[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος νθ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1951

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος ξα´

(Vol. ΙV) Δίων Χρυσόστομος
Λόγοι

 p452  60. ΝΕΣΣΟΣ Η ΔΗΙΑΝΕΙΡΑ

1 Ἔχεις μοι λῦσαι ταύτην τὴν ἀπορίαν, πότερον δικαίως ἐγκαλοῦσιν οἱ μὲν τῷ Ἀρχιλόχῳ, οἱ δὲ τῷ Σοφοκλεῖ περὶ τῶν κατὰ τὸν Νέσσον καὶ τὴν Δηιάνειραν ἢ οὔ; φασὶ γὰρ οἱ μὲν τὸν Ἀρχίλοχον ληρεῖν, ποιοῦντα τὴν Δηιάνειραν ἐν τῷ βιάζεσθαι ὑπὸ τοῦ Κενταύρου πρὸς τὸν Ἡρακλέα ῥαψῳδοῦσαν, ἀναμιμνῄσκουσαν τῆς τοῦ Ἀχελῴου μνηστείας καὶ τῶν τότε γενομένων· ὥστε πολλὴν σχολὴν εἶναι τῷ Νέσσῳ ὅ τι ἐβούλετο πρᾶξαι· οἱ δὲ τὸν Σοφοκλέα πρὸ τοῦ καιροῦ πεποιηκέναι τὴν τοξείαν, διαβαινόντων αὐτῶν ἔτι τὸν ποταμόν· οὕτως γὰρ ἂν καὶ τὴν Δηιάνειραν ἀπολέσθαι, ἀφέντος τοῦ Κενταύρου. ἀλλὰ μή, καθάπερ εἴωθας,​1 πολὺ παρὰ τὴν δόξαν λέγε​2 καὶ πάντα μᾶλλον ἢ ὅ τις ἂν οἰηθείη.

2 Δ. Ἆρ’ οὖν κελεύεις με ταῦτά σοι λέγειν ἃ τις ἂν οἰηθείη ὀρθῶς οἰόμενος ἢ ἃ τις ἂν καὶ μὴ ὀρθῶς;

 p454  Ἐγὼ μὲν ἃ τις ἂν​3 ὀρθῶς οἰόμενος.

Δ. Τί οὖν ἃ​4 οἱ πολλοὶ ἄνθρωποι δοξάζουσιν; ἆρά γε ἀνάγκη τὸν βουλόμενον ὀρθῶς ἐξηγεῖσθαι παρὰ τὴν δόξαν τῶν πολλῶν λέγειν;

Ἀνάγκη.

Δ. Μὴ οὖν δυσκόλως ἀκολουθήσῃς, ἐὰν τοιοῦτον ᾖ τὸ λεγόμενον· σκόπει δέ, εἰ μὴ δεόντως λέγεται.

Λέγε τοίνυν καὶ ἐξηγοῦ, ὅπως σοι δοκεῖ.

Δ. Οὐκοῦν λέγω​5 σοι ὅτι ὅλον τὸ ἀγνόημά ἐστι​6 περὶ τὸν μῦθον τὸ ἐπιχειρεῖν τὸν Κένταυρον συγγενέσθαι τῇ Δηιανείρᾳ.

Οὐ γὰρ ἐπεχείρησεν;

3 Δ. Οὔ. ἢ σοὶ δοκεῖ πιθανὸν εἶναι ἐν ὄψει Ἡρακλέους τόξα ἔχοντος καὶ πεπειραμένον αὐτοῦ τῆς ἀρετῆς πρότερον, ἡνίκα μόνος τῶν Κενταύρων αὐτὸς διέφυγε παρὰ τοῦ Φόλου μηδὲν ἐκείνων τοιοῦτον ἀδικησάντων αὐτόν, ἐπιχειρεῖν συγγενέσθαι αὐτοῦ τῇ γυναικί;

Ἔχει μέν τινα ἀπορίαν τὸ τοιοῦτο· ἀλλὰ μὴ τοῦτο κινοῦντες καθόλου τὸν μῦθον ἀναιρῶμεν.

Δ. Οὐδαμῶς, ἂν προλογιζώμεθα​7 ὡς ἐγένετο καὶ εἰκὸς ἦν γενέσθαι τὸ πρᾶγμα.

Οὕτω δὴ λέγοις.

4 Δ. Ὁ Νέσσος τὴν Δηιάνειραν εὐθὺς διακομίζων  p456 καὶ ἐν τῷ περᾶν ἐπεχείρει διαφθείρειν τοῦτον τὸν τρόπον, οὐχ ὅν φασι​8 βιαζόμενος, ἀλλὰ λόγους ἐπιτηδείους λέγων πρὸς αὐτὴν καὶ διδάσκων ὅπως κρατήσει τοῦ Ἡρακλέους, λέγων ὅτι νῦν μὲν ἄγριός ἐστι καὶ χαλεπὸς καὶ ὀλίγον τινὰ χρόνον αὐτῇ συνέσται καὶ τοῦτον δυσκόλως διὰ τοὺς ἄθλους καὶ τὰς ἀποδημίας καὶ τὸν βίον ὃν προῄρηται. ἐὰν δ’, ἔφη, σὺ πείσῃς αὐτὸν τὰ μὲν θεραπείᾳ, τὰ δὲ λόγοις, τῆς μὲν ταλαιπωρίας ταύτης καὶ τῶν πόνων ἐπανεῖναι ζῆν δὲ ῥᾳθύμως καὶ ἡδέως, σοί τε πολὺ πρᾳότερος ἔσται καὶ ἄμεινον βιώσεται καί σοι τὸν​9 λοιπὸν ἤδη συνέσται χρόνον οἴκοι μένων.

5 Ταῦτα δὲ διηγεῖτο​10 ὁ Κένταυρος ἐπιβουλεύων τῷ Ἡρακλεῖ, εἴ πως δύναιτο αὐτὸν ἐπὶ τρυφὴν ἀγαγεῖν καὶ ῥᾳθυμίαν· ᾔδει γὰρ ὅτι ἅμα τῷ μεταβαλεῖν τὸν βίον καὶ τὴν ἄσκησιν εὐχείρωτος ἔσται καὶ ἀσθενής. ἡ δὲ Δηιάνειρα ἀκούουσα οὐ παρέργως τοῖς λόγοις προσεῖχεν, ἀλλὰ ἐνεθυμεῖτο ὡς ὀρθῶς λέγοι ὁ Κένταυρος, ὥσπερ εἰκὸς ἦν, καὶ βουλομένη​11 τὸν ἄνδρα ὑφ’ ἑαυτῇ ἔχειν. ὁ δὲ Ἡρακλῆς ὑπονοήσας μηδὲν ὑγιὲς τὸν Κένταυρον λέγειν ἐκ τοῦ διαλέγεσθαι πρὸς τὴν Δηιάνειραν ἐπιμελῶς, καὶ ὅτι ἐκείνη προσεῖχεν αὐτω, οὕτως δὴ ἐτόξευσεν αὐτόν. 6 ὁ δὲ ἀποθνῄσκων οὐδὲν ἧττον ἐκέλευσε τὴν Δηιάνειραν ἀναμνησθῆναι ὧν εἶπε καὶ ποιεῖν ὡς αὐτὸς παρῄνεσεν.

 p458  Ὕστερον δὲ ἡ Δηιάνειρα μεμνημένη τῶν λόγων τοῦ Κενταύρου καὶ ἅμα τοῦ Ἡρακλέους οὐδὲν ἀνιέντος, ἀλλὰ καὶ μακροτέραν ἀποδημίαν ἀποδημήσαντος, τὴν τελευταίαν ὅτε ἐξεῖλε τὴν Οἰχαλίαν, καὶ λεγομένου δὴ ὡς ἐρασθείη τῆς Ἰόλης, ἡγησαμένη βέλτιον εἶναι ἃ παρῄνεσεν ἀνύεσθαι, ἐπιτίθεται αὐτῷ καί, 7 οἷον δὴ πέφυκε τὸ τῶν γυναικῶν αἱμύλον καὶ πανοῦργον, οὐ πρότερον ἀνῆκε πρὶν ἢ ἔπεισεν αὐτὸν τὰ μὲν παραμυθουμένη​12 καὶ φάσκουσα ἐκείνου κήδεσθαι ὅπως μὴ κακοπαθῇ γυμνὸς τοῦ χειμῶνος καὶ τοῦ θέρους ὁμοίως ὑπομένων ἐν τῷ δέρματι τοῦ λέοντος, τὸ μὲν δέρμα ἀποθέσθαι, στολὴν δὲ ἀναλαβεῖν ὁμοίαν τοῖς ἄλλοις. καὶ τοῦτο δὴ ἦν ὁ λεγόμενος τῆς Δηιανείρας χιτών, ὃν ἐνέδυ ὁ Ἡρακλῆς.

8 Ἅμα δὲ τῇ στολῇ καὶ τὴν ἄλλην δίαιταν ἐποίησεν αὐτὸν μεταβαλεῖν, ἐπὶ τε στρωμάτων καθεύδοντα καὶ μὴ θυραυλοῦντα τὰ πολλά, ὥσπερ εἰώθει πρότερον, μηδὲ αὐτουργοῦντα μηδὲ τροφῇ ὁμοίᾳ χρώμενον, ἀλλὰ σίτῳ τε ἐκπεπονημένῳ καὶ ὄψῳ καὶ οἴνῳ ἡδεῖ καὶ ὅσα δὴ τούτοις ἐπόμενά ἐστιν. ἐκ δὲ τῆς μεταβολῆς ταύτης, ὥσπερ ἦν, οἶμαι, ἀναγκαῖον, εἰς ἀσθένειαν καὶ μαλακίαν ἐμπεσὼν τοῦ σώματος καὶ ἡγησάμενος μηκέτ’ εἶναι ῥᾴδιον ἁψάμενον τρυφῆς ἀποθέσθαι αὐτήν, οὕτως δὴ ἐνέπρησεν αὑτόν, ἅμα μὲν κρεῖττον οἰόμενος ἀπηλλάχθαι  p460 τοῦ τοιούτου βίου, ἅμα δὲ δυσχεραίνων ὅτι ἠνέσχετο τρυφῆς ἅψασθαι.

Ἔχεις δὴ τὸν παρ’ ἐμοῦ λόγον, ὁποῖον ἐγὼ ἠδυνάμην, ὑπὲρ τοῦ μύθου εἰπεῖν.

9 Καὶ μὰ τὸν Δία οὐδαμῶς φαῦλος οὐδὲ ἀπίθανος δοκεῖ μοι εἶναι. καὶ οὐκ οἶδα ὅπως δοκεῖ μοι προσεοικέναι τὸ τῶν φιλοσόφων ἐνίων περὶ τοὺς λόγους ἁμῃγέπῃ τῷ τῶν κοροπλάθων. καὶ γὰρ ἐκεῖνοι τύπον τινὰ παρέχοντες, ὁποῖον ἂν πηλὸν εἰς τοῦτον ἐμβάλωσιν, ὅμοιον τῷ τύπῳ τὸ εἶδος ἀποτελοῦσιν· καὶ τῶν φιλοσόφων ἤδη τινὲς τοιοῦτοι γεγόνασιν, ὥστε ὁποῖον ἂν μῦθον ἢ λόγον λάβωσιν ἕλκοντες καὶ πλάττοντες κατὰ τὴν αὑτῶν διάνοιαν ὠφέλιμον καὶ φιλοσοφίᾳ πρέποντα ἀπέδειξαν· οἷον δὴ μάλιστα ἀκούομεν Σωκράτη γενέσθαι. 10 ἐκεῖνος γὰρ εἰς ἅπαντας δὴ λόγους καὶ πάσας διατριβὰς κατῄει,​13 καὶ πρὸς ῥήτορας καὶ πρὸς σοφιστὰς καὶ πρὸς γεωμέτρας καὶ μουσικοὺς καὶ παιδοτρίβας καὶ τοὺς ἄλλους δημιουργούς, καὶ ἐν παλαίστραις καὶ ἐν συμποσίοις καὶ ἐν ἀγορᾷ οὐκ ἐκωλύετο ἐξ ἅπαντος τρόπου φιλοσοφεῖν καὶ προτρέπειν ἐπ’ ἀρετὴν τοὺς συνόντας, οὐκ ἰδίαν εἰσφέρων ὑπόθεσιν οὐδὲ πρόβλημα ἐσκεμμένον, ἀλλ’ ἀεὶ τῇ παρούσῃ χρώμενος καὶ ταύτην προσάγων πρὸς φιλοσοφίαν.


The Loeb Editor's Notes:

1 εἴωθας Arnim: εἴωθε.

2 λέγε Arnim, λέγῃ Geel: λέγει M, λέγων UB.

3 ἃ τις ἂν Post: ἃ ἄν τις.

4 added by Arnim.

5 After λέγω Pflugk deletes τὸ νῦν.

6 After ἐστι Arnim adds τὸ.

7 ἂν προλογιζώμεθα M, ἄνπερ λογιζώμεθα Emperius, ἂν καταλογιζώμεθα Sonny: ἂν εἰ λογιζώμεθα BU.

8 τοῦτον τὸν τρόπον, οὐχ ὅν φασι Reiske: αὐτὴν τοῦτον τὸν τρόπον φασὶν M, τὸν αὐτοῦ τρόπον οὐ φασὶ UB.

9 τὸν added by Emperius.

10 διηγεῖτο] διελέγετο Emperius.

11 καὶ βουλομένη] βουλομένην Emperius, ἐρῶσα καὶ βουλομένη Gasda.

12 After παραμυθουμένη Reiske suspects a lacuna.

13 κατῄει] καθίει Lobeck.


[image ALT: Valid HTML 4.01.]

Page updated: 21 Jun 12