[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος οε´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1951

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγοι οζ´‑οη´

(Vol. V) Δίων Χρυσόστομος
Λόγοι

 p252  76. ΠΕΡΙ ΕΘΟΥΣ

1 Ἔστι δὲ τὸ ἔθος γνώμη μὲν τῶν χρωμένων κοινή, νόμος δὲ ἄγραφος ἔθνους ἢ πόλεως, δίκαιον δὲ ἑκούσιον, κατὰ ταὐτὰ​1 πᾶσιν ἀρέσκον, εὕρεμα δὲ ἀνθρώπων οὐδενός, ἀλλὰ βίου καὶ χρόνου. τῶν μὲν οὖν ἄλλων νόμων ἕκαστος ἅπαξ δοκιμασθεὶς ἔλαβε τὴν ἰσχύν· τὸ δὲ ἔθος ἀεὶ δοκιμάζεται. καὶ νόμος μὲν οὐδεὶς ῥᾳδίως ὑπὸ πάντων κριθήσεται·​2 ταὶς γὰρ τῶν πλειόντων δόξαις κυροῦται· ἔθος δὲ οὐκ ἐνῆν γενέσθαι μὴ προσδεχθὲν ὑπὸ πάντων. κἀκεῖνος ἀπειλῶν καὶ βιαζόμενος μένει κύριος, ὑπὸ δὲ τῶν ἐθῶν πειθόμενοι καὶ καλὰ καὶ συμφέροντα κρίνομεν αὐτά.

2 Διό μοι δοκεῖ τις ἂν προσεικάσαι τὸν μὲν ἔγγραφον νόμον τῇ δυνάμει τῆς τυραννίδος, φόβῳ γὰρ ἕκαστον καὶ μετὰ προστάγματος διαπράττεται· τὸ δὲ ἔθος μᾶλλον τῇ φιλανθρωπίᾳ τῆς βασιλείας, βουλόμενοι γὰρ αὐτῷ πάντες καὶ δίχα ἀνάγκης ἕπονται.​3 καὶ νόμους μὲν ἴσμεν πολλοὺς ἀνῃρημένους ὑπὸ τῶν θέντων αὐτούς, ὡς πονηρούς·  p254 ἔθος δὲ οὐκ ἂν οὐδεὶς ῥᾳδίως δείξειε λελυμένον. καὶ μὴν τῷ παντὶ ῥᾷόν​4 ἐστιν ἀνελεῖν ὅ τι βούλει τῶν ἐγγράφων ἢ τῶν ἐθῶν. 3 τὰ μὲν γὰρ ἂν ἀπαλείψῃς ἅπαξ, ἡμέρᾳ μιᾷ λέλυται· συνήθειαν δὲ πόλεως οὐκ ἔστιν ἐν πάνυ πολλῷ καταλῦσαι δὲ χρόνῳ. κἀκεῖνοι μὲν ἐν σανίσιν ἢ στήλαις φυλάττονται· τῶν δὲ ἕκαστον ἐν ταὶς ἡμετέραις ψυχαῖς. ἀσφαλεστέρα δὲ καὶ κρείττων ἡ τοιαύτη φυλακή. καὶ μὴν ὁ μὲν ἔγγραφος νόμος αὐστηρός ἐστι καὶ ἀπηνής, ἔθους δὲ οὐδὲν ἥδιον. ἔπειτα τοὺς νόμους παρ’ ἄλλων πυνθανόμεθα, τὰ δὲ ἔθη πάντες ἐπιστάμεθα.

4 Κἀκείνων μὲν εἰσιν οὐ σαφῶς ἔνιοι γεγραμμένοι καὶ διαστρέφονται πολλάκις ὑπὸ τῆς τῶν ῥητόρων δυνάμεως· τῶν δὲ ἐθῶν οὐδὲν ἀμφίβολον οὐδὲ σκολίον, οὐδ’ ἂν περιγένοιτ’ αὐτῶν λόγος. κἀκείνων μὲν ἀεὶ δεῖ μνημονεύειν, εἰ μέλλοιμεν αὐτοῖς ἐμμένειν· τοῦ δὲ ἔθους οὐκ ἔστιν οὐδὲ βουλομένους ἐπιλαθέσθαι· τοιαύτην γὰρ ἔχει​5 φύσιν ὥστε ἀεὶ ὑπομιμνήσκειν αὐτούς.6

Καθόλου δὲ τοὺς μὲν νόμους φαίη τις ἂν ποεῖν δούλων πολιτείαν, τὰ δὲ ἔθη τοὐναντίον ἐλευθέρων. ἐκεῖνοι μὲν γὰρ ποιοῦσιν​7 εἰς τὰ σώματα κολάσεις· παραβαινομένου δὲ ἔθους τὴν ζημίαν εἶναι συμβέβηκεν αἰσχύνην. ὥστε ἐκεῖνος μὲν φαύλων, οὗτος δὲ ἀγαθῶν ἐστι νόμος. εἰ γὰρ ἅπαντες ἦσαν ἀγαθοί, δῆλον ὅτι τῶν ἐγγράφων ἡμῖν οὐδὲν ἂν ἔδει νόμων. ἔτι δὲ​8 τῶν μὲν νόμων εἰσὶν οἱ βασιλεῖς  p256 ἐπάνω καὶ πολλὰ πράττουσι παρ’ αὐτούς, τοῖς δὲ ἔθεσι κἀκεῖνοι κατακολουθοῦσιν.

5 Καὶ τῶν μὲν ἐγγράφων οὐδὲν ἐν τοῖς πολέμοις ἰσχύει, τὰ δὲ ἔθη φυλάττεται παρὰ πᾶσι, κἂν εἰς ἐσχάτην ἔχθραν προέλθωσιν. τὸ γοῦν μὴ κωλύειν τοὺς νεκροὺς θάπτειν οὐδαμῇ γέγραπται· πῶς γὰρ ἂν ὑπήκουον οἱ κρατοῦντες τοὶς τῶν ἡττωμένων ἐπιτάγμασιν; ἀλλ’ ἔθος ἐστὶ τὸ ποιοῦν τὴς φιλανθρωπίας ταύτης τοὺς κατοιχομένους τυγχάνειν. ὁμοίως τὸ τῶν κηρύκων ἀπέχεσθαι καὶ μόνοις τούτοις πολλὴν ἀσφάλειαν εἶναι βαδίζουσιν. τῶν μὲν οὖν νόμον παραβαινόντων οὐδεὶς ἂν ἐπιδείξειεν οὐδένα, οἶμαι, φανερῶς ὑπὸ τῶν θεῶν κεκολασμένον· Λακεδαιμόνιοι δ’ ἐπεὶ παρέβησαν τὸ κηρύκων ἔθος, τοὺς παρὰ βασιλέως ἐλθόντας ἀνελόντες, ἐκολάσθησαν ὑπ’ αὐτοῦ τοῦ δαιμονίου.


The Loeb Editor's Notes:

1 κατὰ ταὐτὰ Dindorf: καὶ κατὰ ταὐτὰ PH, καὶ ταὺτὰ B, καὶ ταῦτα UM.

2 κριθήσεται] ἐγκριθήσεται Arnim.

3 ἕπονται Geel: οἴονται.

4 ῥᾷόν Morel: ῥᾴδιόν.

5 γὰρ ἔχει Emperius: παρέχει.

6 αὐτούς] αὑτοῦ Emperius.

7 ποιοῦσιν] ἀπειλοῦσιν Arnim.

8 δὲ added by Emperius.


[image ALT: Valid HTML 4.01.]

Page updated: 8 Jul 12