[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

[image ALT: link to previous section]
Λόγος ο´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1951

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!


[image ALT: link to next section]
Λόγος οβ´

(Vol. V) Δίων Χρυσόστομος
Λόγοι

p162 71. ΠΕΡΙ ΦΙΛΟΣΟΦΟΥ

1 Εἰσὶν οἵ φασι δεῖν πάντα ἐν πᾶσιν εἶναι περιττὸν τὸν φιλόσοφον· καὶ ὁμιλῆσαι ἀνθρώποις φασὶ δεῖν εἶναι δεινότατον καὶ μηδέποτε σιγᾶν μηδὲ ἀπορεῖν λόγων τοιούτων πρὸς τοὺς παρόντας οἳ δυνήσονται τέρπειν αὐτούς· εἰ δὲ μή, φασὶν ἰδιώτην εἶναι τὸν μὴ παρεσκευασμένον οὕτως καὶ ὀλίγου ἄξιον. ἐγὼ δέ φημι τὰ μὲν δίκαια καὶ ἀληθῆ λέγειν αὐτούς, τὰ δὲ οὔ. 2 τὸ μὲν γὰρ διαφέρειν πανταχοῦ τὸν φιλόσοφον τῶν ἄλλων δοκοῦσί μοι ὀρθῶς ἀξιοῦν· πλὴν εἰ μή γε1 καὶ τὰς τέχνας φασὶ δεῖν αὐτὸν ἁπάσας εἰδέναι καὶ βέλτιον κατὰ τὴν τέχνην ἅπαντα ποιεῖν τῶν δημιουργῶν, οἰκίας τε οἰκοδομούμενον καὶ πλοῖα ναυπηγούμενον καὶ χαλκεύοντα καὶ ὑφαίνοντα καὶ γεωργοῦντα· ὥσπερ ὁ Ἠλεῖος Ἱππίας ἠξίου σοφώτατος εἶναι τῶν Ἑλλήνων, οὐ μόνον ποιήματα παντοδαπὰ καὶ λόγους αὑτοῦ ποικίλους προφέρων Ὀλυμπίασί τε καὶ ἐν ταῖς ἄλλαις πανηγύρεσι τῶν Ἑλλήνων, ἀλλὰ καὶ ἄλλα ἐπιδεικνὺς2 ἔργα, τόν τε δακτύλιον καὶ τὴν λήκυθον καὶ στλεγγίδα καὶ τὸ ἱμάτιον3 καὶ τὴν p164ζώνην ὡς ἅπαντα πεποιηκὼς αὐτός, οἷον ἀπαρχὰς τῆς σοφίας τοῖς Ἕλλησιν ἐπιδεικνύων.

3 Σκεδὸν δὲ καὶ Ὅμηρος Ὀδυσσέα πεποίηκεν οὐ μόνον γνώμῃ διαφέροντα καὶ τῷ δύνασθαι περὶ πραγμάτων βουλεύεσθαι καὶ λέγειν δεινότατον4 ἔν τε πλήθει καὶ πρὸς ὀλίγους καὶ πρὸς ἕνα, καὶ νὴ Δία γε ἐν ἐκκλησίᾳ τε καὶ παρὰ πότον καὶ εἰ τύχοι μετά τινος βαδίζων ὁδόν, καὶ πρὸς βασιλέα καὶ πρὸς ἰδιώτην, καὶ πρὸς ἐλεύθερον καὶ πρὸς δοῦλον, καὶ αὐτὸν ἔνδοξον5 ὄντα καὶ βασιλέα καὶ αὖ πάλιν ἀγνοούμενον καὶ πτωχόν, καὶ πρὸς ἄνδρα τε ὁμοίως καὶ γυναῖκα καὶ κόρην, ἔτι δὲ μάχεσθαι ἐπιστάμενον, ἀλλὰ καὶ τῶν τοιούτων ἁπάντων ἔμπειρον, τεκτονικῆς καὶ οἰκοδομίας καὶ ναυπηγικῆς. 4 πῶς γὰρ ἂν τὸ λέχος ἐποίησεν ἀποκόψας τὸν6 τῆς ἐλαίας θαλλόν, εἰ μὴ τεκτονικῆς ἐπιστήμων ἦν; πῶς δ᾽ ἂν περιέβαλε τὸν θάλαμον, εἰ μὴ καὶ οἰκοδομῆσαι ἐπίστατο; πῶς δ᾽ ἂν εἰργάσατο τὴν σχεδίαν οὐκ ὢν ἔμπειρος ναυπηγίας; τὰ δὲ περὶ φυτείαν καὶ γεωργίαν εὐθὺς ἐκ παιδὸς7 ἐσπουδακὼς φαίνεται παρὰ τοῦ πατρὸς δένδρα αἰτῶν καὶ ἀμπέλους· ἄλλως τε καὶ τοῦ πατρὸς γεωργοῦ ὄντος πάνυ ἐπιμελοῦς τε καὶ p166ἐμπείρου εἰκὸς ἦν αὐτὸν ταῦτα μὴ ἀγνοεῖν, ὅπου γε καὶ προκαλεῖται τὸν Εὐρύμαχον καὶ ἀμῆσαι καὶ ἀρόσαι. ἀλλά φησι καὶ τῶν τοιούτων ἔμπειρος εἶναι, μαγειρικῆς τε καὶ οἰνοχοΐας καὶ τῆς ἄλλης ἁπάσης διακονίας, ἅ φησι τοὺς χείρονας τοῖς ἀγαθοῖς διακονεῖσθαι.

5 Ταῦτα μὲν οὖν ἴσως Ἱππίας καὶ Ὀδυσσεὺς δεινὼ ἤστην· ἐγὼ δέ φημι τὸν φιλόσοφον τὰς μὲν τέχνας οὐχ οἷόν τε εἶναι πάσας εἰδέναι — χαλεπὸν γὰρ καὶ μίαν ἀκριβῶς ἐργάσασθαι — ποιῆσαι δ᾽ ἂν ἅπαντα βέλτιον ὅ τι ἂν τύχῃ ποιῶν τῶν ἄλλων ἀνθρώπων, καὶ τὰ κατὰ τὰς τέχνας, ἂν ἄρα ἀναγκασθῇ ποτε ἅψασθαι τοιούτου τινός, οὐ κατὰ τὴν τέχνην διαφέροντα· τοῦτο γὰρ οὐχ οἷόν τε, τοῦ τέκτονος τὸν ἰδιώτην ἄμεινον ποιῆσαί τι κατὰ τὴν τεκτονικὴν ἢ τοῦ γεωργοῦ τὸν οὐκ ὄντα γεωργίας ἔμπειρον ἐν τῷ ποιεῖν τι τῶν γεωργικῶν ἐμπειρότερον φανῆναι.

6 Ποῦ δ᾽ ἂν διαφέροι; τῷ συμφερόντως ποιεῖν ἢ μὴ ποιεῖν καὶ ὅτε δεῖ καὶ ὅπου καὶ τὸν καιρὸν γνῶναι τοῦ δημιουργοῦ μᾶλλον καὶ τὸ δυνατόν. αὐτίκα οὐ δοκεῖ μοι Δαίδαλος καλῶς εἰργάσθαι ἐν Κρήτῃ τὸν Λαβύρινθον, οὗ εἰσερχόμενοι ἀπώλλυντο οἱ πολῖται αὐτοῦ καὶ αἱ πολίτιδες· οὐ γὰρ8 δικαίως εἰργάσατο. συμπράττων δ᾽ αὖ9 τῇ νόσῳ τῆς Πασιφάης οὐκ ὀρθῶς εἰργάσατο· οὐ γὰρ p168συνέφερεν οὐδὲ ἦν δίκαιον οὐδὲ καλόν τοιαῦτα συμπράττειν οὐδὲ μηχανὰς εὑρίσκειν ἐπὶ τὰ αἰσχρὰ καὶ ἀνόσια. οὐδὲ ὡς τὸν Ἴκαρον ἐπτέρωσεν, εἰ χρὴ πιστεύειν τῷ μύθῳ, καλῶς ἐξευρεῖν φημι τήνδε τὴν μηχανήν· οὐ γὰρ δυνατὰ ἐμηχανᾶτο πτέρυγας ἀνθρώπῳ προστιθεὶς. οὐκοῦν διέφθειρε τὸν υἱόν.

7 Ἔοικε δὲ καὶ Ὅμηρος λοιδορεῖν τινα τέκτονα τῶν Τρώων, ὡς10 οὐ καλῶς ἐργασάμενον τὰς ναῦς τῷ Ἀλεξάνδρῳ αἷς ἔπλευσεν11 εἰς τὴν Ἑλλάδα, οὐδὲν ἔχων αἰτιάσασθαι κατὰ τὴν τέχνην. φησὶ γάρ,

ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας,

ἀρχεκάκους,

οὐκ ἐγκωμιάζων αὐτὸν ἐπὶ12 τῇ ποιήσει τῶν νεῶν, ἀλλὰ ψέγων πολὺ μᾶλλον ἢ εἰ λέγων αὐτὸν ποιῆσαι τὰς ναῦς ἢ βραδείας ἢ ἄλλο τι ἁμάρτημα ἐχούσας ᾐτιᾶτο περὶ τὴν ναυπηγίαν. ψέγει δὲ ὁμοίως καὶ κυνηγέτην τινὰ καὶ καταγελᾷ τῆς ἐμπειρίας, ὅτι εἰς οὐδὲν δέον ἐκέκτητο αὐτήν, ἀλλὰ τὰ μὲν θηρία ἠπίστατο βάλλειν, ἐν δὲ τῷ πολέμῳ οὐκ ἐτύγχανεν οὐδενός, ἀλλ᾽ ἀχρεῖος ἦν διὰ τὴν δειλίαν, p170καὶ οὔ φησιν αὐτῷ τότε βοηθῆσαι τὴν Ἄρτεμιν.

8 Οὐκοῦν ἐκ τούτων δῆλον ὅτι δεῖ φρονήσεως καὶ ἀρετῆς πρὸς ἃ ἐπίστανται οἱ ἄνθρωποι καὶ πρὸς ἃ οὐκ ἐπίστανται· καὶ οὕτως ἂν ἅπαντα διαφέροι πάντων ὁ σώφρων, οἷον χρὴ εἶναι τὸν φιλόσοφον, καὶ ποιῶν τι τούτων καὶ μὴ ποιῶν, κἂν ὁπωσοῦν ποιῇ κατὰ τὴν τέχνην. ὡς δὲ τῶν ζωγράφων γράψει κρεῖττον οὐκ ὢν ζωγράφος, ἢ τῶν ἰατρῶν ἄμεινον θεραπεύσει κατὰ τὴν ἰατρικὴν13 οὐκ ὢν ἰατρός, ἢ τῶν μουσικῶν μουσικώτερον ᾄσεται οὐκ ὢν ἔμπειρος μουσικῆς ἢ μετρίως ἔμπειρος γεγονώς, ἢ τῶν ἀριθμητικῶν περὶ τοὺς ἀριθμοὺς ἢ τῶν γεωμετρῶν ἐμπειρότερος φανεῖται περὶ γεωμετρίαν ἢ περὶ φυτείαν τῶν γεωργῶν ἢ περὶ κυβερνητικὴν τῶν κυβερνητῶν, ἢ σφάξει14 θᾶττον τῶν μαγείρων ἢ διελεῖ15 δέον διελεῖν τῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων, οὐ χρὴ διανοεῖσθαι.

9 Καίτοι τῶν νῦν βασιλέων τις ἐπεθύμει σοφὸς εἶναι τὴν τοιαθύτην σοφίαν, ὡς πλεῖστα ἐπιστάμενος· οὐ μέντοι τὰ τοιαῦτα ἃ μὴ θαυμάζεται παρὰ τοῖς ἀνθρώποις, ἀλλὰ ἐφ᾽ οἷς στεφανωθῆναι ἔστι, κηρύττειν καὶ ᾄδειν πρὸς κιθάραν καὶ τραγῳδεῖν καὶ παλαίειν καὶ παγκρατιάζειν. φασὶ δὲ καὶ p172γράφειν καὶ πλάττειν ἱκανὸν αὐτὸν εἶναι καὶ αὐλεῖν τῷ τε στόματι καὶ ταῖς μασχάλαις ἀσκὸν ὑποβάλλοντα, ὅπως διαπεφευγὼς ᾖ τὸ αἰσχρὸν τὸ τῆς Ἀθηνᾶς. οὔκουν ὑπῆρξε σοφός;


The Loeb Editor's Notes:

1 μή γε Emperius: μήτε, μή τι, or μὴ.

2 ἐπιδεικνὺς deleted by Arnim.

3 τὸ ἱμάτιον Wilamowitz: ἱμάντα or ἵμα.

4 δεινότατον Arnim: δεινότατα.

5 καὶ αὐτὸν ἔνδοξον Emperius: καὶ τὸν ἔνδοξον UB, τὸν ἔνδοξον M, καὶ πρὸς ἔνδοξον PH.

6 τὸν Reiske with C: τόν γε or τόν τε.

7 παιδὸς Capps: παίδων.

8 οὐ γὰρ] οὐδ᾽ αὖ Jacobs.

9 συμπράττων δ᾽ αὖ, with full stop after εἰργάσατο, Arnim, οὐδὲ συμπράττων Emperius: συμπράττων.

10 ὡς added by Crosby.

11 ἔπλευσεν Reiske, ἐπέπλευσεν Gasda: εἰσέπλευσεν.

12 ἐπὶ Arnim: ἐν.

13 κατὰ τὴν ἰατρικὴν deleted by Arnim.

14 σφάξει Dindorf: σφάξειν or σφάζειν or σφάζιν.

15 διελεῖ Dindorf: διελεῖν.


[image ALT: Valid HTML 4.01.]

Page updated: 19 Mar 08