[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος ξβ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1951

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος ξδ´

(Vol. V) Δίων Χρυσόστομος
Λόγοι

 p34  63. ΠΕΡΙ ΤΥΧΗΣ ΠΡΩΤΟΣ ΛΟΓΟΣ

1 Οἱ ἄνθρωποι ἐοίκασι πρὸς τὴν τύχην διακεῖσθαι ὃν τρόπον οἱ πλέοντες πρὸς τοὺς ἀνέμους τοὺς φορούς·​1 ἄσμενοι γὰρ προσκαρτεροῦσι τῷ δρόμῳ, καὶ​2 οἷς ἂν ὁ ἄνεμος παρῇ, ἐκεῖνοι​3 ἦλθον ὅπου ἤθελον, οἱ δὲ ἀπολειφθέντες ἐν πελάγει μέσῳ μάτην ὀδύρονται· οὕτως οὖν καὶ τῆς τύχης παρούσης μὲν χαίρειν καὶ ἥδεσθαι τοὺς ἀνθρώπους, μὴ παρούσης δὲ λύπην ἔχειν καὶ ἀπορίαν. πάντα γὰρ ἐκ τῆς δαίμονος ταύτης· καὶ γὰρ τὸ ἄπορον εὔπορον φαίνεται​4 καὶ τὸ ἀσθενὲς ἰσχυρὸν καὶ τὸ αἰσχρὸν καλὸν καὶ ἡ πενία γίγνεται πλοῦτος.

2 Τύχης γοῦν ἐν θαλάττῃ γενομένης εὐπλοεῖ ναῦς καὶ ἐν ἀέρι φανείσης εὐτυχεῖ γεωργός. καὶ ψυχὴ γέγηθεν ὑπὸ τῆς τύχης αἰωρουμένη·​5 εἰ δὲ ἀπολίποι τύχη, περίεισιν​6 ὡς ἐν τάφῳ τῷ σώματι. οὔτε γὰρ εἰ λέγοι τις, εὐδοκιμεῖ,​7 οὔτε εἰ πράττοι τις, ἐπιτυγχάνει, οὐδὲ ὄφελός τι εὐφυῆ γενέσθαι ἀπολιπούσης τύχης. ταύτης γὰρ μὴ παρούσης οὐκ ἦλθε​8 παιδεία οὐδὲ ἄλλο τι ἀγαθόν. ἀλλὰ μὴν καὶ ἀρετὴ τότε ἔργων ἕνεκεν θαυμάζεται, ὅταν παρῇ τύχη· εἰ  p36 δὲ ἀφεθείη μόνη, λόγος ἐστὶ καλοῦ πράγματος ἄπρακτος. αὕτη πολεμούντων μέν ἐστι νίκη καὶ εἰρήνην ἀγόντων ὁμόνοια καὶ γαμοῦντων εὔνοια καὶ ἐρώντων ἡδονὴ καὶ ὅλως ἡ ἐπὶ παντί τῳ​9 γιγνομένῳ εὐπραγία.

3 Γῆν ὅταν καταλίπῃ τύχη, τότε καὶ σείεται καὶ τρέμει καὶ τὰ ἐπ’ αὐτῆς καλὰ διαρριπτεῖ· καὶ​10 τοῦτο γῆς νόσημα, μὴ παρούσης τύχης.​11 ὡς γὰρ​12 ναῦς εἰκῇ φέρεται καὶ ταχὺ βυθίζεται, κυβερνήτου στερομένη, καὶ ὡς τείχη κατέπεσε θεμελίων πονησάντων, οὕτω πόλις εἰς φθορὰν ὅλη χωρεῖ σπάνει τύχης. Ἀθῆναί ποτε εἰς ῥήτορας ἠδικήθησαν​13 καὶ ἤγετο Δημοσθένης, οὐκέτι τῆς τύχης ἐπισκοπούσης τὰς Ἀθήνας. ἐμοὶ δὲ δοκεῖ καὶ οὐρανὸς τύχην ἔχειν, ὁπόταν​14 αἰθρίαν ἔχῃ, μὴ σκότος.

4 Ὁρᾶν δὲ χρὴ καὶ τὸ εὐμήχανον αὐτῆς. ἤδη γοῦν τις ἐκπεσὼν νεὼς ἐν πελάγει εὐπόρησε τοῦ ζῆν, ἐλθούσης τύχης. ἄξιον δὲ εἰπεῖν καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης Ἀπελλῇ τῷ ζωγράφῳ. ὡς γὰρ λόγος, ἵππον οὐχὶ ἐξ ἐργασίας ἀλλὰ ἐκ πολέμου ἐποίει· ὑψηλὸς ἦν τῷ αὐχένι καὶ ἐπανεστὼς καὶ τὰ ὦτα ὄρθιος καὶ δριμὺς τὰς ὄψεις, ὡς ἐκ πολέμου παρών, τὸν ἐκ τοῦ δρόμου θυμὸν ἐν ταῖς ὄψεσιν ἔχων, οἱ δὲ πόδες ὑπεφέροντο​15 ἐν τῷ ἀέρι, μικρὰ  p38 ψαύοντες ἀνὰ μέρος τῆς γῆς. καὶ ὁ ἡνίοχος ἐκράτει τοῦ χαλινοῦ, τὸ πολεμικὸν σάλευμα τοῦ ἵππου ἀπὸ ῥυτῆρος ἄγχων. 5 ἅπαντα δὲ ἐχούσης τῆς εἰκόνος ἐοικότα ἔλειπεν ἀφροῦ χρῶμα, οἷον ἂν γένοιτο μιγέντος αἵματος καὶ ὑγροῦ κατὰ συνεχῆ μῖξιν, διώκοντος μὲν τοῦ ἄσθματος τὸ ὑγρὸν τῶν στομάτων, ἀφρίζοντος δὲ τῇ κοπῇ τοῦ πνεύματος, αἷμα δὲ ἐπιρραινούσης τῷ ἀφρῷ τῆς ἐκ τοῦ χαλινοῦ ὕβρεως. οὐ δὴ εὐπόρει γράφειν ἵππου ἀφρὸν κεκμηκότος ἐν ἀγῶνι. ἀπορῶν δὲ ἐπὶ πλέον, τέλος ἀπαλγήσας ἐνέσεισε περὶ τοῦς χαλινοὺς τῇ γραφῇ τὴν σπογγιάν. πολλὰ δὲ αὕτη ἔχουσα χρώματα ἐοικότα ἀφρῷ ᾑμαγμένῳ ἐφήρμοσε τῇ γραφῇ​16 τὸ χρῶμα. Ἀπελλῆς δὲ ἰδὼν ἐχάρη τῷ ἐν ἀπογνώσει τύχης ἔργῳ καὶ ἐτέλεσεν οὐ διὰ τῆς τέχνης, ἀλλὰ διὰ τῆς τύχης τὴν γραφήν.

6 Τί δὲ ἄλλο Ἡρακλέα μέγιστον ἐποίησεν; ἀλλὰ γὰρ καὶ λέοντα ἄγξας ἔπνιξε καὶ πτηνὰ ζῷα ἐδίωξε τοῦ ἀέρος, καὶ τοῦ ἕλους τὴν ὕδραν ἀφείλετο, συντρίψας αὐτῆς τὰς κεφαλάς, καὶ οὐκ ἐφόβησεν αὐτὸν ὁ περὶ τὸν Ἐρύμανθον κάπρος, ἀλλὰ καὶ ἐπὶ τὴν ἑσπέραν ἦλθε καὶ τοῦ ἐκεῖ φυτοῦ τὸν καρπὸν ἐκόμισε. Γηρυόνου δὲ τὰς βόας ἀφείλετο καλὰς οὔσας, καὶ Διομήδη τὸν Θρᾷκα ἐνουθέτησεν ἵπποις σῖτον διδόναι, μὴ ἀνθρώπους, ἐσθίειν, τάς τε Ἀμαζόνας, ὅτι εἶεν γυναῖκες, ἤλεγξεν. ἅπαντα δὲ ταῦτα ἔπραττεν ἑπομένης αὐτῷ τύχης.

 p40  7 Ἔχει δ’ οὐ κακῶς οὐδὲ τὰ τῶν παλαιῶν αἰνίγματα περὶ αὐτήν. οἱ μὲν γὰρ ἐπὶ ξυροῦ ἔστησαν αὐτήν, οἱ δὲ ἐπὶ σφαίρας, οἱ δὲ πηδάλιον ἔδωκαν κρατεῖν· οἱ δὲ τὰ κρείττω γράφοντες τὸ τῆς Ἀμαλθείας ἔδοσαν κέρας πλῆρες καὶ βρύον ταῖς ὥραις, ὃ ἐν μάχῃ Ἡρακλῆς Ἀχελῴου ἀπέρρηξεν. τὸ μὲν οὖν ξυρὸν τὸ ἀπότομον τῆς εὐτυχίας μηνύει· ἡ δὲ σφαῖρα ὅτι εὔκολος ἡ μεταβολὴ αὐτῆς ἐστιν· ἐν κινήσει γὰρ τυγχάνει πάντοτε ὂν τὸ θεῖον. τὸ δὲ πηδάλιον δηλοῖ ὅτι κυβερνᾷ τὸν τῶν ἀνθρώπων βίον ἡ τύχη. τὸ δὲ τῆς Ἀμαλθείας κέρας μηνύει τὴν τῶν ἀγαθῶν δόσιν τε καὶ εὐδαιμονίαν. μὴ ὀνομάζωμεν οὖν κακήν τινα τύχην· οὐδὲ γὰρ τὴν ἀρετὴν λέγει τις εἶναι κακὴν οὐδὲ τὸ ἀγαθὸν κακόν.


The Loeb Editor's Notes:

1 φορούς Reiske: σφοδρούς.

2 καὶ deleted by Arnim.

3 ἐκεῖνοι] ἐκεῖ τε Arnim.

4 φαίνεται deleted by Arnim.

5 αἰωρουμένη Emperius: γεωργουμένη.

6 περίεισιν with UBM: περιΐησιν PH, περίεστιν Emperius.

7 εὐδοκιμεῖ PH: ἐπαινεῖν δοκεῖ UBM, εὐπορεῖ Sonny.

8 οὐκ ἦλθε] οὐ προῆλθε Gasda.

9 τῳ Bally: τῷ.

10 διαρριπτεῖ· καὶ] διαρριπρεῖται· Reiske.

11 τοῦτο γῆς . . . τύχης deleted by van Herwerden.

12 ὡς γὰρ Budé, ὡς δὲ Wilamowitz: ὥσπερ.

13 τοῖς ῥήτορσιν ἠδικήθησαν Capps, εἰς ῥήτορας ἠδίκησαν Emperius: εἰς ῥήτορας ἠδικήθησαν.

14 ὁπόταν Dindorf: ὁπότε ἂν.

15 ὑπεφέροντο Arnim: ἐπεφέροντο or ἀνεφέροντο.

16 τῇ γραφῇ Reiske: τῆς γραφῆς.


[image ALT: Valid HTML 4.01.]

Page updated: 30 Mar 12