[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος ξδ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1951

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος ξς´

(Vol. V) Δίων Χρυσόστομος
Λόγοι

 p74  65. ΠΕΡΙ ΤΥΧΗΣ ΤΡΙΤΟΣ

1 Οἱ σφόδρα τῇ τύχῃ πεπιστευκότες καὶ τῇ παρουσίᾳ ταύτης ἐπαιρόμενοι δοκοῦσί μοι κάλλιστα συνηγορεῖν αὐτῇ καὶ παρασκευάζειν ὅπως, ἐπειδὰν μεταπέσῃ, μηδεὶς αὐτῇ μέμφηται. τοὐναντίον γὰρ ἅπαντες τῇ βαρύτητι τῶν εὐτυχούντων δυσχεραίνοντες καὶ τὴν ὕβριν αὐτῶν μεμισηκότες, ὅταν καταλίπῃ τινὰ αὐτῶν, ἐπαινοῦσι καί φασι δικαίαν αὐτοῖς γεγονέναι τὴν μεταβολήν. δεῖ δὲ τοὺς νοῦν ἔχοντας οὕτως χρῆσθαι τοῖς αὐτομάτοις ἀγαθοῖς ὥστε ὑπαρχόντων μὲν αὐτῶν μηδένα ἐγκαλεῖν, ἐὰν δὲ παύσηταί ποτε, μηδένα ἐφήδεσθαι. 2 τῷ παντὶ γὰρ κρεῖττόν ἐστιν ἐνδεῶς πράττοντα ἀγαπᾶσθαι καὶ δοκεῖν πᾶσι παρὰ τὴν ἀξίαν ἀπαλλάττειν ἢ τοὐναντίον εὐτυχοῦντα μισεῖσθαι καὶ προσέτι καὶ τῇ τύχῃ γίγνεσθαι βλασφημίας αἴτιον ὡς τοὺς πονηροὺς ἀντὶ τῶν χρηστῶν εὐεργετεῖν προαιρουμένῃ. οἱ μὲν οὖν πολλοὶ τῶν ἀνθρώπων τοὺς βαρέως χρωμένους τοῖς ἐκ τῆς τύχης ὑπάρχουσι πονηροὺς μὲν εἶναί φασι καὶ τῶν ἀγαθῶν ἀναξίους, οὐ μὴν ἀτυχεῖς γε εἰώθασι λέγειν· ἐμοὶ δὲ τοὐναντίον οὗτοι δοκοῦσι πάντων ἀτυχέστατοι καθεστηκέναι. 3 τὸ γὰρ ἐκ τῶν νομιζομένων  p76 ἀγαθῶν μηδενὸς χρηστοῦ, βλασφμίας δὲ καὶ μίσους ἀπολαύειν πρὸς τῷ τὴν αὑτοῦ κακίαν γνωριμωτέραν πᾶσι ποιεῖν, πῶς οὐχὶ μεγάλη καὶ φανερὰ δυστυχία; διόπερ, οἶμαι, τοῖς ἀνοήτοις λυσιτελεῖ τῷ παντὶ μᾶλλον ἐνδεῶς πράττειν καὶ μήτε ἐξουσίας μήτε πλούτου μήτε τῶν τοιούτων μηδενὸς τυγχάνειν. ταπεινοὶ μὲν γὰρ ὄντες λανθάνειν τοὺς πολλοὺς ἔμελλον ὁποῖοι κατὰ τρόπον​1 ὑπάρχουσιν, ἀρθέντες δὲ ὑπὸ τῆς τύχης ἐπίσημον τὴν πονηρίαν ἔσχον. 4 ὥσπερ οὖν τοῖς τὸ σῶμα φαύλως διακειμένοις βέλτιον καθ’ αὑτοὺς ἀποδύεσθαι καὶ μηδέποτε εἰς τὸ κοινόν, ὅπως μηδένα ἔχωσι τῆς περὶ τοῦτο αἰσχύνης μάρτυρα· τὸν αὐτόν, οἶμαι, τρόπον, οἷς συμβέβηκε τὴν ψυχὴν ἀγεννῆ καὶ μοχθηρὰν ὑπάρχειν λυσιτελὲς ἂν εἴη δήπου ἐν​2 ἀγνοίᾳ τοῦ βίου καὶ σκότει τῆς τύχης διατελεῖν.

Ἀδίκως γάρ​3 μοι δοκοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων τῆς τύχης κατηγορεῖν ὡς οὐδὲν ἐχούσης βέβαιον οὐδὲ πιστόν, ἀλλὰ ταχὺ δὴ μάλα, οἷς ἂν παρῇ, τούτους καταλειπούσης καὶ​4 μεθισταμένης πρὸς ἑτέρους. 5 εἰ μὲν γὰρ καλῶς ἦν ἰδεῖν χρωμένους ὡς τὸ πολὺ τοῖς παρ’ αὐτῆς ἀγαθοῖς τοὺς λαμβάνοντας καὶ μὴ τοὐναντίον εὐθὺς ὕβρεως καὶ μισανθρωπίας καὶ θρασύτητος ἐμπιπλαμένους, οὐκ ἂν ὀρθῶς ἐποίει μὴ τοῖς αὐτοῖς παραμένουσα· νῦν δέ, οἶμαι, προαιρεῖται μὲν εὐεργετεῖν ἕκαστον ὡς χρηστὸν καὶ τῶν παρ’ αὐτῆς δωρεῶν ἄξιον, ἐπειδὰν δὲ φαῦλον αἴσθηται καὶ ταπεινόν,  p78 καταισχύνοντα τὴν εὔνοιαν τὴν παρ’ αὐτῆς, εἰκότως ἀφίαται στκαὶº ζητεῖ πάλιν ἄλλον, ἐὰν ἄρα ἐπιεικέστερον εὑρεῖν δύνηται. 6 πονηρῶν δὲ τῶν πλείστων ὑπαρχόντων καὶ τῆς ἀνθρωπίνης φύσεως σπανίως τινὰ φερούσης ἐπιτήδειον εὖ πράττειν, ἐξ ἀνάγκης συνεχεῖς ποιεῖται τὰς μεταβολάς, πολὺ δὲ μᾶλλον διὰ τὴν ἡμετέραν ἢ τὴν αὑτῃς φύσιν. ἔστι δὲ ἄτοπον εἴ τις αὐτὸς μὲν​5 οὐ δύναται φέρειν ἐνίους τῶν εὐτυχούντων, ἀλλὰ μικρὸν χρόνον ὁμιλήσας ἀφίσταται, καὶ μᾶλλον αἱρεῖται τὴν αὑτοῦ πενίαν ὅπως ἂν ἐνδέχηται φέρειν ἢ φορτικῶν καὶ ἀνοήτων ἀνέχεσθαι τρόπων· τὴν δὲ τύχην, θεὸν οὖσαν, ἀξιοῖ τοῖς αὐτοῖς τούτοις συζῆν ἄχρι παντὸς καὶ πολλάκις ὑβριζομένην ὕβρεις δεινὰς παραμένειν ἀνδραπόδῳ μηδενὸς ἀξίῳ. 7 παρὰ γὰρ τῶν πλουσίων εἰς μὲν τοὺς συμβιοῦντας ἀνθρώπους ἡ ὕβρις ἐστὶ λοιδορία, προπηλακισμός, κατάγελως, τὸ πληγῆναι πολλάκις, εἰς δὲ τὴν τύχην αὐτὴν ὑπερηφανία, βαρύτης, μικρολογία.

Ἄδικώτατα μοι δοκοῦσιν ἐγκαλεῖν οἱ πολλοὶ τῇ τύχῃ. νῦν μὲν γὰρ αὐτὴν αἰτιῶνται, φάσκοντες ἄπιστον εἶναι καὶ μηδὲν ἔχειν βέβαιον. εἰ δ’ ἀεὶ τοῖς αὐτοῖς παρέμενεν, οὐκ ἔστιν ὅπως οὐχὶ τῷ παντὶ μείζονος καὶ δικαιοτέρας ἐτύγχανεν ἂν​6 κατηγορίας. ὅπου ὄντας πονηροὺς καὶ βαρεῖς, καὶ ταῦτα τοῦ μέλλοντος ὑπάρχοντος ἀδήλου, πόσης ἂν οἴεσθε αὐτοὺς ὑπερηφανίας καὶ σκαιότητος εἶναι μεστούς, εἰ καθόλου μὴ τὴν ἐλπίδα τῆς μεταβολῆς ὑφεωρῶντο;

 p80  8 Φασὶ πολλοὶ τὴν τύχην ἄκριτον εἶναι καὶ πονηροῖς ἀνθρώποις προσμένειν τῶν χρηστῶν δὲ ἀμελεῖν, ὅταν ὁρῶσι τοὺς ἠξιωμένους τῶν παρ’ ἐκείνης ἀγαθῶν βαρεῖς ὄντας καὶ δυσχρήστους καὶ ἀγεννεῖς. δοκεῖ δέ μοι ἡ τύχη πρὸς αὐτοὺς δίκαια​7 ἂν εἰπεῖν ὅτι φύσει φιλάνθρωπος οὖσα ἀεί τισι πάρεστιν ἡμῶν οὐχ αἱρουμένη τοὺς ἀξίους οὐδὲ τοὺς πονηρούς, ἀεὶ δὲ οἵοις ἂν αὐτοῖς παραγένηται, τοιούτους αὐτοὺς ὄντας ἐξελέγχεσθαι· δεῖν οὖν τὴν αὑτῶν αἰτιᾶσθαι φύσιν, μὴ τὴν ἐκείηνς, ὅτι τοιοῦτοι καθεστήκασιν· 9 ὥστε ὁ μὲν ἐνδεῶς τι​8 πράττων εὐθὺς​9 ἄξιος εἶναι δοκεῖ βέλτιον ἀπαλλάττειν, ὅτῳ δ’ ἂν ὑπάρξῃ τὰ παρ’ αὐτῆς ἀγαθά, μοχθηρὸς πέφηνεν. ἔστι γὰρ ὅμοιον ὥσπερ εἴ τις, ἀγγείων πολλῶν ὄντων, καὶ μηδενὸς​10 ὑγιοῦς, τὸν εἰς αὐτὰ ἐγχέοντα ψέγοι​11 βλέπων ῥέον τὸ ἀεὶ​12 πληρούμενον. εἴποι γὰρ ἂν, Ἀλλ’ ἔστι πάντα τοιαῦτα· ἕως δ’ ἂν ᾖ κενά, λανθάνει.

10 Θαυμάζω τῶς ποτε οἱ πολλοὶ τὴν τύχην φασὶν ἐπικίνδυνον εἶναι καὶ μηδὲν τῶν παρ’ αὐτῆς ὑπάρχειν βέβαιον. ἐκείνη γὰρ ἐπειδὰν τινι δῷ τὰ παρ’ αὑτῃς ἀγαθά — ταῦτα δ’ ἔστὶ χρήματα, ἰσχύς, δόξα, τιμαί — τούτοις οὐδένα κωλύει χρῆσθαι κατὰ τρόπον καὶ νὴ Δία γε εἰς τἀσφαλὲς αὑτοῖς κατατίθεσθαι, λέγω δὲ οὐκ εἰς τὴν οἰκίαν ἔνδον οὐδ’ εἰς τὸ ταμιεῖον οὐδὲ κλεῖς ἐφιστάντας καὶ μοχλούς· οὐ φυλάττεται γὰρ ὑπὸ τούτων οὐδὲν τῶν παρ’ αὐτῆς· ἀλλ’ εἰς εὔνοιαν ἀνθρώπων, πατρίδος εὐεργεσίαν, φίλων βοήθειαν. 11 οὐκοῦν  p82 οὐδέποτε​13 οὐδὲν ἀφείλετο ἡ τύχη τοὺς ἅπαξ κτησαμένους τῶν οὕτως ἀποκειμένων. οὗτοι γάρ εἰσι θησαυροὶ βέβαιοι καὶ πᾶσι φανεροὶ τῶν αὐτομάτως περιγιγνομένων. ἐὰν δέ τις λαβὼν ῥίψῃ ἢ καὶ νὴ Δία κακῶς θῇ, θύραις καὶ σφραγῖσι καὶ κλεισὶ​14 πιστεύων, οὐκετ’, οἶμαι, δι’ ἐκείνην ἀπόλλυνται.

12 Σφόδρα δὲ καὶ τοῦτο ἄτοπον· πρὸς γὰρ τῷ πολλὰ βλασφημεῖν διὰ λόγων κατὰ τῆς τύχης ἔτι καὶ πλάσται καὶ γραφεῖς αὐτὴν λοιδοροῦσιν, οἱ μὲν ὡς μαινομένην καὶ διαρρίπτουσαν γράφοντες, οἱ δὲ ἐπὶ σφαίρας βεβηκυῖαν, ὡς οὐκ ἀσφαλῶς οὐδὲ ἀκινδύνως ἐρηρεισμένην, δέον ἡμᾶς αὐτοὺς τοιούτους πλάττειν καὶ γράφειν τοὺς ἐμπλήκτως καὶ κακῶς πᾶσι χρωμένους καὶ μὰ Δία γε οὐκ ἐπὶ σφαίρας, ἀλλ’ ἐπ’ ἀνοίας ἑστηκότας, καὶ μὴ μάτην τῇ τύχῃ μέμφεσθαι.

13 Περὶ πάντων μέν, ὡς εἰπεῖν, οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ὀρθῶς ὑπολαμβάνουσι, μάλιστα δὲ τὴν ὐπὲρ τῆς τύχης δόξαν ψευδῆ καὶ πεπλανημένην ἔχουσιν. φασὶ γὰρ αὐτὴν διδόναι μὲν τοῖς ἀνθρώποις τἀγαθά,​15 ῥᾳδίως δὲ ἀφαιρεῖσθαι· καὶ διὰ τοῦτο ὡς ἄπιστον βλασφημοῦσι καὶ φθονεράν. ἐγὼ δὲ οὐ διδόναι φημὶ τὴν τύχην τούτων οὐδέν, ὡς​16 οἱ πολλοὶ νομίζουσιν. 14 ᾧ γὰρ κύριος ἕκαστος γίγνεται τῶν ὑπαρχόντων καὶ δι’ οὗ μόνου κεκτῆσθαι τἀγαθὰ ἀσφαλῶς ἔστιν, οὐ δίδωσιν αὐτοῖς μετὰ τῶν χρημάτων καὶ τῆς δόξης καὶ τῆς δυνάμεως.  p84 τοῦτο δέ ἔστιν οὗ χωρὶς οὐκ ἔστιν οὐδὲ τῶν ἄλλων ἔχειν οὐδέν, οἴεσθαι μέντοι καὶ ἀπατᾶσθαι. καθάπερ οὖν οὐδὲ ἡμεῖς, ὅταν εἰς τὴν οἰκίαν τινὰ εἰσαγάγωνεν ἢ τὸ χωρίον ἢ σκεύη ἀπεδείξαμεν, ἂν μὴ προσῇ τὸ μετὰ ἀσφαλείας τινὸς καὶ γράμματος, οὕτω καὶ ἡ τύχη κύριον οὐδένα ποιεῖ τῶν ὑφ’ αὑτῆς διδομένων, ἐὰν μὴ προσῇ τὸ μετὰ νοῦ καὶ φρονήσεως τινὰ λαμβάνειν.

15 Οἱ μὲν δὴ πολλοὶ τῶν ἀνθρώπων εἰώθασιν εὐδαιμονίζειν εὐθὺς οἷς ἂν ὁρῶσι τὰ παρὰ τῆς τύχης ὑπάρχοντα, ὥσπερ τοῖς πλέουσι συνήδονται πνεῦμα ὁπῶντες ἐπέχον, οὐκ εἰδότες οὔτ’ εἰ φορὸν αὐτοῖς τοῦτό ἐστιν οὔτ’ εἰ κυβερνήτην ἔχουσιν ἔμπειρον. ἐγὼ δ’ οἶμαι τότε δεῖν μακαρίους κρίνειν τοὺς ἐν ἀφθόνοις ὄντας τοῖς παρὰ τῆς τύχης, ὅταν αὐτοῖς καὶ τὸ φρονεῖν παρῇ. καθ’ αὑτὰ γὰρ ταῦτα δηλονότι,​17 εἰ τοῖς ἀνοήτοις γένοιτο, κινδύνου καὶ δυστυχίας αἴτια.


The Loeb Editor's Notes:

1 κατὰ τρόπον] τὸν τρόπον Reiske, κατὰ τὸν τρόπον Emperius, καὶ τὸν τρόπον Post.

2 δήπου ἐν Emperius: δήπουθεν.

3 γάρ deleted by Wilamowitz.

4 καὶ Geel: .

5 After μὲν Arnim deletes ἕκαστος. Cobet reads εἰ εἷς μὲν ἕκαστος.

6 ἐτύγχανεν ἂν Capps: ἐτύγχανε.

7 δίκαια] δικαίως Pflugk.

8 τι] ἔτι Reiske.

9 εὐθὺς transferred by Emperius to second line below, to follow ἀγαθά.

10 καὶ μηδενὸς] μηδενὸς δὲ Emperius.

11 ψέγοι added by Pflugk, ἐλέγχοι by Duemmler.

12 τὸ ἀεὶ Crosby, ἀεὶ τὸ Reiske: ἀεὶ.

13 After οὐδέποτε arnim deletes αὐτοὺς, Geel conjectures αὖθις.

14 θύραις καὶ σφραγῖσι καὶ κλεισὶ Post with B, θύραις καὶ κλεισὶ Arnim: θύραις σφραγῖσι καὶ κλεισὶ U, θύραις καὶ σφόδρα κλείσει M, ἢ θύραις καὶ κλεισὶ σφόδρα κλείσῃ PH.

15 τἀγαθά Dindorf: ἀγαθά.

16 ὡς] ὧν Arnim.

17 δηλονότι Wilamowitz: δῆλον.


[image ALT: Valid HTML 4.01.]

Page updated: 30 Mar 12