[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1951

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!


[image ALT: link to next section]
Λόγος ξη´

(Vol. V) Δίων Χρυσόστομος
Λόγοι

p118 67. ΠΕΡΙ ΔΟΞΗΣ ΔΕΥΤΕΡΟΣ

1 Τίνι γὰρ δοκεῖ σοι διαφέρειν μάλιστα ὁ σώφρων ἀνὴρ καὶ φιλόσοφος ἡμῶν τῶν πολλῶν τε καὶ εἰκῇ1 φερομένων;

Δ.2 Ἐμοὶ μέν, εἰ δεῖ οὕτως ἀποφήνασθαι φαύλως τε καὶ ἀκόμψως, ἀληθείᾳ δοκεῖ διαφέρειν καὶ τῷ ἐπίστασθαι οὐ μόνον τῶν πολλῶν, ἀλλὰ τῶν πάνυ ὀλίγων τε καὶ μακαρίων νενομισμένων, τὸν3 φιλόσοφον.

Τῷ ὄντι4 μέντοι φαῦλον καὶ ἄκομψον τὸ ῥῆμα.

Δ. Καί μοι τόδε εἰπέ, πρὸς θεῶν· ἄλλο τι ἢ ἀληθείᾳ φῂς διαφέρειν τῶν ἄλλων τὸν φιλόσοφον καὶ τῷ πρὸς ἀλήθειαν ἕκαστον ἀλλὰ μὴ κατὰ δόξαν σκοπεῖν;

2 Φαύλῳ γὰρ ἄν, ὦ ἄριστε, κανόνι καὶ παντάπασι σκολιῷ μὰ Δί᾽ οὐ μίαν τινὰ καμπὴν ἔχοντι, μυρίας δὲ καὶ πάσας ὑπεναντίας,5 τὰ πράγματα σταθμῷτο τῇ δόξῃ πειρώμενος ἀπευθύνειν αὐτά.

Δ. Πότερον οὖν τὰ μὲν ἄλλα πάντα πρὸς ἀλήθειαν σκοπεῖ, τὴν δόξαν οὐδαμῇ προσφέρων ὡς p120ψευδῆ τινα τῷ ὄντι καὶ ἀστάθμητον στάθμην καὶ κανόνα τοιοῦτον, ὁποῖον ἄρτι εἴρηκας· αὐτὸς δὲ αὑτὸν τούτῳ τῷ κανόνι καὶ ταύτῃ τῇ στάθμῃ σταθμώμενος ἄξιος ἂν εἴη;

Οὐ μὰ Δί᾽ οὐδαμῶς.

Δ. Δῆλον γὰρ ὅτι οὐδέποτε γνοίη ἂν ἑαυτὸν οὕτω σκοπῶν.

Οὐ γὰρ ἂν γνοίη.

3 Δ. Ὥστε οὐκ ἂν ἔτι πείθοιτο τῷ Δελφικῷ προσρήματι κελεύσαντι παντὸς μᾶλλον γιγνώσκειν αὑτόν;

Πῶς γὰρ ἆν πείθοιτο;

Δ. Οὔκουν6 οὐδὲ τῶν ἄλλων οὐδὲν εἴσεται πραγμάτων αὑτὸν ἀγνοῶν οὐδὲ δυνήσεται πρὸς ἀλήθειαν ἐξετάζειν αὑτοῦ πρώτου7 ἐσφαλμένος;

Παντάπασι μὲν οὖν.

Δ. Χαίρειν οὖν ἐάσει τιμὰς καὶ ἀτιμίας καὶ ψόγον τε καὶ ἔπαινον τὸν παρὰ τῶν ἠλιθίων ἀνθρώπων, ἐάν τε πολλοὶ τύχωσιν ὄντες ἐάν τε ὀλίγοι μὲν ἰσχυροὶ δὲ καὶ πλούσιοι. τὴν δέ γε καλουμένην δόξαν ἡγήσεται μηδὲν διαφέρειν σκιᾶς, ὁρῶν ὅτι γίγνεται τῶν μεγάλων μικρὰ καὶ τῶν μικρῶν μεγάλη· πολλάκις δὲ καὶ τῶν αὐτῶν ὁτὲ μὲν πλείων, ὁτὲ δὲ ἐλάττων.

Εὖ πάνυ δοκεῖς8 μοι προσεικάσαι.

4 Δ. Εἰ οὖν τις εἴη τοιοῦτος ἄνθρωπος οἷος ζῆν πρὸς τὴν αὑτοῦ σκιάν, ὥστε αὐξομένης μὲν αὐτῆς p122ἐπαίρεσθαι καὶ μεγαλαυχεῖσθαι καὶ τοῖς θεοῖς θύειν αὐτός τε καὶ τοὺς φίλους κελεύειν, βραχυτέρας δὲ γιγνομένης λυπεῖσθαί τε καὶ ὁρᾶσθαι ταπεινότερος, καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν ἐλάττων γίγνηται, καθάπερ αὐτὸς φθίνων, θαυμαστὴν ἄν, οἶμαι, παρέχοι διατριβήν.

Πολύ γε ἂν εἴη τοῦ Μαργίτου κωφότερος,9 ἀγνοοῦντος ὅ τι10 χρὴ γήμαντα χρῆσθαι τῇ γυναικί.

5 Δ. Τῆς γὰρ αὐτῆς ἡμέρας ὁτὲ μὲν λυποῖτ᾽ ἄν, ὁτὲ δὲ χαίροι. πρωῒ μὲν ἐπειδὰν ἴδῃ11 τὴν σκιὰν ἑωθινὴν πάνυ μακράν, τῶν τε κυπαρίττων καὶ τῶν ἐν τοῖς τείχεσι πύργων σχεδὸν μείζω, δῆλον ὅτι χαίροι ἂν ὡς αὐτὸς ἐξαπίνης γεγονὼς τοῖς Ἀλῳάδαις ἴσος καὶ εἰς τὴν ἀγορὰν βαδίζοι ἂν καὶ εἰς τὰ θέατρα καὶ πανταχόσε τῆς πόλεως ὅπως ἂν ὑπὸ πάντων βλέποιτο. περὶ δὲ πλήθουσαν ἀγορὰν ἄρχοιτ᾽ ἂν σκυθρωπότερος αὑτοῦ γίγνεσθαι καὶ ἀναχωροίη. τῆς12 δὲ μεσημβρίας αἰσχύνοιτ᾽ ἂν ὀφθῆναι ἀνθρώπῳ13 τινὶ καὶ ἔνδον μένοι ἂν ἐγκλεισάμενος, ἐπειδὰν ἐν τοῖς ποσὶ βλέπῃ τὴν σκιάν· πάλιν14 δὲ περὶ δείλην ἀναλαμβάνοι ἂν αὑτὸν καὶ γαυρότερος φαίνοιτ᾽ ἂν ἀεὶ πρὸς ἑσπέραν.

6 Πάνυ μοι δοκεῖς ἄτοπον διάθεσιν καὶ ἄνδρα διαπλάττειν ἠλίθιον.

p124 Δ. Οὐκοῦν ὁ τῇ δόξῃ προσέχων οὐδέν τι βελτίων, ἀλλὰ πολὺ ἀθλιώτερος. πολλάκις γὰρ ἂν πλείους μεταβολὰς ἐν ἡμέρᾳ μιᾷ μεταβάλλοιτο, καίτοι οὐχ, ὥσπερ ἐκεῖνος, ἐν τεταγμέναις ὥραις τισίν, ἀλλὰ καὶ δείλης καὶ ἕωθεν οὐδὲν αὐτὸν κωλύσει μὴ15 δυστυχέστατον ἀνθρώπων εἶναι, νῦν μὲν φερόμενον καὶ πετόμενον ὑψηλότερον τῶν νεφῶν, ἂν τύχωσι μετεωρίσαντες16 αὐτόν τινες καὶ ἐπαινέσαντες, νῦν δὲ συστελλόμενον καὶ ταπεινούμενον, πολὺ πλείους αὐξήσεις τε καὶ φθίσεις τῆς ψυχῆς αὐτοῦ λαμβανούσης, ἐμοὶ δοκεῖ,17 τῶν τῆς σελήνης. 7 ἆρ᾽ οὖν οὐκ ἀθλιώτερον πότμον καὶ μοῖραν εἴληχε πολὺ δυστυχεστέραν ἤ φασι Μελέαγρον τὸν Ἀλθαίας τε καὶ Οἰνέως τυχεῖν,18 ᾧ δαλόν τινα λέγουσι ταμιεύειν τὸν τῆς ζωῆς χρόνον· καὶ δὴ λάμποντος αὐτοῦ καὶ τοῦ πυρὸς ἐν αὐτῳ διαμένοντος ζῆν τε καὶ ἀκμάζειν ἐκεῖνον, μαραινομένου δὲ τοῦ δαλοῦ καὶ τὸν Μελέαγρον φθίνειν ὑπὸ λύπης τε καὶ δυσθυμίας· σβεσθέντος δὲ οἴχεσθαι ἀποθανόντα.


The Loeb Editor's Notes:

1 εἰκῇ added by Casaubon.

2 Arnim distributes the parts differently in this first section, assigning to Δ the opening question.

3 τὸν deleted by Arnim, who begins the following sentence with Φιλόσοφον.

4 After ὄντι Arnim adds οὐ.

5 ὑπεναντίας Emperius: ἀπεναντίας or ἐπεναντίας.

6 Οὔκουν Dindorf: οὐκοῦν.

7 αὑτοῦ πρώτου Emperius: αὑτὸν τοῦ πρώτου.

8 Εὖ πάνυ δοκεῖς Selden: οὐ (or ) πάνυ δοκεῖ.

9 κωφότερος Valesius, μωρότερος Wilamowitz, ἀσοφώτερος Meiser: σοφώτερος.

10 ὅ τι Valesius: ὅτι.

11 ἴδῃ Wilamowitz: ἴδοι.

12 τῆς Reiske: τὰς.

13 ἀνθρώπῳ] ἀνθρώπων Wilamowitz.

14 βλέπῃ τὴν σκιάν· πάλιν Emperius: βλέπῃ τ. σ. πρὶν ἧ MPH, βλέπειν τ. σ. παρῇ UB.

15 μὴ omitted by MPH, bracketed by Arnim, Budé.

16 μετεωρίσαντες Meiser, μακαρίσαντες Selden: μαρτυρήσαντες.

17 δοκεῖ] δοκεῖν Dindorf.

18 τυχεῖν deleted by Wilamowitz, λαχεῖν Pflugk.


[image ALT: Valid HTML 4.01.]

Page updated: 14 Dec 07