[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

(Vol. V) Δίων Χρυσόστομος

p354 Ἐπιστολαί

α´. Ῥούφῳ

Συνιστημί σοι τὸν φέροντα τὴν ἐπιστολὴν ἄνδρα πράγματα μὲν ἔχοντα δι᾽ ἀντιδίκου φιλονεικίαν, αὐτὸν δὲ τοῖς φίλοις παρέχειν οὐ βουλομένου. ἔτι δὲ καὶ τἄλλα οἷον ἂν σὺ ἐπαινέσειας, μέτριος καὶ ἐπιεικής· τὸ γὰρ τοῦ γένους καὶ πολιτικοῦ ἀξιώματος οὐδ᾽ οἶμαί1 σε δεῖσθαι πυνθάνεσθαι, καὶ γὰρ καὶ ταῦτα αὐτῷ ὑπάρχει.

β´. Ῥούφῳ

Ἑρέννιον2 τὸν ἐμὸν ἑταῖρον φθάνεις μὲν ἐπιστάμενος, οὔπω δὲ ἱκανῶς, ὅσον ἐγὼ βούλομαι. οὐδὲ γὰρ νῦν ἂν δυναίμην ἴσως εἰπεῖν ἅπαντα τὰ προσόντα αὐτῷ. τοσαῦτα μέντοι ἄξιον αὐτὸν μαρτυρῆσαι, ὡς καὶ γέγονεν ἡμῖν ἐκ πλείονος φίλος καὶ3 πεῖραν ἤδη τῷ χρόνῳ δέδωκε, καὶ περὶ τοὺς λόγους πρότερον μὲν ἐζήλωσε, νῦν δὲ καὶ ὑπερεβάλετο. ἔστι γὰρ ῥήτωρ ἀγαθὸς, ἔτι δ᾽ ἂν γένοιτο βελτίων σοι συνὼν καὶ ὑπὸ σοῦ προαγόμενος. σὺ δέ μοι4 πολλὰ περὶ πολλῶν χαριζόμενος p356ἐν τοῖς μάλιστα ἂν χαρίζοιο καὶ Ἑρέννιον5 σαυτοῦ νομίζων.

γ´. Εὐσεβίῳ

Παρόντα σε βλέπειν οἴομαι ταῖς ἐπιστολαῖς ἐντυγχάνων αἷς ἐπιστέλλεις, ὥστ᾽ εἰ γράφοις μοι συνεχέστερον ἥκιστ᾽ ἂν ἐπὶ τῇ ἀπουσίᾳ δυσχεραίνοιμι.

δ´. τῷ αὐτῷ

Ἀνιαρὰ μὲν εἶναι τὰ συμβάντα Δρακοντίῳ6 καὶ κακῶν ἔσχατα7 τίς οὐκ ἂν ὁμολογήσειεν, ἀνθρώπινα δὲ καὶ πολλοῖς ἤδη γεγενημένα. διὸ καρτερεῖν μὲν ἐπ᾽ ἐκείνοις ἀνάγκη καὶ φέρειν ἑκόντα·8 δεῖ γάρ, κεἰ ἄλλως ἔχοι,9 κεἰ σφόδρα τοῦ πάθους ἡττῷτο,10 ὑπὲρ τῶν ὄντων ὁρᾶν ὀρθῶς, ἵνα μὴ11 τὰς μὲν συμφορὰς ἄριστα διηνυκέναι δοκῇ,12 περὶ δὲ τοῦ ζῶντος οὐκ13 ἄριστα φρονεῖν.

ε´. Σαβινιανῷ14

Οὐκ ὄκνῳ τοῦ γράφειν οὐδ᾽ ὑπεροψίᾳ τινὶ σεσιώπηταί μοι τὰ πρότερον. καί σοι ἂν ὡμολόγουν15 p358εἶναι σχετλιώτατος ἀνθρώπων, εἰ τέχνῃ μὲν τὸ λέγειν ἀσκήσας ἐπιστέλλειν οὐκ ἐβουλόμην, ἠμέλουν δὲ φίλου ᾧ καὶ συνεχόρευσα τὰ τῶν Μουσῶν καὶ τὰ ἱερὰ συνετελέσθην ὅσα δὴ πάντων ἐν Ἕλλησιν ἁγιώτατα.


The Loeb Editor's Notes:

1 οὐδ᾽ οἶμαί Emperius: οὐ δέομαί.

2 Ἑρέννιον Hercher, Τερέντιον Emperius: Τερένιον.

3 καὶ Crosby, ὥστε Emperius: καὶ ὅσα.

4 After μοι Crosby deletes τὰ.

5 Ἑρέννιον Hercher, Τερέντιον Emperius: Τερένιον.

6 Δρακοντίῳ Hercher, Δράκοντι Emperius: δράκοντα.

7 ἔσχατα Emperius: ἔσχοντα.

8 ἑκόντα Emperius: ἑκόντας.

9 κεἰ . . . ἔχοι Emperius, κἂν . . . ἔχῃς Hercher: κἂν . . . ἔχοι.

10 κεἰ . . . ἡττῷτο Emperius, κἂν . . . ἡττᾷ Hercher: κἂν . . . ἡττῷτο.

11 μὴ added by Hercher.

12 δοκῇ] δοκῇς Hercher.

13 οὐκ omitted by Emperius.

14 Σαβινιανῷ Boissonadiana: Σασιανῷ, Σαβιανῷ, or Σταβιανῷ.

15 ὡμολόγουν Hercher: ὡμολογούμην or ὁμολογούμενον.

Page updated: 7 Apr 12