Short URL for this page:
bit.ly/Diodorus21


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces a portion of
The Library of History
by
Diodorus Siculus

published in Vol. XI
of the Loeb Classical Library edition, 1957

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

[image ALT: a blank space] ὕστερον·

[image ALT: link to next section]
Βίβλος κβ´

Διόδωρος Σικελιώτης
Βιβλιοθήκη Ἱστορική

Vol. XI
p2
Fragmenta Libri XXI

[link to English translation] 1 4a Πᾶσαν μὲν κακίαν φευκτέον ἐστὶ τοῖς νοῦν ἔχουσι, μάλιστα δὲ τὴν πλεονεξίαν· αὕτη γὰρ διὰ τὴν ἐκ τοῦ συμφέροντος ἐλπίδα προκαλουμένη πολλοὺς πρὸς ἀδικίαν μεγίστων αἰτία γίνεται τοῖς ἀνθρώποις. διὸ καὶ μητρόπολις οὖσα τῶν ἀδικημάτων, οὐ μόνον τοῖς ἰδιώταις ἀλλὰ καὶ τοῖς μεγίστοις τῶν βασιλέων πολλοὺς καὶ μεγάλας ἀπεργάζεται​1 συμφοράς.

(Const. Exc. 4, pp343‑344; Exc. Hoesch. p489 W.)

Chap. 1.4b: see below, before Chap. 1.3.

1 Ὅτι Ἀντίγονος ὁ βασιλεὺς ἐξ ἰδιώτου γενόμενος δυνάστης καὶ πλεῖστον ἰσχύσας τῶν καθ’ αὑτὸν βασιλέων οὐκ ἠρκέσθη ταῖς παρὰ τῆς τύχης δωρεαῖς, ἀλλ’ ἐπιβαλόμενος τὰς τῶν ἄλλων βασιλείας εἰς αὑτὸν ἀδίκως περιστῆσαι τὴν ἰδίαν ἀπέβαλεν ἀρχὴν ἅμα καὶ τοῦ ζῆν ἐστερήθη.

(Const. Exc. 2 (1), p252.)

 p4  2 Ὅτι Πτολεμαῖος​2 καὶ Σέλευκος καὶ Λυσίμαχος συνέδραμον ἐπ’ Ἀντίγονον τὸν βασιλέα· οὐχ οὕτως ὑπὸ τῆς πρὸς ἀλλήλους εὐνοίας προκληθέντες, ὡς ὑπὸ τοῦ καθ’ ἑαυτοὺς φόβου συναναγκασθέντες ὥρμησαν ἑτοίμως πρὸς τὴν τῶν ὅλων κοινοπραγίαν.

Ὅτι οἱ ἐλέφαντες οἱ Ἀντιγόνου καὶ Λυσιμάχου κατὰ τὴν μάχην​3 ἠγωνίζοντο ὡς ἂν τῆς φύσεως ἐφάμιλλον δεδωκυίας αὐτοῖς τὴν ἀλκὴν καὶ βίαν.

(Const. Exc. 4, p344.)

3 Μετὰ δὲ ταῦτα προσελθόντων αὐτῷ τῶν Χαλδαίων καὶ προλεγόντων ὡς, εἰ τὸν Σέλευκον ἐκ τῶν χειρῶν ἀφήσει, συμβήσεται τήν τ’ Ἀσίαν πᾶσαν ὑποχείριον γενέσθαι καὶ αὐτὸν Ἀντίγονον ἐν τῇ πρὸς ἐκεῖνον παρατάξει καταστρέψειν τὸν βίον . . . οὐ μετρίως ἐκινήθη . . . καταπλαγεὶς τὸ ἀξίωμα τῶν ἀνδρῶν . . . . δοκοῦσι δὲ καὶ Ἀλεξάνδρῳ προειπεῖν ὅτι παρελθὼν εἰς Βαβυλῶνα τελευτήσει. ὁμοίως δὲ τῇ περὶ Ἀλεξάνδρου προρρήσει συνέβη καὶ τὴν περὶ Σελεύκου τελεσθῆναι κατὰ τὰς τῶν ἀνδρῶν τούτων ἀποφάσεις· περὶ ἧς τὰ κατὰ μέρος ἐροῦμεν, ὅταν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβαλώμεθα.

(Diodorus, 19.55.7‑9.)

Chap. 1.4a: see above, before Chap. 1.1.

4b Ὁ Ἀντίγονος ὁ βασιλεὺς Ἀσίας τέσσαρσι βασιλεῦσιν ὁμονοήσασι πολεμήσας,​4 Πτολεμαίῳ τῷ Λάγου Αἰγυπτίων ὄντι βασιλεῖ, Σελεύκῳ Βαβυλωνίων,​5 Λυσιμάχῳ Θρᾳκῶν, Κασάνδρῳ τῷ Ἀντιπάτρου Μακεδονίας, καὶ μάχην συνάψας, πολλοῖς βέλεσι τρωθεὶς ἀνῃρέθη καὶ θάπτεται βασιλικῇ  p6 τιμῇ. ὁ δὲ υἱὸς αὐτοῦ Δημήτριος σὺν τῇ μητρὶ αὐτοῦ Στρατονίκῃ διατριβούσῃ περὶ Κιλικίαν σὺν τοῖς χρήμασι πᾶσιν ἔπλευσεν εἰς Σαλαμῖνα τῆς Κύπρου διὰ τὸ κατέχεσθαι ὑπὸ Δημητρίου.

(Exc. Hoesch. p489 W.)

5 Ὅτι Σέλευκος μετὰ τὴν διαίρεσιν τῆς Ἀντιγόνου βασιλείας ἀναλαβὼν τὴν δύναμιν παρεγένετο εἰς Φοινίκην καὶ ἐπεχείρησε κατὰ τὰς γενομένας συνθήκας τὴν Κοίλην Συρίαν ἰδιοποιεῖσθαι. προκατειληφότος δὲ τὰς ἐν αὐτῇ πόλεις Πτολεμαίου καὶ κατηγοροῦντος ὅτι φίλος ὢν Σέλευκος προσεδέξατο τὴν ὑπὸ Πτολεμαῖον οὖσαν χώραν εἰς τὴν ἰδίαν καταταχθῆναι μερίδα, πρὸς δὲ τούτοις ὅτι τοῦ πολέμου τοῦ πρὸς Ἀντίγονον κεκοινωνηκότος οὐδὲν αὐτῷ μετέδωκαν οἱ βασιλεῖς τῆς δορικτήτου χώρας, πρὸς ταύτας τὰς διαβολὰς ἀντεῖπε Σέλευκος φάμενος δίκαιον εἶναι τοὺς τῇ παρατάξει κρατήσαντας κυρίους ὑπάρχειν τῶν δορικτήτων, περὶ δὲ τῆς Κοίλης Συρίας διὰ τὴν φιλίαν ἐπὶ τοῦ παρόντος μηδὲν πολυπραγμονήσειν,​6 ὕστερον δὲ βουλεύσεσθαι​7 πως χρηστέον ἐστὶν τῶν φίλων τοῖς βουλομένοις πλεονεκτεῖν.

(Const. Exc. 4, p344.)

6 Οὐ μὴν πολύν γε χρόνον συνέβη μεῖναι τὴν πόλιν, Σελεύκου καθελόντος αὐτὴν καὶ μεταγαγόντος ἐπὶ τὴν κτισθεῖσαν μὲν ὑπ’ αὐτοῦ, ἀπ’ ἐκείνου δὲ κληθεῖσαν Σελεύκειαν. ἀλλὰ περὶ μὲν τούτων ἀκριβῶς ἕκαστα δηλώσομεν ἐπὶ τοὺς οἰκείους χρόνους παραγενηθέντες.

(Diod. 20.47.6.)

 p8  Εἴ τῷ περισπούδαστον ταύτας (sc. τὰς ἐκ τῆς Ἑλλάδος ἐνταῦθα σταλείσας ἀποικίας) εἰδέναι, ἱστόρηται περιεργῶς Στράβωνι τῷ γεωγράφῳ, Φλέγοντί τε καὶ Διοδώρῳ τῷ ἐκ Σικελίας . . .

(Evagrius, Ecclesiastical History, 1.20.275.)8

[link to English translation] 2 1 Ὅτι Κερκύρᾳ πολιορκουμένη πλοΐ καὶ πεζῇ​9 ὑπὸ Κασάνδρου βασιλέως Μακεδόνων, καὶ ἑτοίμη οὖσα ἁλωθῆναι, ὑπὸ Ἀγαθοκλέους βασιλέως Σικελίας ἐρρύσθη, τῶν νηῶν τῶν Μακεδονικῶν ἁπασῶν ἐμπρησθεισῶν.​10

(Exc. Hoesch. pp489‑490 W.)

2 Ὑπερβολὴν γὰρ ἑκάτεροι φιλοτιμίας οὐ κατέλιπον, οἱ μὲν Μακεδόνες σπεύδοντες σῶσαι τὰς ναῦς, οἱ δὲ Σικελιώται βουλόμενοι μὴ μόνον Καρχηδονίων καὶ τῶν κατὰ τὴν Ἰταλίαν βαρβάρων περιγενέσθαι δοκεῖν, ἀλλὰ καὶ περὶ τὴν Ἑλλάδα θεωρηθῆναι κρείττους ὄντες​11 Μακεδόνων τῶν τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην πεποιημένων δορίκτητον.

3 Ὅτι Ἀγαθοκλῆς εἰ μὲν ἀποβιβάσας τὴν δύναμιν ἐπικειμένοις τοῖς πολεμίοις ἐπέθετο, κατέκοψεν ἂν ῥᾳδίως τοὺς Μακεδόνας· ἀγνοήσας δὲ τὴν γεγενημένην προσαγγελίαν καὶ τὴν ἔκπληξιν τῶν ἀνθρώπων ἠρκέσθη τὴν δύναμιν ἀποβιβάσας καὶ τρόπαιον στήσας διαλαβεῖν ἀληθῆ τὸν λόγον εἶναι ὅτι πολλὰ κενὰ​12 τοῦ πολέμου. ἄγνοια γὰρ καὶ ἀπάτη πολλάκις οὐκ ἐλάττω​13 κατεργάζεται τῆς ἐν τοῖς ὅπλοις ἐνεργείας.​14

(Const. Exc. 4, pp344‑345; πολλὰ κενὰ . . . ἐνεργείας, Exc. Hoesch., p490 W.)

[link to English translation] 3 Ὅτι παραγενηθεὶς ἐπὶ τὸ καταλειφθὲν​15 στρατόπεδον Ἀγαθοκλῆς μετὰ τὴν ἐκ Κερκύρας ὑποστροφήν,  p10 καὶ πυθόμενος​16 τούς τε Λίγυας καὶ τοὺς Τυρρηνοὺς ταραχωδῶς ἀπῃτηκέναι τοὺς μισθοὺς τὸν υἱὸν αὐτοῦ Ἀγάθαρχον κατὰ τὴν ἀπουσίαν αὐτοῦ,​17 πάντας ἀπέσφαξεν, οὐκ ἐλάττους ὄντας​18 τῶν δισχιλίων. τῶν δὲ Βρεττίων ἀλλοτρίως διὰ ταῦτα πρὸς αὐτὸν διατεθέντων, ἐπεχείρησε πολιορκῆσαι​19 πόλιν ὀνομαζομένην Ἤθας. τῶν δὲ βαρβάρων ἀθροισάντων μεγάλην δύναμιν καὶ νυκτὸς ἀπροσδοκήτως ἐπιθεμένων αὐτῷ, ἀπέβαλε στρατιώτας τετρακισχιλίους, καὶ οὕτως ἐπανῆλθεν εἰς Συρακόσας.

(Exc. Hoesch. p490 W.; Ὅτι . . . δισχιλίων (in part), Const. Exc. 2 (1), pp252‑253 = Chap. 3.2 Dind.)

[link to English translation] 4 Ὅτι Ἀγαθοκλῆς τὰς ναυτικὰς δυνάμεις ἀθροίσας διέπλευσεν εἰς Ἰταλίαν. διανοούμενος ἐπὶ Κρότωνος στρατεύειν, θέλων αὐτὴν πολιορκῆσαι,​20 πρὸς Μενέδημον τὸν Κροτωνιάτην τύραννον, ἑαυτοῦ φίλον ὄντα, ἔπεμψεν ἀγγελιαφόρον​21 μὴ θορυβεῖσθαι αὐτὸν​22 ψευδῶς, Λάνασσαν τὴν θυγατέρα λέγων πέμπειν πρὸς τὴν Ἤπειρον ἐπὶ τὸν γάμον, στόλῳ κεκοσμημένην βασιλικῷ, καὶ οὕτως ἀπατήσας εὗρεν ἀνετοίμους. εἶτα πολιορκήσας ἀπὸ θαλάσσης εἰς θάλασσαν περιέβαλε τείχη, καὶ διὰ πετροβόλου καὶ διορυχῆς τὸν μέγιστον οἶκον23  p12 καταρράξας, ὡς ἴδον οἱ Κροτωνιᾶται, φόβῳ τὰς πύλας ἀνοίξαντες ἐδέξαντο τὸν Ἀγαθοκλέα καὶ τὸ στράτευμα. εἰσπεσόντες δὲ εἴσω τῆς πόλεως, τὰς μὲν οἰκίας διήρπαζον, τοὺς δὲ ἄνδρας κατέσφαξαν. πρὸς δὲ τοὺς ὁμόρους βαρβάρους καὶ Ἰάπυγας καὶ Πευκετίους συμμαχίαν ἐποιήσατο,​24 ναῦς λῃστρικὰς χορηγῶν αὐτοῖς, τὰ μέρη τῶν λείων​25 ἐλάμβανε. καὶ φρουρὰν ἀπολείπων εἰς Κρότωνα εἰς Συράκοσαν ἔπλευσεν.

[link to English translation] 5 Ὅτι Δίυλλος​26 Ἀθηναῖος συγγραφεὺς τὰς κοινὰς πράξεις συντάξας ἔγραψε βιβλία εἴκοσιν ἐξ Ψάων δὲ ὁ Πλαταιεὺς​27 τὰς ἀπὸ τούτου διαδεξάμενος πράξεις ἔγραψε βιβλία τριάκοντα.

[link to English translation] 6 1 Ὅτι ἐπὶ τοῦ πολέμου τῶν Τυρρηνῶν καὶ Γαλατῶν καὶ Σαμνιτῶν καὶ τῶν ἑτέρων συμμάχων ἀνῃρέθησαν ὑπὸ Ῥωμαίων, Φαβίου ὑπατεύοντος, δέκα μυριάδες, ὥς φησι Δοῦρις.​28

(Exc. Hoesch. p490 W.)

2 Γράφει τοιοῦτόν τι Δοῦρις, Διόδωρος καὶ Δίων, ὅτι Σαμνιτῶν, Τυρρηνῶν καὶ ἑτέρων ἐθνῶν πολεμούντων Ῥωμαίοις ὁ Δέκιος ὕπατος Ῥώμης συστρατηγὸς ὢν Τουρκουάτου οὕτως ἀπέδωκεν ἑαυτὸν εἰς σφαγὴν καὶ ἀνῃρέθησαν τῶν ἐναντίων ἑκατὸν χιλίαδες αὐθημερόν.

(Tzetzes, on the Alexandra of Lycophron, v. 1378.)29

 p14  [link to English translation] 7 Ὅτι Ἀντίπατρος διὰ φθόνον τὴν ἰδίαν μητέρα ἀνεῖλε.

Ὅτι Ἀλέξανδρος ἀδελφὸς Ἀντιπάτρου προσκαλεσάμενος Δημήτριον βασιλέα εἰς βοήθειαν, δολοφονεῖται ὑπ’ αὐτοῦ. ὁμοίως καὶ Ἀντίπατρον τὸν μητραλοίαν, ἀδελφὸν τοῦ​30 Ἀλεξάνδρου, καὶ αὐτὸν ἐδολοφόνησεν, οὐ βουλόμενος σύνεδρον ἔχειν τῇ βασιλείᾳ.

[link to English translation] 8 Ὅτι Ἀγαθοκλῆς συναθροίσας δυνάμεις εἰς Ἰταλίαν διεπέρασεν ἔχων πεζοὺς τρισμυρίους, ἱππεῖς τρισχιλίους. τὴν δὲ ναυτικὴν δύναμιν Στίλπωνι παραδούς, λεηλατεῖν ἐπέταξε τὴν Βρεττίων χώραν· οὗτος πορθῶν τὰς​31 παραθαλασσίους κτήσεις,​32 χειμῶνι περιπεσὼν τὰς πλείους τῶν νηῶν ἀπέβαλε. ὁ δὲ Ἀγαθοκλῆς πολιορκήσας τῶν Ἱππωνιατῶν​33 πόλιν . . .​34 καὶ διὰ μηχανῶν πετροβόλων τῆς πόλεως ἐκυρίευσαν καὶ ταύτην εἷλον. τῶν δὲ Βρεττίων καταπλαγέντων, πρέσβεις ἀπέστειλαν ὑπὲρ διαλύσεως. καὶ λαβὼν παρ’ αὐτῶν ἑξακοσίους ὁμήρους καὶ φρουρὰν ἀπολιπὼν εἰς Συρακόσας ἐπανῆλθεν. οἱ δὲ Βρέττιοι τοῖς ὅρκοις μὴ ἐμμείναντες, ἀλλὰ πανδημεὶ στρατεύσαντες ἐπὶ τοὺς ἀπολειφθέντας στρατιώτας, τούτους κατέκοψαν· τοὺς δὲ ὁμήρους ἀνασώσαντες ἀπελύθησαν τῆς Ἀγαθοκλέους δυναστείας.

(Exc. Hoesch. pp490‑491 W.)

 p16  [link to English translation] 9 Ὅτι Δημήτριος ὁ βασιλεὺς λαβὼν ὑποχειρίους ἅπαντας τοὺς κατ’ αὐτοῦ βλασφημεῖν εἰωθότας ἐν ταῖς ἐκκλησίαις καὶ πάντα κατ’ αὐτοῦ πράττειν φιλαπεχθημόνως ἀφῆκεν ἀθῴους, ἐπιφθεγξάμενος ὅτι συγγνώμη τιμωρίας αἱρετώτερα.

(Const. Exc. 4, p345; last three words, Exc. Hoesch. p491 W.)

[link to English translation] 10 Ὅτι οἱ πλεῖστοι τῶν ἀγόντων στρατόπεδα, καθ’ οὓς ἂν καιροὺς ἐν ἀτυχήμασιν ὑπάρχωσι μεγάλοις, ἀκολουθοῦσι ταῖς τῶν πολλῶν ὁρμαῖς φοβούμενοι τὰς ἐναντιώσεις αὐτῶν.

(Const. Exc. 4, p345; Exc. Hoesch. p491 W.)

[link to English translation] 11 Ὅτι οἱ Θρᾷκες τὸν τοῦ βασιλέως υἱὸν Ἀγαθοκλέα λαβόντες αἰχμάλωτον ἀπέστειλαν μετὰ δώρων, ἅμα μὲν πρὸς τὰ παράδοξα τῆς τύχης ἑαυτοῖς παρασκευάζοντες καταφυγάς, ἅμα δὲ διὰ τῆς φιλανθρωπίας ταύτης ἐλπίζοντες ἀπολήψεσθαι τὴν ἀφῃρημένην αὐτῶν χώραν ὑπὸ Λυσιμάχου. οὐκέτι γὰρ ἤλπιζον αὑτοὺς δύνασθαι κρατῆσαι τῷ πολέμῳ, συμπεφρονηκότων ἁπάντων σχεδὸν τῶν δυνατωτάτων βασιλέων καὶ συμμαχούντων ἀλλήλοις.

(Const. Exc. 2 (1), p253.)

[link to English translation] 12 1 Ὅτι ὑπὸ σιτοδείας πιεζομένης τῆς τοῦ Λυσιμάχου στρατιᾶς,​35 καὶ τῶν φίλων αὐτῷ συμβουλευόντων σῴζειν​36 ὅπως ποτὲ δύναται καὶ μηδεμίαν ἔχειν ἐλπίδα σωτηρίας ἐν τῷ στρατοπέδῳ, τούτοις ἀπεκρίθη μὴ δίκαιον εἶναι καταλιπόντα τὴν δύναμιν καὶ τοὺς φίλους ἰδίᾳ​37 σωτηρίαν αἰσχρὰν πορίζεσθαι.

(Const. Exc. 4, p345.)

 p18  2 Ὅτι ὁ Δρομιχαίτης ὁ τῶν Θρᾳκῶν βασιλεὺς κατὰ πάντα τὸν Λυσίμαχον τὸν βασιλέα δεξιωσάμενος καὶ φιλήσας, ἔτι δὲ πατέρα προσαγορεύσας, ἀπήγαγε μετὰ τῶν τέκνων εἰς πόλιν τὴν ὀνομαζομένην Ἦλιν.

3 Ὅτι μετὰ τὴν ἅλωσιν τῆς Λυσιμάχου δυνάμεως συνδραμόντων τῶν Θρᾳκῶν καὶ βοώντων ἄγειν εἰς τὸ μέσον τὸν ἡλωκότα βασιλέα πρὸς τὴν κόλασιν — δεῖν γὰρ τὴν ἐξουσίαν ἔχειν τὸ τῶν κινδύνων μετεσχηκὸς πλῆθος βουλεύσασθαι πως χρηστέον ἐστὶν τοῖς ἡλωκόσιν — ὁ μὲν Δρομιχαίτης περὶ τῆς τιμωρίας τοῦ βασιλέως ἀντειπὼν ἐδίδαξε τοὺς στρατιώτας ὅτι συμφέρει σῶσαι τὸν ἄνδρα. ἀναιρεθέντος μὲν γὰρ αὐτοῦ βασιλεῖς ἄλλους καταλήψεσθαι τὴν Λυσιμάχου δυναστεῖαν, φοβερωτέρους,​38 ἂν τύχῃ, τοῦ προϋπάρξαντος· διαφυλαχθέντος δὲ χάριν ἕξειν​39 ὀφειλομένην τοῖς Θρᾳξὶ παρὰ τοῦ σωθέντος, καὶ τὰ φρούρια τὰ πρότερον ὑπάρξαντα Θρᾳκῶν ἀπολήψεσθαι χωρὶς κινδύνων. 4 συγκαταθεμένου δὲ τοῦ πλήθους, ὁ Δρομιχαίτης ἀναζητήσας ἐκ τῶν αἰχμαλώτων τοὺς φίλους τοῦ Λυσιμάχου καὶ τοὺς περὶ τὴν θεραπείαν εἰωθότας διατρίβειν, ἀπήγαγε πρὸς τὸν ἡλωκότα βασιλέα. μετὰ δὲ ταῦτα συντελέσας θυσίαν παρέλαβεν ἐπὶ τὴν ἑστίασιν τόν τε Λυσίμαχον μετὰ τῶν αὐτοῦ φίλων καὶ τῶν Θρᾳκῶν τοὺς ἐπιτηδειοτάτους. διττὰς δὲ κλισίας​40 κατασκευάσας τοῖς μὲν περὶ τὸν Λυσίμαχον ἔστρωσε τὴν ἁλοῦσαν βασιλικὴν στρωμνήν, ἑαυτῷ δὲ καὶ τοῖς φίλοις εὐτελῆ στιβάδα. 5 ὁμοίως δὲ διττῶν ἑτοιμασθέντων δειπνῶν, ἐκείνοις μὲν παντοδαπῶν  p20 πολυτέλειαν βρωμάτων παρέθηκεν ἐπὶ τραπέζης ἀργυρᾶς, τοῖς δὲ Θρᾳξὶ λάχανα καὶ κρέα​41 μετρίως ἐσκευασμένα, ἐπὶ​42 σανίδος εὐτελοῦς ἐπικειμένης αὐτοῖς τῆς τραπέζης. τὸ δὲ τελευταῖον τοῖς μὲν ἐνέχει τὸν οἶνον ἀργυροῖς καὶ χρυσοῖς ποτηρίοις, τοῖς δὲ μέθ’ ἑαυτοῦ κερατίνοις καὶ ξυλίνοις, καθάπερ ἦν ἔθος τοῖς Γέταις. προβαίνοντος δὲ τοῦ ποτοῦ πληρώσας τὸ μέγιστον τῶν κεράτων καὶ προσαγορεύσας πατέρα τὸν Λυσίμαχον ἠρώτησε πότερον αὐτῷ δοκεῖ​43 δεῖπνον βασιλικώτερον, τὸ Μακεδονικὸν ἢ τὸ Θρᾴκιον. τοῦ δὲ Λυσιμάχου τὸ Μακεδονικὸν εἰπόντος (Ζητεῖ εἰς τὸ Περὶ Γνώμων).

(Const. Exc. 2 (1), pp253‑254.)

6 Ὅτι τοῦ Δρομιχαίτου τὸν Λυσίμαχον ἐπὶ δεῖπνον κεκληκότος καὶ προβαίνοντος τοῦ ποτοῦ, πληρώσας τὸ μέγιστον τῶν κεράτων καὶ προσαγορεύσας πατέρα τὸν Λυσίμαχον ἠρώτησε πότερον αὐτῷ δοκεῖ δεῖπνον εἶναι βασιλικώτερον, τὸ Μακεδονικὸν ἢ τὸ Θρᾴκιον. τοῦ δὲ Λυσιμάχου τὸ Μακεδονικὸν εἰπόντος, Τί οὖν, ἔφη, νόμιμα τοιαῦτα καὶ βίον λαμπρὸν ἀπολιπών, ἔτι δὲ ἐπιφανεστέραν βασιλείαν, ἐπεθύμεις εἰς ἀνθρώπους παραγενέσθαι βαρβάρους καὶ ζῶντας θηριώδη βίον καὶ χώραν δυσχείμερον καὶ σπανίζουσαν ἡμερῶν καρπῶν, ἐβιάσω δὲ παρὰ φύσιν ἀγαγεῖν δύναμιν εἰς τόπους τοιούτους ἐν οἷς ξενικὴ δύναμις ὑπαίθριος οὐ δύναται διασώζεσθαι; εἰπόντος δὲ πάλιν πρὸς ταῦτα τοῦ Λυσιμάχου διότι τὰ μὲν περὶ ταύτην τὴν στρατείαν ἠγνόησεν, εἰς δὲ τὸ λοιπὸν πειράσεται φίλος ὢν συμμαχεῖν καὶ χάριτος ἀποδόσει μὴ λειφθῆναι τῶν εὖ πεποιηκότων, ἀποδεξάμενος αὐτὸν φιλοφρόνως ὁ Δρομιχαίτης παρέλαβε τῶν χωρίων τὰ παραιρεθέντα  p22 ὑπὸ τῶν περὶ Λυσίμαχον καὶ περιθεὶς αὐτῷ​44 διάδημα ἐξαπέστειλεν.

(Const. Exc. 4, pp345‑346.)

[link to English translation] 13

Οὗτος ὁ Ξερμοδίγεστος, Διόδωρος ὡς γράφει,

οἶμαι τοῦ Αὐδολέοντος Παιόνων βασιλέως

φίλος τελῶν πιστότατος, τοὺς θησαυροὺς μηνύει

ἢ Λυσιμάχῳ ἤ τινι τῆς Θρᾴκης βασιλέων·

ἀργαλέον δέ μοί ἐστι θεὸν ὡς πάντ’ ἀγορεύειν

ἀβίβλῃ πεφυκότι μοι· οἴδατε οἷσπερ λέγω·

τοὺς θησαυροὺς ἐμήνυσε τῷ Θρᾴκης στεφηφόρῳ

τοῦ Σαργεντίου ποταμοῦ κάτωθεν κεκρυμμένους,

τοὺς οὓς αὐτὸς κατέκρυπτε σὺν αἰχμαλώτοις μόνοις,

τρέπων τὴν κοίτην ποταμοῦ καὶ κατορύττων κάτω,

εἶτα τὸν ῥοῦν ἐπαφιείς, τοὺς δ’ αἰχμαλώτους σφάττων.

(Tzetzes, Hist. 6.470‑480.)45

[link to English translation] 14 1 Ὅτι Δημήτριος ὁ βασιλεύς, τὸ δεύτερον ἀποστατησάντων Θηβαίων,​46 πολιορκίᾳ τὰ τείχη καθελών, τὴν πόλιν κατὰ κράτος εἷλε, δέκα μόνους ἄνδρας ἀνελὼν τοὺς τὴν ἀποστασίαν κατεργαζομένους.

(Exc. Hoesch. p491 W.)

2 Ὅτι ὁ βασιλεὺς Δημήτριος​47 παραλαβὼν καὶ τὰς ἄλλας πόλεις, προσηνέχθη τοῖς Βοιωτοῖς μεγαλοψύχως. πλὴν γὰρ ἀνδρῶν δέκα καὶ τεττάρων τῶν αἰτιωτάτων τῆς ἀποστάσεως ἀπέλυσε τῶν ἐγκλημάτων ἅπαντας.

(Const. Exc. 2 (1), p254.)

3 Ὅτι ἐπὶ πολλῶν τὸ θυμομαχεῖν εἰς τέλος χαριζομένους  p24 τῷ θυμῷ παραιτητέον· συμφέρει γὰρ ἐνίοτε διαλύεσθαι καὶ χρημάτων ὠνεῖσθαι τὴν ἀσφάλειαν καὶ καθόλου προκρίνειν τῆς τιμωρίας τὴν συγγνώμην.

(Const. Exc. 4, p346.)

[link to English translation] 15 Ὅτι Ἀγαθοκλῆς ἀπέστειλεν Ἀγαθοκλῆ τὸν υἱὸν πρὸς Δημητρίου τὸν βασιλέα φιλίαν συνθέσθαι καὶ συμμαχίαν. ὁ δὲ βασιλεὺς ἀσμένως δεξάμενος τὸν νεανίσκον, στολὴν περιτιθεὶς βασιλικὴν καὶ δῶρα δοὺς μεγαλοπρεπῆ, συναπέστειλεν Ὀξύθεμιν,​48 τῶν φίλων ἕνα, τῷ​49 μὲν δοκεῖν τὰ πιστὰ λαβεῖν τῆς συμμαχίας, τῷ δὲ ἔργῳ κατασκεψόμενον τὴν Σικελίαν.

(Exc. Hoesch. p491 W.)

[link to English translation] 16 1 Οὐ μὴν ἀλλ’ ὑπὲρ μὲν τῆς καταστροφῆς Ἀγαθοκλέους, ὅταν πρὸς τοὺς οἰκείους χρόνους ἔλθωμεν αὐτῆς,​50 τὸ γενόμενον βεβαιώσει τὸ νῦν εἰρημένον.

(Diod. 20.101.4.)

Ὅτι Ἀγαθοκλῆς ὁ βασιλεὺς πολὺν χρόνον εἰρηνεύων πρὸς Καρχηδονίους, μεγάλην ἐπεποίητο παρασκεύασιν ναυτικὴν δυνάμεων· διενοεῖτο γὰρ πάλιν εἰς τὴν Λιβύην διαβιβάζειν στρατόπεδα, καὶ ταῖς ναυσὶν εἴργειν τοὺς Φοίνικας τῶν ἀπὸ τῶν Σαρδῶν καὶ Σικελῶν σιτοπομπιῶν. καὶ ἐν τῷ προγεγονότι κατὰ τὴν Λιβύην πολέμῳ θαλαττοκρατοῦντες οἱ Καρχηδόνιοι διέσωσαν ἐκ τῶν κινδύνων τὴν πατρίδα. εἶχε δὲ ναῦς Ἀγαθοκλῆς ὁ βασιλεὺς ἐξηρτυμένας διακοσίας τετρήρεις καὶ ἑξήρεις· ὅμως εἰς πέρας τὴν προαίρεσιν οὐκ ἤνεγκε διὰ τοιαύτας αἰτίας. 2 Μένων​51 ἦν Αἰγεσταῖος​52 τὸ γένος· ἐν δὲ τῇ καταλήψει τῆς πατρίδος ἡλωκὼς δοῦλος ἐγένετο​53 διὰ τὴν εὐπρέπειαν τοῦ σώματος τῷ βασιλεῖ. καὶ  p26 μέχρι μέν τινος εὐδοκεῖν​54 προσεποιεῖτο, τῶν ἐρωμένων καὶ φίλων εἰς ἀριθμούμενος· διὰ δὲ τὴν τῆς πατρίδος συμφορὰν καὶ τὴν περὶ αὑτὸν ὕβριν ὑπούλως ἔχων πρὸς τὸν δυνάστην, καιρὸν ἔλαβε τῆς κατ’ αὐτοῦ τιμωρίας. ὁ γὰρ βασιλεὺς ἤδη γεγηρακὼς τὰς ὑπαίθρους​55 δυνάμεις Ἀρχαγάθῳ παραδεδώκει. 3 οὗτος δὲ ἦν Ἀρχαγάθου μὲν​56 υἱὸς τοῦ κατὰ Λιβύην σφαγέντος, υἱωνὸς δὲ τοῦ βασιλέως Ἀγαθοκλέους, ἀνδρείᾳ δὲ καὶ ψυχῆς εὐτολμίᾳ πολὺ τοῦ κατὰ λόγον ὑπεραίρων. . . .​57 στρατοπεδεύοντος αὐτοῦ περὶ τὴν Αἴτνην, ὁ μὲν βασιλεὺς βουλόμενος προάγειν​58 ἐπὶ τὴν διαδοχὴν τῆς βασιλείας τὸν υἱὸν Ἀγαθοκλῆ, πρῶτον μὲν ἐν ταῖς Συρακούσαις​59 συνέστησε τὸν νεανίσκον, ἀποφαινόμενος διάδοχον ἀπολείψειν τῆς ἀρχῆς· μετὰ δὲ ταῦτα ἐξέπεμψεν αὐτὸν ἐπὶ τὸ στρατόπεδον. γράψας ἐπιστολὴν ἐπὶ τὸν Ἀρχάγαθον, προσέταξε τούτῳ​60 παραδιδόναι τὰς πεζικὰς καὶ ναυτικὰς δυνάμεις. δι’ ἃς αἰτίας​61 ὁ μὲν Ἀρχάγαθος ὁρῶν τὴν βασιλείαν εἰς ἕτερον καταντῶσαν, ἀμφοτέροις ἐπιβουλεῦσαι​62 διέγνω. πρὸς Μένωνα τὸν Αἰγεσταῖον διαπεμψάμενος ἔπεισεν ἀνελεῖν τὸν βασιλέα διὰ φαρμάκου, αὐτὸς δὲ ἐν τινι νήσῳ θυσίαν ἐπιτελέσας,​63 καὶ καταπλεύσαντα τὸν νεώτερον Ἀγαθοκλέα παραλαβὼν πρὸς τὴν εὐωχίαν, νυκτὸς καταμεθύσας ἀπέσφαξε.  p28 τοῦ δὲ σώματος ῥιφθέντος εἰς τὴν θάλασσαν καὶ πρὸς τὴν γῆν ὑπὸ τοῦ κλύδωνος ἐκβρασθέντος,​64 ἐπιγνόντες τινὲς ἀπεκόμισαν εἰς Συρακόσας.

[link to English translation] 4 Ὁ δὲ βασιλεὺς εἰωθὼς μετὰ τὸ δεῖπνον ἀεὶ πτερῷ διακαθαίρεσθαι τοὺς ὀδόντας, ἀπολυθεὶς τοῦ ποτοῦ τὸν Μένωνα τὸ πτερὸν ᾔτησεν. εἶτα ὁ μὲν φαρμάκῳ σηπτικῷ​65 χρίσας ἀπέδωκεν, ὁ δὲ χρησάμενος αὐτῷ φιλοτιμότερον διὰ τὴν ἄγνοιαν ἥψατο πανταχόθεν τῆς περὶ τοὺς ὀδόντας σαρκός. καὶ πρῶτον μὲν πόνοι συνεχεῖς ἐγένοντο καὶ καθ’ ἡμέραν ἐπιτάσεις ἀλγηδόνων, ἔπειτα σηπεδόνες ἀνίατοι πάντῃ τοὺς ὀδόντας περιεῖχον. ἐπὶ δὲ τῆς τελευτῆς γενόμενος ἐκκλησιάσας τὸν λαὸν κατηγόρησε τῆς ἀσεβείας Ἀρχαγάθου, καὶ τὰ μὲν πλήθη παρώξυνε πρὸς τὴν αὑτοῦ​66 τιμωρίαν, τῷ δὲ δήμῳ τὴν δημοκρατίαν ἔφησεν ἀποδιδόναι. 5 μετὰ δὲ ταῦτα τὸν βασιλέα διακείμενον ἐσχάτως ἤδη κατέθηκεν ἐπὶ τῆς πυρᾶς Ὀξύθεμις ὁ πεμφθεὶς ὑπὸ Δημητρίου τοῦ βασιλέως, καὶ κατέκαυσεν ὄντα μὲν ἔμπνουν ἔτι, διὰ δὲ τὴν ἰδιότητα τῆς περὶ τὴν σηπεδόνα συμφορὰς οὐ δυνάμενον φωνὴν προΐεσθαι.​67 Ἀγαθοκλῆς μὲν πλείστους καὶ ποικιλωτάτους φόνους ἐπιτελεσάμενος κατὰ τὴν δυναστεῖαν, καὶ τῇ κατὰ τῶν ὁμοφύλων ὠμότητι προσθεὶς καὶ τὴν εἰς θεοὺς ἀσέβειαν, πρέπουσαν παρέσχε τῇ παρανομίᾳ τὴν τοῦ βίου καταστροφήν, δυναστεύσας μὲν ἔτη δύο τῶν τριάκοντα λείποντα, βιώσας δὲ δύο πρὸς τοῖς ἑβδομήκοντα ἔτη, καθὼς Τίμαιος ὁ Συρακόσιος  p30 συγγραφεῖ, καὶ Καλλίας καὶ αὐτὸς Συρακούσιος,​68 εἴκοσι δύο βίβλους συγγράψας, καὶ Ἄντανδρος ὁ ἀδελφὸς Ἀγαθοκλέους καὶ αὐτὸς συγγραφεύς. 6 οἱ δὲ Συρακόσιοι τῆς δημοκρατίας τυχόντες τὴν Ἀγαθοκλέους οὐσίαν ἐδήμευσαν, τὰς δὲ εἰκόνας τὰς ἀνατεθείσας​69 ὑπ’ αὐτοῦ κατέσπασαν. Μένων δὲ ὁ ἐπιβουλεύσας τῷ βασιλεῖ διέτριβεν ἐν τοῖς περὶ Ἀρχάγαθον, πεφευγὼς ἐκ τῶν Συρακουσῶν· πεφρονηματισμένος δὲ ἐπὶ τῷ​70 δοκεῖν καταλελυκέναι τὴν βασιλείαν, τὸν μὲν Ἀρχάγαθον ἐδολοφόνησε, τοῦ δὲ στρατοπέδου κυριεύσας καὶ τὰ πλήθη λόγοις φιλανθρώποις ἰδιοποιησάμενος, διέγνω πολεμεῖν τοῖς Συρακοσίοις καὶ δυναστείας ἀντέχεσθαι.​71

(Exc. Hoesch. pp491‑493 W.)

7 Ὅτι Ἀγάθαρχος ἀνδρείᾳ καὶ ψυχῆς εὐτολμίᾳ πολὺ τοῦ κατὰ λόγον ὑπεραίρων τῆς ἰδίας ἡλικίας· ἦν γὰρ παντελῶς νέος.

(Const. Exc. 2 (1), p254.)

[link to English translation] 17 1 Ὅτι οὗτος ὁ ἱστορικὸς​72 τὰς ἁμαρτίας τῶν πρὸ ἑαυτοῦ συγγραφέων πικρότατα ἐλέγξας κατὰ μὲν τἄλλα μέρη τῆς γραφῆς πλείστην πρόνοιαν εἶχε τῆς ἀληθείας, ἐν δὲ ταῖς Ἀγαθοκλέους πράξεσι τὰ πολλὰ κατέψευσται​73 τοῦ δυνάστου διὰ τὴν πρὸς αὐτὸν ἔχθραν. φυγαδευθεὶς γὰρ ὑπ’ Ἀγαθοκλέους ἐκ τῆς Σικελίας, ζῶντα μὲν ἀμύνασθαι τὸν δυνάστην οὐκ ἴσχυσε, τελευτήσαντα δὲ διὰ τῆς ἱστορίας  p32 ἐβλασφήμησεν εἰς τὸν αἰῶνα. 2 καθόλου γὰρ ταῖς προϋπαρχούσαις τῷ βασιλεῖ τούτῳ κακίαις ἄλλα πολλὰ παρ’ ἑαυτοῦ προσθεὶς ὁ συγγραφεύς, τὰς μὲν εὐημερίας ἀφαιρούμενος αὐτοῦ, τὰς δὲ ἀποτεύξεις, οὐ τὰς δι’ αὐτὸν μόνον γενόμενος,​74 ἀλλὰ καὶ τὰς διὰ τύχην μεταφέρων εἰς τὸν μηδὲν ἐξαμαρτόντα.​75 γενομένου δὲ ὁμολογουμένως αὐτοῦ στρατηγικοῦ μὲν κατὰ τὴν ἐπίνοιαν, δραστικοῦ δὲ καὶ τεθαρρηκότος κατὰ τὴν ἐν τοῖς κινδύνοις εὐτολμίαν, οὐ διαλείπει παρ’ ὅλην τὴν ἱστορίαν ἀποκαλῶν αὐτὸν ἄνανδρον καὶ δειλόν. καίτοι γε τίς οὐκ οἶδεν ὅτι τῶν πώποτε δυναστευσάντων οὐδεὶς ἐλάττοσιν ἀφορμαῖς χρώμενος μείζω βασιλείαν περιεποιήσατο; χειροτέχνης γὰρ ἐκ παίδων γενόμενος δι’ ἀπορίαν βίου καὶ πατέρων ἀδοξίαν, ἐξ ὑστέρου διὰ τὴν ἰδίαν ἀρετὴν οὐ μόνον Σικελίας σχεδὸν​76 ὅλης ἐκυρίευσεν, ἀλλὰ πολλὴν τῆς Ἰταλίας τε καὶ Λιβύης τοῖς ὅπλοις κατεστρέψατο. 3 θαυμάσαι δ’ ἂν τις τοῦ συγγραφέως τὴν εὐχέρειαν·​77 παρ’ ὅλην γὰρ τὴν γραφὴν ἐγκωμιάζων τὴν τῶν Συρακουσίων ἀνδρείαν, τὸν τούτων κρατήσαντα δειλίᾳ φησὶ διενηνοχέναι τοὺς ἅπαντας ἀνθρώπους. διὰ γὰρ τῶν ἐν ταῖς ἐναντιώσεσιν ἐλέγχων φανερός ἐστι τὸ φιλάληθες τῆς ἱστορικῆς παρρησίας προδεδωκὼς ἰδίας ἕνεκεν ἔχθρας καὶ φιλονικίας. διόπερ τὰς ἐσχάτας τῆς συντάξεως πέντε βίβλους τοῦ συγγραφέως τούτου, καθ’ ἃς περιείληφε τὰς Ἀγαθοκλέους πράξεις, οὐκ ἄν τις δικαίως ἀποδέξαιτο.

(Const. Exc. 2 (1), pp254‑255; Suidas, s.v. Τίμαιος.)

4 Ὅτι καὶ Καλλίας ὁ Συρακούσιος δικαίως ἂν​78 καὶ προσηκόντως κατηγορίας ἀξιωθείη. ἀναληφθεὶς  p34 γὰρ ὑπ’ Ἀγαθοκλέους καὶ δώρων μεγάλων ἀποδόμενος τὴν προφῆτιν τῆς ἀληθείας ἱστορίαν, οὐ διαλέλοιπεν ἀδίκως ἐγκωμιάζων τὸν μισθοδότην. οὐκ ὀλίγων γὰρ αὐτῷ πεπραγμένων πρὸς ἀσεβείας θεῶν καὶ παρανομίας ἀνθρώπων, φησὶν ὁ συγγραφεὺς αὐτὸν εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ πολὺ τοὺς ἄλλους ὑπερβεβληκέναι.​79 καθόλου δὲ καθάπερ Ἀγαθοκλῆς ἀφαιρούμενος τὰ τῶν πολιτῶν ἐδωρεῖτο τῷ συγγραφεῖ μηδὲν προσήκοντα παρὰ τὸ δίκαιον, οὕτως ὁ θαυμαστὸς ἱστοριογράφος ἐχαρίζετο διὰ τῆς γραφῆς ἅπαντα τἀγαθὰ τῷ δυνάστῃ. ῥᾴδιον δ’ ἦν, οἶμαι, πρὸς ἄμειψιν χάριτος τῷ γραφεῖ​80 τῶν ἐγκωμίων μὴ λειφθῆναι τῆς ἐκ τοῦ βασιλικοῦ γένους δωροδοκίας.

(Const. Exc. 2 (1), p255; Suidas, s.v. Καλλίας.)

[link to English translation] 18 Ὅτι Ἱκέταν στρατηγὸν ἀπέλυσαν Συρακόσιοι μετὰ δυνάμεως πρὸς Μένωνα​81 πολεμῆσαι. καὶ μέχρι μέν τινος διεπολέμει, φυγομαχούντων τῶν ἐναντίων καὶ εἰς παράταξιν οὐδαμῶς καταβαινόντων. τῶν δὲ Καρχηδονίων συνεπιλαβομένων τοῖς περὶ Μένωνα, πολὺ ταῖς δυνάμεσιν ὑπερεχόντων, ἠναγκάσθησαν οἱ Συρακόσιοι δόντες ὁμήρους τοῖς Φοίνιξι τετρακοσίους διαλύσασθαι τὸν πόλεμον καὶ καταγαγεῖν τοὺς φυγάδας. τῶν δὲ μισθοφόρων ἀτιμαζομένων ἐν ταῖς ἀρχαιρεσίαις,​82 συνέβη στάσεως πληρωθῆναι τὴν πόλιν. διαστάντων​83 οὖν ἐν τοῖς ὅπλοις τῶν τε Συρακοσίων καὶ τῶν μισθοφόρων, οἱ πρεσβῦται διαπρεσβευσάμενοι καὶ πολλὰ δεηθέντες ἀμφοτέρων μόγις κατέπαυσαν τὴν ταραχὴν ἐπὶ τῷ​84 τοὺς μισθοφόρους ἐν τακτῷ χρόνῳ τὰς  p36 ἑαυτῶν κτήσεις​85 ἀποδομένους ἀπελθεῖν ἐκ Σικελίας. τούτων δὲ κυρωθέντων, οἱ μὲν ξένοι κατὰ τὰς ὁμολογίας ἐκλιπόντες τὰς Συρακόσας καὶ παραγενηθέντες ἐπὶ τὸν πορθμόν, ὑπεδέχθησαν ὑπὸ τῶν Μεσσηνίων ὡς ἂν φίλοι καὶ σύμμαχοι. ὑπὸ δὲ​86 τῶν πολιτῶν φιλοφρόνως ἀναληφθέντες εἰς τὰς οἰκίας, νυκτὸς ἐφόνευσαν τοὺς ὑποδεξαμένους, καὶ τὰς τούτων γυναῖκας γήμαντες κατέσχον τὴν πόλιν. ἐκάλεσαν δὲ ταύτην Μαμερτίνην ἀπὸ τοῦ Ἄρεως, διὰ τὸ τοῦτον κατὰ τὴν ἐκείνων διάλεκτον Μάμερτον καλεῖσθαι.​87

(Exc. Hoesch. p493 W.)

3º Ὅτι οἱ μισθοφόροι κατὰ τὰς ὁμολογίας ἐκλιπόντες τὰς Συρακούσας προσεδέχθησαν ὑπὸ τῶν Μεσσηνίων, ὡς ἂν φίλοι καὶ σύμμαχοι. ὑπὸ δὲ τῶν πολιτῶν φιλοφρόνως ἀναληφθέντες εἰς τὰς ἰδιωτικὰς οἰκίας νυκτὸς ἐφόνευσαν τοὺς ὑποδεξαμένους, καὶ τὰς τῶν παρανομηθέντων γυναῖκας γήμαντες κατέσχον τὴν πόλιν.

(Const. Exc. 2 (1), p256.)

2º Οἷς γὰρ οὐ μέτεστι τῆς δημαρχίας, τούτους οὐδὲ τῆς ὑπὸ δημάρχου κυρουμένης ψήφου κοινωνεῖν.​88

(Exc. Hoesch. p493 W.)

 p38  [link to English translation] 19 Μηνύσει δ’ ἀκριβέστερον τὸ τῆς γυναικὸς ἦθος προϊὼν ὁ λόγος καὶ τὰ πράγματα λαμβάνοντα μεταβολὴν καὶ κρίσιν ἐσχάτην τῆς περὶ Δημήτριον βασιλείας.

(Diod. 19.59.6.)

[link to English translation] 20 Ὅτι τοῦ Δημητρίου φυλαττομένου εἰς Πέλλαν Λυσίμαχος πρέσβεις ἀποστείλας ἠξίου τὸν Σέλευκον μηδενὶ τρόπῳ τὸν Δημήτριον ἐκ τῶν χειρῶν ἀφιέναι, πλεονέκτην ἄνδρα καὶ πᾶσι τοῖς βασιλεῦσιν ἐπιβεβουλευκότα· ἐπηγγέλλετο δὲ αὐτῷ δώσειν ὑπὸ τῆς ἀναιρέσεως τῆς τούτου τάλαντα δισχίλια. ὁ δὲ βασιλεὺς τοῖς μὲν πρεσβευταῖς ἐπετίμησε παρακαλοῦσιν αὐτὸν μὴ μόνον ἀθετῆσαι πίστιν, ἀλλὰ καὶ εἰς​89 συνῳκειωμένον αὐτῷ τὸ​90 μύσος ἐκεῖνο​91 ἐπανελέσθαι· πρὸς δὲ τὸν υἱὸν Ἀντίοχον ἐν τῇ Μηδίᾳ διατρίβοντα γράψας, συνεβούλευσε​92 πως χρηστέον ἐστὶν τῷ Δημητρίῳ. κεκρικὼς γὰρ ἦν αὐτὸν ἀπολύειν καὶ κατάγειν ἐπὶ τὴν βασιλείαν μεγαλοπρεπῶς· ἔσπευδεν δὲ καὶ τὴν τοῦ υἱοῦ χάριν συνεπιγράψαι ταῖς εὐεργεσίαις, ὡς ἂν γεγαμηκότος αὐτοῦ Στρατονίκην τὴν Δημητρίου καὶ τέκνα γεγεννηκότος ἐξ αὐτῆς.

(Const. Exc. 2 (1), p256.)

[link to English translation] 21 Ὅτι δεῖ τοῖς μὲν πολεμίοις εἶναι φοβερώτατον, τοῖς δὲ φίλοις διαμένειν βέβαια προσηνέστατον.

2 Ἐπειδὴ κατ’ ἐκεῖνον τὸν καιρὸν ἀγνοήσαντες τὸ  p40 συμφέρον τοὺς πρὸς χάριν λόγοις ἐπηκολουθήσατε, νῦν τοῖς ἔργοις ἑωρακότες τὰ κατὰ τὴν χώραν ἀτυχήματα μεταδιδάχθητε.

3 Τὸ μὲν γὰρ ἀγνοῆσαί ποτε κατὰ τὸν βίον ἐστὶν ἀνθρώπου, τὸ δὲ ἐπὶ τοῖς αὐτοῖς πράγμασι πλεονάκις ἁμαρτάνειν τέλεον ἐξεστηκότος τοῖς λογισμοῖς. ὅσῳ γὰρ πλείοσιν ἐλαττώμασι περιπεπτώκαμεν, τοσούτῳ μείζονος τιμωρίας ἀξιοῖ τυχεῖν ὑπάρχομεν.

4 Ἐπὶ τοσοῦτον γάρ τινες τῶν πολιτῶν προεληλύθασι πλεονεξίας ὥστε βούλεσθαι τοὺς ἰδίους οἴκους λαμπροὺς κατασκευάζειν ἐκ τῶν τῆς πατρίδος ἀτυχημάτων.

5 Οἱ δὲ περὶ τοὺς βοηθοῦντας τοῖς ἄλλοις ἀνομήσαντες πως ἂν χρήσαιντο περὶ αὑτῶν;93

6 Ὅτι δεῖ τοῖς μὲν ἡμαρτημένοις δοῦναι συγγνώμην, εἰς δὲ τὸν λοιπὸν χρόνον ἔχειν εἰρήνην.94

7 Ὅτι οὐ δεῖ τοὺς ἁμαρτήσαντας ἐκ παντὸς τρόπου κολάζειν, ἀλλὰ τοὺς ἐπὶ τοῖς ἡμαρτημένοις μὴ μεταδιδασκομένους.

8 Ὅτι προτερεῖ παρὰ τοῖς ἀνθρώποις ἡ μὲν ἐπιεικεία τῆς ὀργῆς, ἡ δὲ εὐεργεσία τῆς τιμωρίας.

9 Ὅτι καλὸν καὶ εὔθετόν ἐστι λύειν μὲν τὴν ἔχθραν, ἀντεισάγειν δὲ φιλίαν. ὅταν γὰρ εἰς ἀπορίαν ἔλθῃ ὁ ἄνθρωπος, ἐπὶ πρώτην τὴν τῶν φίλων ἀρωγὴν​95 ὁρμὰν εἴωθεν.

(Exc. Hoesch. pp493‑494 W.)

Ὅτι ὅταν εἰς ἀπορίαν ἔλθῃ στρατιώτης ἀλλόφυλος, ἐπὶ πρώτην τὴν τῶν φίλων ἁρπαγὴν ὁρμὰν εἴωθεν.

 p42  10 Ἔμφυτος γὰρ οὖσα τοῖς βασιλεῦσιν ἡ τοῦ πλέονος ἐπιθυμία τοιαύτης οὐκ ἀφέξεται πόλεως.

(Const. Exc. 4, p346.)

Ὅτι ἔμφυτος οὖσα τοῖς ἀνθρώποις ἡ τοῦ πλείονος ἐπιθυμία τῆς τοιαύτης ὁρμῆς οὐδ’ ὅλως ἀφέξεται.

11 Δεῖ γὰρ τὸ τῆς ὑπερηφανίας μέγεθος καὶ τὸ τῆς ἐσθῆτος τυραννικὸν οἴκοι φυλάττειν, εἰς δὲ πόλιν ἐλευθέραν εἰσιόντα τοῖς ἐνθάδε νόμοις πείθεσθαι.

12 Οὐ γάρ τις τὸ γένος καὶ τὴν βασιλείαν κεκληρονόμηκε, τούτου θελήσει καὶ τῆς εὐδοξίας γενέσθαι διάδοχος· αἰσχρὸν γὰρ ἐστι τὸ μὲν ὄνομα φέρειν Πύρρου τοῦ Ἀχιλλέως, ταῖς δὲ πράξεσι φαίνεσθαι Θερσίτην.

13 Ὅσῳ γὰρ τις πλείονος κυριεύει δόξης, τοσούτῳ μείζονα​96 χάριν ἕξει τοῖς αἰτίοις τῶν εὐτυχημάτων. ὥστε ὧν δύναταί τις τυγχάνειν μετὰ δόξης καὶ χάριτος, τούτων οὐκ ἂν ἐπιθυμῆσαι μετὰ ἀδικίας​97 καὶ ὀνείδους κυριεῦσαι.

14 Καλὸν οὐ ἐστιν, ὦ ἄνθρωποι, ἐν τοῖς ἀλλοτρίοις ἁμαρτήμασι περὶ τῆς ἰδίας ἀσφαλείας λαμβάνειν τὴν πεῖραν.

15 Ὅτι οὐ δεῖ προκρίνειν τινὰ τῆς μὲν συγγενείας τὴν ἀλλοτριότητα, τῆς δὲ τῶν συμμάχων εὐνοίας τὸ τῶν πολεμίων μῖσος.

(Exc. Hoesch. p494 W.)


Apparatus Criticus:

1 ἐργάζεται V (but cp. Book 25.1). In H πολλὰς . . . συμφορὰς precedes οὐ μόνον, above.

2 after Πτολεμαῖος deleted by Mai.

3 κατὰ τὴν μάχην precedes Ἀντιγόνου in V; transposed by Dindorf.

4 οἱ after πολεμήσας deleted by Hoeschel.

5 So Hoeschel, Rhodoman: Βαβυλώνι H.

6 So Dindorf: πολυπραγμονῆσαι V.

7 So Dindorf: βουλεύσασθαι V.

8 Ed. Bidez and Parmentier, London, 1898.

9 So Wesseling: πεζὶ H. For πλοῒ καὶ πεζὶ Hoeschel, Rhodoman suggest πλοίοις καὶ πεζοῖς.

10 So Rhodoman: ἐμπρησθησῶν H.

11 So Dindorf: ..τας V.

12 καινὰ V.

13 ἔλαττον H.

14 So Hoeschel, Rhodoman: τὴν . . . ἐνέργειαν HV.

15 So Hoeschel, Rhodoman: καταληφθὲν H.

16 To this point P has only Ὅτι Ἀγαθοκλῆς πυθόμενος.

17 πυθόμενος . . . ἀπουσίαν αὐτοῦ] The text of H is corrupt: πόθῳ μὲν τοὺς τεμγύας καὶ τοὺς (omitted in P) τυρρικοὺς (omitting ταραχωδῶς) ἀπηντηκέναι αὐτοὺς μισθωτοὺς τὸν υἱὸν αὐτοῦ (omitted in P) Ἀρχάγαθον (Ἀγάθαρχον P) καὶ τὴν ἀπουσίαν αὐτῆς.

18 H omits ὄντας.

19 So Hoeschel, Rhodoman: πολιορκήσας H.

20 θέλων . . . πολιορκῆσαι transposed by Post from a position after ψευδῶς, below.

21 ἔπεμψεν ἀγγελιαφόρον] So Hoeschel, Rhodoman: πέμψας αἰκλίσφορον H, βιβλιαφόρον Herwerden, Dindorf4.

22 So Hoeschel, Rhodoman: αὐτὰς H, αὐτοὺς Dindorf.

23 Reiske suggests πύργον.

24 ἐποιήσατο implied by Rhodoman's translation: ἐποιήσαντο H.

25 So Hoeschel, Rhodoman: νεὼν H.

26 So Wesseling: Δίαλλος H.

27 So Hoeschel, Rhodoman: Πλατεὺς H.

28 So Hoeschel, Rhodoman: μυρία δὲ ὡς φασὶ Δουροιςº H.

29 Ed. Scheer, Berlin, 1908.

30 So Dindorf: αὐτοῦ H.

31 πορθῶν τὰς] So Hoeschel, Rhodoman: πορθοῦντας H.

32 So Hoeschel, Rhodoman: κτίσεις H.

33 So Hoeschel, Rhodoman: Ἱππονιακῶν H.

34 Lacuna indicated by Walton. Editors since Wesseling, following the suggestion of Hoeschel and Rhodoman, print ἐκυρίευσε and εἷλε.

35 So Dindorf: στρατείας V.

36 Dindorf suggests σώζεσθαι or ἑαυτὸν σώζειν.

37 So Dindorf: ἰδίαν V.

38 φοβερωτέρους Dindorf: φοβερωτέραν οὖσαν P.

39 Wesseling suggests ἥξειν.

40 So Salmasius, Valesius: κηλησίας P.

41 So Valesius: κρέας P.

42 Wifstrand suggests ἐκ for ἐπὶ.

43 P has τὸ after δοκεῖ.

44 So Mai; αὐτὸν V.

45 Ed. Kiessling, Leipzig, 1826.

46 So Rhodoman: ἀποστατήσαντος Θηβῶν H.

47 So Valesius: Δρομιχαίτης P.

48 So Rhodoman: Οξυθέμην H.

49 So Rhodoman: τὸ H.

50 So Hertlein: αὐτοῦ.

51 So Wesseling (throughout): Μαίνων H.

52 So Hoeschel, Rhodoman: Αἰγυπταῖος H.

53 So Dindorf: ἐγίνετο H.

54 So Hoeschel, Rhodoman: εὐδοκιμεῖν H.

55 So Hoeschel, Rhodoman: ὑπέθρους H.

56 So Hoeschel, Rhodoman: μένων H.

57 Cp. chap. 16.7.

58 So Hoeschel, Rhodoman: προσάγειν H.

59 Hoeschel, Rhodoman suggest τοῖς ἐν ταῖς Σ., Reiske τοῖς Συρακουσίοις.

60 So Hoeschel, Rhodoman: τοῦτον H.

61 αἰτίας added by Hoeschel, Rhodoman; Wesseling suggests δι’ ἃ.

62 So Rhodoman: ἐπιβουλῆσαι H.

63 So Hoeschel, Rhodoman: ἐπιτελεύσας H.

64 ἐκβρασθέντος added by Hoeschel, Rhodoman.

65 So Wesseling: στηπτικῷ H.

66 So Post: αὐτὴν H, αὐτοῦ Hoeschel, Rhodoman.

67 So Hoeschel, Rhodoman: προεῖσθαι H.

68 Jacoby, in part after Wurm, suggests: Τίμαιος ὁ [Συρακόσιος] συγγραφεὺς καὶ Καλλίας [καὶ αὐτὸς] Συρακούσιος.

69 So Wesseling: ἀνατιθείσας H.

70 So Hoeschel, Rhodoman: τὸ H.

71 So Wesseling: ἀνέχεται H, ἀντέχεται Hoeschel, Rhodoman.

72 οὗτος ἱστορικὸς P, οὗτος ὁ Τίμαιος Suidas.

73 κατεψεῦσθαι (s. acc.) P.

74 γενομένας μόνον Suidas.

75 ἐξαμαρτάνοντα Suidas.

76 Suidas omits σχεδὸν.

77 εὐχειρίαν Suidas.

78 ἂν added by Dindorf, Herwerden.

79 ὑπερβεβηκέναι Suidas.

80 γραφείω P.

81 So Wesseling (throughout): Μαίνωνα H.

82 So Hoeschel, Rhodoman: ἀρχιερίαις H.

83 So Hoeschel, Rhodoman: διαστάντες H.

84 So Hoeschel, Rhodoman: τὸ H.

85 So Hoeschel, Rhodoman: κτίσεις H.

86 So Herwerden: γὰρ H.

87 The following fragment, if Diodorean, belongs here: Ῥωμαῖοι γὰρ τοὺς πολεμικοὺς Μαμερτοὺς καλοῦσιν, ὡς ἱστορεῖ που ἢ Διόδωρος ἢ Δίων· οὐ γὰρ ἀκριβῶς μέμνημαι· γράφει γὰρ οὑτωσί πως· Μεσηνίους κατακόψαντες τοὺς ὑποδεξαμένους αὐτοὺς κατέσχον Μεσήνην καὶ Μαμερτοὺς ἑαυτοὺς ὠνόμοσαν τουτέστι πολεμικούς. Μαμερτὸς γὰρ ὁ Ἄρης παρὰ Ῥωμαίους καλεῖται. (Tzetzes, on the Alexandra of Lycophron, v. 938.)

88 After κοινωνεῖν H has αἰσχρὸν γάρ ἐστι τὸ μὲν ὄνομα φέρειν Πύρρου τοῦ Ἀχιλλέως υἱοῦ, ταῖς δὲ πράξεσι φαίνεσθαι Θερσίτην, deleted by Hoeschel (cp. chap. 21.12).

89 εἰς added by Wesseling.

90 τὸ added by Dindorf.

91 So Valesius: μύσσος ἐκεῖνον P.

92 Dindorf suggests συνεβουλεύσατο.

93 So Post; αὐτῶν H.

94 Capps suggests εὐλάβειαν for εἰρήνην.

95 So Reiske: ἁρπαγὴν H.

96 So Hoeschel, Rhodoman: μείζονος H.

97 So Rhodoman: ἀδικίαν H.


[image ALT: Valid HTML 4.01.]

Page updated: 21 Apr 20