[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος νε´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος νζ´

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

 p402  56. ΑΓΑΜΕΜΝΩΝ Η ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ

1 Δ. Πότερα βούλει περὶ Ἀγαμέμνονος ἀκούειν φρονίμους λόγους, ἀφ’ ὧν ἔστιν ὠφεληθῆναι τὴν διάνοιαν, ἢ λυπεῖ σε Ἀγαμέμνων ὁ Ἀτρέως ὀνομαζόμενος ἐν τοῖς λόγοις;

Οὐδ’ εἰ περὶ Ἀδράστου τοῦ Ταλαοῦ λέγοις ἢ Ταντάλου ἢ Πέλοπος, ἀχθοίμην ἄν, εἰ μέλλω βελτίων ἔσεσθαι.

Δ. Καὶ μὴν ἀνεμνήσθην ἔναγχος λόγων τινῶν οὓς λέγοιμ’ ἄν, εἴ μοι ἐρωτῶντι ἐθέλοις ἀποκρίνασθαι.

Λέγε ὡς ἀποκρινουμένου.

2 Δ. Εισί τινες ἀνθρώπων ἄρχοντες; ὥσπερ ἕτεροι μὲν αἰγῶν, ἕτεροι δὲ ὑῶν, οἱ δέ τινες ἵππων, οἱ δὲ καὶ βοῶν, ξύμπαντες οὗτοι οἱ καλούμενοι κοινῇ ποιμένες· ἢ οὐκ ἀνέγνωκας τοῦτο τὸ ἔπος Κρατίνου·

ποιμὴν καθέστηκ’, αἰπολῶ​1 καὶ βουκολῶ;​2

Οὐκ ἂν ἔχοιμί σοι εἰπεῖν εἰ ποιμένας ἄμεινον ὀνομάζειν σύμπαντας τοὺς τῶν ζῴων νομέας.

Δ. Οὐ μόνον γε τῶν ἀλόγων, ὧ ἄριστε, ἀλλὰ  p404 καὶ ἀνθρώπων, εἴ τι χρὴ Ὁμήρῳ πείθεσθαι περὶ τούτων. ἀλλὰ τί οὐκ ἀπεκρίνω τὸ ἐξ ἀρχῆς ἐρώτημα;

Τὸ ποῖον;

Δ. Εἴπερ​3 εἰσί τινες ἀνθρώπων ἄρχοντες;

Πῶς γὰρ οὐκ εἰσί;

3 Δ. Τίνες οὗτοι; τίνας αὐτοὺς ἐπονομάζεις; λέγω δὲ οὐ τοὺς ἐν πολέμῳ στρατιωτῶν ἄρχοντας, στρατηγοὺς γὰρ ὀνομάζειν εἰώθαμεν τοὺς ἁπάσης τῆς στρατιᾶς​4 ἡγεμόνας· ὥσπερ γε καὶ κατὰ μέρος ὁ μὲν λόχου ἄρχων καλεῖται λοχαγός, ὁ δὲ τάξεως ταξίαρχος, ὁ δὲ τοῦ ναυτικοῦ ναύαρχος, ὁ δὲ μιᾶς τριήρους τριήραρχος· καὶ ἄλλοι εἰσὶν οὕτως καλούμενοι​5 πλείους ἐν τοῖς πολέμοις ἄρχοντες​6 κατ’ ὀλίγους, ὅτι πλείστης προνοίας τότε καὶ ἡγεμονίας οἱ ἄνθρωποι δέονται. 4 οὐδέ γε τῶν χορῶν τοὺς ἡγεμόνας​7 τυγχάνω πυνθανόμενος, οἵτινες καλοῦνται, τοὺς σημαίνοντας τοῖς ᾄδουσι καὶ μέλος ἐνδιδόντας, οὐδὲ τοὺς τῶν συμποσίων ἡγεμόνας, οὐδ’ εἴ τινες ἄλλοι​8 μέρους ἀνθρώπων πρὸς μίαν πρᾶξιν ἢ χρόνον ῥητὸν ἐπιμέλειάν τινα ἢ ἀρχὴν λαμβάνουσιν· ἀλλὰ τοὺς αὖ ποτε​9 τῶν ἀνθρώπων ἄρχοντας πολιτευομένων καὶ γεωργούντων, ἂν οὕτως τύχωσι, καὶ βιούντων ἁπλῶς, ὡς Κῦρός τε Περσῶν ἦρχε καὶ Μήδων Δηιόκης καὶ Ἕλλην τῶν  p406 δι’ αὐτὸν ὀνομασθέντων καὶ Αἰόλος Αἰολέων καὶ Δῶρος Δωριέων καὶ Νόμας Ῥωμαίων καὶ Δάρδανος Φρυγῶν.

5 Ἀλλ’ οὐδὲν ἤρου χαλεπόν; πάντες γὰρ οὗτοι οὓς σὺ νῦν ὀνομάζεις βασιλεῖς ἐκαλοῦντο καὶ ἦσαν· καὶ ἡ ἀρχὴ αὕτη ἣν λέγεις τὸ καθόλου ἀνθρώπων ἄρχειν καὶ ἐπιτάττειν ἀνθρώποις ἀνυπεύθυνον ὄντα βασιλεία καλεῖται.

Δ. Σὺ ἄρα οὐχ ἡγῇ βασιλείαν τὴν τῶν Ἡρακλειδῶν ἐν Λακεδαίμονι τοσοῦτον βασιλευσάντων χρόνων; ἐκεῖνοι γὰρ οὐ πάντα ἔπραττον ὡς αὐτοῖς ἐδόκει, 6 ἀλλὰ περὶ πολλῶν ὑπήκουον τοῖς ἐφόροις, οἵπερ,​10 ὅτε κατέστη τοῦτο τὸ ἀρχεῖον ἐν Σπάρτῃ Θεοπόμπου βασιλεύοντος, πρὸς ἐνιαυτὸν οὐδὲν ἧττον ἐκράτουν τῶν βασιλέων· ὥστε καὶ Παυσανίαν τὸν Κλεομβρότου τὸν νικήσαντα Πλαταιᾶσιν ἐβούλοντο μὲν εἰς τὴν εἱρκτὴν ἐμβαλεῖν, καταφυγόντα δὲ εἰς τὸ τῆς Ἀθηνᾶς ἱερὸν αὐτοῦ ἀπέκτειναν, καὶ οὐδὲν αὐτὸν ὤνησεν οὔτε ὅτι γένος​11 ἦν ὧν Ἡρακλειδῶν οὔτε ὅτι παῖδα​12 ἐπετρόπευεν οὔτε ὅτι τῆς Ἑλλάδος ἁπάσης ἡγήσατο, οὐ νόμον τῆς Σπάρτης. 7 ὕστερον δὲ Ἀγησίλαον πολεμοῦντα βασιλεῖ τῷ μεγάλῳ καὶ περὶ Σάρδεις νενικηκότα μάχῃ καὶ κρατήσαντα πάσης τῆς κάτω Ἀσίας ὑπηρέτην πέμψαντες ἐκάλουν παρ’ αὑτούς·​13 καὶ ὃς  p408 οὐδεμίαν ἡμέραν ἀνεβάλετο, τοσούτων μὲν Ἑλλήνων, τοσούτων δὲ βαρβάρων γεγονὼς κύριος. οὐκ ἄρα ὑπῆρχε βασιλεὺς τῆς Σπάρτης Ἀγησίλαος, ὃς ὑπήκουεν ἑτέροις ἄρχουσιν;

Καὶ πῶς ἂν εἶεν οὗτοι βασιλεῖς πρὸς τὸν ἀκριβῆ περὶ τῆς βασιλείας λόγον;

8 Δ. Ἆρα οὐδὲ Ἀγαμέμνονα ἐν Ἰλίῳ φήσεις βασιλεύειν Ἀργείων τε καὶ Ἀχαιῶν, ὅτι εἶχε τῆς ἀρχῆς ἐπίτροπον ἄνδρα πρεσβύτερον, Νέστορα τὸν Πύλιον; κἀκείνου κελεύοντος τὸ τεῖχος ᾠκοδομήθη τὸ περὶ τὰς ναῦς καὶ τὴν τάφρον περιεβάλοντο ἔρυμα τοῦ ναυστάθμου, καὶ διεῖλεν εἰς τάξεις τὸν στρατὸν ὁ Ἀγαμέμνων, πρότερον, ὡς ἔοικεν, εἰκῇ μαχόμενον, πεζούς τε καὶ ἱππέας, φύρδην ἁπάντων ἀναμεμιγμένων, Πυλίων τε καὶ Ἀργείων καὶ Ἀρκάδων καὶ Βοιωτῶν. ὁ δὲ Νέστωρ ὕστερον αὐτῷ προσέταξε κατὰ φῦλα διαιρεῖν τὸν στρατόν,

ὡς φρήτρη φρήτρῃφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.

9 οὕτω δὲ καὶ τῶν ἡγεμόνων, ἔφη, γνώσῃ τούς τε ἀγαθοὺς καὶ τοὺς κακούς· εἰ δὲ τῶν ἡγεμόνων, δῆλον ὅτι καὶ τῶν στρατιωτῶν· ἅμα διδάσκων τῆς ὠφελείας τὸ μέγεθος.

Καὶ τί βουλόμενος οὕτως ἐποίει;

Δ. Ἵνα ἐπίστηται καὶ τελευτήσαντος αὐτοῦ τὴν στρατηγικὴν τέχνην ὁ Ἀγαμέμνων. οὕτως δὲ πάνυ ἦν κατήκοος τοῦ Νέστορος, ὥστε οὐ μόνον, εἴ τι προσέταττεν αὐτὸς παρών, τοῦτο ἐποίει  p410 προθύμως, ἀλλ’ οὐδὲ εἴ τι ὄναρ ᾠήθη Νέστορα λέγειν, οὐκ ἂν οὐδὲ τοῦτο παρέλειπε. τὸ γοῦν ὄναρ τὸ περὶ τῆς μάχης οὕτως ἐξηπάτησεν αὐτόν, Νέστορι ἀπεικασθέν.

10 Οὐ μόνον δὲ τῷ Νέστορι ὑπήκουε δοκοῦντι φρονιμωτάτῳ τῶν Ἀχαιῶν, ἀλλ’ οὐδὲ ἄνευ ὧν γερόντων οὐδὲν ἔπραττεν. ὁπότε γοῦν ἔμελλεν ἐξάγειν τὸν στρατὸν τῷ ἐνυπνίῳ πεισθείς, οὐ πρότερον ἐξήγαγε πρὶν ἡ βουλὴ τῶν γερόντων ἐκάθισε παρὰ τῇ νηὶ τῇ Νέστορος. οὐδὲ τὴν πεῖραν, ἣν ἐβούλετο λαβεῖν τοῦ πλήθους, εἰ ἔτι μένειν ἐβούλετο καὶ διαπολεμεῖν τοῦ Ἀχιλλέως μηνίοντος, οὐκ ἄλλως ἐπειράθη, πρὶν εἰς τὴν βουλὴν πρῶτον εἰσήγγειλεν. οἱ δὲ πολλοὶ τῶν δημαγωγῶν ἀπροβούλευτα ψηφίσματα οὐκ ὀκνοῦσιν εἰς τὸν δῆμον εἰσφέρειν. ἐκεῖνος δὲ μετὰ τῶν γερόντων βουλευσάμενος οὕτως ἐμέμνητο εἰς τὸ πλῆθος περὶ τῆς καταστάσεως τοῦ πολέμου.

11 Τοῦτο μὲν οὐδὲν ἄτοπον, εἰ βασιλεὺς ὢν μετεδίδου λόγου τοῖς ἄλλοις καὶ σύμβουλον εἶχε διὰ γῆρας πιστευόμενον, αὐτὸς ὢν κύριος ἁπάντων τῶν πραγμάτων. ἐπεὶ διὰ τί​14 τὰ περὶ τὴν Βρισηίδα οὕτως​15 ἐποίησεν οὐ πεισθεὶς τῷ Νέστορι τῷ βελτίστῳ;16

Δ. Ὥσπερ δὴ καὶ πολλοὶ τῶν ἰδιωτῶν οὐ πειθόμενοι τοῖς ἄρχουσιν οὐδὲ τοῖς νόμοις πολλὰ πράττουσι παρανόμως, ὑπὲρ ὧν καὶ τὰς εὐθύνας  p412 ὑπέχουσιν· οὐκοῦν ἀχθέντες εἰς τὸ δικαστήριον ζημιοῦνται​17 ἧς ἂν ἕκαστοι δοκῶσιν ἄξιοι ζημίας.

Πάνυ γε.

12 Δ. Τί οὖν; Ἀγαμέμνων οὐ δοκεῖ σοι τότε ἀπειθήσας ὕστερον εὐθύνεσθαι ὑπὸ τοῦ Νέστορος, ὁπηνίκα αὐτοῦ κατηγορεῖ τῆς πράξεως ἐκείνης ἐν τοῖς φρονιμωτάτοις τῶν συμμάχων, τοῖς ἡγεμόσιν αὐτοῖς,​18 τίμημα ἐπάγων ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι,​19 κατηγορίαν χαλεπωτάτην, ἅτε δεῖνος ὢν ῥήτωρ, λέγων ὅτι πάλαι βαρέως ἔχει τοῖς πράγμασιν·

13 ἐξέτι τοῦ, ὅτε, διογενές, Βρισηίδα κούρην

χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας

οὔτι καθ’ ἡμέτερόν γε νόον. μάλα γάρ τοι ἔγωγε

πόλλ’ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ

εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,

ἠτίμησας· ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλ’ ἔτι καὶ νῦν

φραζώμεσθα.

14 καὶ νὴ Δία γε οὐ μόνον αὐτὸν εὔθυνε τοῖς λόγοις, ἀλλὰ καὶ ζημίαν ἐπήγαγε τοῦ ἁμαρτήματος πασῶν βαρυτάτην. κελεύει γὰρ αὐτὸν δεηθῆναι τοῦ Ἀχιλλέως καὶ πάντα ποιεῖν ὅπως πείσῃ τὸν ἄνδρα. καὶ ὃς ὑποτιμᾶται χρημάτων τὸ πρῶτον, ὥσπερ οἱ ἁλόντες τοῖς δικαστηρίοις, ὅσα φησὶν ἀποτῖσαι δύνασθαι ἀντὶ τῆς ὕβρεως· εἶτα​20 τά τε ἄλλα καὶ ὅρκον ὑποδέχεται ὀμόσειν σφαγίων γενομένων περὶ τῆς Βρισηίδος, ἦ μὴν αὐτῆς μηδὲ ἅψασθαι λαβών· 15 ἀντὶ δὲ τοῦ μόνον μεταγαγεῖν ἀπὸ  p414 σκηνῆς ἐπὶ σκηνὴν χρυσίον ἐπαγγέλλεται δώσειν πολὺ καὶ ἵππους καὶ τρίποδας καὶ λέβητας καὶ γυναῖκας καὶ πόλεις· τελευταῖον δέ, ὡς οὐκ ὂν​21 ἱκανὸν, τῶν θυγατέρων τριῶν οὐσῶν ἣν ἂν βούληται συνοικεῖν·​22 ὅπερ οὐδεὶς πώποτε κατεκρίθη παθεῖν, ἀντὶ θεραπαίνης, καὶ ταύτης αἰχμαλώτου, μηδὲν παθούσης, ἀναγκασθῆναι​23 συνοικίσαι τὴν θυγατέρα ἐπὶ προικὶ μεγάλῃ ἄνευ ἕδνων. καίτοι τῆς δίκης ταύτης οὐδεμίαν ἴσμεν ἰδιωτικὴν δίκην πικρότερον κριθεῖσαν.24

16 Ἆρά σοι δοκεῖ πρὸς θεῶν ἀνυπεύθυνος ἄρχειν ὁ Ἀγαμέμνων τῶν Ἑλλήνων, ἀλλ’ οὐ πάνυ ἀκριβεῖς ὑπέχειν εὐθύνας ἁπάντων ὧν ἔπραττεν; περὶ μὲν δὴ τούτων αὐτοῦ τὸν λόγον ἐάσωμεν, χθὲς ἱκανῶς εἰρημένον, ἐπ’ ἄλλον δέ τινα ἴωμεν.

Μὴ πρὸς θεῶν, ἀλλὰ πειράθητι πάντα εἰπεῖν ὅσα ἔχεις​25 ὑπὲρ τοῦ αὐτοῦ πράγματος, ὡς ἐγὼ μόλις ἀρτίως συνίημι τοῦ λόγου τὴν ὑπόθεσιν. οἶμαι γάρ σε περὶ ἀρχῆς ἢ βασιλείας ἢ τοιουτόν τι βούλεσθαι λέγειν.


The Loeb Editor's Notes:

1 αἰπολῶ Arnim: αἰπόλω or αἰπώλω or αἴπολος.

2 βουκολῶ Arnim: βουκόλῳ or βούκολος.

3 Εἴπερ] Εἰπέ, Wilamowitz.

4 στρατιᾶς Reiske: στρατείας.

5 After καλούμενοι Reiske adds καὶ κατὰ.

6 After ἄρχοντες Reiske adds καὶ.

7 ἡγεμόνας Crosby: κορυφαίους.

8 ἄλλοι Arnim: ἄλλου.

9 αὖ ποτε with P, αὐτό γε Arnim, αὐτὸ τοῦτο Pflugk: αὖ τότε or αὖ τοτε or αὐτότε or αὖ ποτὲ.

10 οἵπερ added by Crosby, οἳ Herwerden. Arnim noted lacuna.

11 γένος] γένους Reiske.

12 After παῖδα Gasda adds τὸν Λεωνίδα.

13 παρ’ αὑτούς Emperius: παρ’ αὐτούς or πρὸς αὐτούς.

14 διὰ τί] αὐτίκα Arnim.

15 After οὕτως Reiske adds αἰσχρῶς.

16 τῷ βελτίστῳ] τὸ βέλτιστον Arnim.

17 Before ζημιοῦνται Dindorf deletes τὴν ἀρχὴν.

18 τοῖς ἡγεμόσιν αὐτοῖς deleted by Arnim.

19 τοῖς ἡγεμόσιν . . . ἢ ἀποτῖσαι deleted by Emperius.

20 εἶτα added by Crosby, καὶ Reiske.

21 ὂν Emperius: ἧν.

22 συνοικεῖν] συνοικιεῖν Geel.

23 ἀναγκασθῆναι Crosby, ἀναγκάζεται Geel: ἀναγκάσαι, which Dindorf deletes.

24 καίτοι τῆς δίκης . . . κριθεῖσαν deleted by Emperius.

25 ἔχεις Geel: λέγεις.


[image ALT: Valid HTML 4.01.]

Page updated: 27 Jun 12