[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

[image ALT: link to previous section]
Λόγος ξθ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1951

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!


[image ALT: link to next section]
Λόγος οα´

(Vol. V) Δίων Χρυσόστομος
Λόγοι

p150 70. ΠΕΡΙ ΦΙΛΟΣΟΦΙΑΣ

1 Δ. Φέρε, εἴ τινος ἀκούοις λέγοντος ὅτι βούλεται γεωργεῖν, μηδὲν δὲ πρὸς τοῦτο πράττοντα ὁρῴης αὐτόν, μήτε βοῦς ὠνούμενον ἢ τρέφοντα μήτε ἄροτρα κατασκευαζόμενον μήτε τὰ ἄλλα τὰ πρὸς τὴν γεωργίαν σκεύη, μηδὲ ἐνοικοῦντα ἐν ἀγρῷ αὐτὸν ἢ1 κεκτημένον ἢ2 παρ᾽ ἄλλου μισθωσάμενον, ἀλλ᾽ ἐν ἄστει τὰ πολλὰ διστρίβοντα περὶ τὴν ἀγορὰν καὶ τὸ γυμνάσιον καὶ περὶ πότους ὄντα καὶ ἑταίρας καὶ τὴν τοιαύτεν ῤᾳθυμίαν, πότερον προσέξεις οἷς λέγει μᾶλλον ἢ τοῖς πραττομένοις ὑπ᾽ αὐτοῦ; καὶ πότερα φήσεις γεωργὸν εἶναι τὸν ἄνθρωπον καὶ ἐργάτην ἢ τῶν ἀργῶν καὶ ῥᾳθύμων;

Δῆλον ὅτι τῶν ἀργῶν.

2 Δ. Εἶεν· εἰ δὲ κυνηγέτης εἶναι λέγοι τις καὶ τὸν Ἱππόλυτον αὐτὸν ἢ Μελέαγρον ὑπερβάλλειν τῇ τε ἀνδρείᾳ καὶ τῇ φιλοπονίᾳ, μηδὲν δὲ φαίνοιτο πράττων ὅμοιον, μήτε κύνας κεκτημένος μήτε λίνα μήτε ἵππον μήτε ὅλως ἐπὶ θήραν ἐξιών, ἀλλὰ μήτε3 ὑπὸ ἡλίου τὸ σῶμα ἐπικεκαυμένος μήτε ψύχους ἀνέχεσθαι δυνάμενος, ἐσκιατραφημένος δὲ καὶ ἁπαλὸς καὶ μάλιστα ἐοικὼς ταῖς γυναιξίν, ἔσθ᾽ p152ὅπως ὑπολάβοις ἂν τἀληθῆ λέγειν τοῦτον καὶ προσήκειν τι αὐτῷ κυνηγεσίων;

Οὐκ ἔγωγε.

3 Δ. Ἄτοπον γὰρ ἀπὸ τῶν λόγων μᾶλλον οὓς λέγει τις ἢ ἀπὸ τῶν ἔργων εἰδέναι καὶ τεκμαίρεσθαι τὸν ἑκάστου βίον. εἰ δὲ τις ἐπαγγέλοιτο μὲν4 ὡς μουσικὴν ἄριστα ἐπιστάμενος καὶ περὶ τοῦτο διατρίβων, μήτε δὲ αὐτοῦ κιθαρίζοντος μηδεὶς πώποτε ἀκούσαι, ἀλλὰ μηδὲ κιθάραν ἢ λύραν ἔχοντα ὁρῴη τις, μήτε5 λόγον τινὰ διεξιόντα τῶν κατὰ μουσικὴν δίχα γε τῆς ἐπαγγελίας καὶ τοῦ ἐπίστασθαι φάσκειν τοῦ Ὀρφέως ἄμεινον καὶ τοῦ Θαμύρα, βλέποι δ᾽ αὐτὸν ἀλεκτρυόνας ἢ ὄρτυγας θεραπεύοντα καὶ τρέφοντα καὶ μετὰ τῶν τοιούτων ἀνθρώπων ὡς τὸ πολὺ διατρίβοντα, πότερον τῶν μουσικῶν τοῦτον δεῖ ὑπολαμβάνειν ἢ τούτων τῶν ἀνθρώπων μεθ᾽ ὧν ἐστι καὶ οἷς ταὐτὰ ἐπιτηδεύει;

Δῆλον ὅτι τούτων.

4 Δ. Ἐὰν δὲ ἀστρονόμος εἶναί τις ὑπισχνῆται καὶ σαφέστατα ἐπίστασθαι τὰς περιόδους καὶ πορείας καὶ τὰ ἀποστήματα πῶς ἔχουσι πρὸς ἄλληλα ἡλίου τε καὶ σελήνης καὶ τῶν τοιούτων ἄστρων καὶ τὰ οὐράνια πάθη, μηδὲν δὲ τοιούτον ᾖ προῃρημένος μηδὲ περὶ ταῦτα φροντίζων, ἀλλὰ μᾶλλον συνὼν6 τοῖς κυβεύουσι καὶ μετ᾽ ἐκείνων ἑκάστοτε ζῶν καὶ βλεπόμενος, ἀστρονόμον τοῦτον φήσεις ἢ κυβευτήν;

p154 Οὐ μὰ τὸν Δί᾽ ἀστρονομίας ἡγησαίμην ἂν ἔγωγε προσήκειν αὐτῷ τι, πολὺ δὲ μᾶλλον κυβείας.

5 Δ. Δύο δέ τινων τοῦ μὲν λέγοντος ὅτι πλευσεῖται τὴν ταχίστην καὶ πολλὰ κερδανεῖ χρήματα ἀπὸ ἐμπορίας, μήτε δὲ ναῦς μήτε ναύτας παρεσκευασμένου μήτε φόρτον ἔχοντος μηδένα,7 ἀλλὰ μηδὲ προσιόντος ὅλως τῷ λιμένι μηδὲ τῇ θαλάττῃ, τοῦ δὲ πραγματευομένου περὶ ταῦτα καὶ πλοῖον περισκοποῦντος καὶ κυβερνήτην καὶ χρήματα ἐμβαλλομένου· πότερον αὐτῶν φήσεις ἐμπορίᾳ προσέχειν τὸν νοῦν; τὸν λέγοντα ἢ τὸν πράττοντα καὶ παρασκευαζόμενον τὰ τοῦ πλοῦ καὶ τὰ τῆς ἐμπορίας;

Ἐγὼ μὲν τοῦτον.

6 Δ. Ἐπὶ παντὶ ἄρα τὸν μὲν λόγον, εἰ καθ᾽ αὑτὸν λέγοιτο, μηδενὸς ἔργου προσόντος,8 ἄκυρον ἡγήσῃ καὶ οὐ πιστόν· τὸ δ᾽ ἔργον αὐτὸ πιστόν τε καὶ ἀληθές, ἐὰν καὶ μὴ προάγῃ λόγος;

Οὕτως.

Δ. Πότερον οὖν γεωργίας ἐστί9 τινα ἔργα καὶ σκεύη10 ἢ ναυτιλίας καὶ ἄλλα τῷ κυνηγέτῃ προσήκοντα καὶ τῷ ἀστρονόμῳ καὶ ἔτι11 τοῖς ἄλλοις ἅπασι, φιλοσοφίας δὲ οὐδέν ἐστιν οἰκεῖον ἔργον οὐδὲ πρᾶγμα οὐδὲ παρασκευή;

Πάνυ μὲν οὖν.

7 Δ. Ἀλλὰ ταῦτα μὲν ἄδηλα τὰ προσήκοντα τῷ φιλοσόφῳ καὶ φιλοσοφίᾳ, τὰ δὲ τῶν ἐμπόρων p156καὶ γεωργῶν καὶ μουσικῶν καὶ ἀστρονόμων καὶ ὧν νῦν δὴ εἶπον ἔκδηλα καὶ φανερά;

Οὔ μοι δοκεῖ.

Δ. Ἀλλὰ δὴ καὶ λόγοι τινές εἰσιν ὧν δεῖ τὸν φιλοσοφοῦντα ἀκούειν, καὶ μαθήματα ἃ δεῖ μανθάνειν, καὶ δίαιτα ἣν δεῖ διαιτᾶσθαι, καὶ καθόλου βίος ἄλλος μὲν τοῦ φιλοσοφοῦντος, ἄλλος δὲ τῶν πολλῶν ἀνθρώπων· ὁ μὲν πρὸς ἀλήθειαν καὶ φρόνησιν τείνων12 καὶ θεὼν ἐπιμέλειαν καὶ θεραπείαν καὶ13 τῆς αὑτοῦ14 ψυχῆς — μακρὰν ἀπ᾽15 ἀλαζονείας καὶ ἀπάτης καὶ τρυφῆς — εὐτέλειάν τε καὶ σωφροσύνην.

8 Καὶ γὰρ στολῆ ἑτέρα μὲν τοῦ φιλοσοφοῦντος, ἑτέρα δὲ τῶν ἰδιωτῶν καὶ κατάκλισις καὶ γυμνάσια καὶ λουτρὰ καὶ ἡ ἄλλη δίαιτα, καὶ τὸν μὲν ἀκολουθοῦντα καὶ16 χρώμενον τούτοις δεῖ νομίζειν ὡς φιλοσοφίᾳ προσέχοντα τὸν νοῦν· τὸν δὲ ἐν μηδενὶ τούτων διαφέροντα μηδὲ ὅλως ἕτερον ὄντα τῶν πολλῶν οὐχ17 ἕνα ἐκείνων θετέον, κἂν μυριάκις εἴπῃ τε καὶ ἐπαγγείληται φιλοσοφεῖν ἐναντίον τοῦ δήμου τοῦ Ἀθηναίων ἢ Μεγαρέων ἢ παρὰ τοῖς Λακεδαιμονίων βασιλεῦσιν· ἀλλ᾽ ὠστέον τοῦτον τὸν ἄνθρωπον εἰς τοὺς ἀλαζόνας καὶ ἀνοήτους καὶ τρυφεροὺς.

9 Καίτοι μουσικὸν μὲν οὐκ ἀδύνατον εἶναι μὴ πράττοντα τὰ τοῦ μουσικοῦ· ἡ γὰρ μουσικὴ οὐκ ἀναγκάζει18 προσέχειν19 αὑτῇ20 τὸν νοῦν καὶ μηδὲν ἄλλο ποιεῖσθαι περὶ πλείονος· καὶ ἀστρονόμον p158ὄντα οὐδὲν ἴσως κωλύει τρέφειν ἀλεκτρυόνας ἢ κυβεύειν· οὐδὲν γὰρ ἡ ἀστρονομία ἐμποδών ἐστι τῷ μὴ τὰ δέοντα ποεῖν· καὶ νὴ Δία ἱππικὸν γενόμενον ἢ κυβερνήτην ἀγαθὸν ἢ γεωμέτρην ἢ γράμματα εἰδότα οὐδὲν θαυμαστὸν ἢ21 παρὰ ταῖς ἑταίραις ἢ ταῖς αὐλητρίσιν ὁρᾶσθαι. τὸ γὰρ ταῦτα ἐπίστασθαι οὐδὲν ποιεῖ βελτίω τὴν τοῦ ἀνθρώπου ψυχὴν οὐδὲ ἀποτρέπει τῶν ἁμαρτημάτων· 10 φιλοσοφίᾳ δὲ προσέχων τις καὶ μετασχὼν τούτου τοῦ μαθήματος οὐκ ἄν ποτε ἀποσταίη τῶν βελτίστων, οὐδὲ τούτων ἀμελήσας αἰσχρόν τι καὶ φαῦλον προέλοιτ᾽ ἂν πράττειν οὐδὲ ἀργεῖν καὶ ὀψοφαγεῖν καὶ μεθύσκεσθαι. τὸ γὰρ ταῦτα μὴ22 θαυμάζειν καὶ τὴν τούτων ἐπιθυμίαν ἐξαιρεῖν23 τῆς ψυχῆς καὶ τοὐναντίον εἰς μῖσος αὐτων καὶ κατάγνωσιν προάγειν24 φιλοσοφία ἐστίν.25 τὸ δέ γε φήσαι φιλοσοφεῖν καὶ ἀλαζονεύεσθαι καὶ αὑτὸν ἐξαπατῆσαι καὶ τοὺς ἄλλους οὐδὲν ἴσως κωλύει.


The Loeb Editor's Notes:

1 After  Crosby deletes αὐτὸν μὴ, Wilamowitz also .

2  added by Arnim.

3 μήτε Emperius: μηδὲ.

4 μὲν Emperius: τι or τις.

5 μήτε Emperius: μηδὲ.

6 συνὼν Reiske: σὺν.

7 μηδένα Reiske: μηδέν.

8 μηδενὸς ἔργου προσόντος Jacobs: μηδὲν περὶ τοῦ προσόντος M, μηδὲν ἔχων περὶ τοῦ προσόντος UB, περὶ τοῦ προσόντος μηδὲν PH.

9 ἐστί Reiske: εἶναι.

10 σκεύη] περὶ σκεύη MH, παρασκευῆ Jacobs.

11 ἔτι PH: ἐπὶ UBM, which Wilamowitz deletes.

12 τείνων Selden: τιμῶν.

13 καὶ omitted by MPH.

14 αὑτοῦ Emperius: αὐτοῦ.

15 ἀπ᾽ added by Capps.

16 After καὶ Emperius deletes τὸν.

17 οὐχ added by Arnim.

18 ἀναγκάζει Reiske: ἀνάγκη B, ἀναγκάσει UMPH.

19 After προσέχειν Jacobs adds ἀεὶ.

20 αὑτῇ Emperius: αὐτῇ or αὐτὴ.

21  omitted by M.

22 μὴ deleted by Wilamowitz with M.

23 ἐξαιρεῖν] ἐξαιρεῖ Wilamowitz, ἐξαίρειν BM.

24 προάγειν] προάγει Wilamowitz with M.

25 φιλοσοφία ἐστίν deleted by Wilamowitz with M.


[image ALT: Valid HTML 4.01.]

Page updated: 8 Feb 08