[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος νζ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος νθ´

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

 p432  58. ΑΧΙΛΛΕΥΣ

1 Ὁ Ἀχιλλεὺς τὸν Χείρωνα ἤρετο, Τί μ’, ἔφη, τοξεύειν διδάσκεις; Ὅτι, ἔφη, καὶ τοῦτο τῶν πολεμικῶν ἐστιν. Δειλῶν, ἔφη, τὸ ἔργον ἐπὶ δειλούς. Πῶς; ἔφη. Ὅ γε οὐκ ἐᾷ τὸν πολέμιον ἐγγὺς προσελθεῖν. Ὅ γε οὐκ ἐᾷ τὸν πολέμιον μακρὰν ἀπελθεῖν. Φευγόντων τὸ ὅπλον. Οὔκ, ἀλλ’ ἐπὶ τοὺς φεύγοντας. Αὐτὸν δεῖ τοὺς φεύγοντας αἱρεῖν. Βράδιον ἢ τάχιον; Ὡς οἷόν τε τάχιστα. Πότερον οὖν τρέχων τις αἱροῖ ἂν θᾶττον ἢ πετόμενος; Μὴ οὖν αὐτός γε αἱρεῖ; Τίς μήν; Τὸ βέλος. 2 Ἐὰν δὲ ἀκοντίσῃς, τίς αἱρεῖ; Οὐκ οἶδα. Ἀλλὰ πότε αὐτὸς αἱρεῖς καὶ ἀποκτείνεις; ὅταν διασπάσῃς λαβών, ὥσπερ τὰ θηρία; ἦπου, ἔφη, ἀνδρειοτέρας ἡγῇ τὰς γυναῖκας, ὅτι ἐγγύτατα μάχονται ἐπιπεσοῦσαι ἀλλήλαις; ὁ δὲ Ἀχιλλεὺς ταῦτα ἀκούων ἅμα θυμοῦ καὶ δακρύων ἐνεπίμπλατο καὶ τὸν Χείρωνα ἐλοιδόρει καὶ οὐκ ἔφη  p434 παρ’ αὐτῷ μενεῖν, ἀλλ’ εἰς Φθίαν ἀπιέναι παρὰ τὸν πατέρα καὶ παρ’ ἐκείνῳ παιδεύσεσθαι·​1 πολὺ γὰρ κρείττονα εἶναι τὸν Πηλέα τοῦ Χείρωνος καὶ οὐκ εἶναι σοφιστήν, ὥσπερ ὁ Χείρων. ἦν δὲ ἔτι παῖς ὁ Ἀχιλλεὺς οὐδέπω ἡβάσκων.

3 Πῶς οὖν, ἔφη, κρείττων ὢν οὐκ αὐτὸς παιδεύει σε; Ὅτι, ἔφη, οὐ σχολὴ αὐτῷ. Ὑπὸ τοῦ; Ὑπὸ τῆς βασιλείας. Διαφέρει οὖν τι βασιλεύειν ἢ παιδεύειν; Πολύ γε. σὺ δέ μοι δίδως κέρας τι καὶ νεῦρον καὶ μικρὰ σιδήρια ἐπὶ λεπτοῖς δονακίοις, ὥσπερ ὄρνιθας θηρεύσειν μέλλοντι, οὐκ ἀνδράσιν οὐδὲ θηρίοις μαχεὶσθαι. γνοίη δ’ ἂν τις τὴν ἀθλιότητα ὅση​2 τῶν ὅπλων,​3 εἴ ποτε ἐγγὺς γένοιτο καὶ ἀναγκασθείη αὐτοῖς ἐκ χειρὸς μάχεσθαι. ἀλλὰ δεῖ δραπετεύοντα μάχεσθαι, φοβούμενον καὶ φυλαττόμενον ὅπως μηδὲ ὀφθήσεται, ὥσπερ κακὸν ἀνδράποδον· ὅς γε οὐδὲ ἀποκτείνας σκυλεύσαι ἂν οὐδὲ ὀφθήσεταί ποτε ᾑμαγμένος ἀπ’ ἀνδρὸς ἐχθροῦ. τοιαῦτα διδάσκεις με, τοξεύειν καὶ κιθαρίζειν· πρῴην δέ ποτε καὶ ῥίζας ὀρύττειν, ὥσπερ αἱ φαρμακίδες.

4 Οὐδὲ τὸ ἱππεύειν ἀρέσκει σε; ἐπήρετο αὐτὸν ὁ Χείρων. Οὐδὲ σύ, ἔφη, ἀρέσκεις με τοιοῦτος ὤν. δοκεῖς γάρ μοι ἑτοιμότερος εἶναι φεύγειν ἢ μένειν. καὶ ὁ Χείρων ὀργισθεὶς αὐτῷ καὶ ὑπὸ τῆς ὀργῆς φρίξας τὴν χαίτην καὶ ὑποβλέψας δεινόν, ὥσπερ  p436 ἀστραπή, μόλις δὲ ἀπεχόμενος τοῦ μὴ παῖσαι​4 αὐτόν, ὅτι διενοεῖτο ἐρᾶν αὐτοῦ, 5 Ὦ κακόν, ἔφη, γέννημα καὶ θρασὺ μητρὸς θαλασσίας, ἥ σε κακῶς διέφθειρε φυσῶσα ἐπὶ τῷ γένει· πολύ γε μὴν κάκιον ταύτης ὁ πατὴρ διηγούμενος ὡς ὕμνησαν αὐτοῦ τὸν γάμον οἱ θεοί· σοὶ δὲ οὔτε θαλάττης οὔτε οὐρανοῦ προσήκει οὐδέν. φημὶ δέ σε ἐγὼ πολεμικὸν μὲν οὐδέποτε ἔσεσθαι, δόξειν δὲ τοῖς ἀνοήτοις, οὐδὲ ἡγήσεσθαι οὐδέποτε, ὅπου ἂν πολεμῇς, καίτοι Θέτιδος ὄντα καὶ Πηλέως. διὰ μέντοι τὸ θράσος καὶ τὸ τάχος καὶ τὴν ἰσχὺν κολακεύοντές σε φήσουσι φέρτατον ἀνδρῶν.​5 ὅμως δὲ ὑπὸ ἄλλων ἀξιώσουσι βασιλεύεσθαι, σὲ δὲ μάχεσθαι καὶ κινδυνεύειν ὑπὲρ αὑτῶν ἀναγκάσουσι δώροις τε καὶ ἐπαίνοις ματαίοις, ἕως ἂν ἀποθάνῃς. 6 οἶμαι δέ σε μηδὲ τῶν νεκρῶν ἀφέξεσθαι, ἀλλὰ κἂν​6 τούτους κεντεῖν​7 τε καὶ ἕλκειν,​8 ὡς δή τι μέγα διαπραττόμενον· ὥσπερ τὰ παιδάρια τὰ νήπια ὅ τι ἂν ἀποκτείνωσιν ἕλκουσι κύκλῳ. τοιοῦτος δὲ ὢν ἀποθανῇ ὑπ’ οὐδενὸς τῶν γενναίων, ὡς σὺ οἴει· ἀλλὰ τοὺς μὲν αὑτῷ​9 ὁμοίους, τοὺς ἀνδρείους καὶ ἀνοήτους, ἀποκτενεῖς ῥᾳδίως· ὑπὸ δὲ ἀνδρὸς φρονίμου καὶ πολεμικοῦ ἀποθανῇ, οὐδὲ ἰδὼν αὐτόν.


The Loeb Editor's Notes:

1 παιδεύσεσθαι Dindorf: παιδεύεσθαι.

2 ὅση Emperius, Arnim: ὅσα.

3 τῶν ὅπλων with PH] τὰ ὅπλα UBM, ὅσην ἔχει τὰ ὅπλα S.

4 παῖσαι Emperius: παίσειν or πεσεῖν.

5 ἀνδρῶν] αὐτῶν UM, αὑτων Wilamowitz.

6 κἂν Sonny: καὶ.

7 κεντεῖν] ἂν κεντεῖν Arnim, κενετήσειν Gasda.

8 ἔλκειν] ἔλξειν Gasda.

9 αὑτῷ Arnim: αὐτῷ U m. pr. BM, σαυτῷ.


[image ALT: Valid HTML 4.01.]

Page updated: 24 Mar 12