[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Нажмите здесь для перевода на русский язык.]
на русском

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home
previous:

[image ALT: link to previous section]
Βίβλος κα´

This webpage reproduces a portion of
The Library of History
by
Diodorus Siculus

published in Vol. XI
of the Loeb Classical Library edition, 1957

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

[image ALT: a blank space]

Διόδωρος Σικελιώτης
Βιβλιοθήκη Ἱστορική

Vol. XI
p80
Fragmenta Libri XXIII

[link to English translation] 1 1 Ὅτι Σικελία πασῶν τῶν νήσων καλλίστη ὑπάρχει, ὡς μεγάλα δυναμένη συμβάλλεσθαι πρὸς αὔξησιν ἡγεμονίας.

2 Ὅτι Ἄννων ὁ Ἀννίβου εἰς Σικελίαν ἐλθὼν καὶ τὰς δυνάμεις ἀθροίσας εἰς τὸ Λιλύβαιον, προῆλθε μέχρι Σολοῦντος, καὶ τὴν πεζὴν στρατιὰν ἀπέλιπε πλησίον τῆς πόλεως παρεμβεβληκυῖαν, αὐτὸς δὲ παρελθὼν εἰς τὴν Ἀκράγαντα τὴν ἄκραν ἐτείχισε, πείσας τὸν δῆμον φίλον ὄντα συμμαχῆσαι Καρχηδονίων.1 ἐπανελθόντος δὲ αὐτοῦ εἰς τὴν ἰδίαν στρατοπεδείαν, ἧκον παρὰ Ἱέρωνος πρέσβεις περὶ τοῦ κοινῇ2 συμφέροντος. ἐποιήσαντο γὰρ συμμαχίαν Ῥωμαίους πολεμῆσαι, ἐὰν μὴ τὴν ταχίστην ἐκ τὴν Σικελίας ἀπαλλάττωνται. 3 ἀμφοτέρων δὲ τὰς δυνάμεις ἀγαγόντων ἐπὶ τὴν Μεσσήνην, Ἱέρων μὲν ἐπὶ3 τοῦ λόφου τοῦ καλουμένου Χαλκιδικοῦ κατεστρατοπέδευσεν, οἱ δὲ Καρχηδόνιοι τῇ πέζῇ στρατιᾷ παρενέβαλον εἰς τὰς καλουμένας Εὐνεῖς, τῇ δὲ ναυτικῇ κατέσχον τὴν ἄκραν τὴν καλουμένην Πελωριάδα· συνεχῶς δ’ ἐπολιόρκουν τὴν Μεσσήνην.4  p82 4 ὁ δὲ Ῥωμαίων δῆμος πυθόμενος5 ἀπέστειλε τὸν ἕτερον ὕπατον καλούμενον Ἄππιον Κλαύδιον μετὰ δυνάμεως ἁδρᾶς, ὃς εὐθὺς ἦλθεν εἰς Ῥήγιον. πρὸς δὲ τὸν Ἱέρωνα καὶ Καρχηδονίους πρέσβεις ἐξέπεμψε περὶ διαλύσεως τῆς πολιορκίας. προσεπηγγέλλετο . . . δημογορεῖν δὲ πρὸς Ἱέρωνα πολέμῳ6 μὴ ἐπιβήσεσθαι. ὁ δὲ Ἱέρων ἀπεκρίνατο διότι Μαμερτῖνοι Καμάριναν καὶ Γέλαν ἀναστάτους πεποιηκότες, Μεσσήνην δὲ ἀσεβέστατα κατειληφότες, δικαίως πολιορκοῦνται, Ῥωμαῖοι7 δέ, θρυλλοῦντες τὸ τῆς πίστεως ὄνομα, παντελῶς οὐκ ὀφείλουσι τοὺς μιαιφόνους, μάλιστα πίστεως καταφρονήσαντας, ὑπερασπίζειν· εἰ δὲ ὑπὲρ ἀσεβεστάτων8 τηλικοῦτον ἐπαναιροῦνται πόλεμον, φανεροὺς ἔσεσθαι πᾶσιν ἀνθρώποις ὅτι τῆς ἰδίας πλεονεξίας πρόφασιν πορίζονται τὸν τῶν κινδυνευόντων ἔλεον, τὸ δὲ ἀληθὲς Σικελίας ἐπιθυμοῦσιν.

(Exc. Hoesch. pp500‑501 W.)

[link to English translation] 2 Ὅτι Φοίνικες καὶ Ῥωμαῖοι ναυμαχήσαντες, μετὰ δὲ ταῦτα εὐλαβούμενοι τὸ μέγεθος τοῦ προκειμένου πολέμου, διεπρεσβεύσαντο πρὸς τὸν ὕπατον περὶ φιλίας. πολλῶν δὲ λόγων ῥηθέντων καὶ τραχυτέροις λόγοις χρωμένων πρὸς ἀλλήλους, οἱ Φοίνικες θαυμάζειν ἔφασαν πῶς διαβαίνειν τολμῶσιν εἰς Σικελίαν Ῥωμαῖοι θαλαττοκρατούντων Καρχηδονίων· φανερὸν γὰρ εἶναι πᾶσιν ὅτι μὴ τηροῦντες τὴν φιλίαν οὐδὲ νίψασθαι τὰς χεῖρας ἐκ  p84 τῆς θαλάσσης τολμήσουσιν. οἱ δὲ Ῥωμαῖοι συμβουλεύειν τοῖς Καρχηδονίοις ἔφασαν μὴ διδάσκειν αὐτοὺς τὰ κατὰ τὴν θάλασσαν πολυπραγμονεῖν· μαθητὰς γὰρ τοὺς Ῥωμαίους ἀεὶ ὄντας γίνεσθαι κρείττους τῶν διδασκάλων. τὸ μὲν γὰρ παλαιὸν αὐτῶν θυρεοῖς τετραγώνοις χρωμένων, Τυρρηνοὶ χαλκαῖς ἀσπίσι φαλαγγομαχοῦντες καὶ προτρεψάμενοι τὸν ὅμοιον ἀναλαβεῖν ὁπλισμὸν ἡττήθησαν. ἔπειτα πάλιν ἄλλων ἐθνῶν θυρεοῖς χρωμένων οἷς9 νῦν ἔχουσι καὶ κατὰ σπείρας10 μαχομένων, ἀμφότερα μιμησάμενοι περιεγένοντο τῶν εἰσηγησαμένων τὰ καλὰ τῶν παραδειγμάτων. παρὰ δὲ τῶν Ἑλλήνων μαθόντες πολιορκεῖν καὶ ταῖς μηχαναῖς καταβάλλειν τὰ τείχη, τὰς πόλεις τῶν διδαξάντων ἠνάγκασαν ποιεῖν τὸ προσταττόμενον. καὶ νῦν ἂν Καρχηδόνιοι βιάσωνται11 μαθεῖν αὐτοὺς ναυμαχεῖν, ταχὺ τοὺς μαθητὰς τῶν διδασκάλων ὄψονται περιγενομένους.

(Const. Exc. 4, pp347‑348)

2 Ὅτι Ῥωμαῖοι πρῶτον ἀσπίδας τετραγώνους εἶχον εἰς τὸν πόλεμον· ὕστερον ἰδόντες Τυρρηνοὺς χαλκᾶς ἀσπίδας ἔχοντας, ποιήσαντες οὕτως ἐνίκησαν αὐτούς.

[link to English translation] 3 Ὅτι διαπεράσαντος τοῦ ὑπάτου εἰς Μεσσήνην, ὁ Ἱέρων νομίζων προδοθῆναι τὴν διάβασιν ὑπὸ Καρχηδονίων ἔφυγεν εἰς Συρακόσας. Καρχηδονίων  p86 δὲ πολεμησάντων καὶ ἡττηθέντων, τὴν Ἐχέτλαν12 ὁ ὕπατος ἐπολιόρκησε, καὶ στρατιώτας πολλοὺς ἀποβαλὼν εἰς Μεσσήνην ἀνέζευξεν.13

[link to English translation] 4 Ὅτι τῶν ὑπάτων ἀμφοτέρων εἰς Σικελίαν ἐλθόντων καὶ τὴν Ἁδρανιτῶν πόλιν πολιορκησάντων, εἷλον κατὰ κράτος. εἶτα τὴν Κεντοριπίνων πολιορκούντων καὶ πρὸς ταῖς χαλκαῖς πύλαις14 καθημένων,15 ἧκον πρέσβεις πρῶτον παρ’ Ἁλαισίνων·16 εἶτα δειλίας πεσούσης καὶ ἐν ταῖς ἄλλοις πόλεσι, καὶ αὐτοὶ πρέσβεις ἀπέστειλαν περὶ εἰρήνης καὶ ἐπηγγείλαντο17 ἐπιδώσειν τὰς πόλεις Ῥωμαίοις· ἦσαν δὲ ἑξήκοντα ἑπτά. ὧν παραλαβόντες τὰς δυνάμεις, εἰς Συράκοσαν ἦλθον πολιορκήσοντες18 Ἱέρωνα. ὁρῶν δὲ τοὺς Συρακοσίους ἀγανακτοῦντας, πρέσβεις ἀπέστειλε πρὸς τοὺς ὑπάτους περὶ διαλύσεως. οἱ δὲ σπεύδοντες πρὸς μόνους Καρχηδονίους διαπολεμεῖν ἀσμένως ὑπήκουσαν, καὶ συνέθεντο εἰρήνην ἐπ’19 ἔτη πεντεκαίδεκα, λαβόντες δραχμῶν ιε´ μυριάδας, καὶ τοὺς αἰχμαλώτους ἀποδόντι κυριεύειν συνεχώρησαν20 Συρακοσίων21 καὶ τῶν ὑπ’ αὐτὸν22 πόλεων, Ἀκρῶν, Λεοντίνων, Μεγαρέων, Αἱλώρων, Νεαιτίνων, Ταυρομενίων. τοῦτον πραττομένων κατέπλευσεν Ἀννίβας μετὰ ναυτικῆς  p88 δυνάμεως εἰς τὴν Ξιφωνίαν βοηθήσων τῷ βασιλεῖ· μαθὼν δὲ τὰ πεπραγμένα ἀνεχώρησε.

2 Ὅτι Ἁδράνωνα κώμην καὶ Μάκελλαν πολλὰς ἡμέρας πολιορκήσαντες Ῥωμαῖοι ἀπῆλθον ἄπρακτοι.

[link to English translation] 5 Ὅτι Αἰγεσταῖοι πρῶτον κρατούμενοι ὑπὸ Καρχηδονίων εἰς Ῥωμαίους ἀπέκλιναν. παραπλήσιον δὲ καὶ Ἁλικυαῖοι23 ἐποίησαν. Ἰλαρὸν δὲ καὶ Τυρριτὸν καὶ τὴν Ἄσκελον ἐξεπολιόρκησαν. Τυνδάριοι δὲ ἰδόντες αὑτοὺς ἀπολελειμμένους φόβῳ συσχεθέντες ἠβουλήθησαν καὶ αὐτοὶ αὑτοὺς24 δοῦναι. ὑποπτεύσαντες δὲ Φοίνικες τὴν προαίρεσιν αὐτῶν τοὺς ἐπιφανεστάτους ἔλαβον ὁμήρους εἰς τὸ Λιλύβαιον καὶ σῖτον, οἶνον, καὶ τὴν ἄλλην παρασκευὴν ἀπεκόμισαν.

[link to English translation] 6 Φιλήμων δὲ ὁ κωμικὸς ἔγραψε δράματα ἐνενήκοντα ἑπτά, βιώσας ἔτη ἐνενήκοντα ἐννέα.

[link to English translation] 7 Οἱ δὲ πολιορκοῦντες Ἀκράγαντα τὴν πόλιν σὺν τοῖς Ῥωμαίοις καὶ ταφροποιοῦντες καὶ χάρακας βάλλοντες δέκα μυριάδες ὑπῆρχον. πολλὰ δὲ οἱ Φοίνικες ἀντιμαχήσαντες, τὴν πόλιν Ἀκράγαντα τοῖς Ῥωμαίοις παρέδωκαν.

[link to English translation] 8 Ὅτι Ἄννων ὁ πρεσβύτερος25 ἐκ τῆς Λιβύης κατὰ26 τὴν πολιορκίαν Ἀκράγαντος ἐπεραίωσε27 μεγάλην δύναμιν εἰς Σικελίαν,28 πεζῶν μυριάδας πέντε, ἱππεῖς δὲ ἑξακισχιλίους, ἐλέφαντας δὲ ἑξήκοντα.  p90 Φιλῖνος δὲ ὁ Ἀκραγαντῖνος ἱστορικὸς ἀνεγράψατο. ὁ δὲ οὖν Ἄννων ἀναζεύξας μετὰ πάσης τῆς δυνάμεως ἐκ τοῦ Λιλυβαίου παρῆλθεν εἰς τὴν Ἡράκλειαν, καθ’ ὃν καιρὸν ἦλθόν τινες ἀπαγγέλλοντες τὸν Ἐρβησσόν παραδώσειν. Ἄννων δὲ πολεμήσας ἐν δυσὶ μάχαις ἀπέβαλε στρατιώτας πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς διακοσίους, ζωγρίας δὲ τετρακισχιλίους· ἐλέφαντας ὀκτὼ29 θανεῖν, τριάκοντα τρεῖς δὲ κατατραυματισθῆναι.

2 Ὅτι πόλις ἦν καὶ ἡ Ἔντελλα.30

3 Ὁ δὲ Ἄννων βουλευσάμενος ἐμφρόνως ἑνὶ στρατηγήματι τοὺς ἐχθροὺς ἅμα καὶ τοὺς πολεμίους ἀνεῖλεν.

[link to English translation] 9 Ἓξ δὲ μῆνας παρακαθίσαντες οὕτω παρέλαβον Ἀκράγαντα, δούλους ἀπάραντες31 ἅπαντας πλέον τῶν δισμυρίων καὶ πεντακισχιλίων. ἀπέβαλον δὲ καὶ Ῥωμαῖοι πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ μφ´.32 Ἄννωνα δὲ οἱ Καρχηδόνιοι ἐζημίωσαν χρυσοῖς ἑξακισχιλίοις ἀτιμάσαντες· ἀντὶ δὲ τούτου στρατηγὸν ἀπέστειλαν εἰς Σικελίαν Ἀμίλκαν. 3 Μυτίστρατον33 δὲ πολιορκήσαντες Ῥωμαῖοι, καὶ πολλὰς μηχανὰς ποιήσαντες, μετὰ μῆνας ἑπτὰ ἀνεχώρησαν ἄπρακτοι, πολλοὺς στρατιώτας ἀποβαλόντες. 4 Ἀμίλκας δὲ τοῖς Ῥωμαίοις συναντήσας  p92 εἰς Θέρμας καὶ πολεμήσας, ἐνίκησε καὶ ἀπέκτεινεν ἑξακισχιλίους, παρ’ ὀλίγον δὲ ὅλην τῶν δύναμιν. ἦν δὲ καὶ τὸ Μάζαριν φρούριον ὑπὸ Ῥωμαίων ἐξηνδραποδισμένον. Ἀμίλκας δὲ ὁ Καρχηδόνιος Καμάριναν ὑπὸ προδοτῶν παρέλαβε δεύτερον· μετ’ ὀλίγας δὲ ἡμέρας καὶ τῆς Ἔννης ἐκυρίευσεν ὃν τρόπον καὶ Καμαρίνης. τὸ δὲ Δρέπανον τειχίσας καὶ πόλιν καταστήσας μετῴκισε τοὺς Ἐρυκίνους,34 καὶ τὸν Ἔρυκα κατέσκαψε πλὴν τοῦ περὶ τὸ ἱερὸν35 τόπου. τρίτον δὲ πολιορκήσαντες τὴν Μυτίστρατον36 Ῥωμαῖοι εἷλον καὶ κατέσκαψαν τὴν πόλιν, καὶ τὰ ὑπολειφθέντα σώματα λαφυροπωλήσαντες. 5 μετὰ ταῦτα δὲ εἰς Καμάριναν ἦλθον, καὶ ταύτῃ37 παρακαθίσας ἑλεῖν οὐκ ἐδυνήθη· ὕστερον δὲ παρ’ Ἱέρωνος πολεμικὰ ὄργανα μεταστειλάμενος, τὴν πόλιν εἷλε καὶ τὰ σώματα τὰ πλείονα38 Καμαριναίων ἐπώλησεν. εὐθὺς δὲ ὑπὸ προδοτῶν καὶ τὴν Ἔνναν εἷλε· καὶ τῶν φρουρῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ἐξέφυγον πρὸς τοὺς συμμάχους. εἶτα ἐπὶ Σιττάναν ἐλθὼν κατὰ κράτος ταύτην εἷλε. εἶτα ὁμοίως ταῖς ἄλλαις πόλεσι φρουρὰν καταστήσας, ἐπὶ Καμικὸν ἦλθε, φρούριον Ἀκραγαντίνων· εἷλε καὶ αὐτὸ προδοσίᾳ· τὸν δὲ τόπον ἔμφρουρον κατέστησεν. ἐξελείφθη  p94 δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ Ἑρβησσός.39 ἔτι δὲ ποταμὸς Ἅλυκος καὶ ἄλλαις ἔσχατος.40

(Exc. Hoesch. pp501‑503 W.)

[link to English translation] 10 Ὅτι ὁ τῶν Καρχηδονίων στρατηγὸς Ἀννίβας ἡττηθεὶς ναυμαχίᾳ καὶ φοβούμενος μὴ διὰ τὴν ἧτταν ἀπὸ41 τῆς γερουσίας τύχῃ τιμωρίας τεχνάζεταί τι τοιοῦτον. ἀπέστειλέ τινα τῶν φίλων εἰς Καρχηδόνα δοὺς ἐντολὰς ἃς ποτε ἔδοξεν αὐτῷ συμφέρειν. ὁ δὲ καταπλεύσας εἰς τὴν πόλιν καὶ πρὸς τὴν γερουσίαν εἰσαχθεὶς εἶπεν ὅτι προσέταξεν Ἀννίβας ἐρωτῆσαι τὴν βουλὴν εἰ κελεύει ναυμαχῆσαι διακοσίαις ναυσὶ πρὸς Ῥωμαίων ἑκατὸν εἴκοσι. τῶν δὲ ἀναβοησάντων καὶ κελευσάντων, Τοιγαροῦν, ἔφη, νεναυμάχηκε καὶ ἡττήμεθα. ἐκεῖνος δὲ ὑμῶν προσταξάντων ἀπολέλυται τῆς αἰτίας. ὁ μὲν οὖν Ἀννίβας εἰδὼς τοὺς πολίτας ἐκ τῶν ἀποτελεσμάτων συκοφαντοῦντας τοὺς στρατηγούς,42 τοιούτῳ τρόπῳ τὰς ἐσομένας κατηγορίας ὑπεξείλατο.

2 Διαβεβλημένοι γὰρ ἐν τοῖς πρότερον κινδύνοις ὡς ἂν τῶν ἐλαττωμάτων αἴτιοι γεγονότες ἔσπευδον διὰ ταύτης τῆς ναυμαχίας ἀνακτήσασθαι τὰς περὶ τούτων διαβολάς.

[link to English translation] 11 Οὐδὲν δ’ οὕτω καταπλήττεται τὰς ψυχὰς τὸ ἡττηθῆναι ὡς τοῖς Καρχηδονίοις.43 δυνάμενοι γὰρ  p96 ῥᾳδίως διαφθεῖραι τὴν ναυτικὴν δύναμιν τῶν πολεμίων περὶ τὸν κατάπλουν οὐδὲ ἐπεχείρησαν τούτους ἀμύνασθαι. τριάκοντα γὰρ ναυσὶ τῶν Ῥωμαίων προσφερομένων τῇ χώρᾳ καὶ μήτε τάξεως μήτε συστήματος ἁδροῦ γενομένου τοῦ τε πνεύματος βιαιότερον ἐγκειμένου, χωρὶς κινδύνου παρῆν αἴρειν αὔτανδρα τὰ σκάφη. εἰ μὲν οὖν καταβάντες εἰς τὸ πεδίον ἐξ ἴσου παρετάξαντο καὶ πᾶσι τοῖς μέρεσι τῆς δυνάμεως ἐνεργῶς ἐχρήσαντο, ῥᾳδίως ἂν περιεγένοντο τῶν πολεμίων· νῦν δὲ πρὸς αὐτὴν μόνον ἀποβλέψαντες τὴν44 ἐρυμνότητα τοῦ λόφου, καὶ τῶν χρησίμων τὰ μὲν διὰ τὴν εὐλάβειαν προέμενοι τὰ δὲ διὰ τὴν ἀπειρίαν45 διαγνοήσαντες,46 τοῖς ὅλοις ἔπταισαν.

[link to English translation] 12 Ὅτι ἐν ἀθυμίᾳ πολλῇ ὄντων τῶν Καρχηδονίων τρεῖς ἄνδρας ἡ γερουσία τῶν ἐπιφανεστάτων ἀπέστειλε πρεσβευτὰς πρὸς τὸν Ἀτίλιον περὶ εἰρήνης. τούτων δὲ Ἄννων ὁ Ἀμίλκου47 πρῶτος ὢν τῇ δόξῃ, διαλεχθεὶς τοὺς ἁρμόζοντας λόγους τῷ καιρῷ, παρεκάλει τὸν ὕπατον μετρίως αὐτοῖς χρήσασθαι καὶ τῆς Ῥώμης ἀξίως. ὁ δὲ Ἀτίλιος μεμετεωρισμένος τοῖς εὐημερήμασιν καὶ τύχης48 ἀνθρωπίνης οὐδεμίαν ἔννοιαν λαμβάνων τηλικαῦτα καὶ τοιαῦτα προσέταττεν ὥστε τὴν συντεθειμένην  p98 εἰρήνην ὑπ’ αὐτοῦ μηδὲν διαφέρειν δουλείας. ἐφ’ οἷς ὁρῶν τοὺς πρεσβευτὰς49 ἀγανακτοῦντας ἔφησεν αὐτοὺς δεῖν τοὐναντίον χάριν ἔχειν ἐπὶ τούτοις· μὴ δυναμένων γὰρ αὐτῶν μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν ὑπὲρ τῆς ἐλευθερίας ἀντιτάξασθαι, πᾶν τὸ συγχωρούμενον ὑφ’ ἑαυτοῦ λαμβάνειν ἐν δωρεᾷ. τῶν δὲ περὶ τὸν Ἄννωνα παρρησιαζομένων πρὸς αὐτόν, ὑπερηφάνως ἀπειλήσας προσέταξεν ἀπιέναι τὴν ταχίστην, ἐπιφθεγξάμενος ὅτι δεῖ τοὺς ἀγαθοὺς ἢ νικᾶν ἢ εἴκειν τοῖς ὑπερέχουσιν.50 ὁ μὲν οὖν ὕπατος οὔτε τὸ τῆς πατρίδος ἔθος ἐν τοῖς τοιούτοις μιμησάμενος οὔτε τὴν ἐκ θεοῦ νέμεσιν εὐλαβηθεὶς συντόμως τῆς ὑπερηφανίας ἀξίᾳ περιέπεσε τιμωρίᾳ.

(Const. Exc. 4, pp348‑349)

[link to English translation] 13 Πάντες μὲν οὖν ἄνθρωποι κατὰ τὰς ἀτυχίας51 μᾶλλον εἰώθασι τοῦ δαιμονίου52 μνημονεύειν, καὶ πολλάκις ἐν53 ταῖς εὐημερίαις καὶ54 εὐπραξίαις ὡς μύθων πεπλασμένων τῶν θεῶν55 καταφρονοῦντες κατὰ τὰς ἐλαττώσεις ἀνατρέχουσιν ἐπὶ τὴν φυσικὴν εὐλάβειαν. μάλιστα δὲ οἱ Καρχηδόνιοι διὰ τὸ μέγεθος τῶν ἐπηρτημένων φόβων ἀναζητοῦντες τὰς ἐκ τῶν πολλῶν χρόνων παραλελειμμένας θυσίας ἐπολυπλασίαζον τὰς εἰς τὸ θεῖον τιμάς.

(Const. Exc. 4, p350; to εὐλάβειαν, Exc. Hoesch. p504 W.)

[link to English translation] 14 Ὅτι ὁ Ξάνθιππος56 ὁ Σπαρτιάτης συνεβούλευε τοῖς στρατηγοῖς προάγειν ἐπὶ τοὺς πολεμίους· καὶ ταῦτα ἔφησεν αὐτοῖς57 λέγειν οὐχ ἵνα  p100 ἐκεῖνους παροξύνας καὶ παρακαλέσας αὐτὸς ἐκτὸς ᾖ τῶν κινδύνων, ἀλλ’ ὅπως εἰδῶσιν58 ὅτι πέπεισται ταῦτα ποιούντων αὐτῶν ῥᾳδίως προτερήσειν, αὐτός τε καθηγήσεσθαι59 τῆς μάχης καὶ πρῶτος ἐν τοῖς κινδύνοις ἀνδραγαθήσειν.

2 Ὅτι Ξανθίππου κατὰ τὸν πόλεμον τοῦ Σπαρτιάτου παριππεύοντος καὶ τοὺς πεφευγότας πεζοὺς ἀναστρέφοντος, εἰπόντος δέ τινος ὅτι ῥᾳδίως ἐφ’ ἵππου καθήμενος τοὺς ἄλλους εἰς τὸν κίνδυνον παρακαλεῖ, παραχρῆμα καθαλόμενος60 τὸν μὲν ἵππον τῶν παίδων τινὶ παρέδωκεν, αὐτὸς δὲ πεζῇ παριὼν ἐδεῖτο μὴ γενέσθαι τῆς ἥττης καὶ τῆς ἀπωλείας αἰτίους ἅπαντος61 τοῦ στρατοπέδου.

(Const. Exc. 4, pp350)

Chap. 14.3‑4 Dind. = Chap. 15.10‑12, below.

[link to English translation] 15 Ἡμεῖς δὲ τῆς ἱστορίας οἰκεῖον ὑπολαμβάνομεν εἶναι τὸ μὴ παραλιπεῖν ἀνεπισημάντους τὰς τῶν ἡγεμόνων προαιρέσεις ἐπ’ ἀμφότερα. τῇ μὲν62 γὰρ τῶν ἡμαρτημένων κατηγορίᾳ διορθοῦσθαι συμβαίνει τοὺς ἐπὶ τὴν ὁμοίαν καταφερομένους ἄγνοιαν, τῇ δὲ ἐπὶ τῶν ἀγαθῶν63 ἐπιτηδευμάτων εὐφημίᾳ προτρέπεσθαι πολλῶν τὰς ψυχὰς πρὸς ἀρετήν. τίς οὖν οὐκ ἂν δικαίως μέμψαιτο τὴν ἀφροσύνην καὶ τὴν ὑπερηφανίαν τὴν Ἀτιλίου;64 τὴν γὰρ65 εὐτυχίαν ὥσπερ βαρὺ φορτίον ἐνεγκεῖν ἐπιδεξίως  p102 οὐ δυνηθεὶς ἑαυτὸν μὲν66 ἀπεστέρησε τῆς μεγίστης δόξης, τὴν δὲ πατρίδα μεγάλοις περιέβαλε συμπτώμασι.67 2 δυνάμενος γὰρ θέσθαι τὴν εἰρήνην συμφέρουσαν μὲν τῇ Ῥώμῃ, ταπεινὴν δὲ καὶ παντελῶς αἰσχρὰν τῇ Καρχηδόνι, πρὸς δὲ τούτοις ἀπενέγκασθαι παρὰ πᾶσιν ἀνθρώποις αἰώνιον μνήμην ἡμερότητος καὶ φιλανθρωπίας, τούτων μὲν οὐδ’ ὁντινοῦν ἐποιήσατο λέγειν, τοῖς δὲ τῶν ἠτυχηκότων πταίσμασιν ὑπερηφάνως προσενεχθείς, τηλικαῦτα καὶ τοιαῦτα προσέταττεν ὥστε68 τὸ μὲν δαιμόνιον νεμεσήσαι, τοὺς δὲ ἡττημένους διὰ τὴν ὑπερβολὴν τῆς ἐκείνου βαρύτητος ἐπαναγκάσαι τραπέσθαι πρὸς ἀλκήν. 3 τοιγαροῦν εὐθὺς τηλικαύτη τῶν πραγμάτων ἐγένετο παλίρροια δι’ ἐκεῖνον ὥστε τοὺς μὲν Καρχηδονίους τοὺς διὰ τὴν ἧτταν καὶ τὴν κατάπληξιν ἀπεγνωκότας τὸ πρότερον τὴν σωτηρίαν, ἐκ μεταβολῆς τότε θαρσήσαντας κατακόψαι τὴν τῶν πολεμίων δύναμιν, τὸ δὲ σύνολον τηλικαύτῃ πληγῇ καὶ συμφορᾷ περιπεσεῖν τὴν Ῥώμην ὥστε τοὺς ἐν τῷ πεζομαχεῖν ἁπάντων ἀνθρώπων δοκοῦντας πρωτεύειν μηκέτι τόλμαν ἐκ τοῦ προχείρου  p104 συγκαταβαίνειν εἰς παράταξιν. 4 διὸ καὶ συνέβη τὸν πόλεμον μακρότατον μὲν γενέσθαι τῶν μνημονευομένων, τοὺς δὲ ἀγῶνας μεταπεσεῖν εἰς ναυμαχίας, ἐν αἷς τῶν Ῥωμαίων καὶ τῶν συμμάχων διεφθάρησαν ναῦς παμπληθεῖς, ἄνδρες69 δ’ οὐκ ἐλάττους τῶν δέκα μυριάδων σὺν τοῖς ἐν ταῖς ναυαγίαις ἀπολομένοις·70 χρημάτων δὲ ἐδαπανήθη τοσοῦτος ἀριθμὸς ὅσον εἰκός ἐστιν ἀναλῶσαι τοὺς στόλους μὲν πληροῦντας71 ἐκ τοσούτων72 νηῶν συνεστηκότας, διαπολεμήσαντας δὲ ἀπὸ τούτων τῶν χρόνων ἔτη πεντεκαίδεκα. οὐ μὴν ὅ γε τούτων αἴτιος


[link to English translation] 15 7 Τῶν δὲ Ῥωμαίων ἐν Λιβύῃ διαβάντων μεγάλῃ σὺν Ἀττίλιῳ ὑπάτῳ, τὸ μὲν πρῶτον Καρχηδονίους ἐνίκησαν, καὶ πόλεις καὶ φρούρια εἷλον πολλὰ καὶ δύναμιν πολλὴν κατέκοψαν. ὕστερον δὲ Ξανθίππου Σπαρτιάτου στρατηγοῦ μισθοφόρου ἐλθόντος ἀφ’ Ἑλλάδος, ἐνίκησαν κατὰ κράτος Καρχηδόνιοι Ῥωμαίους καὶ κατέκοψαν μεγάλην δύναμιν. ἔκτοτε ναυμαχίαι ἐγένοντο73 καὶ πολλῶν σκαφῶν καὶ ἀνδρῶν ἀπωλεία Ῥωμαίοις ἐγένοντο, ὡς εἶναι τὸν τῶν ἀπολωλότων ἀριθμὸν δέκα μυριάδας.

(Exc. Hoesch. p504 W.)74


ἐλαχίστην μερίδα τῆς συμφορὰς ἀπηνέγκατο. τῆς γὰρ75 προϋπαρχούσης αὐτῷ76 δόξης πολλαπλασίαν77 τὴν ἀτιμίαν καὶ τὴν αἰσχύνην ἠλλάξατο, τοῖς δὲ ἰδίοις  p106 συμπτώμασι τοὺς ἄλλους ἐδίδαξε78 μέτρια φρονεῖν79 ἐν ταῖς ἐξουσίαις, τὸ δὲ μέγιστον, ὧν ὑπερηφάνησε τὴν ἀτυχίαν, τούτων ἠναγκάσθη τὴν ὕβριν καὶ τὴν ἐξουσίαν φέρειν, προαφῃρημένος ἑαυτοῦ80 τὴν συγγνώμην καὶ τὸν συγκεχωρημένον81 τοῖς ἐπταικόσιν ἔλεον. Ξάνθιππος δὲ τῇ καθ’ ἑαυτὸν ἀρετῇ τοὺς Καρχηδονίους οὐ μόνον ἐξ αὐτῶν τῶν δεινῶν ἐξήρπασεν, ἀλλὰ καὶ τὸν ἅπαντα πόλεμον εἰς τοὐναντίον περιέστησε. τοὺς μὲν82 γὰρ ἅπασι κρατοῦντας τοῖς ὅλοις83 ἠλάττωσε, τοὺς δὲ84 διὰ τῆς ἥττης προσδοκῶντας85 τὴν ἀπώλειαν τῷ μεγέθει τοῦ προτερήματος ἐποίησε καταφρονῆσαι τῶν πολεμίων. διὸ καὶ τῆς τῶν πραχθέντων ἐπιφανείας εἰς ἅπασαν σχεδὸν τὴν οἰκουμένην διαδοθείσης, ἕκαστος86 ἐθαύμαζε τὴν τἀνδρὸς ἀρετὴν εἰκότως· παράδοξον γὰρ ἐφαίνετο πᾶσιν εἰ προσγενομένου τοῖς Καρχηδονίοις ἑνὸς μόνου ἀνδρός, τηλικαύτη τῶν ὅλων ἐγένετο μεταβολὴ ὥστε τοὺς μὲν εἰς πολιορκίαν ἄρτι συγκεκλεισμένους ἐκ μεταβολῆς τοὺς ἐναντίους87 πολιορκεῖν, τοὺς δὲ πρότερον γῆς καὶ θαλάττης δι’ ἀνδρείαν κρατοῦντας ἐν πόλει μικρᾷ συμπεφευγότας προσδέχεσθαι τὴν ἅλωσιν. οὐδὲν88 δὲ θαυμαστὸν εἰ στρατηγοῦ σύνεσις καὶ πραγμάτων ἐμπειρία τῶν ἀδυνάτων δοκούντων εἶναι περιεγένετο.

(Const. Exc. 2 (1), pp258‑259)

10 Οὐδὲν γὰρ θαυμαστὸν εἰ στρατηγοῦ σύνεσις καὶ πραγμάτων ἐμπειρία τῶν ἀδυνάτων δοκούντων  p108 περιεγένοντο. πάντα γὰρ τῇ συνέσει βάσιμα89 καὶ δυνατὰ γίνεται90 τῆς τέχνης ἐν πᾶσι χειρουμένης τὴν βίαν.

11 Καθάπερ γὰρ91 τὸ σῶμα τῆς ψυχῆς ἐστι δοῦλον, οὕτως αἱ μεγάλαι δυνάμεις τῇ τῶν ἡγεμόνων ὑπείκουσι φρονήσει.

12 Τοῦ πρὸς τὸ συμφέρον βουλευτηρίου92 πάντα93 κατισχύοντος . . .

(Exc. Hoesch. pp504 W.;
from πάντα γὰρ to end, Const. Exc. 4, p350 = Chap. 14.3‑4 Dind.)

[link to English translation] 16

Ῥηγούλῳ τῷ Ῥωμαίῳ δὲ Μάρκῳ τῷ στρατηλάτῃ

κατασχεθέντι Σικελοῖς μάθε τὸ τέλος οἷον.

τὰ βλέφαρα τῶν ὀφθαλμῶν μαχαίρᾳ συντεμόντες

ἠνεῳγμένους εἴασαν τοὺς ὀφθαλμοὺς ἐκείνου.

μικρᾷ δὲ τοῦτον εἰρξαντες καλύβῃ στενωτάτῃ,

ἄγριον ἐξοιστρήσαντες ἐλέφαντα θηρίον,

ἐκίνουν τοῦτον καθ’ αὑτοῦ συγκατασπᾶν καὶ ξέειν.

οὕτω ποινηλατούμενος ὁ στρατηγὸς ὁ μέγας

τὸν βίον ἐξαπέπνευσεν ἠθλιωμένῳ τέλει.

τοῖς Σικελοῖς καὶ Ξάνθιππος ὁ Σπαρτιάτης θνῄσκει.

περὶ γὰρ τὸ Λιλύβαιον τῶν Σικελῶν τὴν πόλιν

Ῥωμαίοις τε καὶ Σικελοῖς πόλεμος ἐκροτεῖτο,

πρὸς εἴκοσι καὶ τέσσαρας τοὺς χρόνους ἐξαρκέσας.

 p110  οἱ Σικελοί ταῖς μάχαις δὲ πολλάκις ἡττημένοι

Ῥωμαίοις ἐνεχείριζον τὴν πόλιν εἰς δουλείαν.

τῶν δὲ Ῥωμαίων μηδαμῶς μήδ’ οὕτω πειθομένων,

ἀλλὰ γυμνοὺς τοὺς Σικελοὺς λεγόντων ἐξιέναι,

ὁ Σπαρτιάτης Ξάνθιππος ἐλθὼν ἀπὸ τῆς Σπάρτης

σὺν στρατιώταις ἑκατόν, ἢ μόνος καθ’ ἑτέρους,

κατ’ ἄλλους δὲ πεντήκοντα τοὺς στρατιώτας ἔχων,

καὶ προσβαλὼν τοῖς Σικελοῖς, οὖσιν ἐγκεκλεισμένοις,

δι’ ἑρμηνέως τε αὐτοῖς πολλὰ συνομιλήσας,

τέλος θαρρύνει κατ’ ἐχθρῶν· καὶ συναράξας μάχῃ

ἅπαν Ῥωμαίων στράτευμα σὺν τούτοις κατακόπτει.

τοῖς εὐηργετημένοις δὲ τὴν ἀμοιβὴν λαμβάνει

ἀξίαν καὶ κατάλληλον τῆς τούτων δυστροπίας.

πλοίῳ σαθρῷ τὸν ἄνδρα γὰρ οἱ μιαροὶ βαλόντες

ὑπὸ στροφαῖς βυθίζουσι πελάγει τοῦ Ἀδρίου

βασκήναντες τὸν ἥρωα καὶ τούτου τὸ γενναῖον.

τῆς ἱστορίας μέμνηται τῆσδε καὶ τῆς Ῥηγούλου

ὁ Σικελὸς Διόδωρος.

(Tzetzes, Hist. 3.356‑386)

 p112  [link to English translation] 17 Φίλιστος94 δὲ ἱστορικὸς ἦν.

[link to English translation] 18 Οἱ δὲ Ῥωμαῖοι95 εἰς τὴν Λιβύην διαπεράσαντες καὶ τὸν πόλεμον μετὰ τῶν Καρχηδονίων νεὼν96 ποιήσαντες, καὶ νικήσαντες καὶ ναῦς εἴκοσι τέσσαρας παραλαβόντες Καρχηδονίας, τοὺς ἀπὸ τοῦ πεζικοῦ πολέμου διασωθέντας Ῥωμαίους ἀναλαβόντες καὶ πρὸς Σικελίαν διαπερῶντες ἐγγὺς τῆς97 Καμαρίνας ἐκινδύνευσαν, καὶ ἀπώλεσαν μακρὰς98 ναῦς τριακοσίας τεσσαράκοντα, ἱππαγωγοὺς δὲ καὶ99 πλοῖα ἕτερα τριακόσια· ἀπὸ δὲ Καμαρίνης ἕως Παχύνου τὰ σώματα καὶ τὰ ἄλογα καὶ τὰ ναυάγια ἔκειντο. τοὺς δὲ διασωθέντας Ἱέρων φιλανθρώπως παραλαβών, ἐσθῆτι καὶ τροφῇ καὶ τῇ λοιπῇ χρείᾳ ἀναπαύσας ἕως Μεσσήνης διέσωσε. 2 Καρθάλων μὲν ὁ Καρχηδόνιος μετὰ τὴν ναυαγίαν τῶν Ῥωμαίων πολιορκήσας Ἀκράγαντα ταύτην εἷλε, καὶ τὴν μὲν πόλιν ἐνέπρησε, τὰ δὲ τείχη καθεῖλεν. οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ Ὀλύμπιον. 3 οἱ δὲ Ῥωμαῖοι ἕτερον στόλον μετὰ τὸ ναυάγιον ναυπηγήσαντες, καὶ διακοσίαις πεντήκοντα ναυσὶν εἰς τὸ Κεφαλοίδιον100 ἐλθόντες, τοῦτο διὰ προδοσίαν παρέλαβον. ἐπὶ δὲ τὰ Δρέπανα ἐλθόντες καὶ πολιορκήσαντες,101 τοῦ Καρθάλωνος βοηθοῦντος, ἐξέπεσον καὶ ἦλθον εἰς τὴν Πάνορμον. 4 καθορμισθέντες ἐν τῶν λιμένι πλησίον τῶν τειχῶν καὶ τὴν δύναμιν ἐκβιβάσαντες,102  p114 ἐχαράκουν καὶ ἐτάφρευον τὴν πόλιν· καταδένδρου γὰρ τῆς χώρας μέχρι τῶν πυλῶν οὔσης, ἀπὸ θαλάσσης εἰς θάλασσαν τὰ χώματα ἐχαρακώθησαν καὶ ἐταφρεύθησαν. εἶτα Ῥωμαῖοι συνεχεῖς προσβολὰς ποιούμενοι ταῖς μηχαναῖς103 κατέβαλον τὸ τεῖχος, καὶ τῆς ἐκτὸς πόλεως κυριεύσαντες πολλοὺς ἀνεῖλον· οἱ δὲ ἄλλοι ἔφυγον εἰς τὴν ἀρχαίαν πόλιν, καὶ πέμψαντες πρέσβεις πρὸς τοὺς ὑπάτους ἠξίουν τοῖς σώμασι ἀσφάλειαν. 5 τῶν δὲ συμφωνούντων104 δύο μνᾶς τῷ σώματι διδόντας ἐλευθέρους εἶναι, παρέλαβον τὴν πόλιν οἱ Ῥωμαῖοι, καὶ μυρία τετρακισχίλια σώματα τιμῆς συνεχωρήθη τῷ εὑρεθέντι ἀργυρίῳ καὶ ἀπελύθη. τοὺς δὲ λοιπούς, μυρίους τρισχιλίους ὄντας, καὶ τὴν ἄλλην ἀποσκευὴν ἐλαφυροπώλησαν. Ἰαιτῖνοι105 δὲ ἐκβαλόντες106 τὴν τῶν Φοινίκων φρουρὰν τὴν πόλιν Ῥωμαίοις ἔδωκαν. παραπλησίους δὲ τούτοις ἐποίησαν Σολουντῖνοι καὶ Πετρῖνοι καὶ Ἠνατταρῖνοι καὶ Τυνδαρῖται.107 οἱ δὲ ὕπατοι φρουρὰν ἐν Πανόρμῳ λιπόντες ἀπῆλθον εἰς Μεσσήνην.108

[link to English translation] 19 Τοῦ δὲ ἐπιγενομένου ἔτους πλεύσαντες οἱ Ῥωμαῖοι δεύτερον εἰς Λιβύην, καὶ τῶν Καρχηδονίων μὴ ἐασάντων αὐτοὺς ὁρμῆσαι, ὑποστρέφοντες ἦλθον εἰς Πάνορμον. ἐκεῖθεν ἀπάραντες εἰς Ῥώμην109 δεύτερον ἐναυάγησαν χειμῶνος αὐτοὺς καταλαβόντος, καὶ ἀπώλεσαν ναῦς μακρὰς ἑκατὸν  p116 πεντήκοντα καὶ τὴν ἄλλην ἅπασαν τῶν ἱππαγωγῶν καὶ λαφύρων. . . .110 τοῦ δὲ Θερμῶν πυλωροῦ περὶ τὰ ἔξω γενομένου εἰς ἀναγκαίας χρείας,111 ὑπὸ τοῦ Ῥωμαίων στρατοῦ συνελήφθη· καὶ ἐπρέσβευσε πρὸς τὸν ἄρχοντα, ὅτι ἐὰν ἀπολύσῃ αὐτὸν ἀνοίξειν αὐτῷ τὴν πύλην τῆς πόλεως νυκτός. τοῦ δὲ ἀπολύσαντος, καὶ συνθεμένου καιρόν, ἀπέστειλεν ὁ ἄρχων χιλίους νυκτός. καὶ φθάσαντες, ὁ μὲν κατὰ112 τὴν ὡρισμένην ἤνοιξε πύλην· τὴν δὲ οἱ πρώτιστοι καὶ ἐπιφανεῖς113 εἰσῆλθον, καὶ εἶπον τῷ πυλωρῷ κλεῖσαι καὶ μηδένα ἄλλον ἐᾶσαι114 εἰσελθεῖν, θέλοντες μόνως115 τὸν πλοῦτον τῆς πόλεως ἆραι. οὗτοι πάντες κατεκόπησαν, ἄξιον τῆς πλεονεξίας ὑπομείναντες.

[link to English translation] 20 Ἐν ἄλλῳ δὲ καιρῷ τὰς Θερμὰς καὶ τὴν Λιπάραν Ῥωμαῖοι παρέλαβον ἄμφω. πολιορκήσαντες δὲ Ῥωμαῖοι καὶ Ἑρκτὴν φρούριον μυριάσι116 τέσσαρσι καὶ χιλίοις ἱππεῦσιν ἑλεῖν117 οὐκ ἴσχυσαν.

[link to English translation] 21 Ἀσδρούβας118 δὲ ὁ στρατηγὸς τῶν Καρχηδονίων βλασφημούμενος ὑπὸ τῶν ἰδίων διὰ τὸ μὴ πολεμεῖν, ἀναζεύξας μετὰ πάσης δυνάμεως διὰ τῆς Σελινουντίας δυσχωρίας ἦλθεν εἰς τὸ Πάνορμον. καὶ διαβιβάσας τὸν ποταμὸν τὸν σύνεγγυς, περὶ τὰ τείχη ἐστρατοπέδευσε, μήτε χαράκωμα μήτε τάφρον τάξας διὰ τὸ καταφρονεῖν. πάλιν δὲ καὶ τῶν  p118 ἐμπόρων πολὺν οἶνον ἐπιφερόμενον, οἱ Κέλται μεθυσθέντες καὶ κραυγῆς καὶ ἀταξίας πληρούμενοι, ἐπιπεσόντος119 Καικιλίου τοῦ ὑπάτου αὐτοῖς κατὰ κράτος, αὐτοὺς νικήσας καὶ τῶν ἐλεφάντων ἑξήκοντα κρατήσας, εἰς Ῥώμην ἀπέστειλε. καὶ θαῦμα Ῥωμαῖοι ἔσχον.

(Exc. Hoesch. pp505‑506 W.)

[link to English translation] 22 Ὅτι Ἀμίλκας ὁ Βάρκας καλούμενος ὁ Καρχηδόνιος καὶ Ἀννίβας ὁ υἱὸς αὐτοῦ μέγιστοι στρατηγοὶ Καρχηδονίων οὐ μόνον ὄντες120 τῶν προτέρων, ἀλλὰ καὶ τῶν μεταγενεστέρων ὁμολογουμένως οὗτοι διελήφθησαν, καὶ ταῖς ἰδίαις πράξεσιν ηὔξησαν μάλιστα τὴν πατρίδα.

(Const. Exc. 2 (1), pp259‑260)


Apparatus Criticus:

1 Καρχηδονίοις Hoeschel, Rhodoman; Dindorf suggests placing Καρχηδονίων after ὄντα.

2 κοινῇ transposed by Reiske from a position before συμμαχίαν, below.

3 So Hoeschel, Rhodoman: ἀπὸ H.

4 So Hoeschel, Rhodoman: δὲ πολιορκούντων Μεσήνην H.

5 So Hoeschel, Rhodoman: πειθόμενος H.

6 So Hoeschel, Rhodoman: πόλεμον H.

7 So Hoeschel, Rhodoman: Ῥωμαίοις H.

8 So Hoeschel, Rhodoman: ἀσεβεστάτην H.

9 οἵοις Herwerden.

10 κατὰ σπείρας Walton: πειραῖς V, σπείραις Wurm.

11 So Boissevain: .́...ωνται V. Mai read διὰ ταῦτα.

12 So Holm (cp. Polybius, 1.15.10): Αἴγεστα H.

13 So Dindorf: ἀπέζευξεν H.

14 So Reiske: αὐλαῖς H.

15 So Hoeschel, Rhodoman: καθήμενοι H.

16 So Cluverius (with ): παρὰ Λαισίνων H.

17 ἐπηγγείλαντο added by Hoeschel, Rhodoman.

18 So Wesseling: πολιορκήσαντες H.

19 ἐπ’ added by Van der Mey.

20 συνεχώρησαν added by Hoeschel, Rhodoman.

21 So Rhodoman (with κου): Συρακοσίοις H.

22 So Dindorf: αὐτῶν H.

23 So Rhodoman: Ἀλιναῖοι H.

24 αὑτοὺς added by Wifstrand.

25 after πρεσβύτερος deleted by Hoeschel.

26 So Wesseling: μετὰ H.

27 So Nock: ἐπέρασε H.

28 So Hoeschel, Rhodoman: ἐν Σικελίᾳ H.

29 Hoeschel, Rhodoman suggest συνέβη (for η´?), and Rhodoman punctuates θανεῖν τριάκοντα, τρεῖς δὲ κατατρ.

30 So Wesseling: Ἐντελλίνα H.

31 So Van der Mey: δὲ ἄραντες H.

32 The number is suspect, μ perhaps standing for M (mille).

33 So Wesseling: Μύστρατον H.

34 So Wesseling: Ἐριηνοὺς H.

35 τὸ ἱερὸν Hoeschel, Rhodoman: τοῦ ἱεροῦ H.

36 So Wesseling: Μήστρακον H.

37 So Hoeschel, Rhodoman: ταύτας H.

38 So Hoeschel, Rhodoman: πλεῖον H.

39 So Hoeschel, Rhodoman (with ): Ἔρκησσος H.

40 Wurm suggests ἔτι δὲ πόλις Ἁλικυαίων καὶ ἄλλαι τῶν ἐσχάτων.

41 ὑπὸ Dindorf.

42 So Dindorf: στρατιώτας V.

43 Herwerden suggests οὐδὲν δ’ οὕτω καταπλήττει τὰς ψυχὰς <ὡς> τὸ ἡττηθῆναι· [ὡς] <ὅπερ ἦν ἰδεῖν ἐν> τοῖς Καρχηδονίοις. Boissevain suggests οὐδενὶ (or οὐδεσὶ) for οὐδὲν. Dindorf (in part after Mai) prints οὐδὲν . . . ψυχὰς ὡς τὸ ἡττηθῆναι τοὺς Καρχηδονίους.

44 τὴν added by Dindorf.

45 So Dindorf: ἀπορίαν V.

46 ἀγνοήσαντες Herwerden, Dindorf4.

47 So Mai: αμίλκαςº V.

48 So Mai: ψυχῆς V.

49 τοὺς πρεσβευτὰς or αὐτοὺς Dindorf: τοὺς V.

50 ὅτι δεῖ . . . ὑπερέχουσινH (p503 W.) has these words (= chap. 12. 2 Dind.).

51 Ὅτι κατὰ τὰς ἀτυχίας πάντες ἄνθρωποι H.

52 θεοῦ H.

53 ἐν δὲ H.

54 εὐημερίαις καὶ omitted in V.

55 τῷ θεῷ H.

56 So Dindorf: Ξανθίππης V.

57 So Post: αὐτὸν V, αὑτὸν Dindorf.

58 So Dindorf2: εἰδῶσιν V, ἴδωσιν Dindorf4.

59 So Mai: καθηγήσασθαι V.

60 So Dindorf: καθαλλόμενος V.

61 So Mai: ἅπαντας V.

62 τῇ μὲν] This sentence appears also in H (= chap. 15.6a Dind.) in the following corrupt form: ὅτι ῥᾷον ἐστί τινα (Hoeschel, Rhodoman add ὑπὲρ τοὺς) ἐχθροὺς γενέσθαι, ἐὰν μόνον ἀγαθῷ συμβούλῳ χρήσοιτο, πειθόμενος τὴν μὲν τῶν ἡμαρτημένων κατηγορίαν διορθοῦσθαι. καὶ συμβαίνει τοὺς ἐπὶ τὴν ὁμοίαν καταφερομένους ἄγαν δὲ ἐπὶ τῶν ἀγαθῶν ἐπιτηδευμάτων εὐφημίαν κτλ. The opening words (ὅτι . . . πειθόμενος) seem to be the work of the excerptor.

63 ἀγαθῶν omitted in P.

64 So Bekker: Ἀντίλιου P, Ἀττιλίου Valesius.

65 τὴν γὰρ . . . συμπτώμασι] This sentence appears also in H (= chap. 15.6b Dind.).

66 μὲν omitted in P.

67 συμπτώμασι H, κακοῖς P.

68 So Valesius: ἅτε P.

69 So Salmasius, Valesius: ἀνδρὸς (s. acc.P.

70 ναυαγίαις ἀπολομένοις Dindorf: ναυμαχίαις ἀπολυμμένοις P.

71 So Dindorf: πλέοντας P.

72 So Wesseling: τῶν P; τ´ (i.e. τριακοσίων) Reiske.

73 Hoeschel brackets ἐγένοντο.

74 This passage is preceded and followed in H by sentences taken directly from the text preserved in P. Its closest point of contact is with chap. 15.4, but it is clearly a summary account written by the compiler of the Hoeschel fragments.

75 τῆς γὰρ . . . ἔλεον] This sentence appears also in H (= chap. 15.8 Dind.). For τῆς γὰρ H has ἀντὶ μὲν τῆς.

76 αὐτοῦ H.

77 πολλαπλασίας H.

78 So H: τοῖς ἰδίοις συμπτώμασιν τοὺς δὲ ἄλλους ἐδίδαξεν P.

79 μετριοφρονεῖν H.

80 ἑαυτοῦ H, δὲ αὐτοῦ P.

81 So Hoeschel, Rhodoman, Salmasius: συγκεχωρημένων P, συγκεχωρισμένων H.

82 τοὺς μὲν . . . πολεμίων] This sentence appears also in H (= chap. 15.9 Dind.). H has τοὺς γὰρ πᾶσι.

83 ὅλοις P, πᾶσιν H.

84 δὲ omitted in P.

85 προσδοκοῦντας H.

86 γὰρ after ἕκαστος deleted by Toup.

87 So Salmasius, Valesius: ἐναντίως P.

88 The text of P here overlaps that of H; see following section (chap. 15.10).

89 So Hoeschel, Rhodoman: βάδημα H, βάδιμα V.

90 γίνεται V, ἄγειν H.

91 καθάπερ γὰρ H, καὶ καθάπερ V.

92 τοῦ βουλευτηρίου πρὸς τὸ συμφέρον Dindorf.

93 παντὸς H.

94 Φιλῖνος Wesseling, Jacoby.

95 οἱ after Ῥωμαῖοι deleted by Dindorf.

96 νεὼν (sic H) deleted by Reiske, Dindorf.

97 ἐγγὺς τῆς Dindorf: ἐξ αὐτῆς H.

98 So Wesseling: μικρὰς H.

99 καὶ added by Hoeschel, Rhodoman.

100 So Hoeschel, Rhodoman: Κεφαλύδην H.

101 ἐκπολιορκήσαντες Dindorf4.

102 So Hoeschel, Rhodoman: ἐμβιβάσαντες H.

103 ταῖς μηχαναῖς Rhodoman: καὶ μηχανὰς H.

104 So Hoeschel, Rhodoman: συμφώνων H.

105 So Dindorf: Ἰετίνοι H.

106 So ed. Rhod.: ἐκβάλλοντες H.

107 So Rhodoman: Τυνδαρίδαι H.

108 So Hoeschel, Rhodoman (ἐς Μεσήνην): ἐν Μεσήνῃ H.

109 So Hoeschel, Rhodoman (ἐς): ἐν Ῥώμῃ H.

110Hoeschel, Rhodoman suggest adding παρασκευήν. Dindorf suggests also μετὰ after ἅπασαν.

111 So Hoeschel, Rhodoman: χεῖρας H.

112 Hoeschel, Rhodoman suggest οἳ καὶ φθάσαντες ἧκον. ὁ μὲν οὖν κατὰ. Wurm suggests placing φθάσαντες below, after ἐπιφανεὶς.

113 Herwerden suggests ἐπιφανέντες for καὶ ἐπιφανεὶς.

114 ἄλλον ἐᾶσαι Hoeschel, Rhodoman: ἄγγελον ἐᾶσαι καὶ H.

115 Hoeschel, Rhodoman suggest μόνοι.

116 So Hoeschel, Rhodoman (adding πεζῶν): μυριάς H.

117 ἑλεῖν added by Hoeschel, Rhodoman.

118 So ed. Rhod.: Ανδρούβας H.º

119 So Hoeschel, Rhodoman: ὑποπεσόντος H.

120 ὄντες, οὐ μόνον Valesius.


[image ALT: Valid HTML 4.01.]

Page updated: 16 Sep 17