Short URL for this page:
bit.ly/DioChr79


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγοι οζ´‑οη´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1951

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος π´

(Vol. V) Δίων Χρυσόστομος
Λόγοι

 p304  79. ΠΕΡΙ ΠΛΟΥΤΟΥ

1 Φέρε πρὸς θεῶν, ἐπὶ τίνι μάλιστα θαυμάζειν καὶ ἐπὶ τῷ μέγα φρονεῖν καὶ μακαρίζειν ἄξιον πόλιν ἁπασῶν μεγίστην καὶ δυνατωτάτην; πότερον ἐπὶ νόμων ἀρετῇ καὶ πολιτῶν ἐπιεικείᾳ καὶ σωφροσύνῃ τῶν ἀρχόντων, ἢ ταῦτα μὲν μικρὰ καὶ οὐδενὸς ἄξια καὶ ῥᾴδια τοῖς τυχοῦσιν, ἐπὶ δὲ ἀνθρώπων πλήθει καὶ ἀγορᾶς ἀφθονίᾳ καὶ τῇ πολυτελείᾳ τῶν οἰκοδομημάτων δεῖ μακαρίζειν αὐτὴν καὶ τοῖς Σύρων​1 καὶ Βαβυλωνίων ὑφάσμασι, καὶ ὅτι χρυσῷ τὰς οἰκίας ἐρέπτουσι, καὶ μεστὰ πάντα ἀργύρου καὶ ἠλέκτρου καὶ ἐλέφαντος, ὁποῖα Ὅμηρος εἴρηκε τὰ Ἀλκινόου καὶ τὰ Μενελάου βασίλεια ὑπερβάλλων τό τε ἀληθὲς καὶ τὸ δυνατὸν σχεδόν, οὕτως ἅπασαν​2 ἠσκημένην τὴν πόλιν· καὶ νὴ Δία ἐπὶ ταῖς γραφαῖς καὶ τοῖς ἀνδριᾶσιν, ὧν οὐδὲν ὤνησε τοὺς πρότερον ἔχοντας, ἀλλὰ παρ’ ὧν ἐκεῖνα ἐκομίσθη,​3 τούτους ἴδοι τις ἂν δούλους καὶ ταπεινοὺς καὶ πένητας;

2 Εἰ γὰρ ἦν ὄφελός τι χαλκοῦ καλῶς κεκραμένου  p306 καὶ κρατήρων καὶ βωμῶν καὶ θυμιατηρίων περιττῶς εἰργασμένων, ἡ Κορινθίων πόλις ἂν εὐδαίμων ἦν καὶ πολὺν ᾠκεῖτο ἂν χρόνον, σῴζουσα τοὺς ἑαυτῆς οἰκήτορας καὶ πολίτας· εἰ δ’ αὖ λίθων εὐχρόων καὶ ποικίλων, ἡ​4 Τηίων ἢ Καρυστίων καί τινων Αἰγυπτίων καὶ Φρυγῶν παρ οἷς ἐστι τὰ ὄρη ποικίλα· ἀκούω δ’ ἔγωγε τῶν σορῶν​5 τὰς πάνυ παλαιὰς τῆς αὐτῆς εἶναι πέτρας· ἀλλ’ ὅμως οὐδενός εἰσι βελτίους οὐδ’ εὐτυχέστεροι τῶν πάνυ ταπεινῶν​6 τε καὶ ἀθλίων.

3 Εἰ δέ γε ὠφέλει τὸ κεκτῆσαι χρυσίον οὐδὲν ἐκώλυεν Αἰθίοπας τοὺς ἄνω μακαριωτάτους εἶναι δοκεῖν, ὅπου τὸ χρυσίον ἀτιμότερον ἢ παρ’ ἡμῖν ὁ μόλιβδος, καί φασιν αὐτόθι τοὺς κακούργους ἐν παχείαις χρυσαῖς​7 δεδέσθαι πέδαις, ἀλλ’ οὐδὲν ἧττόν εἰσι δεσμῶται καὶ πονηροὶ καὶ ἄδικοι. τὸ δὲ μακαρίζειν τοὺς πλουσίους καὶ πολλὰ χρήματα ἔχοντας, τὰ δὲ ἄλλα μηδὲν διαφέροντας τῶν πάνυ φαύλων, ὅμοιον οἷον​8 εἴ τις τοὺς ἐκεῖ δεσμώτας ἴδὼν προϊόντας ἐκ τῆς εἱρκτῆς ἐζήλου, καὶ πάντων εὐδαιμονέστατον ἔκρινε τὸν ἔχοντα τὰς μείζους πέδας.

4 Εἰ δὲ ἐλέφας θαυμαστὸν κτῆμα καὶ περιμάχητον,  p308 Ἰνδοὶ πολὺ πάντων ὀλβιώτατοι καὶ ἄριστοι, παρ’ οἷς ἔρριπται τὰ τῶν ἐλέφαντων ὄσᾶ καὶ οὐδεὶς πρόσεισιν, ὥσπερ ἐνθάδε τὰ τῶν βοῶν τε καὶ ὄνων· καὶ πολλαχοῦ φασιν ἐν τοῖς τοίχοις ἐνοικοδομεῖσθαι τὰ κρανία τῶν ἐλεφάντων αὐτοῖς ὀδοῦσιν. τί δὲ χρὴ περὶ Κελτῶν λέγειν, ὅπου φασὶ ποταμόν τινα καταφέρειν τὸ ἤλεκτρον καὶ πολὺ πανταχοῦ κεῖσθαι παρὰ ταῖς ὄχθαις ἐκβεβρασμένον, ὥσπερ αἱ ψῆφοι παρ’ ἡμῖν ἐπὶ τῶν αἰγιαλῶν· καὶ πρότερον μὲν οἱ παῖδες παίζοντες διερρίπτουν·​9 νῦν δὲ κἀκεῖνοι συλλέγουσι καὶ φυλάττουσιν αὐτό, παρ’ ἡμῶν μεμαθηκότες ὅτι εἰσὶν εὐδαίμονες.

5 Ἆρα ἐνθυμεῖσθε ὅτι πάντες οὗτοι, λέγω δὲ τοὺς Κελτοὺς καὶ Ἰνδοὺς καὶ Ἴβηρας​10 καὶ Ἄραβας καὶ Βαβυλωνίους, φόρους παρ’ ἡμῶν λαμβάνουσιν, οὐ τῆς χώρας οὐδὲ τῶν βοσκημάτων, ἀλλὰ τῆς ἀνοίας τῆς ἡμετέρας; οὐ γάρ, ἂν μὲν τοῖς ὅπλοις κρατήσαντές τινες ἀναγκάσωσιν αὑτοῖς ἀργύριον ὑποτελεῖν τοὺς ἡττημένους, τοῦτο ὀνομάζεται φόρος, καὶ ἔστιν ἀνθρώπων οὐ σφόδρα εὐτυχῶν οὐδὲ ἀνδρείων δασμὸν ἑτέροις παρέχειν· ἐὰν δέ τινες, μήτε ἐπιστρατευσαμένου μηδενὸς μήτε ἀναγκάσαντος, δι’ εὐήθειαν δὲ καὶ τρυφήν, ὃ περὶ πλείστου ποιοῦνται ἁπάντων, ἀργύριον πέμπωσιν ἑκόντες, διὰ μακρᾶς μὲν ὁδοῦ πολλῆς δὲ θαλάττης,  p310 τοῖς μηδὲ ἐπιβῆναι ῥᾳδίως δυναμένοις τῆς ἡμετέρας γῆς, οὐ τῷ​11 παντὶ κάκιόν τε καὶ αἴσχιον τὸ γιγνόμενον; 6 πλὴν ὅτι λίθους μικροὺς καὶ ἀσθενεῖς καί, νὴ Δία, θηρίων ὀστᾶ διδόντες λαμβάνουσιν ἀργύριον καὶ χρυσίον, ἀντὶ χρηστῶν ἄχρηστα ἀντικαταλλαττόμενοι. μάλιστα δὲ θαυμάζω πολλάκις ἐννοῶν​12 ὅτι Μῆδοι μὲν τὰ Σύρων λαβόντες ἠγάπων καὶ ἔχαιρον, Πέρσαι δὲ τὰ Μήδων, Μακεδόνες δὲ τὰ Περσῶν, καὶ τότε ᾤοντο εὐτυχεῖς γεγονέναι καὶ πράττειν ἄμεινον, ὅτε εἶχον τὰ τῶν ἀθλίων καὶ δυστυχούντων κτήματα.

Ταῦτα δὲ οὐκ ἄλλως ἔγωγε ληρῶν εἶπον, ἀλλ’ ὅτι τῶν τοιούτων, ὑπὲρ ὧν ἔχουσι τὴν πᾶσαν σπουδὴν καὶ ἐφ’ οἷς θαυμάζουσιν οἱ πολλοὶ τοὺς κεκτημένους, οὐδέν ἐστιν ὄφελος, ἀλλ’ οὐδεμιᾶς ἄξια δραχμῆς τὰ σύμπαντα· οὐδ’ ἂν γένοιντο ἄνθρωποί ποτε εὐδαίμονες ἀνόητοι καὶ ἄφρονες, οὐδ’ ἂν τὸν ἐν Σούσοις παράδεισον οἰκήσωσιν,​13 ὃς ἦν, ὥς φασι, μετέωρος ἅπας.


The Loeb Editor's Notes:

1 Σύρων] Σήρων Reiske.

2 After ἅπασαν Casaubon adds πλάσας.

3 ἐκομίσθη Emperius: ἐκοσμήθη.

4 Casaubon: .

5 σορῶν Post: ὀρῶν.

6 ταπεινῶν Pflugk, ταλαιπώρων Emperius, φαύλων Selden: παλαιῶν.

7 χρυσαῖς added by Casaubon.

8 οἷον added by Emperius, ὡς Casaubon.

9 παίζοντες διερρίπτουν Emperius: ἔπαιζον τὰ δὲ ἐῤῥίπτουν.

10 Ἴβηρας] Σῆρας Emperius.

11 οὐ τῷ Casaubon: οὕτω or οὕτως.

12 ἐννοῶν Reiske: ἐνίων.

13 οἰκήσωσιν Dindorf, ἐνοικήσωσιν Reiske, ἀνοικοδομήσωσιν Post: οἰκοδομήσουσιν or οἰκοδομήσωσιν.


[image ALT: Valid HTML 4.01.]

Page updated: 8 Jul 12