὴν ποίησιν, ἵνα μὴ πράγματα ἔχοιμεν ζητοῦντες αὐτοῦ τὸν διδάσκαλον· 2 Ἡράκλειτος δὲ ἔτι γενναιότερον αὐτὸς ἐξευρεῖν​3 τὴν τοῦ παντὸς φύσιν ὁποῖα τυγχάνει οὖσα, μηδενὸς διδάξαντος,  p382 καὶ γενέσθαι πάρ’ αὑτοῦ σοφός. Ὁμήρου μὲν γάρ, ὥσπερ τὰ ἄλλα τὰ περὶ αὐτόν, καὶ τοῦτο ἄδηλον τοῖς Ἕλλησιν. ὁ δὲ Σωκράτης ὅτι μὲν παῖς ὢν ἐμάνθανε​4 τὴν τοῦ πατρὸς τέχνην ἀκηκόαμεν· τὸν δὲ τῆς σοφίας αὐτοῦ διδάσκαλον οὕτως ὠφελίμου καὶ καλῆς γενομένης σὺ ἡμῖν σαφῶς εἶπε καὶ μὴ φθονήσῃς.

3 Ἀλλὰ τοῦτό γε οἶμαι πολλοῖς εἶναι σαφές, ὅστις ἔμπειρος ἀμφοῖν τοῖν ἀνδροῖν, ὅτι Σωκράτης τό γε ἀληθὲς Ὁμήρου μαθητὴς γέγονεν, οὐχ ὥσπερ ἔνιοί φασιν Ἀρχελάου.

Καὶ πῶς οἷόν τε τὸν μήτε ξυγγενόμενον Ὁμήρῳ μήτε ἰδόντα πώποτε, ἀλλὰ τοσούτοις ἔτεσιν ὕστερον γενόμενον Ὁμήρου φάναι μαθητήν;

Τί δέ; ὅστις καθ’ Ὅμηρον ἐγένετο, μηδὲν δὲ ἤκουσε τῶν Ὁμήρου ἐπῶν ἢ ἀκούων μηδενὶ προσέσχε τὸν νοῦν, ἔσθ’ ὅπως φήσομεν ἐκεῖνον Ὁμήρου μαθητήν;

Οὐδαμῶς.

4 Οὔκουν ἄτοπον τὸν μήτε ξυγγενόμενον μήτε ἰδόντα, τῆς δὲ ποιήσεως ξυνέντα τῆς Ὁμήρου καὶ τῆς ὅλης διανοίας ἔμπειρον γενόμενον μαθητὴν Ὁμήρου λέγεσθαι· ἢ οὐδὲ ζηλωτὴν οὐδένα οὐδενὸς φήσεις τῶν μὴ συγγενομένων;

Οὐκ​5 ἔγωγε.

Εἴπερ οὖν ζηλωτής, καὶ μαθητὴς εἴη ἄν. ὁ  p384 γὰρ ζηλῶν τινα ὀρθῶς ἐπίσταται δήπου ἐκεῖνον ὁποῖος ἦν καὶ μιμούμενος τὰ ἔργα καὶ τοὺς λόγους ὡς οἷόν τε ἐπιχειρεῖ ὅμοιον αὑτὸν ἀποφαίνειν. 5 ταὐτὸ δὲ τοῦτο καὶ ὁ μαθητὴς ποιεῖν ἔοικε· μιμούμενος τὸν διδάσκαλον καὶ προσέχων ἀναλαμβάνει τὴν τέχνην. τὸ δὲ ὁρᾶν καὶ ξυνεῖναι οὐδέν ἐστὶ πρὸς τὸ μανθάνειν· πολλοὶ γὰρ καὶ ὁρῶσι τοὺς αὐλητὰς καὶ ξύνεισι καὶ ἀκούουσιν ὁσημέραι, καὶ οὐδ’ ἂν ἐμφυσῆσαι τοῖς αὐλοῖς δύναιντο, οἳ ἂν μὴ ἐπὶ τέχνῃ μηδὲ προσέχοντες ξυνῶσιν. ἀλλ’ εἴ γε δυσωπῇ μαθητὴν Ὁμήρου τὸν Σωκράτην καλεῖν, ζηλωτὴν δὲ μόνον, οὐδέν μοι διοίσει.

6 Ἐμοὶ μὲν οὐχ ἧττον παράδοξον τοῦτο ἐκείνου δοκεῖ. Ὅμηρος μὲν γὰρ ποιητὴς γέγονεν οἷος οὐδεὶς ἄλλος· Σωκράτης δὲ φιλόσοφος.

Εἶεν· οὕτως μὲν οὐδὲ Ἀρχίλοχον εἴποις ἂν Ὁμήρου ζηλωτήν, ὅτι μὴ τῷ αὐτῷ μέτρῳ κέχρηται εἰς ὅλην τὴν ποίησιν, ἀλλ’ ἑτέροις τὸ πλέον, οὐδὲ Στησίχορον, ὅτι ἐκεῖνος μὲν ἔπη ἐποίει, Στησίχορος δὲ μελοποιὸς ἦν.

7 Ναί· τοῦτό γε ἅπαντές φασιν οἱ Ἕλληνες, Στησίχορον Ὁμήρου ζηλωτὴν γενέσθαι καὶ σφόδρα γε ἐοικέναι κατὰ τὴν ποίησιν. Σωκράτης δὲ κατὰ τί σοι δοκεῖ Ὁμήρῳ ἐοικέναι;

Τὸ μὲν πρῶτον καὶ μέγιστον κατὰ τὸ ἦθος. οὐδέτερος γὰρ αὐτοῖν ἀλαζὼν ἦν οὐδὲ ἀναιδής,  p386 ὥσπερ οἱ ἀμαθέστατοι τῶν σοφιστῶν. Ὅμηρος μὲν γὰρ οὐδὲ ὁπόθεν ἦν εἰπεῖν ἠξίωσεν οὐδὲ ὧντινων γονέων οὐδὲ ὅστις αὐτὸς ἐκαλεῖτο. ἀλλὰ ὅσον ἐπ’ ἐκείνῳ καὶ τὸ ὄνομα ἠγνοοῦμεν ἂν τοῦ γράψαντος τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν. 8 Σωκράτης δὲ τὴν μὲν πατρίδα οὐχ οἷός τ’ ἦν ἀποκρύψασθαι διὰ τὸ μέγεθος καὶ τὸ σφόδρα ἐνδόξους εἶναι τὰς Ἀθηνᾶς καὶ τῶν Ἑλλήνων ἄρχειν κατ’ ἐκεῖνον τὸν χρόνον· οὐδὲν δὲ πώποτε εἶπεν ὑπὲρ αὑτοῦ μέγα οὐδὲ προσεποιεῖτο σοφίαν οὐδεμίαν, καίτοι τοῦ Ἀπόλλωνος χρήσαντος ὡς εἴη σοφώτατος Ἑλλήνων καὶ βαρβάρων. τελευταῖον δὲ οὐδὲ τοὺς λόγους αὐτὸς​6 κατέλιπε γράψας, καὶ ταύτῃ γε ὑπερέβαλε τὸν Ὅμηρον. ὥσπερ γὰρ τὸ ὄνομα τὸ ἐκείνου πάρ’ ἑτέρων ἀκούοντες ἴσμεν, οὕτω καὶ τοὺς λόγους τοὺς Σωκράτους ἄλλων καταλιπόντων. οὕτως ἄγαν κεκολασμένω ἤστην καὶ ἐσωφρονείτην ἄμφω τὼ ἄνδρε.

9 Ἔπειτα ὑπερεῖδον κτήσεως χρημάτων ὁμοίως Σωκράτης τε καὶ Ὅμηρος. πρὸς δὲ τούτοις ὑπὲρ τῶν αὐτῶν ἐσπουδαζέτην καὶ ἐλεγέτην, ὁ μὲν διὰ τῆς ποιήσεως, ὁ δὲ καταλογάδην· περὶ ἀρετῆς ἀνθρώπων καὶ κακίας καὶ περὶ​7 ἁμαρτημάτων καὶ κατορθωμάτων καὶ περὶ ἀληθείας καὶ ἀπάτης καὶ ὅπως δοξάζουσιν οἱ πολλοὶ καὶ ὅπως ἐπίστανται οἱ φρόνιμοι.

Καὶ μὴν εἰκάσαι καὶ παραβαλεῖν ἱκανώτατοι ᾖσαν.

Τοῦτο μὲν θαυμαστόν, εἰ ταῖς Ὁμήρου παραβολαῖς πυρὸς καὶ ἀνέμων καὶ θαλάττης καὶ ἀετῶν  p388 καὶ ταύρων καὶ λεόντων καὶ τῶν ἄλλων, οἷς ἐκόσμησε τὴν ποίησιν Ὅμηρος, σὺ παραβαλεῖν ἀξιώσεις τοὺς Σωκράτους κεραμέας καὶ τοὺς​8 σκυτοτόμους.

10 Εἴπερ γε, ὦ μακάριε, καὶ τὴν Ἀρχιλόχου ἀλώπεκα τοῖς λέουσι καὶ ταῖς παρδάλεσι παραβάλλομεν καὶ οὐδὲν ἢ μὴ πολὺ ἀποδεῖν φαμεν. ἀλλὰ γὰρ ἴσως καὶ τῶν Ὁμήρου τὰ τοιαῦτα ἀποδοκιμάζεις, ὅπου μέμνηται ψαρῶν ἢ κολοιῶν ἢ ἀκρίδων ἢ δαλοῦ ἢ τέφρας ἢ κυάμων τε καὶ ἐρεβίνθων ἢ λικμῶντας ἀνθρώπους πεποίηκεν, 11 ἀλλὰ ταῦτά σοι δοκεῖ τὰ φαυλότατα εἶναι τῶν Ὁμήρου· μόνους δὲ θαυμάζεις τοὺς λέοντας καὶ τοὺς ἀετοὺς καὶ τὰς Σκύλλας καὶ τοὺς Κύκλωπας, οἷς ἐκεῖνος ἐκήλει τοὺς ἀναισθήτους, ὥσπερ αἱ τίτθαι τὰ παιδία διηγούμεναι τὴν Λάμιαν. καὶ μὴν ὥσπερ Ὅμηρος διά τε μύθων καὶ ἱστορίας ἐπεχείρησε τοὺς ἀνθρώπους παιδεύειν, σφόδρα ἐργώδεις ὄντας παιδευθῆναι, καὶ Σωκράτης πολλάκις ἐχρῆτο τῷ τοιούτῳ, ποτὲ μὲν σπουδάζειν ὁμολογῶν, ποτὲ δὲ παίζειν προσποιούμενος, τούτου ἕνεκεν ἵν’ ἀνθρώπους ὠφελοῖ·​9 ἴσως δὲ προσέκρουσε τοῖς μυθολόγοις καὶ τοῖς συγγραφεῦσιν.

12 Οὐ τοίνυν οὐδὲ τοὺς περὶ Γοργίαν ἢ Πῶλον ἢ Θρασύμαχον ἢ Πρόδικον ἢ Μένωνα ἢ Εὐθύφρονα ἢ Ἄνυτον ἢ Ἀλκιβιάδην ἢ Λάχητα μάτην ἐποίει λέγοντας, ἐξὸν ἀφελεῖν τὰ ὀνόματα· ἀλλὰ ᾔδει  p390 τούτῳ καὶ μάλιστα ὀνήσων τοὺς ἀκούοντας, εἴ πως ξυνεῖεν· ἀπὸ γὰρ τῶν λόγων τοὺς ἀνθρώπους καὶ ἀπὸ τῶν ἀνθρώπων τοὺς λόγους ξυνορᾶν οὐ ῥᾴδιον ἄλλοις ἢ τοῖς φιλοσόφοις καὶ τοῖς πεπαιδευμένοις. οἱ δὲ πολλοὶ μάτην οἴονται τὰ τοιαῦτα λέγεσθαι καὶ ὄχλον​10 ἄλλως καὶ φλυαρίαν ἡγοῦνται. 13 Σωκράτης δὲ ἐνόμιζεν, ὁσάκις μὲν ἀλαζόνα ἄνθρωπον εἰσάγει, περὶ ἀλαζονείας λέγειν· ὁπότε δὲ ἀναίσχυντον καὶ βδελυρόν, περὶ ἀναιδείας καὶ βδελυρίας· ὁπότε δὲ ἀγνώμονα καὶ ὀργίλον, ἀγνωμοσύνης καὶ ὀργῆς ἀποτρέπειν. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως τὰ πάθη καὶ τὰ νοσήματα ἐπ’ αὐτῶν τῶν ἀνθρώπων τῶν ἐχομένων τοῖς πάθεσιν ἢ τοῖς νοσήμασι σαφέστερον ἐδείκνυεν ὁποῖά ἐστιν ἢ εἰ τοὺς λόγους ψιλοὺς ἔλεγε.

14 Δοκεῖ δέ μοι καὶ τοῦτο πάρ’ Ὁμήρου λαβεῖν. καὶ γὰρ ἐκεῖνος, ὅταν μὲν διηγῆται περὶ Δόλωνος, ὅπως μὲν ἐπεθύμησε τῶν ἵππων τῶν Ἀχιλλέως, ὅπως δὲ τοὺς πολεμίους ἀποφεύγειν δυνάμενος ἔστη τοῦ δόρατος ἐγγὺς παγέντος καὶ οὐδὲν αὐτὸν ὤνησε τὸ τάχος, ὅπως δὲ ἐβάμβαινεν ὑπὸ τοῦ δέους καὶ συνεκρότει τοὺς ὀδόντας, ὅπως δὲ ἔλεγε τοῖς πολεμίοις, οὐ μόνον εἴ τι ἐρωτῷεν, ἀλλὰ καὶ ὑπὲρ ὧν μηδεὶς ἐπυνθάνετο — καὶ γὰρ τοὺς ἵππους ἐμήνυσε τοὺς Θρᾳκικοὺς καὶ τὸν Ῥῆσον, ὃν οὐδεὶς ἡδεῖ ἀφιγμένον — ταῦτα δὲ λέγων οὕτω σφόδρα ἐναργῶς οὐ περὶ δειλίας ὑμῖν καὶ φιλοδοξίας δοκεῖ διαλέγεσθαι;

 p392  15 Ὅταν δὲ περὶ τοῦ Πανδάρου, ὡς συνέχεε τὰς σπονδάς, ἐλπίσας δῶρα παρὰ Ἀλεξάνδρου τοῦ Πριάμου, καὶ οὔτε ἀπέκτεινε τὸν Μενέλεων βαλών, καίτοι τοξότης ἱκανὸς εἶναι δοκῶν, καὶ παραβὰς τὰ ὅρκια τοὺς Τρῶας ἀθυμοτέρους ἐποίησε πρὸς τὸν πόλεμον μεμνημένους ἀεὶ τῆς ἐπιορκίας·

νῦν δ’ ὅρκια πιστὰ

ψευσάμενοι μαχόμεσθα· τῷ οὔ νύ τι κάλλιόν ἐστι·

16 καὶ ὃν τρόπον ἀπέθανεν οὐ μετὰ πολὺ τὴν γλῶτταν ἀποτμηθείς, πρὶν ἢ καὶ λόγῳ φῆσαι τὸν Ἀλέξανδρον αὐτῷ χάριν εἰδέναι· ταῦτα διεξιὼν οὕτως ἐπιμελῶς ὑπὲρ ἄλλου τοῦ δοκεῖ λέγειν ἢ δωροδοκίας καὶ ἀσεβείας καὶ τὸ ξύμπαν ἀφροσύνης; ὃς καὶ τοῖς βέλεσι κατηρᾶτο καὶ ἠπείλει διακλάσειν αὐτὰ καὶ κατακαύσειν, ὡς φοβουμένων αὐτὸν τῶν βελῶν.

17 Ὅταν δὲ περὶ Ἀσίου τοῦ Ὑρτάκου, ὅτι τοῦ στρατηγοῦ κελεύσαντος ἔξω τῆς τάφρου καταλιπεὶν τοὺς ἵππους μόνος οὐχ ὑπήκουσεν,

ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι

νήπιος· οὐδ’ ἄρ’ ἔμελλε, κακὰς ὑπὸ κῆρας ἀλύξας,

ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν

ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·

18 εἰς τοσαύτην δυσχωρίαν τάφρου τε καὶ τείχους καὶ νεὼν εἰσελαύνων, ὅπου γε μηδὲ τοῖς πεζοῖς συνήνεγκε καταληφθεῖσιν ὑπὸ τῶν ἐναντίων, ἀλλὰ ὀλίγης ἐκβοηθείας γενομένης διεφθάρησαν οἱ πλείους·  p394 ὁ δὲ ὑπὸ τῶν ἵππων ἐπαιρόμενος καὶ τῷ κάλλει τοῦ δίφρου ᾤετο​11 μὲν ὑπὲρ τὸ τεῖχος ἐλάσειν, ἕτοιμος δὲ ἠὼ ἐμβαλὼν εἰς τὴν θάλατταν​12 ἀπὸ τοῦ ἅρματος μάχεσθαι· ἆρ’ οὖν οὐ περὶ ἀπειθείας καὶ ἀλαζονείας τότε λέγειν φαίνεται;

19 Πάλιν δὲ τούτοις παρατιθεὶς Πολυδάμαντα κελεύοντα εὐλαβηθῆναι καὶ μὴ διαβαίνειν τὴν τάφρον, ἅμα μὲν τὸ πρᾶγμα ἐπιδεικνύντα ὡς ἐπικίνδυνον, ἅμα δὲ τὸν οἰωνὸν τὸν γενόμενον αὐτοῖς· ἄλλως μὲν γὰρ οὐδένα ᾤετο ἀνέξεσθαι αὐτοῦ λέγοντος, σὺν​13 δὲ τῷ οἰωνῷ τάχ’ ἂν πεῖσαι τὸν Ἕκτορα· ἢ τὸν Νέστορα τοὺς περὶ τὸν Ἀγαμέμνονα καὶ​14 τὸν Ἀχιλλέα λοιδορουμένους παύοντα τῆς ὀργῆς καὶ προλέγοντα φανερῶς τὰ συμβησόμενα αὐτοῖς ἀπὸ τῆς στάσεως, ὕστερον δὲ ἐπιπλήττοντα τῷ Ἀγαμέμνονι ὡς ἁμαρτόντι καὶ ἀναγκάζοντα δεῖσθαι τοῦ Ἀχιλλέως· ἢ τὸν Ὀδυσσέα ἐπανορθούμενον τὸ ἁμάρτημα τοῦ Ἀγαμέμνονος, δι’ οὗ πεῖραν βουλόμενος λαβεῖν τοῦ στρατοῦ, πῶς φέροιεν τὴν τοῦ πολέμου τριβήν, ὀλίγου φυγεῖν αὐτοὺς ἐποίησεν· οὐ περὶ φρονήσεως καὶ στρατηγίας καὶ μαντικῆς, πρὸς δὲ τούτοις καιροῦ καὶ ἀκαιρίας ἔοικεν ὑποτίθεσθαι;

20 Ἐν δὲ τῇ Ὀδυσσείᾳ τὰ μὲν ἀλλ’ ἐῶ, ἑνὸς δὲ μόνου μνησθήσομαι, τοῦ Ἀντινόου, τοῦτον γὰρ ἀλαζονίστατον πεποίηκε τῶν μνηστήρων καὶ ἀκολαστότατον· ὃς πρῶτον μὲν κατεφρόνει τοῦ Ὀδυσσέως, ὅτι ἐκεῖνος μὲν ἐν ῥάκεσιν ἦν, αὐτὸς δὲ ἐν  p396 πολυτελεῖ ἐσθῆτι καὶ ἔπινεν ἐκ χρυσῶν ποτηρίων, καὶ τούτων οὐχ αὑτοῦ, καὶ ἐδείπνει πολυτελῶς οὐκ ἐκ τῶν πατρῴων, ἀλλὰ παρασιτῶν ἐπ’ οἰκίας ἀδεσπότου· καὶ ἔφη μὲν τῆς Πηνελόπης ἐρᾶν’ ἐμίγνυτο δὲ ταῖς δούλαις ταῖς τοῦ Ὀδυσσέως καὶ τἄλλα ἦν ἀκόλαστος·​15 21 τελευτῶν δὲ ἐπεχείρει τοξεύειν, ἄπειρος ὢν τοξικῆς καὶ τὰς χεῖρας οὕτως ὑπὸ τρυφῆς διεφθαρμένος ὡς μὴ δύνασθαι ἅπτεσθαι τῆς νευρᾶς εἰ μή τις ἐπιχρίσειε στέαρ, καὶ ταῦτα τοῦ Ὀδυσσέως ὁρῶντος καὶ τῆς ἐρωμένης παρούσης, ἐν ἀνθρώποις τοσούτοις, μηδ’ ἐπιτεῖναι δυνάμενος τὸ τόξον μηδὲ ὅπως στήσει τοὺς πελέκεις ὁ Τηλέμαχος ξυνιείς. ὅμως​16 δὲ καὶ τοῦτον​17 ἀποθανόντα ἐποίησεν οὐκ εἰκῇ πληγέντα διὰ τοῦ λαιμοῦ, οὐχ ὅπου ἔτυχεν, ὥσπερ ἀμέλει τὸν Πάνδαρον διὰ τῆς γλώττης. καὶ γὰρ εἰ τύχῃ τινι συμβαίνει τὰ τοιαῦτα, ὅμως ἐπὶ πολλῶν ἔστιν εἰπεῖν ὅτι τοῦτον μὲν τὸν ἄνθρωπον διὰ τῆς γαστρὸς δεῖ πληγέντα ἀποθανεῖν, τοῦτον δὲ διὰ τῶν αἰδοίων, τοῦτον δὲ διὰ τοῦ στόματος.

22 Μὴ οὖν ὑμῖν εἰκῇ δοκεῖ Ὅμηρος ὁτιοῦν λέγειν; οὐ τοίνυν οὐδὲ Σωκράτης ἄλλως ἐχρῆτο τοῖς λόγοις οὐδὲ τοῖς παραδείγμασιν, ἀλλ’ Ἀνύτῳ μὲν διαλεγόμενος  p398 βυρσέων ἐμέμνητο καὶ σκυτοτόμων· εἰ δὲ Λυσικλεῖ διαλέγοιτο,​18 ἀμνίων καὶ κωδίων, Λύκωνι δέ, δικῶν καὶ συκοφαντημάτων,​19 Μένωνι δὲ τῷ Θετταλῷ περὶ ἐραστῶν καὶ ἐρωμένων.20


The Loeb Editor's Notes:

1 Ἡγίου O. Müller: ἦπου or ἵππου.

2 λαβεῖν Arnim: ἔλαβεν.

3 ἐξευρεῖν Reiske: ἐξεῦρε or ἐξεῦρεν.

4 After ἐμάνθανε Davis deletes λιθοξόος.

5 Οὐκ added by Warmington.

6 αὐτὸς Arnim: αὐτοῦ or αὑτοῦ.

7 κακίας καὶ περὶ Arnim: περὶ κακίας καὶ.

8 τοὺς deleted by Dindorf.

9 ἵν’ ἀνθρώπους ὠφελοῖ Arnim: ἀνθρώπους ὠφελεῖ.

10 ὄχλον] ὕθλον Meiser.

11 ᾤετο Geel: ὡς τὸ or ὡς τότε.

12 τὴν θάλατταν] τὸν χάρακα Emperius.

13 σὺν Geel: ἐν.

14 καὶ Geel: .

15 οὐχ ὡς ἔνιοι τῶν νῦν after ἀκόλαστος deleted by Crosby. Arnim retains, but suspects a lacuna following the phrase.

16 ὅμως] ὁμοίως Casaubon, τέλος Arnim.

17 καὶ τοῦτον] τοῦτον καὶ Arnim.

18 προβάτων καὶ καπήλων after διαλέγοιτο deleted by Hermann. Geel reads τῷ προβατοκαπήλῳ.

19 ἀμνίων καὶ κωδίων, Λύκωνι δέ, δικῶν καὶ συκοφαντημάτων Geel: γλύκωνι δέ, δικῶν καὶ συκοφαντημάτων καὶ ἀμιδίων καὶ κωδίων.

20 οὐ μέντοι ἀλλὰ καὶ ἄλλων ἐνίοτε παραδειγμάτων εὐπόρει, φίλους μὲν ὀνομάζων καὶ φιλίαν, ὅτε πρὸς Λύσιν διαλέγοιτο, περὶ σωφροσύνης δὲ Χαρμίδῃ διαλεγόμενος after ἐρωμένων deleted by Wilamowitz: Nay, but he had plenty of other illustrations at times, for he used to name friends and friendship whenever he conversed with Lysis, but when he conversed with Charmides, it was about self-control.


[image ALT: Valid HTML 4.01.]

Page updated: 28 Jun 12