[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος νη´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

 p440  59. ΦΙΛΟΚΤΗΤΗΣ

1 ΟΔΥΣΣΕΥΣ. Φοβοῦμαι μήποτε μάτην κατ’ ἐμοῦ φανῶσι ταύτην οἱ σύμμαχοι τὴν δόξαν εἰληφότες ὡς ἀρίστον δὴ καὶ σοφωτάτου τῶν Ἑλλήνων. καίτοι ποία τις ἡ τοιαύτη σοφία καὶ φρόνησις, δι’ ἥν τις ἀναγκάζεται πλείω τῶν ἄλλων​1 πονεῖν ὑπὲρ τῆς κοινῆς σωτηρίας καὶ νίκης, ἐξὸν ἕνα τοῦ πλήθους δοκοῦντα μηδενὸς ἔλαττον ἐν τούτοις ἔχειν τῶν ἀρίστων; ἀλλὰ γὰρ ἴσως χαλεπὸν εὑρεῖν οὕτω μεγαλόφρον καὶ φιλότιμον ὅτιοῦν ὡς ἀνὴρ πέφυκεν. τοὺς γὰρ φανεροὺς καὶ πλειόνων ἅπτεσθαι τολμῶντας σχεδὸν τούτους ἅπαντες​2 θαυμάζομεν καὶ τῷ ὄντι ἄνδρας ἡγούμεθα.

2 Ὑφ’ ἧς φιλοτιμίας κἀγὼ προάγομαι πλεῖστα πράγματα ἔχειν καὶ ζῆν ἐπιπόνως παρ’ ὁντινοῦν, ἀεί τινα προσδεχόμενος καινὸν κίνδυνον, ὀκνῶν διαφθεῖραι τὴν ἐπὶ τοῖς ἔμπροσθεν γεγονόσιν εὔκλειαν. νῦν οὖν κατὰ πρᾶξιν πάνυ ἐπισφαλῆ καὶ χαλεπὴν δεῦρο ἐλήλυθα εἰς Λῆμνον, ὅπως Φιλοκτήτην  p442 καὶ τὰ Ἡρακλέους τόξα κομίζοιμι τοῖς συμμάχοις. ὁ γὰρ δὴ μαντικώτατος Φρυγῶν Ἕλενος ὁ Πριάμου κατεμήνυσεν, ὡς​3 ἔτυχεν αἰχμάλωτος ληφθείς, ἄνευ τούτων μήποτ’ ἂν ἁλῶναι τὴν πόλιν.

3 Πρὸς μὲν δὴ τοὺς βασιλέας οὐχ ὡμολόγησα τὴν πρᾶξιν, ἐπιστάμενος τὴν τοῦ ἀνδρὸς ἔχθραν, ᾧ γε αὐτὸς αἴτιος ἐγενόμην καταλειφθῆναι, ὅτε δηχθεὶς ἔτυχεν ὑπὸ χαλεπῆς καὶ ἀνιάτου ἐχίδνης. οὐκ ἂν οὖν ᾤμην οὐδὲ πειθὼ τοιαύτην ἐξευρεῖν, ὑφ’ ἧς ἂν ποτε ἐκεῖνος ἐμοὶ πρᾴως ἔσχεν· ἀλλ’ εὐθὺς ἀποθανεῖσθαι ᾤμην ὑπ’ αὐτοῦ. ὕστερον δέ, τῆς Ἀθηνᾶς μοι παρακελευσαμένης καθ’ ὕπνους, ὥσπερ εἴωθε, θαρροῦντα ἐπὶ τὸν ἄνδρα ἰέναι — αὐτὴ γὰρ ἀλλάξειν μου τὸ εἶδος καὶ τὴν φωνήν, ὥστε λαθεῖν αὐτῷ ξυγγενόμενον — οὕτω δὴ ἀφῖγμαι θαρρήσας.

4 Πυνθάνομαι δὲ καὶ παρὰ τῶν Φρυγῶν πρέσβεις ἀπεστάλθαι κρύφα, ἐάν πως δύνωνται τὸν Φιλοκτήτην πείσαντες δώροις ἅμα καὶ διὰ τὴν ἔχθραν τὴν πρὸς ἡμᾶς ἀναλαβεῖν εἰς τὴν πόλιν αὐτὸν καὶ τὰ τόξα. τοιούτου προκειμένου τοῦ​4 ἄθλου πῶς οὐ πάντα χρὴ ἄνδρα γίγνεσθαι πρόθυμον; ὡς διαμαρτάνοντι τῆς πράξεως ταύτης πάντα τὰ πρότερον εἰργασμένα μάτην πεπονῆσθαι ἔοικεν.

5 Παπαῖ· πρόσεισιν ὁ ἀνήρ. αὐτὸς ὅδε, ὁ Ποίαντος παῖς, οὐκ ἄδηλος τῇ ξυμφορᾷ, μόλις καὶ χαλεπῶς προβαίνων. ὢ τοῦ χαλεποῦ καὶ δεινοῦ ὁράματος οὕτως.​5 τό τε γὰρ​6 εἶδος ὑπὸ τῆς νόσου φοβερὸν ἥ τε στολὴ ἀήθης· δοραὶ θηρίων καλύπτουσιν αὐτόν. ἀλλὰ σὺ ἄμυνον, ὦ δέσποινα  p444 Ἀθηνᾶ, καὶ μὴ μάτην φανῇς ἡμῖν ὑποσχομένη τὴν σωτηρίαν.

6 ΦΙΛΟΚΤΗΤΗΣ. Τί δὴ βουλόμενος, ὅστις εἶ ποτε σύ, ἢ τίνα τόλμαν λαβών, πότερον ἁρπαγῆς χάριν ἥκεις ἐπὶ τήνδε ἄπορον στέγην ἢ κατάσκοπος τῆς ἡμετέρας δυστυχίας;

Ο. Οὔ τοί γε ὁρᾷς ἄνδρα ὑβριστήν.

Φ. Οὐ μὴν εἰωθώς γε πρότερον δεῦρο ἥκεις.

Ο. Οὐ γὰρ εἰωθώς· εἴη​7 δὲ καὶ νῦν ἐν καιρῷ ἀφῖχθαι.

Φ. Πολλῆν ἔοικας φράζειν ἀλογίαν τῆς δεῦρο ὁδοῦ.

Ο. Εὖ τοίνυν ἴσθι οὐ χωρὶς αἰτίας με ἥκοντα καὶ σοί γε οὐκ ἀλλότριον φανησόμενον.

7 Φ. Πόθεν δή; τοῦτο γὰρ πρῶτον εἰκός με εἰδέναι.

Ο. Ἀλλ’ εἰμὶ Ἀργεῖος τῶν ἐπὶ Τροίαν πλευσάντων.

Φ. Πόθεν; εἰπὲ πάλιν, ὡς εἰδῶ σαφέστερον.

Ο. Οὐκοῦν ἔτι δεύτερον ἀκούεις· τῶν ἐπ’ Ἴλιον στρατευσάντων Ἀχαιῶν εἶναί φημι.

Φ. Καλῶς δῆτα ἔφησθα ἐμὸς εἶναι φίλος, ὁπότε γε τῶν ἐμοὶ πολεμιωτάτων Ἀργείων πέφηνας. τούτων δὴ τῆς ἀδικίας αὐτίκα μάλα​8 ὑφέξεις δίκην.

Ο. Ἀλλ’ ὢ πρὸς θεῶν ἐπίσχες ἀφεῖναι τὸ βέλος.

Φ. Οὐ δυνατόν, εἴπερ Ἕλλην ὢν τυγχάνεις, τὸ μὴ ἀπολωλέναι σε ἐν τῇδε τῇ ἡμέρᾳ.

 p446  8 Ο. Ἀλλὰ πέπονθά γε ὑπ’ αὐτῶν τοιαῦτα ἐξ ὧν δικαίως σοὶ μὲν ἂν φίλος εἴην, ἐκείνων δὲ ἐχθρός.

Φ. Καὶ τί δὴ τοῦτό ἐστιν, ὃ πέπονθας οὕτως χαλεπόν;

Ο. Φυγάδα με ἤλασεν Ὀδυσσεὺς ἐκ τοῦ στρατοῦ.

Φ. Τί δὲ ἔδρας, ἐφ’ ὅτῳ τῆσδε τῆς δίκην ἔτυχες;

Ο. Οιμαί σε γιγνώσκειν τὸν Ναυπλίου παῖδα Παλαμήδην.

Φ. Οὐ γὰρ δὴ τῶν ἐπιτυχόντων οὐδὲ ὀλίγου ἄξιος συνέπλει οὔτε τῷ στρατῷ οὔτε τοῖς ἡγεμόσιν.9

Ο. Τὸν δὴ τοιοῦτον ἄνδρα ὁ κοινὸς τῶν Ἑλλήνων λυμεῶν διέφθειρεν.

Φ. Πότερον ἐκ τοῦ φανεροῦ μάχῃ κρατήσας ἢ μετὰ δόλου τινός;

Ο. Προδοσίαν ἐπενεγκὼν τοῦ στρατοῦ τοῖς Πριαμίδαις.

Φ. Ἦν δὲ κατ’ ἀλήθειαν οὕτως ἔχον ἢ πέπονθε​10 κατεψευσμένος;

Ο. Πῶς δ’ ἂν δικαίως γένοιτο τῶν ὑπ’ ἐκείνου γιγνομένων ὁτιοῦν;

9 Φ. Ὦ μηδενὸς ἀποσχόμενος τῶν χαλεπωτάτων, λόγῳ τε καὶ ἔργῳ πανουργότατε ἀνθρώπων, Ὀδυσσεῦ, οἷον αὖ τοῦτον ἄνδρα ἀνῄρηκας, ὃς οὐδὲν ἧττον ὠφέλιμος ἦν τοῖς ξυμμάχοις ἤπερ — οἶμαι — σύ, τὰ κάλλιστα καὶ σοφώτατα ἀνευρίσκων καὶ συντιθείς· ὥσπερ ἀμέλει κἀμὲ ἐξέθηκας, ὑπὲρ τῆς κοινῆς σωτηρίας τε καὶ νίκης περιπεσόντα τῇδε τῇ ξυμφορᾷ, δεικνύντα τὸν Χρύσης βωμόν, οὗ  p448 θύσαντες κρατήσειν ἔμελλον τῶν πολεμίων· εἰ δὲ μή, μάτην ἐγίγνετο ἡ στρατεία. ἀλλά τί δή σοι προσῆκον τῆς Παλαμήδους τύχης;

10 Ο. Εὖ ἴσθι ὅτι ἐπὶ πάντας τοὺς ἐκείνου φίλους ἦλθε τὸ κακὸν καὶ πάντες ἀπολώλασιν, ὅστις μὴ φυγεῖν ἠδυνήθη. οὕτω δὲ κἀγὼ τῆς παροιχομένης νυκτὸς διαπλεύσας μόνος δεῦρο ἐσώθεν. σχεδὸν μὲν οὖν ἔγωγ’ ἐν ὅσῃ​11 χρείᾳ καθέστηκας αὐτός. εἰ δ’ οὖν ἔχεις τινὰ μηχανήν, ξυμπροθυμηθεὶς ἡμῖν περὶ τὸν οἴκαδε ἀπόπλουν ἡμᾶς τε εὖ πεποιηκὼς ἔσῃ καὶ ἅμα ἄγγελον ἀποπέμψεις πρὸς τοὺς ἑαυτοῦ οἴκαδε τῶν σοὶ παρόντων​12 κακῶν.

11 Φ. Ἀλλ’, ὦ δύστηνε, πρὸς τοιοῦτον ἕτερον ἥκεις ξύμμαχον, αὐτόν τε ἄπορον καὶ ἔρημον φίλων ἐπὶ τῆσδε τῆς ἀκτῆς ἐρριμμένον, γλίσχρως καὶ μόλις ἀπὸ τῶνδε τῶν τόξων πορίζοντα καὶ τροφῆν καὶ ἐσθῆτα, ὡς ὁρᾷς. ἣ γὰρ ἦν ἡμῖν ἐσθὴς πρότερον, ὑπὸ τοῦ χρόνου ἀνάλωται. εἰ δὲ δὴ τοῦδ’ ἐθελήσεις κοινωνεῖν τοῦ βίου μεθ’ ἡμῶν ἐνθάδε ἕως ἂν ἑτέρα σοι παραπέσῃ σωτηρία ποθέν, οὐκ ἂν φθονοῖμεν. δυσχερῆ γε μὴν τἄνδον ὁράματα, ὦ ξένε, τελαμῶνες τε ἕλκους​13 ἀνάπλεοι καὶ ἄλλα σημεῖα τῆς νόσου· αὐτός τε οὐχ ἡδὺς ξυγγενέσθαι, ὅταν ἡ ὀδύνη προσπέσῃ. καίτοι λελώφηκε τῷ χρόνῳ τὸ πολὺ τῆς νόσου, κατ’ ἀρχὰς δὲ οὐδαμῶς ἀνεκτὸς ἦν.


The Loeb Editor's Notes:

1 ἄλλων Valckenaer: Ἑλλήνων.

2 ἅπαντες Dindorf: ἅπαντας (πάντες S).

3 ὡς] ὃς UB, ὅτε Casaubon.

4 τοῦ added by Post.

5 ὁράματος οὕτως. τό] ὁράματος. οὕτως τό Hartung.

6 Hartung moves γὰρ so as to follow δοραὶ.

7 εἴη Casaubon: εἰ.

8 μάλα Dindorf, μάλα σὺ Wyttenbach: μάλιστα.

9 Οὐ γὰρ . . . ἡγεμόσιν assigned to Philoctetes by Wilamowitz.

10 πέπονθε Emperius: πεπόνθει.

11 ἔγωγ’ ἐν ὅσῃ] ἐν ὅσῃ ἔγωγε Emperius.

12 παρόντων] προσόντων Hartung.

13 ἕλκους added by Emperius.


[image ALT: Valid HTML 4.01.]

Page updated: 20 Mar 08