Short URL for this page:
bit.ly/Diodorus10


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Βίβλος θ´

This webpage reproduces a portion of
The Library of History
by
Diodorus Siculus

published in Vol. IV
of the Loeb Classical Library edition, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

[image ALT: a blank space]

Διόδωρος Σικελιώτης
Βιβλιοθήκη Ἱστορική

Vol. IV
p52
Fragmenta Libri X

[link to English translation] 1 Ὅτι Σερούιος Τύλλιος Ταρκυνίου ἐπιθεμένου παραγενηθεὶς εἰς τὸ βουλευτήριον, καὶ θεασάμενος τὴν καθ’ ἑαυτοῦ παρασκευήν, τοσοῦτον μόνον εἶπε, Τίς ἡ τόλμα, Ταρκύνιε; ὁ δὲ ὑπολαβὼν, Ἡ μὲν οὖν σή, φησί, τίς, ὃς δουλέκδουλος ὧν Ῥωμαίων βασιλεύειν ἐτόλμησας καὶ τῆς τοῦ πατρὸς ἡγεμονίας ἡμῖν προσηκούσης παρανόμως ἀφείλου τὴν οὐδὲ καθ’ ἕνα σοι τρόπον ἐπιβάλλουσιν ἀρχήν; ταῦτα λέγων ἅμα προσέδραμε καὶ δραξάμενος τῆς τοῦ Τυλλίου χειρὸς ἔρριψεν αὐτὸν κατὰ τῆς κρηπῖδος. καὶ διαναστὰς καὶ χωλεύων διὰ τὸ πτῶμα ἐπεχείρησε φυγεῖν, ἀπεκτάνθη δέ.

(Const. Exc. 4, p293.)

[link to English translation] 2 Ὅτι Σερούιος Τύλλιος ὁ Ῥωμαίων βασιλεὺς ἐβασίλευσεν ἔτη τετταράκοντα τέτταρα, διὰ τῆς ἰδίας ἀρετῆς κατωρθωκὼς οὐκ ὀλίγα τῶν κοινῶν.

[link to English translation] 3 Ὅτι ἐπ’ ἄρχοντος Ἀθήνησι Θηρικλέους κατὰ τὴν ἑξηκοστὴν πρώτην Ὀλυμπιάδα Πυθαγόρας ὁ φιλόσοφος ἐγνωρίζετο, προκεκοφὼς ἤδη ἐν παιδείᾳ· γέγονε γὰρ ἱστορίας ἄξιος, εἰ καί τις ἕτερος τῶν  p54 περὶ παιδείαν διατριψάντων. γέγονε δὲ Σάμιος τὸ γένος· 2 οἱ δέ φασιν ὅτι Τυρρηνός. τοσαύτη δ’ ἦν ἐν τοῖς αὐτοῦ λόγοις πειθὼ καὶ χάρις, ὡς καὶ τῆς πόλεως σχεδὸν ὅλης ἐπ’ αὐτὸν ἐπιστρεφούσης καθ’ ἡμέραν ὡσπερεὶ πρός τινος θεοῦ παρουσίαν ἅπαντας συντρέχειν ἐπὶ τὴν ἀκροᾶσιν. 3 οὐ μόνον δὲ περὶ τὴν ἐν τῷ λέγειν δύναμιν ἐφαίνετο μέγας, ἀλλὰ καὶ ψυχῆς ἐνέφαινεν ἦθος κατεσταλμένον καὶ πρὸς μίμησιν βίου σώφρονος τοῖς νέοις θαυμαστὸν ἀρχέτυπον. καὶ τοὺς ἐντυγχάνοντας ἀπέτρεπεν ἀπὸ τῆς πολυτελείας καὶ τρυφῆς, ἁπάντων διὰ τὴν εὐπορίαν ἀνέδην ἐκκεχυμένων εἰς ἄνεσιν καὶ διαφθορὰν ἀγεννῆ τοῦ σώματος καὶ τῆς​1 ψυχῆς.

4 Ὅτι Πυθαγόρας πυθόμενος Φερεκύδην τὸν ἐπιστάτην αὐτοῦ γεγενημένον ἐν Δήλῳ νοσεῖν καὶ τελέως ἐσχάτως ἔχειν, ἔπλευσεν ἐκ τῆς Ἰταλίας εἰς τὴν Δῆλον. ἐκεῖ δὲ χρόνον ἱκανὸν τὸν ἄνδρα γηροτροφήσας, πᾶσαν εἰσηνέγκατο σπουδὴν ὥστε τὸν πρεσβύτην ἐκ τῆς νόσου διασῶσαι. κατισχυθέντος δὲ τοῦ Φερεκύδου διὰ​2 γῆρας καὶ διὰ τὸ μέγεθος τῆς νόσου, περιέστειλεν αὐτὸν κηδεμονικῶς, καὶ τῶν νομιζομένων ἀξιώσας ὡσανεί τις υἱὸς πατέρα πάλιν ἐπανῆλθεν​3 εἰς τὴν Ἰταλίαν.

5 Ὅτι ἐπειδάν τινες τῶν συνήθων ἐκ τῆς οὐσίας ἐκπέσοιεν, διῃροῦντο τὰ χρήματα αὑτῶν​4 ὡς πρὸς ἀδελφούς. οὐ μόνον δὲ πρὸς τοὺς καθ’ ἡμέραν συμβιοῦντας τῶν γνωρίμων τοιαύτην εἶχον τὴν διάθεσιν, ἀλλὰ καθόλου πρὸς πάντας τοὺς τῶν πραγμάτων τούτων μετασχόντας.

 p56  [link to English translation] 4 Ὅτι Κλεινίας, Ταραντῖνος τὸ γένος, εἷς δὲ τῶν ἐκ τοῦ προειρημένου συστήματος ὤν, πυθόμενος Πρῶρον τὸν Κυρηναῖον διά τινα πολιτικὴν περίστασιν ἀπολωλεκότα τὴν οὐσίαν καὶ τελέως ἀπορούμενον, ἐξεδήμησεν ἐκ τῆς Ἰταλίας εἰς Κυρήνην μετὰ χρημάτων ἱκανῶν καὶ τὴν οὐσίαν ἀποκατέστησε τῷ προειρημένῳ, οὐδέποτε τοῦτον ἑωρακώς, ἀκούων δὲ μόνον ὅτι Πυθαγόρειος ἦν. 2 καὶ ἄλλοι δὲ πολλοὶ τὸ παραπλήσιον πεποιηκότες διαμνημονεύονται. οὐ μόνον δὲ ἐν τῇ τῶν χρημάτων ἐπιδόσει τοιούτοις αὑτοὺς παρείχοντο τοῖς γνωρίμοις, ἀλλὰ καὶ κατὰ τοὺς ἐπισφαλεστάτους καιροὺς συνεκινδύνευον. 3 καὶ γὰρ Διονυσίου τυραννοῦντος Φιντίας τις Πυθαγόρειος ἐπιβεβουλευκὼς τῷ τυράννῳ, μέλλων δὲ τῆς τιμωρίας τυγχάνειν, ᾐτήσατο παρὰ τοῦ Διονυσίου χρόνον εἰς τὸ περὶ τῶν ἰδίων πρότερον ἃ βούλεται διοικῆσαι· δώσειν δ’ ἔφησεν ἐγγυητὴν τοῦ θανάτου τῶν φίλων ἕνα. 4 τοῦ δὲ δυνάστου θαυμάσαντος, εἰ τοιοῦτός ἐστι φίλος ὃς ἑαυτὸν εἰς τὴν εἱρκτὴν ἀντ’ ἐκείνου παραδώσει, προσεκαλέσατό​5 τινα τῶν γνωρίμων ὁ Φιντίας, Δάμωνα ὄνομα, Πυθαγόρειον φιλόσοφον, ὃς οὐδὲ διστάσας ἔγγυος εὐθὺς ἐγενήθη τοῦ θανάτου.

5 Τινὲς μὲν οὖν ἐπῄνουν τὴν ὑπερβολὴν τῆς πρὸς τοὺς φίλους εὐνοίας, τινὲς δὲ τοῦ ἐγγύου προπέτειαν καὶ μανίαν κατεγίνωσκον. πρὸς δὲ τὴν τεταγμένην ὥραν ἅπας ὁ δῆμος συνέδραμεν, καραδοκῶν εἰ φυλάξει τὴν πίστιν ὁ καταστήσας. 6 ἤδη δὲ τῆς ὥρας συγκλειούσης πάντες μὲν ἀπεγίνωσκον,  p58 ὁ δὲ Φιντίας ἀνελπίστως ἐπὶ τῆς ἐσχάτης τοῦ χρόνου ῥοπῆς δρομαῖος ἦλθε, τοῦ Δάμωνος ἀπαγομένου πρὸς τὴν ἀνάγκην. θαυμαστῆς δὲ τῆς φιλίας φανείσης ἅπασιν, ἀπέλυσεν ὁ Διονύσιος τῆς τιμωρίας τὸν ἐγκαλούμενον, καὶ παρεκάλεσε τοὺς ἄνδρας τρίτον ἑαυτὸν εἰς τὴν φιλίαν προσλαβέσθαι.

[link to English translation] 5 Ὅτι οἱ Πυθαγόρειοι καὶ τῆς μνήμης μεγίστην γυμνασίαν ἐποιοῦντο, τοιοῦτόν τινα τρόπον τῆς μελέτης ὑποστησάμενοι. οὐ πρότερον ἐκ τῆς εὐνῆς ἠγείροντο πρὶν ἂν πρὸς ἑαυτοὺς ἀνθωμολογήσαντο τὰ κατὰ τὴν προτέραν ἡμέραν αὐτοῖς πραχθέντα, τὴν ἀρχὴν ἀπὸ τῆς πρωίας, τὴν δὲ τελευτὴν ἕως ἑσπέρας ποιούμενοι. εἰ δ’ ἀναστροφὴν ἔχοιεν καὶ πλείονα σχολὴν ἄγοιεν, καὶ τὰ​6 τρίτῃ καὶ τετάρτῃ καὶ ταῖς ἔτι πρότερον ἡμέραις πραχθέντα προσανελάμβανον. τοῦτο πρὸς ἐπιστήμην καὶ φρόνησιν ἐπετήδευον​7 πάντων ἐμπειρίαν τε τοῦ δύνασθαι πολλὰ μνημονεύειν.

2 Ὅτι ἐποιοῦντο καὶ τῆς ἐγκρατείας γυμνασίαν τόνδε τὸν τρόπον. παρασκευασάμενοι πάντα τὰ κατὰ τὰς λαμπροτάτας ἑστιάσεις παρατιθέμενα πολὺν αὐτοῖς ἐνέβλεπον χρόνον· εἶτα διὰ τῆς θέας τὰς τῆς φύσεως ἐπιθυμίας πρὸς τὴν ἀπόλαυσιν ἐκκαλεσάμενοι τὰς τραπέζας ἐκέλευον αἴρειν τοὺς  p60 παῖδας, καὶ παραχρῆμα ἄγευστοι τῶν παρατεθέντων ἐχωρίζοντο.

[link to English translation] 6 Ὅτι ὁ Πυθαγόρας μετεμψύχωσιν ἐδόξαζε καὶ κρεοφαγίαν ὡς ἀποτρόπαιον ἡγεῖτο, πάντων τῶν ζῴων τὰς ψυχὰς μετὰ θάνατον εἰς ἕτερα ζῷα λέων εἰσέρχεσθαι. καὶ αὐτὸς δὲ ἑαυτὸν ἔφασκεν ἐπὶ τῶν Τρωικῶν χρόνων μεμνῆσθαι γεγενημένον Εὔφορβον τὸν Πάνθου μὲν υἱόν, ἀναιρεθέντα δὲ ὑπὸ Μενελάου.

2 Ὅτι φασὶν αὐτὸν ἐν Ἄργει ποτε παρεπιδημήσαντα καὶ θεασάμενον τῶν Τρωικῶν σκύλων ἀσπίδα προσηλωμένην δακρύειν. ἐρωτηθέντα δὲ ὑπὸ τῶν Ἀργείων τὴν τοῦ πάθους αἰτίαν εἰπεῖν ὅτι τὴν ἀσπίδα ταύτην εἶχεν αὐτὸς ἐν Τροίᾳ γεγονὼς Εὔφορβος. 3 ἀπίστως δὲ διακειμένων καὶ μανίαν αὐτοῦ καταγινωσκόντων, σημεῖον ἐρεῖν​8 ἔφησεν ἀληθὲς τοῦ ταῦθ’ οὕτως ἔχειν· ἐκ τοῦ γὰρ ἐντὸς μέρους ἐπιγεγράφθαι τὴν ἀσπίδα γράμμασιν ἀρχαίοις ΕΥΦΟΡΒΟΥ. πάντων δὲ διὰ τὸ παράδοξον εἰπόντων καθελεῖν αὐτήν, ἐντὸς​9 συνέβη τὴν ἐπιγραφὴν εὑρεθῆναι.

4 Ὅτι Καλλίμαχος εἶπε περὶ Πυθαγόρου διότι τῶν ἐν γεωμετρίᾳ προβλημάτων τὰ μὲν εὗρε, τὰ δὲ ἐκ τῆς Αἰγύπτου πρῶτος εἰς τοὺς Ἕλληνας ἤνεγκεν, ἐν οἷς λέγει ὅτι

ἐξεῦρε Φρὺξ Εὔφορβος, ὅστις ἀνθρώποις

τρίγωνα καὶ σκαληνὰ καὶ κύκλον επτα‑

 p62  μήκη δίδαξε νηστεύειν

τῶν ἐμπνεόντων· οἱ τάδ’ οὐδ’ ὑπήκουσαν

πάντες.​10

[link to English translation] 7 Ὅτι παρεκάλει τὴν λιτότητα ζηλοῦν· τὴν γὰρ πολυτέλειαν ἅμα τάς τε οὐσίας τῶν ἀνθρώπων διαφθείρειν καὶ τὰ σώματα. τῶν γὰρ νοσῶν τῶν πλείστων ἐξ ὠμότητος γινομένων, αὐτὴν ταύτην ἐκ τῆς πολυτελείας γίνεσθαι. 2 πολλοὺς δὲ ἔπεισεν ἀπύροις σιτίοις χρῆσθαι καὶ ὑδροποσίαις πάντα τὸν βίον ἕνεκεν τοῦ τἀγαθὰ​11 θηρᾶσθαι τὰ κατὰ ἀλήθειαν. τῶν δὲ καθ’ ἡμᾶς εἴ τις ὑπαγορεύσειεν ἢ ἑνὸς ἢ δυεῖν ἀπέχεσθαι τῶν ἡδέων εἶναι δοκούντων ἐπ’ ὀλίγας ἡμέρας, ἀπείπαιντ’ ἂν​12 τὴν φιλοσοφίαν, φήσαντες εὔηθες ὑπάρχειν τἀφανὲς ἀγαθὸν ζητεῖν ἀφέντα τὸ φανερόν. 3 κἂν μὲν δέῃ δημοκοπεῖν ἢ  p64 πολυπραγμονεῖν περὶ τῶν ἀλλοτρίων, σχολάζουσι καὶ ὑπ’ οὐδενὸς ἐμποδίζονται· ἐὰν δὲ γίνεσθαι δέῃ περὶ παιδείαν καὶ τὴν τῶν ἠθῶν ἐπισκευήν, ἀκαιρεῖν φασιν, ὥστε ἀσχολεῖσθαι μὲν εὐσχολοῦντας, σχολὴν δ’ ἄγειν οὐ σχολάζοντας.

4 Ὅτι φασὶ τὸν Ταραντῖνον Ἀρχύταν τὸν ὄντα Πυθαγόρειον ἐπὶ μεγάλοις ἀδικήμασιν οἰκέταις ὀργισθῆναι, καὶ κατεξαναστάντα τοῦ πάθους εἰπεῖν, ὡς οὐκ ἂν ἐγενήθησαν ἀθῷοι τηλικαῦτα ἁμαρτήσαντες, εἰ μὴ ἔτυχεν ὀργιζόμενος.

[link to English translation] 8 Ὅτι οἱ Πυθαγόρειοι μεγίστην ἐποιοῦντο πρόνοιαν τῆς πρὸς τοὺς φίλους βεβαιότητος, τὴν τῶν φίλων εὔνοιαν ἀξιολογώτατον ἀγαθὸν εἶναι τῶν ἐν τῷ βίῳ διειληφότες.

2 Ὅτι μέγιστον ἄν τις ἡγήσαιτο καὶ μάλιστα θαυμάσαι τὸ αἴτιον τῆς πρὸς τοὺς φίλους εὐνοίας. τίνες γάρ ποτε ἦσαν ἐθισμοὶ ἢ τίς τρόπος ἐπιτηδευμάτων ἢ τίς λόγου δεινότης δι’ ἧς ἐνειργάζοντο τὴν τοιαύτην διάθεσιν τοῖς ἀφικνουμένοις εἰς τὴν τοῦ βίου κοινωνίαν; 3 ταῦτα γὰρ πολλοὶ μὲν ἐπιθυμήσαντες γνῶναι τῶν ἔξωθεν ἐπεβάλοντο πολυπραγμονεῖν, οὐδέποτε δὲ οὐδεὶς μαθεῖν ἠδυνήθη. αἴτιον δὲ τοῦ διατηρεῖσθαι τὰς ὑπὲρ τούτων ὑποθήκας τὸ τοὺς Πυθαγορείους ὑπόστασιν ἔχειν μηδὲν τοιοῦτο ποιεῖν ἔγγραφον, ἀλλὰ διὰ μνήμης ἔχειν τὰ παραγγελλόμενα.

[link to English translation] 9 Ὅτι ὁ Πυθαγόρας πρὸς τοῖς ἄλλοις παρήγγελλε  p66 τοῖς μανθάνουσι σπανίως μὲν ὀμνύναι, χρησαμένους δὲ τοῖς ὅρκοις πάντως ἐμμένειν καὶ πρὸς τέλος ἄγειν ὑπὲρ ὧν ἄν τις ὀμόσῃ πραγμάτων, οὐχ ὁμοίαν ἀπόφασιν ποιούμενος Λυσάνδρῳ τε τῷ Λάκωνι καὶ Δημάδῃ τῷ Ἀθηναίῳ, ὧν ὁ μὲν ἀπεφαίνετο τοὺς μὲν παῖδας δεῖν ἐξαπατᾶν τοῖς ἀστραγάλοις, τοὺς δὲ ἄνδρας τοῖς ὅρκοις, ὁ δὲ διαβεβαιούμενος ὅτι δεῖ τὸ λυσιτελέστατον ὥσπερ ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τῶν ὅρκων αἱρεῖσθαι· ὁρᾶν δὲ τὸν ἐπιορκήσαντα παραχρῆμα ταῦτ’ ἔχοντα περὶ ὧν ὤμοσε, τὸν δ’ εὐορκήσαντα​13 φανερῶς τὸ ἴδιον ἀπολλύντα. τούτων γὰρ ἑκάτερος οὐ καθάπερ Πυθαγόρας ὑπεστήσατο τὸν ὅρκων εἶναι πίστεως ἐνέχυρον βέβαιον, ἀλλ’ αἰσχροκερδείας καὶ ἀπάτης δέλεαρ.

(Const. Exc. 4, pp293‑295.)

2 Ὅτι Πυθαγόρας παρήγγελλε τοῖς μανθάνουσι σπανίως μὲν ὀμνύναι, χρησαμένους δὲ τοῖς ὅρκοις πάντως ἐμμένειν.

3 Ὅτι ὁ αὐτὸς Πυθαγόρας καὶ περὶ τῶν ἀφροδισίων ἐκλογιζόμενος τὸ συμφέρον παρήγγελλε κατὰ μὲν τὸ θέρος μὴ πλησιάζειν γυναιξί, κατὰ δὲ τὸν χειμῶνα προσιέναι τεταμιευμένως. καθόλου γὰρ τὸ γένος τῶν ἀφροδισίων ὑπελάμβανεν εἶναι βλαβερόν, τὴν δὲ​14 συνέχειαν αὐτῶν τελέως ἀσθενείας καὶ ὀλέθρου ποιητικὴν ἐνόμιζε.

(Const. Exc. 2 (1), p223.)º

4 Ὅτι Πυθαγόραν φασὶν ὑπό τινος ἐρωτηθέντα ποτε χρηστέον ἀφροδισίοις εἰπεῖν, Ὅταν ἑαυτοῦ θέλῃς ἥττων γενέσθαι.

 p68  5 Ὅτι οἱ Πυθαγόρειοι διῄρουν καὶ τὰς ἡλικίας τῶν ἀνθρώπων εἰς τέσσαρα μέρη, παιδός, νέου, νεανίσκου, γέροντος, καὶ τούτων ἑκάστην ἔφασαν ὁμοίαν εἶναι ταῖς κατὰ τὸν ἐνιαυτὸν τῶν ὡρῶν μεταβολαῖς, τὸ μὲν ἔαρ τῷ παιδὶ διδόντες, τὸ δὲ φθινόπωρον τῷ ἀνδρί, τὸν δὲ​15 χειμῶνα τῷ γέροντι, τὸ δὲ θέρος τῷ νέῳ.

(Const. Exc. 4, p295.)

6 Ὅτι ὁ αὐτὸς Πυθαγόρας παρήγγελλε πρὸς τοὺς θεοὺς προσιέναι τοὺς θύοντας μὴ πολυτελεῖς, ἀλλὰ λαμπρὰς καὶ καθαρὰς ἔχοντας ἐσθῆτας, ὁμοίως δὲ μὴ μόνον τὸ σῶμα καθαρὸν παρεχομένους πάσης ἀδίκου πράξεως, ἀλλὰ καὶ τὴν ψυχὴν ἁγνεύουσαν.

(Const. Exc. 2 (1), p223.)

7 Ὅτι ὁ αὐτὸς ἀπεφαίνετο τοῖς θεοῖς εὔχεσθαι δεῖν τὰ ἀγαθὰ τοὺς φρονίμους ὑπὲρ τῶν ἀφρόνων· τοὺς γὰρ ἀσυνέτους ἀγνοεῖν τί ποτέ ἐστιν ἐν τῷ βίῳ κατὰ ἀλήθειαν ἀγαθόν.

8 Ὅτι ὁ αὐτὸς ἔφασκε δεῖν ἐν ταῖς εὐχαῖς ἁπλῶς εὔχεσθαι τἀγαθά, καὶ μὴ κατὰ μέρος ὀνομάζειν, οἷον ἐξουσίαν, ἰσχύν, κάλλος, πλοῦτον, τἄλλα τὰ τούτοις ὁμοία· πολλάκις γὰρ τούτων ἕκαστον τοὺς κατ’ ἐπιθυμίαν αὐτῶν τυχόντας τοῖς ὅλοις ἀνατρέπειν. καὶ τοῦτο γνοίη ἄν τις ἐπιστήσας τοῖς ἐν  p70 ταῖς Εὐριπίδου Φοινίσσαις στίχοις, ἐν οἷς οἱ περὶ τὸν Πολυνείκην εὔχονται τοῖς θεοῖς, ὧν ἡ ἀρχὴ

βλέψας ἐς Ἀργὸς,

ἕως

εἰς στέρν’ ἀδελφοῦ τῆσδ’ ἀπ’ ὠλένης βαλεῖν.

οὗτοι γὰρ δοκοῦντες ἑαυτοῖς εὔχεσθαι τὰ κάλλιστα ταῖς ἀληθείαις καταρῶνται.

(Const. Exc. 4, p295.)

9 Ὅτι ὁ αὐτὸς πολλὰ καὶ ἄλλα διαλεγόμενος πρὸς βίου σώφρονος ζῆλον καὶ πρὸς ἀνδρείαν τε καὶ καρτερίαν, ἔτι δὲ τὰς ἄλλας ἀρετάς, ἴσα θεοῖς παρὰ τοῖς Κροτωνιάταις ἐτιμᾶτο.

(Const. Exc. 2 (1), p223.)

[link to English translation] 10 Ὅτι ὁ Πυθαγόρας φιλοσοφίαν, ἀλλ’ οὐ σοφίαν ἐκάλει τὴν ἰδίαν αἵρεσιν. καταμεμφόμενος γὰρ τοὺς πρὸ αὐτοῦ κεκλημένους ἑπτὰ σοφοὺς​16 ἔλεγεν, ὡς σοφὸς μὲν οὐδείς ἐστιν ἄνθρωπος ὢν καὶ πολλάκις διὰ τὴν ἀσθένειαν τῆς φύσεως οὐκ ἰσχύων πάντα κατορθοῦν, ὁ δὲ ζηλῶν τὸν τοῦ σοφοῦ τρόπον τε καὶ βίον προσηκόντως ἂν φιλόσοφος ὀνομάζοιτο.

2 Ἀλλ’ ὅμως τηλικαύτης προκοπῆς γενομένης περί τε Πυθαγόρου αὐτὸν καὶ τοὺς μετ’ ἐκεῖνον Πυθαγορείους καὶ τοσούτων ἀγαθῶν αἴτιοι γενόμενοι ταῖς πόλεσιν, οὗτοι τὸν πάντα τὰ καλὰ λυμαινόμενον φθόνον οὐ διέφυγον· οὐδὲν γάρ, οἶμαι, τῶν παρ’ ἀνθρώποις καλῶν οὕτω συνέστηκεν ὥστε μηδεμίαν αὐτῷ φθοράν τε καὶ διάλυσιν γεννῆσαι τὸν πολυετῆ χρόνον.

(Const. Exc. 4, p296.)

 p72  [link to English translation] 11 Ὅτι Κροτωνιάτης τις Κύλων ὄνομα, τῇ οὐσίᾳ καὶ δόξῃ πρῶτος τῶν πολιτῶν, ἐπεθύμησε Πυθαγόρειος γενέσθαι. ὧν δὲ χαλεπὸς καὶ βίαιος τὸν τρόπον, ἔτι δὲ στασιαστής τε καὶ τυραννικός, ἀπεδοκιμάσθη. παροξυνθεὶς οὖν τῷ συστήματι τῶν Πυθαγορείων, ἑταιρείαν μεγάλην συνεστήσατο, καὶ διετέλει πάντα καὶ λέγων καὶ πράττων κατ’ αὐτῶν.

2 Ὅτι Λύσις ὁ Πυθαγόρειος εἰς Θήβας τῆς Βοιωτίας γενόμενος διδάσκαλος Ἐπαμινώνδου, τοῦτον μὲν τέλειον ἄνδρα πρὸς ἀρετὴν κατέστησε, καὶ πατὴρ αὐτοῦ θετὸς ἐγένετο δι’ εὔνοιαν. ὁ δὲ Ἐπαμινώνδας τῆς τε καρτερίας καὶ λιτότητος καὶ τῶν ἄλλων ἀρετῶν ἐκ τῆς Πυθαγορείου φιλοσοφίας ἐναύσματα​17 λαβών, οὐ μόνον Θηβαίων, ἀλλὰ καὶ πάντων τῶν κατ’ αὐτὸν ἐπρώτευσεν.

[link to English translation] 12 Ὅτι δὲ τῶν προγεγονότων ἀνδρῶν ἡ τῶν βίων ἀναγραφὴ δυσκολίαν μὲν παρέχεται τοῖς γράφουσιν, ὠφέλει δ’ οὐ μετρίως τὸν κοινὸν βίον. μετὰ παρρησίας γὰρ δηλοῦσα τὰ καλῶς τε καὶ κακῶς​18 πραχθέντα τοὺς μὲν ἀγαθοὺς κοσμεῖ, τοὺς δὲ πονηροὺς ταπεινοῖ, διὰ τῶν οἰκείων ἑκάστοις​19 ἐγκωμίων τε καὶ ψόγων. ἔστι δ’ ὁ μὲν ἔπαινος, ὡς ἂν τις εἴποι, ἔπαθλον ἀρετῆς πληγῆς. 2 καλὸν δὲ τοῖς μεταγενεστέροις ὑποκείσθαι διότι βίον οἷον ἄν τις ἕληται ζῶν, τοιαύτης ἀξιωθήσεται μετὰ τὸν  p74 θάνατον μνήμης, ἵνα μὴ περὶ τὰς τῶν λιθίνων κατασκευὰς σπουδάζωσιν, ἃ καὶ τόπον ἕνα κατέχει καὶ φθορᾶς ὀξείας τυγχάνει, ἀλλὰ περὶ λόγον καὶ τὰς ἄλλας ἀρετάς, αἱ πάντῃ φοιτῶσι διὰ τῆς φήμης. ὁ δὲ χρόνος ὁ πάντα μαραίνων τἄλλα ταύτας ἀθανάτους φυλάττει, καὶ πρεσβύτερος γενόμενος αὐτὸς​20 ταύτας ποιεῖ νεωτέρας. 3 δῆλον δὲ ἐπὶ τούτων​21 τῶν ἀνδρῶν ἐγένετο τὸ προειρημένον·​22 πάλαι γὰρ γεγονότες ὥσπερ νῦν ὄντες ὑπὸ πάντων μνημονεύονται.

[link to English translation] 13 Ὅτι Κῦρος ὁ τῶν Περσῶν βασιλεὺς​23 ἐπειδὴ τῶν Βαβυλωνίων καὶ τῶν Μήδων τὴν χώραν κατεπολέμησε, ταῖς ἐλπίσι πᾶσαν περιελάμβανε τὴν οἰκουμένην. τῶν γὰρ δυνατῶν καὶ μεγάλων ἐθνῶν καταπεπολεμημένων ἐνόμιζε μηδένα μήτε βασιλέα μήτε δῆμον ὑποστήσεσθαι τὴν ἰδίαν δύναμιν· ὧν γὰρ ἐν ἐξουσίαις ἀνυπευθύνοις​24 ὄντων εἰώθασιν ἔνιοι τὴν εὐτυχίαν μὴ φέρειν κατ’ ἀνθρώπων.

(Const. Exc. 4, p296.)

[link to English translation] 14 Ὅτι ὁ Καμβύσης ἦν μὲν φύσει μανικὸς καὶ παρακεκινηκὼς τοῖς λογισμοῖς, πολὺ δὲ μᾶλλον αὐτὸν ὠμὸν καὶ ὑπερήφανον ἐποίει τὸ τῆς βασιλείας μέγεθος.

2 Ὅτι Καμβύσης ὁ Πέρσης μετὰ τὴν ἅλωσιν Μέμφεως καὶ Πηλουσίου τὴν εὐτυχίαν οὐ φέρων ἀνθρωπίνως, τὸν Ἀμάσιος τοῦ προτέρου βεβασιλευκότος τάφον ἀνέσκαψεν. εὑρὼν δὲ ἐν τῇ θήκῃ  p76 τὸν νεκρὸν τεταριχευμένον, τό τε σῶμα τοῦ τετελευτηκότος ᾐκίσατο καὶ πᾶσαν ὕβριν εἰς τὸν οὐκ αἰσθανόμενον εἰσενεγκάμενος​25 τελευταῖον προσέταξε κατακαῦσαι τὸν νεκρόν. οὐκ εἰωθότων γὰρ πυρὶ παραδιδόναι τῶν ἐγχωρίων τὰ σώματα τῶν τετελευτηκότων, ὑπελάμβανε καὶ διὰ τούτου τοῦ τρόπου πλημμελήσειν τὸν πάλαι προτετελευτηκότα.

3 Ὅτι Καμβύσης μέλλων στρατεύειν ἐπ’ Αἰθιοπίαν​26 ἔπεμψε μέρος τῆς δυνάμεως ἐπ’ Ἀμμωνίους, προστάξας τοῖς ἡγεμόσι τὸ μαντεῖον συλήσαντας ἐμπρῆσαι, τούς τε περιοικοῦντας τὸ ἱερὸν ἅπαντας ἐξανδραποδίσασθαι.

(Const. Exc. 2 (1), pp224‑225.)

[link to English translation] 15 Ὅτι Καμβύσου τοῦ Περσῶν βασιλέως κυριεύσαντος πάσης Αἰγύπτου, πρὸς τοῦτον οἱ Λίβυες καὶ Κυρηναῖοι, συνεστρατευκότες τοῖς Αἰγυπτίοις, ἀπέστειλαν δῶρα, καὶ τὸ προσταττόμενον ποιήσειν ἐπηγγείλαντο.

(Const. Exc. 4, p297.)º

[link to English translation] 16 Ὅτι ὁ Πολυκράτης ὁ τῶν Σαμίων τύραννος εἰς τοὺς ἐπικαιροτάτους τόπους ἀποστέλλων τριήρεις ἐλῄστευεν ἅπαντας τοὺς πλέοντας, ἀπεδίδου δὲ μόνοις τοῖς συμμάχοις τὰ ληφθέντα. πρὸς δὲ τοὺς μεμφομένους τῶν συνήθων ἔλεγεν ὡς πάντες οἱ φίλοι πλείονα χάριν ἔξουσιν ἀπολαβόντες ἅπερ ἀπέβαλον ἤπερ ἀρχὴν μηδὲν ἀποβαλόντες.

2 Ὅτι ταῖς ἀδίκοις πράξεσιν ὡς ἐπίπαν ἀκολουθεῖ τις νέμεσις οἰκείους τιμωρίας τοῖς ἁμαρτάνουσιν ἐπιφέρουσα.

 p78  3 Ὅτι πᾶσα χάρις ἀμεταμέλητος οὖσα καλὸν ἔχει καρπὸν τὸν παρὰ τὸν​27 τῶν εὐεργετουμένων ἔπαινον· καὶ γὰρ ἂν μὴ πάντες, εἷς γέ τις​28 τῶν εὖ πεπονθότων ἐνίοτε τὴν ὑπὲρ ἁπάντων ἀπέδωκε​29 χάριν.

(Const. Exc. 4, p296.)

4 Ὅτι Λυδοί τινες φεύγοντες τὴν Ὀροίτου τοῦ σατράπου δυναστεῖαν κατέπλευσαν εἰς Σάμον μετὰ πολλῶν χρημάτων καὶ τοῦ Πολυκράτους ἱκέται ἐγίνοντο. ὁ δὲ τὸ μὲν πρῶτον αὐτοὺς φιλοφρόνως ὑπεδέξατο, μετ’ ὀλίγον δὲ πάντας ἀποσφάξας τῶν χρημάτων ἐγκρατὴς ἐγένετο.

[link to English translation] 17 Ὅτι Θετταλὸς ὁ Πεισιστράτου υἱὸς σοφὸς ὑπάρχων ἀπείπατο τὴν τυραννίδα, καὶ τὴν ἰσότητα ζηλώσας μεγάλης ἀποδοχῆς ἠξιοῦτο παρὰ τοῖς πολίταις· οἱ δὲ ἄλλοι, Ἵππαρχος καὶ Ἱππίας, βίαιοι καὶ χαλεποὶ καθεστῶτες ἐτυράννουν τῆς πόλεως. πολλὰ δὲ παρανομοῦντες εἰς τοὺς Ἀθηναίους, καί τινος μειρακίου διάφορον τὴν ὄψιν Ἵππαρχος ἐρασθεὶς διὰ τοῦτο ἐκινδύνευσεν. . . . 2 ἡ μὲν οὖν ἐπὶ τοὺς τυράννους ἐπίθεσις καὶ ἡ πρὸς τὴν τοὺς πατρίδος ἐλευθερίαν σπουδὴ κοινὴ τῶν προειρημένων ὑπῆρξεν ἀνδρῶν· ἡ δὲ ἐν ταῖς βασάνοις παράστασις τῆς ψυχῆς καὶ τὸ καρτερικὸν τῆς τῶν δεινῶν ὑπομονῆς περὶ μόνον ἐγενήθη τὸν Ἀριστογείτονα, ὃς ἐν τοῖς φοβερωτάτοις καιροῖς δύο μέγιστα διετήρησε, τήν τε πρὸς τοὺς φίλους πίστιν καὶ τὴν πρὸς τοὺς ἐχθροὺς τιμωρίαν.

(Const. Exc. 2 (1), p225.)

 p80  3 Ὅτι ὁ Ἀριστογείτων πᾶσιν ἐποίησε φανερὸν ὡς ἡ τῆς ψυχῆς εὐγενεία κατισχύει τὰς μεγίστας τοῦ σώματος ἀλγηδόνας.

[link to English translation] 18 Ὅτι Ζήνωνος τοῦ φιλοσόφου διὰ τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ Νεάρχου τοῦ τυράννου κατὰ τὰς ἐν ταῖς βασάνοις ἀνάγκας ἐρωτωμένους ὑπὸ Νεάρχου τίνες ἦσαν οἱ συνειδότες, Ὤφελον γάρ, ἔφησεν, ὥσπερ τῆς γλώττης εἰμι κύριος, οὕτω καὶ τοῦ σώματος.

(Const. Exc. 4, pp296‑297.)

2 Ὅτι τυραννουμένης τῆς πατρίδος ὑπὸ Νεάρχου σκληρῶς, ἐπιβουλὴν κατὰ τοῦ τυράννου συνεστήσατο. καταφανὴς δὲ γενόμενος, καὶ κατὰ τὰς ἐν ταῖς βασάνοις ἀνάγκας διερωτώμενος ὑπὸ τοῦ Νεάρχου τίνες ἦσαν οἱ συνειδότες, Ὤφελον γάρ, ἔφησεν, ὥσπερ τῆς γλώττης εἰμι κύριος, οὕτως ὑπῆρχον καὶ τοῦ σώματος. 3 τοῦ δὲ τυράννου πολὺ μᾶλλον ταῖς βασάνοις προσεπιτείναντος, ὁ Ζήνων μέχρι μέν τινος διεκαρτέρει· μετὰ δὲ ταῦτα σπεύδων ἀπολυθῆναί ποτε τῆς ἀνάγκης καὶ ἅμα τιμωρήσασθαι τὸν Νέαρχον, ἐπενοήσατό τι τοιοῦτον. 4 κατὰ τὴν ἐπιτονωτάτην ἐπίτασιν​30 τῆς βασάνους προσποιηθεὶς ἐνδιδόναι τὴν ψυχὴν ταῖς ἀλγηδόσιν ἀνέκραγεν, Ἄνετε, ἐρῶ γὰρ πᾶσαν ἀλήθειαν. ὡς δ’ ἀνῆκαν,​31 ἠξίωσεν αὐτὸν ἀκοῦσαι κατ’ ἰδίαν προσελθόντα· πολλὰ γὰρ εἶναι τῶν λέγεσθαι μελλόντων ἃ συνοίσει τηρεῖν ἐν ἀπορρήτῳ. 5 τοῦ δὲ τυράννου προσελθόντος ἀσμένως καὶ τὴν ἀκοὴν τῶν στόματι παραβαλόντος, ὁ Ζήνων τοῦ δυνάστου περιχανὼν τὸ οὓς ἐνέπρισε τοῖς ὀδοῦσι. ὧν δὲ ὑπηρετῶν ταχὺ προσδραμόντων, καὶ πᾶσαν τῷ  p82 βασανιζομένῳ προσφερόντων τιμωρίαν εἰς τὸ χαλάσαι τὸ δῆγμα, πολὺ μᾶλλον προσενεφύετο. 6 τέλος δ’ οὐ δυνάμενοι τἀνδρὸς νικῆσαι τὴν εὐψυχίαν, παρεκέντησαν​32 αὐτὸν ἵνα διίῃ τοὺς ὀδόντας. καὶ τοιούτῳ τεχνήματι τῶν ἀλγηδόνων ἀπελύθη καὶ παρὰ τοῦ τυράννου τὴν ἐνδεχομένην ἔλαβε τιμωρίαν.

(Const. Exc. 2 (1), pp225‑226.)

[Πολλαῖς ὕστερον γενεαῖς Δωριεὺς ὁ Λακεδαιμόνιος καταντήσας εἰς τὴν Σικελίαν καὶ τὴν χώραν ἀπολαβὼν ἔκτισε πόλιν Ἡράκλειαν. ταχὺ δ’ αὐτῆς αὐξομένης, οἱ Καρχηδόνιοι φθονήσαντες ἅμα καὶ φοβηθέντες μήποτε πλέον ἰσχύσασα τῆς Καρχηδόνος ἀφέληται τῶν Φοινίκων τὴν ἡγεμονίαν, στρατεύσαντες ἐπ’ αὐτὴν μεγάλαις δυνάμεσι καὶ κατὰ κράτος ἑλόντες κατέσκαψαν. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.]

(Diodorus, 4.23.3.)

[link to English translation] 19 Ὅτι τοῖς ἐπί τινων πραγμάτων διοριζομένοις ὡς οὐκ ἄν ποτε πραχθησομένων ἔοικεν ἐπακολουθεῖν ὡσανεί τις νέμεσις ἐλέγχουσα τὴν ἀνθρωπίνην ἀσθένειαν.

2 Ὅτι Μεγαβύζου τοῦ καὶ Ζωπύρου, φίλου ὄντος Δαρείου τοῦ βασιλέως, μαστιγώσαντος δ’ ἑαυτὸν καὶ τὰ περὶ τὸ πρόσωπον ἀκρωτήρια ἀποκόψαντος διὰ τὸ αὐτόμολον​33 γενέσθαι καὶ Βαβυλῶνα προδοῦναι Πέρσαις, φασὶ βαρέως φέρειν τὸν Δαρεῖον καὶ εἰπεῖν βούλεσθαι τὸν Μεγάβυζον, εἰ δυνατὸν ἦν,  p84 ἄρτιον γενόμενον ἢ δέκα Βαβυλῶνας λαβεῖν ὑπὸ τὴν ἐξουσίαν, καίπερ ἀπράκτου τῆς ἐπιθυμίας οὔσης.

3 Ὅτι οἱ Βαβυλώνιοι στρατηγὸν εἵλαντο Μεγάβυζον, ἀγνοοῦντες ὅτι τὴν εὐεργεσίαν τῆς μελλούσης ἀκολουθεῖν ἀπωλείας οἱονεὶ δέλεαρ αὐτοῖς προθήσει.34

4 Ὅτι τὸ​35 ἀποτέλεσμα τῶν ἐπιτευγμάτων ἱκανόν ἐστι μαρτύριον τῶν προρρηθέντων.

5 Ὅτι Δαρεῖος τῆς Ἀσίας σχεδὸν ὅλης κυριεύσας τὴν Εὐρώπην​36 ἐπεθύμει καταστρέψασθαι. τὰς γὰρ τοῦ πλείονος ἐπιθυμίας ἀορίστους ἔχων καὶ τῷ μεγέθει τῆς Περσικῆς δυνάμεως πεποιθώς, περιελάμβανε τὴν οἰκουμένην, αἰσχρὸν εἶναι νομίζων τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας καταδεεστέρας ἀφορμὰς κτησαμένους τὰ μέγιστα τῶν ἐθνῶν καταπεπολεμηκέναι, αὐτὸν δὲ τηλικαύτας ἔχοντα δυνάμεις ἡλίκας οὐδεὶς τῶν πρὸ αὐτοῦ ἔσχε μηδεμίαν ἀξιόλογον πρᾶξιν κατειργάσθαι.

6 Ὅτι οἱ Τυρρηνοὶ διὰ τὸν τῶν Περσῶν φόβον ἐκλιπόντες τὴν Λῆμνον ἔφασκον ὡς διά τινας χρησμοὺς τοῦτο ποιεῖν, καὶ ταύτην τῷ Μιλτιάδῃ παρέδωκαν. ταῦτα δὲ πράξαντος Ἕρμωνος​37 τοῦ προεστηκότος τῶν Τυρρηνῶν, συνέβη τὰς τοιαύτας  p86 χάριτας ἀπ’ ἐκείνων τῶν χρόνων Ἑρμωνείους προσαγορευθῆναι.

(Const. Exc. 4, pp297‑298.)

[link to English translation] 20 Ὅτι Λευκίου Ταρκυινίου τοῦ Ῥωμαίων βασιλέως ὁ υἱὸς Σέξτος ἐξεδήμησεν εἰς πόλιν Κολλατίαν καλουμένην, καὶ κατέλυσε πρὸς Λεύκιον Ταρκυίνιον ἀνεψιὸν τοῦ βασιλέως, ἔχοντα γυναῖκα Λουκρητίαν, ἥτις ἦν εὐπρεπὴς μὲν τῶν ὄψιν, σώφρων δὲ τὸν τρόπον. ἐπὶ στρατοπέδου γὰρ ὄντος τἀνδρός, ὁ ξένος νυκτὸς ἐγερθεὶς ἐκ τοῦ κοιτῶνος ὥρμησεν ἐπὶ​38 τὴν γυναῖκα κοιμωμένην ἔν τινι θαλάμῳ. 2 ἐπιστὰς δὲ ταῖς θύραις ἄφνω καὶ σπασάμενος τὸ ξίφος, παρασκευάσασθαι μὲν ἔφησεν οἰκέτην ἐπιτήδειον εἰς ἀναίρεσιν, συγκατασφάξειν δὲ κἀκείνην, ὡς ἐπὶ μοιχείᾳ κατειλημμένην καὶ τετευχυῖαν τῆς προσηκούσης τιμωρίας ὑπὸ τοῦ συγγενεστάτου τῷ συνοικοῦντι. διόπερ αἱρετώτερον ὑπάρχειν ὑπουργῆσαι ταῖς ἐπιθυμίαις αὐτοῦ σιωπῶσαν· λήψεσθαι δὲ ἔπαθλον τῆς χάριτος δωρεάς τε μεγάλας καὶ τὴν μετ’ αὐτοῦ συμβίωσιν καὶ γενήσεσθαι​39 βασίλισσαν, ἰδιωτικῆς ἑστίας ἐξηλλαγμένην ἡγεμονίαν. 3 ἡ δὲ Λουκρητία διὰ τὸ παράδοξον ἐκπλαγὴς γενομένη, καὶ φοβηθεῖσα μήποτε ταῖς ἀληθείαις δόξῃ διὰ τὴν μοιχείαν ἀνῃρῆσθαι, τότε μὲν ἡσυχίαν ἔσχεν· ἡμέρας δὲ γενομένης ὁ Σέξτος ἐχωρίσθη· ἡ δὲ ἐκάλεσε τοὺς οἰκείους, καὶ ἠξίου μὴ περιιδεῖν ἀτιμώρητον τὸν ἀσεβήσαντα εἰς ξενίαν ἅμα καὶ συγγένειαν. ἑαυτῇ δὲ φήσασα μὴ  p88 προσήκειν ἐφορᾶν τὸν ἥλιον τηλικαύτης ὕβρεως πεπειραμένην, ξιφιδίῳ πατάξασα τὸ στῆθος ἑαυτῆς ἐτελεύτησεν.

(Const. Exc. 2 (1), pp226‑227.)

[link to English translation] 21 Ὅτι τῆς Λουκρητίας μοιχευθείσης παρὰ Σέξτου καὶ ἑαυτὴν ἀνελούσης διὰ τὸ ἁμάρτημα, οὐκ ἄξιον ἡγούμεθα τὸ γενναῖον τῆς προαιρέσεως παραλιπεῖν ἀνεπισήμαντον. τὴν γὰρ ἐπιδοῦσαν ἑκουσίως τὸ ζῆν τοῖς μεταγενεστέροις εἰς καλὸν ζῆλον προσηκόντως ἂν εὐφημίας ἀξιοῖμεν ἀθανάτου, ὅπως αἱ τὴν τοῦ σώματος ἁγνεῖαν κατὰ πᾶν ἀνεπίληπτον παρέχεσθαι προαιρούμεναι πρὸς ἐπιτετευγμένον ἀρχέτυπον παραβάλωνται. 2 αἱ μὲν οὖν ἄλλαι γυναῖκες κἂν φανερῶς τι τῶν τοιούτων πράξωσι, κατακρύπτουσι τὸ συντελεσθέν, εὐλαβούμεναι τὴν ὑπὲρ τῶν ἡμαρτημένων τιμωρίαν· ἡ δὲ τὸ λάθρᾳ πραχθὲν ποιήσασα περιβόητον ἀπέσφαξεν ἑαυτήν, καὶ τὴν τοῦ βίου τελευτὴν καλλίστην ὑπὲρ αὐτῆς ἀπολογίαν ἀπέλιπε. 3 καὶ τῶν ἄλλων ἐπὶ τῶν ἀκουσίων τὴν συγγνώμην προβαλλομένων, αὕτη τὴν μετὰ βίας ὕβριν ἐτιμήσατο θανάτου, ἵνα μηδ’ εἴ τις ἐπιθυμῇ βλασφημεῖν, τὴν ἐξουσίαν ἔχῃ​40 κατηγορεῖν τῆς προαιρέσεως ὡς​41 ἑκουσίου γεγενημένης. 4 τῶν γὰρ ἀνθρώπων φύσει τὰς λοιδορίας ἐπαινῶν προτιμώντων, τὴν τῶν φιλαιτίων ἀπέκοψε κατηγορίαν, αἰσχρὸν εἶναι νομίζουσι τῶν ἄλλων εἰπεῖν τινα διότι ζῶντος τοῦ κατὰ νόμους συμβιοῦντος ἀνδρὸς ἑτέρου παρανόμους ἐπειράθη, καὶ καθ’ οὗ​42 οἱ νόμοι τοῖς πράξασι θάνατον τιθέασι τὸ πρόστιμον,  p90 τοῦτο παθοῦσιν τὸν πλείω χρόνον​43 φιλοψυχεῖν, ἵνα τὸν πάντως ὀφειλόμενον παρὰ τῆς φύσεως θάνατον βραχὺ προλαβοῦσα τῆς αἰσχύνης ἀλλάξηται τοὺς μεγίστους ἐπαίνους. 5 τοιγαροῦν οὐ μόνον θνητοῦ βίου δόξαν ἀθάνατον ἀντικατηλλάξατο διὰ τῆς ἰδίας ἀρετῆς, ἀλλὰ καὶ τοὺς συγγενεῖς καὶ πάντας τοὺς πολίτας προετρέψατο λαβεῖν ἀπαραίτητον τιμωρίαν παρὰ τῶν εἰς αὐτὴν παρανομησάντων.

[link to English translation] 22 Ὅτι Λεύκιος Ταρκυίνιος ὁ βασιλεὺς τυραννικῶς καὶ βιαίως ἄρχων τῶν πολιτῶν τοὺς εὐπόρους τῶν Ῥωμαίων ἀνῄρει, ψευδεῖς ἐπιφέρων αἰτίας ἕνεκεν τοῦ νοσφίσασθαι τὰς οὐσίας αὐτῶν. διόπερ Λεύκιος Ἰούνιος, ὀρφανὸς ὢν καὶ πάντων πολλῶν πλουσιώτατος, δι’ ἀμφότερα τὴν τοῦ Ταρκυινίου πλεονεξίαν ὑπώπτευεν· ἀδελφιδοῦς δ’ ὢν​44 αὐτοῦ καὶ παρ’ ἕκαστα τῷ βασιλεῖ συνών,​45 προσεποιήθη μῶρος εἶναι, ἅμα μὲν βουλόμενος τὸν ὑπὲρ τοῦ δύνασθαί τι φθόνον ἐκκλίνειν, ἅμα δ’ ἀνυπονοήτως παρατηρεῖν τὸ πραττόμενον καὶ τοῖς τῆς βασιλείας ἐφεδρεύειν καιροῖς.

[link to English translation] 23 Ὅτι οἱ Συβαρῖται μετὰ τριάκοντα μυριάδων ἐκστρατεύσαντες ἐπὶ τοὺς Κροτωνιάτας καὶ πόλεμον ἄδικον ἐπανελόμενοι τοῖς ὅλοις ἔπταισαν, καὶ τὴν εὐδαιμονίαν οὐκ ἐνεγκόντες ἐπιδεξίως ἱκανὸν παράδειγμα τὴν ἰδίαν ἀπώλειαν κατέλιπον τοῦ  p92 πολὺ μᾶλλον δεῖν προσέχειν ἐν ταῖς ἰδίαις εὐτυχίαις ἤπερ ἐν ταῖς ταλαιπωρίαις.

[link to English translation] 24 Ὅτι περὶ Ἡροδότου φησὶν ὁ Διόδωρος, Καὶ ταῦτα παρεξέβημεν οὐχ οὕτως Ἡροδότου κατηγορῆσαι βουληθέντες ὡς ὑποδεῖξαι ὅτι τῶν λόγων οἱ θαυμάσιοι τοὺς ἀληθεῖς κατισχύειν εἰώθασιν.

2 Ὅτι προσῆκόν ἐστι τιμᾶσθαι τὴν ἀρετήν, κἂν ᾖ παρὰ γυναιξίν.

3 Ὅτι Ἀθηναίοι δεξιῶς τῇ νίκῃ χρησάμενοι καὶ νικήσαντες Βοιωτούς τε καὶ Χαλκιδεῖς, εὐθὺς ἀπὸ τῆς μάχης Χαλκίδος ἐκυρίευσαν. ἐκ τῆς ὠφελείας τῆς τῶν Βοιωτῶν δεκάτην​46 ἅρμα χαλκοῦν εἰς τὴν ἀκρόπολιν ἀνέθεσαν τόδε τὸ ἐλεγεῖον γράψαντες,47

ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες

παῖδες Ἀθηναίων ἔργμασιν ἐν πολέμου​48

δεσμῷ ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν·

ὧν ἵππους δεκάτην Παλλάδι τᾶσδ’ ἔθεσαν.

[link to English translation] 25 Ὅτι τὸ κατακαίειν τὰ ἱερὰ παρὰ Ἑλλήνων ἔμαθον Πέρσαι, τὴν αὐτὴν τοῖς προαδικήσασιν ἀποδιδόντες ὕβριν.

 p94  2 Ὅτι Κᾶρες ὑπὸ Περσῶν καταπονούμενοι ἐπηρώτησαν περὶ συμμαχίας εἰ προσλάβοιντο Μιλησίους συμμάχους. ὁ δὲ ἀνεῖλεν,

πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι.

3 Οὐ μὴν ἀλλ’ ὁ φόβος ἐγγὺς κείμενος ἐποίησιν αὐτοὺς ἐπιλαθέσθαι τῆς πρὸς ἀλλήλους φιλοτιμίας, πρὸς δὲ τὸ πληροῦν τὰς τριήρεις κατὰ τάχος συνηνάγκαζεν.

4 Ὅτι Ἑκαταῖος ὁ Μιλήσιος πρεσβευτὴς ἀπεσταλμένος ὑπὸ τῶν Ἰώνων, ἠρώτησε δι’ ἦν αἰτίαν ἀπίστει αὐτοῖς ὁ Ἀρταφέρνης. τοῦ δὲ εἰπόντος, μήποτε ὑπὲρ ὧν καταπολεμηθέντες κακῶς ἔπαθον μνησικακήσωσιν, Οὐκοῦν, ἔφησεν, εἰ τὸ πεπονθέναι κακῶς τὴν ἀπιστίαν περιποιεῖ, τὸ παθεῖν ἄρα εὖ ποιήσει τὰς πόλεις Πέρσαις εὐνοούσας. ἀποδεξάμενος δὲ τὸ ῥηθὲν ὁ Ἀρταφέρνης ἀπέδωκε τοὺς νόμους ταῖς πόλεσι καὶ τακτοὺς φοροὺς κατὰ δύναμιν ἐπέταξεν.

[link to English translation] 26 Ὁ γὰρ τοῖς πολλοῖς παρὰ​49 τῶν πολιτῶν φθόνος τὸν ἔμπροσθεν χρόνον ἐγκρυπτόμενος, ἐπειδὴ καιρὸν ἔλαβεν, ἅθρους ἐξερράγη. διὰ δὲ τὴν φιλοτιμίαν τοὺς δούλους ἠλευθέρωσαν, μᾶλλον βουλόμενοι τοῖς οἰκέταις μεταδοῦναι τῆς ἐλευθερίας ἢ τοῖς ἐλευθέροις τῆς πολιτείας.

 p96  [link to English translation] 27 Ὅτι Δᾶτις ὁ τῶν Περσῶν στρατηγός, Μῆδος ὧν τὸ γένος καὶ παρὰ τῶν προγόνων παρειληφὼς ὅτι Μήδου τοῦ συστησαμένου τὴν Μηδίαν Ἀθηναίοι καθεστήκασιν​50 ἀπόγονοι, ἀπέστειλε πρὸς τοὺς Ἀθηναίους δηλῶν​51 ὡς πάρεστι μετὰ δυνάμεως ἀπαιτήσων τὴν ἀρχὴν τῶν προγονικήν· Μῆδον γὰρ τῶν ἑαυτοῦ προγόνων πρεσβύτατον​52 γενόμενον ἀφαιρεθῆναι τὴν βασιλείαν ὑπὸ τῶν Ἀθηναίων καὶ παραγενόμενον εἰς τὴν Ἀσίαν κτίσαι τὴν Μηδίαν. 2 ἂν μὲν οὖν αὐτῷ τὴν ἀρχὴν ἀποδῶσιν, ἀφεθήσεσθαι τῆς αἰτίας ταύτης​53 καὶ τῆς ἐπὶ Σάρδεις στρατείας· ἂν δὲ ἐναντιωθῶσι, πολὺ δεινότερα πείσεσθαι τῶν Ἐρετριέων. 3 ὁ δὲ Μιλτιάδης ἀπεκρίθη ἀπὸ τῆς τῶν δέκα στρατηγῶν γνώμης, διότι κατὰ τὸν τῶν πρεσβευτῶν λόγον μᾶλλον προσήκει τῆς Μήδων ἀρχῆς κυριεύειν Ἀθηναίους ἢ Δᾶτιν τῆς Ἀθηναίων πόλεως· τὴν μὲν γὰρ τῷ Μήδων βασιλείαν Ἀθηναῖον ἄνδρα συστήσασθαι, τὰς δὲ Ἀθηνᾶς μηδέποτε Μῆδον τὸ γένος ἄνδρα κατεσχηκέναι. ὁ δὲ πρὸς μάχην ἀκούσας ταῦτα παρεσκευάζετο.

(Const. Exc. 4, pp298‑301.)

[link to English translation] 28 Ὅτι Ἱπποκράτης ὁ Γελῷος τύραννος τοὺς Συρακουσίους νενικηκὼς κατεστρατοπέδευσεν εἰς τὸ τοῦ Διὸς ιερεόν. κατέλαβε δὲ αὐτὸν τὸν ἱερέα καὶ τῶν Συρακουσίων τινὰς καθαιροῦντας ἀναθήματα χρυσᾶ, καὶ μάλιστα ἱμάτιον τοῦ Διὸς περιαιρουμένους  p98 ἐκ πολλοῦ κατεσκευασμένον χρυσίου.​54 2 καὶ τούτοις μὲν ἐπιπλήξας ὡς ἱεροσύλοις ἐκέλευσεν ἀπελθεῖν εἰς τὴν πόλιν, αὐτὸς δὲ τῶν ἀναθημάτων ἀπέσχετο, φιλοδοξῆσαι θέλων καὶ νομίζων δεῖν τὸν τηλικοῦτον ἐπαναιρούμενον πόλεμον μηθὲν ἐξαμαρτάνειν εἰς τὸ θεῖον, ἅμα δὲ νομίζων διαβάλλειν τοὺς προεστῶτας τῶν ἐν Συρακούσαις πραγμάτων πρὸς τὸ πλήθη διὰ τὸ δοκεῖν αὐτοὺς πλεονεκτικῶς, ἀλλ’ οὐ δημοτικῶς οὐδ’ ἴσως ἄρχειν.

3 Ὅτι Θηρῶν ὁ Ἀκραγαντῖνος γένει καὶ πλούτῳ καὶ τῇ πρὸς τὸ πλῆθος φιλανθρωπίᾳ πολὺ προεῖχεν οὐ μόνον τῶν πολιτῶν, ἀλλὰ καὶ​55 τῶν Σικελιωτῶν.

(Const. Exc. 2 (1), p227.)

[link to English translation] 29

Γέλωνα Συρακούσιον καθ’ ὕπνους δὲ βοῶντα,

κεραυνοβλὴς γὰρ ἔδοξεν ὀνείροις γεγονέναι,

ὁ κύων θορυβούμενον ἀμέτρως γνοὺς ἐκεῖνον,

καθυλακτῶν οὐκ ἔληξεν ἕως ἐγείρει τοῦτον.

τοῦτον ἐξέσωσέ ποτε καὶ λύκος ἐκ θανάτου.

σχολῇ προσκαθημένου γὰρ ἔτι παιδίου ὄντος

λύκος ἐλθὼν ἀφήρπαξε τὴν δέλτον τὴν ἐκείνου.

τοῦ δὲ δραμόντος πρὸς αὐτὸν τὸν λύκον καὶ τὴν δέλτον,

κατασεισθεῖσα ἡ σχολὴ βαθρόθεν καταπίπτει,

καὶ σύμπαντας ἀπέκτεινε παῖδας σὺν διδασκάλῳ.

τῶν παίδων δὲ τὸν ἀριθμὸν οἱ συγγραφεῖς βοῶσι,

Τίμαιοι, Διονύσιοι, Διόδωροι καὶ Δίων,

πλείω τελοῦντα ἑκατόν. τὸ δ’ ἀκριβὲς οὐκ οἶδα.

(Tzetzes, Hist. 4.266‑278.)

 p100  [link to English translation] 30 Ὅτι τοῦ Μιλτιάδου υἱὸς ὁ Κίμων, τελευτήσαντος τοῦ πατρὸς αὐτοῦ ἐν τῇ δημοσίᾳ φυλακῇ διὰ τὸ με ἰσχύσαι ἐκτῖσαι τὸ ὄφλημα, ἵνα λάβῃ τὸ σῶμα τοῦ πατρὸς εἰς ταφήν, ἑαυτὸν εἰς τὴν φυλακὴν παρέδωκε καὶ διεδέξατο τὸ ὄφλημα.

2 Ὅτι ὁ Κίμων φιλότιμος ὢν εἰς τὴν τῶν κοινῶν διοίκησιν, ἐξ ὑστέρου ἀγαθὸς στρατηγὸς ἐγενήθη, καὶ διὰ τῆς ἰδίας ἀρετῆς ἐνδόξους πράξεις κατειργάσατο.

(Const. Exc. 2 (1), pp227‑228.)

[link to English translation] 31

Κίμων υἱὸς κατά τινας ὑπῆρχε Μιλτιάδου,

κατὰ δ’ ἑτέρους ἦν πατρὸς τὴν κλῆσιν Στησαγόρου.

ἐξ Ἰσοδίκης τούτῳ παῖς ὑπῆρχεν ὁ Καλλίας.

ὁ Κίμων οὗτος ἀδελφὴν ἰδίαν Ἐλπινίκην

εἶχεν, ὡς Πτολεμαῖος μὲν ὕστερον Βερενίκην,

καὶ Ζεὺς τὴν Ἥραν πρὸ αὐτῶν, καὶ νῦν Περσῶν τὸ γένος.

Καλλίας δὲ πεντήκοντα τάλαντα ζημιοῦται,

ὅπως ὁ Κίμων ὁ πατὴρ μηδὲν δεινόν τι πάθῃ

ἕνεκα γάμων τῶν αἰσχρῶν, τῆς ἀδελφομιξίας.

τὸ δ’ ὅσοι ταῦτα γράφουσι μακρόν ἐστί μοι λέγειν·

ἔστι γὰρ πλῆθος ἄπειρον τῶν ταῦτα γεγραφότων,

οἱ κωμικοὶ καὶ ῥήτορες, Διόδωρος, καὶ ἄλλοι.

(Tzetzes, Hist. 1.582‑593.)

 p102  [link to English translation] 32 Ὅτι Θεμιστοκλῆς ὁ τοῦ Νεοκλέους, προσελθόντος τινὸς αὐτῷ πλουσίου καὶ ζητοῦντος κηδεστὴν εὑρεῖν πλούσιον, παρεκελεύσατο αὐτῷ ζητεῖν μὴ χρήματα ἀνδρὸς δεόμενα, πολὺ δὲ μᾶλλον ἄνδρα χρημάτων ἐνδεᾶ. ἀποδεξαμένου δὲ τἀνθρώπου τὸ ῥηθὲν συνεβούλευσεν αὐτῷ συνοικίσαι​56 τὴν θυγατέρα τῷ Κίμωνι. διόπερ ἐκ ταύτης τῆς αἰτίας ὁ Κίμων εὐπορήσας χρημάτων ἀπελύθη τῆς φυλακῆς, καὶ τοὺς κατακλείσαντας ἄρχοντας εὐθύνας καταδίκους ἔλαβεν.

(Const. Exc. 4, p301.)

Ἡ μὲν οὖν πρὸ ταύτης βίβλος, τῆς ὅλης συντάξεως οὖσα δεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ξέρξου διαβάσεως εἰς τὴν Εὐρώπην καὶ εἰς τὰς γενομένας δημηγορίας ἐν τῇ κοινῇ συνόδῳ τῶν Ἑλλήνων ἐν Κορίνθῳ περὶ τῆς Γέλωνος συμμαχίας τοῖς Ἕλλησιν.

(Diodorus, 11.1.1.)

[link to English translation] 33 Ὅτι τῶν Ἑλλήνων πάντων διαπρεσβευσαμένων πρὸς περὶ συμμαχίας, ὅτι Ξέρξης διέβαινε εἰς​57 τὴν Εὐρώπην, τοῦ δὲ ἐπαγγειλαμένου συμμαχῆσαι καὶ σιταρχῆσαι, εἴ γε τὴν ἡγεμονίαν αὐτῷ εἴτε τὴν κατὰ γῆν εἴτε τὴν κατὰ θάλατταν παρέξουσιν, ἡ μὲν ὑπὲρ τῆς ἡγεμονίας φιλοδοξία τὴν συμμαχίαν παρεκρούετο, τὸ δὲ μέγεθος τῆς βοηθείας καὶ ὁ τῶν πολεμίων φόβος προετρέπετο μεταδοῦναι τῆς δόξης τῶν Γέλωνι.

[link to English translation] 34 Ἡ μὲν γὰρ τῶν Περσῶν ὑπεροχῇ πρὸς τὸ κρατῆσαι τῆς ἐπιθυμίας ἔχει τὰς δωρεάς, ἡ δὲ  p104 τυραννικὴ πλεονεξία καὶ τὰ μικρὰ τῶν λημμάτων σὺ παρίησιν.

2 Βεβαιοτάτη γὰρ τῆς σωτηρίας φύλαξ ἡ ἀπιστία.

3 Παῖδες μὲν οὖν ἀδικούμενοι πρὸς πατέρας καταφεύγουσι, πόλεις δὲ πρὸς τοὺς ἀποικίσαντας δήμους.

4 Ὅτι τυράννου πλεονεξία τοῖς μὲν ὑπάρχουσιν οὐκ ἀρκεῖται, τῶν δὲ ἀλλοτρίων ἐπιθυμεῖ, πληροῦται δὲ οὐδέποτε.

5 Τοὺς δὲ κατὰ τῆς δυναστείας αὐτοῦ πεφυκότας ἔχων καιρὸν οὐκ ἐάσει δύναμιν λαβεῖν.

6 Ἐκείνων γὰρ τῶν ἀνδρῶν ἐστε ἀπόγονοι οἳ τὰς αὑτῶν ἀρετὰς μετὰ τὸν θάνατον ἀθανάτους τῇ δόξῃ καταλελοίπασι.

7 Τὸ γὰρ ἔπαθλον τῆς συμμαχίας οὐκ ἀργύριον αἰτεῖ, οὗ πολλάκις ἰδεῖν ἔστι καταφρονοῦντα καὶ τὸν φαυλότατον ἰδιώτην πεπλουτηκότα, ἀλλ’ ἔπαινον καὶ δόξαν, περὶ ἧς οἱ ἀγαθοὶ τῶν ἀνθρώπων οὐκ ὀκνοῦσιν ἀποθνῄσκειν· μισθὸς γάρ ἐστιν ἡ δόξα μείζων ἀργυρίου.

8 Παραλαμβάνουσι γὰρ οἱ Σπαρτιᾶται παρὰ τῶν πατέρων οὐχ ὥσπερ οἱ λοιποὶ πλοῦτον, ἀλλὰ προθύμως τελευτᾶν περὶ τῆς ἐλευθερίας, ὥστε πάντα τὰ κατὰ τὸν βίον ἀγαθὰ δεύτερα τίθεσθαι τῆς δόξης.

9 Μὴ τῶν ξενικῶν δυνάμεων ἐπιθυμοῦντες τὰς πολιτικὰς ἀποβάλλωμεν καὶ τῶν ἀδήλων ὀρεγόμενοι τῶν φανερῶν μὴ κυριεύωμεν.

 p106  10 Οὔ φημι καταπεπλῆχθαι τὸ μέγεθος τῆς τῶν Περσῶν στρατείας·​58 ἀρετῇ γὰρ ὁ πόλεμος, οὐ πλήθει βραβεύεται.

11 Παρειλήφασι γὰρ ὑπὸ τῶν πατέρων ζῆν μὲν ἑαυτοῖς, τελευτᾶν δ’ ὅταν χρεία ταῖς πατρίσιν ἐπῇ.

12 Τί φοβηθῶμεν τὸν χρυσὸν ᾧ κεκοσμημένοι βαδίζουσιν εἰς τὰς μάχας ὡς γυναῖκες εἰς τούς γάμους, ὥστε τὴν νίκην μὴ μόνον ἔπαθλον ἔχειν δόξαν, ἀλλὰ καὶ πλοῦτον; οὐ φοβεῖται γὰρ ἡ ἀρετὴ χρυσόν, ὃν ὁ σίδηρος εἴωθεν ἄγειν αἰχμάλωτον, ἀλλὰ τὴν στρατηγίαν τῶν ἡγουμένων.

13 Πᾶσα γὰρ δύναμις ὑπεραίρουσα τὴν συμμετρίαν ὑφ’ ἑαυτῆς βλάπτεται τὰ πλεῖστα. πρὶν ἢ γὰρ ἀκούσαι τὴν φάλαγγα, φθάσομεν ἡμεῖς πράξαντες ἃ βουλόμεθα.

(Const. Exc. 4, pp301‑302.)


Apparatus Criticus:

1 τῆς added by Herwerden.

2 τὸ added after διὰ by Valesius, Vogel.

3 ἐπανῆλθεν Valesius: ἐπανελθεῖν.

4 αὑτῶν Dindorf, Bekker, Büttner-Wobst: αὐτῶν MSS., Vogel.

5 So MSS., Büttner-Wobst: προεκαλέσατο Valesius, Dindorf, Vogel.

6 τὸ added by Dindorf.

7 So Post: ἔτι δὲ τῶν.

8 So Dindorf: εὑρεῖν.

9 αὐτήν, ἐντὸς Wurm: τὴν εἰκόνα.

10 The original lines of Callimachus have now been recovered from a papyrus (Oxyrhynchus Papyri 1011, ed. by A. S. Hunt), and are restored and translated as follows in the edition of Mair in the L. C. L.:

τοὐξευρ’ ὁ Φρὺξ Εὔφορβος, ὅστις ἀνθρώπων

τρίγωνα καὶ σκαληνὰ πρῶτος ἔγραψε

καὶ κύκλον ἑπταμήκε’, ἥδε νηστεύειν

τῶν ἐμπνεόντων εἶπεν· οἱ δ’ ὑπήκουσαν

οὐ πάντες, ἀλλ’ οὓς εἶχεν οὕτερος δαίμων.

(". . . which the Phrygian Euphorbus discovered: who first of men drew triangles and scalenes and the seven-length circle and who bade men abstain from eating living things: and his teaching was hearkened to, not by all but by some misguided men.") Diodorus' Greek is clearly defective and had been variously emended before the discovery of the papyrus fragment. Schneider (Frag. 83a) reconstructed the lines as follows:

ἃ ’ξεῦρε Φρὺξ Εὔφορβος, ὅστις ἀνθρώπους

τρίγωνά τε σκαληνὰ καὶ κύκλων ἑπτὰ

μήκη ᾽δίδαξε κἠδίδαξε νηστεύειν

τῶν ἐμπνεόντων· οἱ δ’ ἄρ’ οὐχ ὑπήκουσαν

πάντες.

To bring Diodorus' quotation into agreement with the Greek of the papyrus (itself mutilated, though the restorations appear plausible and yield sense) would require such drastic emendation that the Greek is left as it is given by the codex.

11 So Dindorf: ταῦτα.

12 ἀπείπαιντ’ ἂν Wurm: ἀπεῖπον.

13 δ’ εὐορκήσαντα Wurm: δὲ ὁρκίζοντα.

14 δὲ added by Valesius.

15 τὸν δὲ added by Herwerden.

16 So Herwerden: τοῖς . . . κεκλημένοις . . . σοφοῖς.

17 So Salmasius: ἐνάσματα.

18 τε καὶ κακῶς added by Wurm: Büttner-Wobst suggests ἁμῶς for καλῶς.

19 So Reiske: ἑκάστους.

20 so Dindorf: αὐτὰς.

21 τούτων added by Oldfather.

22 δῆλον . . . τὸ προειρημένον Vogel: ζῆλος . . . προειρημένος.

23 βασιλεὺς added by Mai.

24 So Dindorf: ἀνυπευθύνων.

25 Hertlein, Vogel add τὸ after εἰσενεγκάμενος.

26 So Valesius: Αἰθιοπίας.

27 τὸν added by Capps.

28 τις added by Herwerden.

29 So Dindorf: ἔδωκε.

30 So Valesius: ἐπίστασιν.

31 So Reiske: ἀνῆκεν.

32 So Döhner: παρεκάλησαν.

33 So Dindorf: σύντονον.

34 So Wurm: προθήσειν.

35 τὸ Mai: δέ.

36 So Dindorf: τῆς Εὐρώπης.

37 Ἕρμωνος added by Mai.

38 ἐπὶ added by Reiske.

39 So Valesius: γενέσθαι.

40 ἐπιθυμῇ . . . ἔχῃ Boissevain, ἐπιθυμοίη . . . ἔχοι Dindorf, Vogel: ἐπιθυμῇ . . . ἔχει.

41 ὡς added by Dindorf.

42 So Boissevain, καθ’ ὧν Dindorf, Vogel: καθόν.

43 So Dindorf: τῶν πλείω χρόνων.

44 δ’ ὢν added by Dindorf.

45 So Boissevain, σύνθοινος Dindorf, Vogel: συνθον (no accent).

46 δεκάτην Vogel: δεκάτης.

47 So the MSS., ἐπιγράψαντες Herwerden, Vogel.

48 So Dindorf: πολέμῳ.

49 παρὰ MSS., Boissevain, κατὰ Vogel, παρὰ τοῖς πολλοῖς τῶν πολ. Dindorf.

50 So Boissevain, κατέστησαν Mai, Vogel: κα||||||σιν.

51 δηλῶν Boissevain, εἰπεῖν Mai, Vogel: space of 5 letters.

52 So Capps for πρεσβύτερον Δᾶτιν which is deleted by all editors.

53 So Boissevain, τῆς πρώτης αἰτίας Mai, Vogel: αφ|θη|||||||||αἰτίας ταύτης. Capps suggests τε after ταύτης.

54 χρυσίου MSS., Büttner-Wobst, χρυσοῦ Dindorf, Vogel.

55 πάντων added after καὶ by Valesius, Vogel.

56 So Dindorf: συνοικῆσαι.

57 εἰς Boissevain, πρὸς Mai, Vogel: διέβαινε||||.

58 So the MSS., Boissevain, στρατιᾶς Dindorf, Vogel.


[image ALT: Valid HTML 4.01.]

Page updated: 6 Sep 17