[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

(Vol. V) Δίων Χρυσόστομος

p346 Fragmenta

I. Stob. Flor. 3, VII 28 p316 Hense
(VII 29 Meineke)

Ἐκ τῶν Δίωνος Χρειῶν·

Λάκαινα γυνὴ τοῦ υἱοῦ αὐτῆς ἐν παρατάξει χωλωθέντος καὶ δυσφοροῦντος ἐπὶ τούτῳ, Μὴ λυποῦ, τέκνον, εἶπεν· καθ᾽ ἕκαστον γὰρ βῆμα τῆς ἰδίας ἀρετῆς ὑπομνησθήσῃ.

II. Stob. Flor. 3, XIII 42 p462 Hense
(XIII 24 Mein.)

Ἐκ τῶν Δίωνος Χρειῶν·

Τὴν ἐπιτίμησιν ὁ Διογένης ἀλλότριον ἀγαθὸν ἔλεγεν εἶναι.

III. Stob. Flor. 3, XXXIV 16 p686 Hense
(XXXIV 16 Mein.)

Ἐκ τῶν Δίωνος Χρειῶν·

Τῶν συνόντων τις μειρακίων Διογένει ἐρωτώμενος ὑπ᾽ αὐτοῦ ἐσιώπα. ὁ δὲ ἔφη, Οὐκ οἴει τοῦ αὐτοῦ εἶναι εἰδέναι ἅ τε λεκτέον καὶ ποτε καὶ τίνα σιωπητέον καὶ πρὸς τίνα;

p348 IV. Stob. Flor. 3, XLII 12 p762 Hense
(XLII 12 Mein.)

Δίωνος ἐκ τοῦ Οἰκονομικοῦ·

Ἀρξόμεθα δὲ ἀπὸ τοῦ μάλιστα ὠφελοῦντος οἰκίαν· εἴη δ᾽ ἂν τοῦτο ἐπιτίμησις διαβολῆς· διαβολὴ γὰρ κακῶν τὸ ὀξύτατον καὶ ἐπιβουλότατον.

V. Stob. Flor. 4, XIX 46 p430 Hense
(LXII 46 Mein.)

Δίωνος ἐκ τοῦ Οἰκονομικοῦ·

Χρὴ οὖν δεσπόζειν ἐπιεικῶς καὶ ἀνεθῆναί ποτε βουλομένοις ἐπιτρέπειν. αἱ γὰρ ἀνέσεις παρασκευαστικαὶ πόνων εἰσί, καὶ τόξον καὶ λύρα καὶ ἄνθρωπος ἀκμάζει δι᾽ ἀναπαύσεως.

VI. Stob. Flor. 4, XXIII 59 p588 Hense
(LXXIV 59 Mein.)

Δίωνος ἐκ τοῦ Οἰκονομικοῦ·

Εὐσέβεια δὲ γυναικεία ὁ πρὸς τὸν ἄνδρα ἔρως.

VII. Stob. Flor. 4, XXIII 60 p588 Hense
(LXXIV 60 Mein.)

Ἐν ταὐτῷ·

Γέλως δὲ συνεχὴς καὶ μέγας θυμοῦ κακιῶν· διὰ τοῦτο μάλιστα ἑταίραις ἀκμάζων καὶ παίδων τοῖς ἀφρονεστέροις. ἐγὼ δὲ κοσμεῖσθαι πρόσωπον ὑπὸ δακρύων ἡγοῦμαι μᾶλλον ἢ ὑπὸ γέλωτος. δάκρυσι μὲν γὰρ ὡς ἐπὶ τὸ πλεῖστον σύνεστι καὶ μάθημά που χρηστόν, γέλωτι δὲ ἀκολασία. καὶ κλάων μὲν οὐδεὶς προυτρέψατο ὑβριστήν, γέλων δὲ ηὔξησεν αὐτοῦ τὰς ἐλπίδας.

p350 VIII. Stob. Flor. 4, XXVIII 12 p679 Hense
(LXXXV 12 Mein.)

Δίωνος ἐκ τοῦ Οἰκονομικοῦ·

Μέγα γὰρ δυσώπημα σωφροσύνης τέκνωσις.

IX. Stob. Flor. 4, XXVIII 13 p679 Hense
(LXXXV 13 Mein.)

Ἐν ταὐτῷ·

Τὸ μὲν γὰρ τίκτειν ἀνάγκης ἐστὶν ἔργον, τὸ δὲ ἐκτρέφειν φιλοστοργίας.

X. Maxim. Flor. (Vatic. gr. 397 f. 81b)

Δίωνος τοῦ Χρυσοστόμου·

Πῶς οὐ δεινὸν τοῖς μὲν θεοῖς ἐνοχλεῖν, αὐτοὺς δὲ μὴ βούλεσθαι πράττειν ἅ γε ἐφ᾽ ἡμῖν εἶναι δοκεῖ τοῖς θεοῖς.

XI. Maxim. Flor. (Vatic. gr. 397 f. 159b)

Δίωνος τοῦ Χρυσοστόμου·

Κινδύνων ἐλπὶς ἄνευ κινδύνων τίθησι τὸν ἐλπίζοντα τῷ προησφαλίσθαι τῶν δυσχερῶν τῇ δοκήσει τὰ πράγματα.

XII. Maxim. Flor. (Vatic. gr. 739 f. 217a)

Δίωνος τοῦ Χρυσοστόμου·

Πονηρίαν γὰρ ἀρχομένην μὲν κωλῦσαι τάχα τις κολάζων ἂν1 δυνηθείη· ἐγκαταγεγηρακυῖαν δὲ καὶ γεγενημένην τῶν εἰθισμένων διὰ2 τιμωριῶν ἀδύνατον εἶναι λέγουσιν.


The Loeb Editor's Notes:

1 ἂν added by Arnim.

2 διὰ added by Crosby, κρατῆσαι διί τινῶν ἐπικειμένων Arnim.


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Apr 12