Short URL for this page:
bit.ly/Diodorus9


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Βίβλος ζ´

This webpage reproduces a portion of
The Library of History
by
Diodorus Siculus

published in Vol. IV
of the Loeb Classical Library edition, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

[image ALT: a blank space]

Διόδωρος Σικελιώτης
Βιβλιοθήκη Ἱστορική

Vol. IV
p2
Fragmenta Libri IX

[link to English translation] 1 Ἦν δὲ καὶ Σόλων​1 πατρὸς μὲν Ἐξηκεστίδου, τὸ γένος ἐκ Σαλαμῖνος τῆς Ἀττικῆς, σοφίᾳ δὲ καὶ παιδείᾳ πάντας τοὺς καθ’ ἑαυτὸν ὑπερβεβληκώς. φύσει δὲ πρὸς ἀρετὴν τῶν ἄλλων πολὺ διαφέρων ἐζήλωσεν ἀρετὴν ἐπαινουμένην·​2 πᾶσι γὰρ τοῖς μαθήμασι πολὺν χρόνῳ χρόνον ἐνδιατρίψας ἀθλητὴς ἐγένετο πάσης ἀρετῆς. 2 κατὰ μὲν γὰρ τὴν τοῦ παιδὸς ἡλικίαν παιδευταῖς ἐχρήσατο τοῖς ἀρίστοις, ἀνδρωθεὶς δὲ συνδιέτριψε τοῖς μεγίστην ἔχουσι δύναμιν​3 ἐπὶ φιλοσοφίᾳ. διὸ καὶ τούτοις ὁμιλῶν καὶ συνδιατρίβων ὠνομάσθη μὲν εἷς τῶν​4 ἑπτὰ σοφῶν καὶ τὸ πρωτεῖον τῆς συνέσεως οὐ μόνον παρὰ τούτοις τοῖς ἀνδράσιν, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς θαυμαζομένοις ἀπηνέγκατο.

 p4  3 Ὅτι ὁ αὐτὸς Σόλων, ἐν τῇ νομοθεσίᾳ μεγάλην δόξαν περιποιησάμενος, ἐν ταῖς ἰδιωτικαῖς ὁμιλίαις καὶ ἀποκρίσεσιν, ἔτι δὲ συμβουλίαις, θαυμαστὸς ἐτύγχανε διὰ τὴν ἐν παιδείᾳ προκοπήν.

4 Ὅτι ὁ αὐτὸς Σόλων, τὴν ὅλην ἀγωγὴν τῆς πόλεως ἐχούσης Ἰωνικὴν καὶ διὰ τὴν τρυφὴν καὶ τὴν ῥᾳστώνην ἐκτεθηλυμμένων τῶν ἀνθρώπων, μετέθηκε τῇ συνηθείᾳ πρὸς ἀρετὴν καὶ ζῆλον τῶν ἀνδρείων​5 πράξεων. διὸ τῇ τούτου νομοθεσίᾳ καθοπλισθέντες τὰς ψυχὰς Ἀρμόδιος καὶ Ἀριστογείτων καταλύειν ἐπεχείρησαν τὴν τῶν Πεισιστρατιδῶν ἀρχήν.

(Const. Exc. 2 (1), p217.)

2 [link to English translation] Ὅτι Κροῖσος ὁ Λυδῶν βασιλεὺς μεγάλας κεκτημένος δυνάμεις καὶ​6 πολὺν ἐκ παρασκευῆς σεσωρευκὼς ἄργυρόν τε καὶ χρυσόν, μετεπέμπετο τῶν Ἑλλήνων τοὺς σοφωτάτους, καὶ συνδιατρίβων αὐτοῖς μετὰ πολλῶν δώρων ἐξέπεμπεν καὶ αὐτὸς πρὸς ἀρετὴν ὠφελεῖτο πολλά. ποτὲ δὲ τοῦτον​7 μεταπεμψάμενος καὶ τὰς δυνάμεις καὶ τὸν πλοῦτον ἐπιδειξάμενος, ἠρώτησεν εἴ τις ἕτερος αὐτῷ​8 δοκεῖ μακαριώτερος εἶναι. 2 ὁ δὲ Σόλων τῇ συνήθει τοῖς φιλοσόφοις χρησάμενος παρρησίᾳ ἔφη μηδένα τῶν ζώντων εἶναι μακάριον· τὸν γὰρ ἐπ’ εὐδαιμονίᾳ πεφρονηματισμένον καὶ δοκοῦντα τὴν τύχην ἔχειν συνεργὸν μὴ γινώσκειν εἰ διαμένει μετ’ αὐτοῦ μέχρι τῆς ἐσχάτης. σκοπεῖν οὖν ἔφησε δεῖν τὴν  p6 τοῦ βίου τελευτὴν καὶ τὸν διευτυχήσαντα τότε προσήκοντος λέγειν μακάριον. 3 ὁ δὲ Κροῖσος ὕστερον γενόμενος αἰχμάλωτος ὑπὸ Κύρου καὶ μέλλων ἐπὶ μεγάλῃ πυρᾷ κατακαίεσθαι, τῆς Σόλωνος ἀποφάσεως ἐμνημόνευσεν. διὸ καὶ τοῦ πυρὸς ἤδη περιφλέγοντος ἀνεβόα συνεχῶς τὸ τοῦ Σόλωνος ὄνομα. 4 ὁ δὲ Κῦρος προσπέμψας τοὺς πευσομένους​9 τίς ἡ συνεχής ἐστι τοῦ Σόλωνος ὀνομασία, μαθὼν τἀληθὲς μετέπεσε τοῖς λογισμοῖς καὶ νομίσας τὴν ἀπόκρισιν τοῦ Σόλωνος ἀληθινὴν εἶναι τῆς μὲν ὑπερηφανείας ἐπαύσατο, τὴν δὲ πυρὰν κατασβέσας ἔσωσε τὸν Κροῖσον καὶ τὸ λοιπὸν ἕνα τῶν φίλων κατηρίθμησεν.

5 Ὅτι ὁ Σόλων ἡγεῖτο τοὺς μὲν πύκτας καὶ σταδιεῖς καὶ τοὺς ἄλλους ἀθλητὰς μηδὲν ἀξιόλογον συμβάλλεσθαι ταῖς πόλεσι πρὸς σωτηρίαν, τοὺς δὲ φρονήσει καὶ ἀρετῇ διαφέροντας μόνους δύνασθαι τὰς πατρίδας ἐν τοῖς κινδύνοις διαφυλάττειν.

3 [link to English translation] Ὅτι περὶ τοῦ χρυσοῦ τρίποδος ἀμφισβητήσεως οὔσης ἡ Πυθία ἔχρησεν οὕτως·

ἔκγονε Μιλήτου, τρίποδος περὶ Φοῖβον ἐρωτᾷς;

ὃς​10 σοφίᾳ πρῶτος πάντων, τούτου τρίποδ’ αὐδῶ.

2 οἱ δέ φασιν ἄλλως, ὅτι πολέμου γενομένου τοῖς Ἴωσι πρὸς ἀλλήλους, καὶ τοῦ τρίποδος παρὰ σαγηνέων ἀνενεχθέντος, ἐπερωτῆσαι τὸν θεὸν περὶ  p8 τῆς καταλύσεως τοῦ πολέμου. ἡ δὲ ἔφη,

οὔποτε μὴ λήξῃ πόλεμος Μερόπων καὶ Ἰώνων,

πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος κἀμὲ τευχῶν,

ἐκ μέσσου πέμψητέ, καὶ ἐς δόμον ἀνδρὸς ἵκηται

ὃς σοφίᾳ τὰ τ’ ἐόντα τά τ’ ἐσσόμενα προδέδορκεν.

3 Ὅτι οἱ Μιλήσιοι ἀκολουθῆσαι βουλόμενοι τῷ χρησμῷ Θάλητι τῷ Μιλησίῳ​11 τὸ ἀριστεῖον ἐβούλοντο δοῦναι· τὸν δ’ εἰπεῖν ὡς οὐκ ἐστι πάντων σοφώτατος, συμβουλεύειν δὲ πρὸς ἕτερον πέμπειν σοφώτερον. τούτῳ δὲ τῷ τρόπῳ καὶ τῶν ἄλλων τῶν ἑπτὰ σοφῶν ἀποποιησαμένων τὸν τρίποδα Σόλωνι δίδοσθαι δοκοῦντι πάντας ἀνθρώπους ὑπερβεβλῆσθαι σοφίᾳ τε καὶ συνέσει. τὸν δὲ συμβουλεῦσαι τοῦτον ἀναθεῖναι Ἀπόλλωνι· τοῦτον γὰρ εἶναι σοφώτερον πάντων.

4 [link to English translation] Ὅτι ὁ αὐτὸς πρὸς τῇ τοῦ βίου καταστροφῇ ὁρῶν Πεισίστρατον πρὸς χάριν​12 τὰ πλήθη δημαγωγοῦντα καὶ πρὸς τυραννίδα παρορμῶντα, τὸ μὲν πρῶτον λόγοις ἐπεχείρησεν ἀποτρέπειν ταύτης τῆς ἐπιβολῆς·​13 οὐ προσέχοντος δὲ αὐτοῦ προῆλθεν εἰς τὴν ἀγορὰν μετὰ τῆς πανοπλίας παντελῶς ἤδη γεγηρακώς. 2 συνδραμόντος δὲ τοῦ πλήθους πρὸς αὐτὸν διὰ τὸ παράδοξον, παρεκάλει τοὺς πολίτας ἀναλαβεῖν τὰ ὅπλα καὶ παραχρῆμα καταλύειν τὸν τύραννον· οὐδενὸς δὲ αὐτῷ προσέχοντος, καὶ πάντων αὐτοῦ μανίαν καταγιγνωσκόντων, τινῶν δὲ παραγηρᾶν αὐτὸν ἀποφαινομένων, ὁ μὲν Πεισίστρατος ἤδη τινὰς δορυφόρους περιαγόμενος  p10 προσῆλθε τῷ Σόλωνι καὶ ἐπύθετο τίνι θαρρῶν τὴν τυραννίδα καταλύειν αὐτοῦ βούλεται, τοῦ δὲ εἰπόντος ὅτι τῷ γήρᾳ, θαυμάσας τὴν φρόνησιν αὐτοῦ οὐδὲν αὐτὸν ἠδίκησεν.

5 [link to English translation] Ὅτι τὸν παρανόμοις καὶ ἀδίκοις πράξεσιν ἐπιβαλόμενον οὐκ ἂν προσηκόντως σοφὸν νομίζεσθαι.

6 [link to English translation] Ὅτι φασὶν Ἀνάχαρσιν τὸν Σκύθην φρονοῦντα ἐπὶ σοφίᾳ μέγα παραγενέσθαι Πυθώδε καὶ ἐπερωτῆσαι τίς ἐστιν αὐτοῦ τῶν Ἑλλήνων σοφώτερος. καὶ εἰπεῖν,

Οἰταῖόν τινά φασι Μύσωνα

σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσιν,

ὅστις ἦν Μαλιεὺς καὶ ᾤκει τὴν Οἴτην εἰς κώμην Χῆνας καλουμένην.

(Const. Exc. 4, pp281‑283.)

7 [link to English translation] Ὅτι Μύσων τις ἦν Μαλιεύς, ὃς ᾤκει ἐν κώμῃ Χηναῖς​14 καλουμένῃ, τὸν ἅπαντα χρόνον ἐν ἀγρῷ διατρίβων καὶ ὑπὸ τῶν πολλῶν ἀγνοούμενος· ὃν ἀντεισῆξαν εἰς τοὺς ἑπτὰ σοφούς, ἐκκρίναντες τὸν Περίανδρον τὸν Κορίνθιον διὰ τὸ τύραννον γεγονέναι πικρόν.

(Const. Exc. 2 (1), p217.)

8 [link to English translation] Ὅτι ὁ Σόλων πολυπραγμονήσας τὸν τόπον ἐν ᾧ διέτριβε Μύσων, κατέλαβεν αὐτὸν ἐπὶ τῆς ἅλω πρὸς ἄροτρον προσβαλόντα ἐχέτλην, καὶ πειραθεὶς τοῦ ἀνδρὸς ἔφη, Οὐχ ὥρα νῦν ἀρότρου, ᾧ Μύσων, καὶ οὗτος, Οὐ χρῆσθαι, εἶπεν, ἀλλ’ ἐπισκεύαζειν.

(Const. Exc. 4, p283.)

9 [link to English translation] Ὅτι Χίλων τῷ λόγῳ σύμφωνον ἔσχε τὸν βίον, ὅπερ σπανίως εὕροι τις ἂν γινόμενον. τῶν γὰρ καθ’ ἡμᾶς φιλοσόφων τοὺς πλείστους ἰδεῖν ἐστιν λέγοντας μὲν τὰ κάλλιστα, πράττοντας δὲ τὰ  p12 χείριστα, καὶ τὴν ἐν ταῖς ἀπαγγελίαις​15 αὐτῶν σεμνότητα καὶ σύνεσιν διὰ τῆς πείρας ἐλεγχομένην. ὁ δὲ Χίλων χωρὶς τῆς κατὰ τὸν βίον ἐν ἅπασι τοῖς πραττομένοις ἀρετῆς πολλὰ διενοήθη καὶ ἀπεφθέγξατο μνήμης ἄξια.

(Const. Exc. 2 (1), p218.)

10 [link to English translation] Ὅτι Χίλων ἀφικόμενος εἰς Δελφοὺς καὶ καθάπερ ἀπαρχὰς ποιούμενος τῷ θεῷ τῆς ἰδίας συνέσεως ἐπέγραψεν ἐπί τινα κίονα τρία ταῦτα, Γνῶθι σεαυτόν, καὶ Μηδὲν ἄγαν, καὶ τρίτον Ἐγγύα, πάρα δ’ ἄτα. τούτων ἕκαστον ὑπάρχον βραχὺ καὶ Λακωνικὸν μεγάλην ἔχει τὴν ἀναθεώρησιν. 2 τὸ γὰρ Γνῶθι σαυτὸν παραγγέλει παιδευθῆναι καὶ φρόνιμον γενέσθαι· οὕτω γὰρ ἂν τις ἑαυτὸν γνοίη· ἢ ὅτι οἱ ἄμοιροι παιδείας καὶ ἀλόγιστοι κατὰ τὸ πλεῖστον ἑαυτοὺς συνετωτάτους ὑπειλήφασιν, ἥπερ ἐστὶ τῶν ἀμαθιῶν ἀμαθεστάτη κατὰ τὸν Πλάτωνα, ἢ ὅτι τοὺς πονηροὺς ἐπιεικεῖς ἡγοῦνται, τοὺς δὲ χρηστοὺς ἀνάπαλιν φαύλους· μόνως γὰρ ἄν τις οὕτως ἑαυτὸν γνοίη καὶ ἕτερον, τυχὼν παιδείας καὶ συνέσεως περιττοτέρας.

3 Τὸ δὲ Μηδὲν ἄγαν μετριάζειν ἐν πᾶσι καὶ μηδὲ περὶ ἑνὸς τῶν ἀνθρωπίνων τελείως διορίζεσθαι, ὡς Ἐπιδάμνιοι. οὗτοι γὰρ παρὰ​16 τὸν Ἀδρίαν οἰκοῦντες καὶ πρὸς ἀλλήλους διαφερόμενοι, μύδρους διαπύρους καταποντίσαντες ἐν μέσῳ τῷ πελάγει διωμόσαντο μὴ σπείσεσθαι​17 τὴν πρὸς ἀλλήλους  p14 ἔχθραν πρότερον ἕως ἂν οὗτοι θερμοὶ ἀνενεχθῶσιν. οὕτω δὲ σκληρῶς ὀμόσαντες καὶ τὸ Μηδὲν ἄγαν οὐκ ἐπινοήσαντες ὕστερον ὑπὸ τῶν πραγμάτων ἀναγκαζόμενοι διελύσαντο τὴν ἔχθραν, ἐάσαντες τοὺς μύδρους ψυχροὺς ἐν τῶν βυθῷ.

4 Τὸ δὲ Ἐγγύα, πάρα δ’ ἄτα, τινὲς ὑπέλαβον γάμον ἀπαγορεύειν· τὴν γὰρ τοῦ γάμου σύνθεσιν παρὰ τοῖς πλείστοις τῶν Ἑλλήνων ἐγγύην ὀνομάζεσθαι, καὶ βεβαιωτὴς ὁ κοινὸς βίος, ἐν ᾧ πλεῖσται καὶ μέγισται γίνονται συμφοραὶ διὰ τὰς γυναῖκας. ἔνιον δέ φασιν ἀνάξιον εἶναι Χίλωνος​18 διὰ τὸ μὴ δύνασθαι ἀναιρουμένου τοῦ γάμου διαμένειν τὸν βίον, τὴν δὲ ἄτην ἀποφαίνεσθαι παρεῖναι​19 ἐγγύαις ταῖς ἐπὶ τῶν συμβολαίων καὶ ταῖς ὑπὲρ τῶν ἄλλων διομολογήσεσι περὶ χρημάτων. καὶ Εὐριπίδης

οὐκ ἐγγυῶμαι, ζημίαν φιλεγγύων

σκοπῶν·​20 τὰ Πυθοῖ δ’ οὐκ ἐᾷ με γράμματα.

5 Ἔνιοι δέ φασι μὴ Χίλωνος εἶναι μηδὲ πολιτικὸν τὸ μηδενὶ τῶν φίλων ἐν ταῖς τοιαύταις χρείαις ἐπαρκεῖν, ἀλλὰ μᾶλλον τὰς καταβεβαιώσεις ἀπαγορεύειν καὶ τὸ κατατεταμένως ἐγγυᾶσθαί τε καὶ διορίζεσθαι τῶν ἀνθρωπίνων, ὡς ποιῆσαι τοὺς Ἕλληνας ὅτε κατηγωνίσαντο τὸν Ξέρξην. ὤμοσαν γὰρ ἐν Πλαταιαῖς παραδώσειν παίδων παισὶ τὴν πρὸς τοὺς Πέρσας ἔχθραν, ἕως ἂν οἱ ποταμοὶ  p16 ῥέωσιν εἰς τὴν θάλατταν καὶ γένος ἀνθρώπων ᾖ καὶ γῆ καρποὺς φέρῃ·​21 τὸ δὲ τῆς τύχης εὐμετάπτωτον βεβαίως ἐγγυησάμενοι​22 μετά τινα χρόνον ἐπρεσβεύοντο πρὸς Ἀρταξέρξην τὸν υἱὸν Ξέρξου περὶ φιλίας καὶ συμμαχίας.

6 Ὅτι ὁ Χίλωνος λόγος βραχὺς ὢν ὅλην περιείληφε τὴν πρὸς τὸν ἄριστον βίον ὑποθήκην, ὡς καὶ τῶν ἐν Δελφοῖς ἀναθημάτων βελτίω ταῦτα τὰ ἀποφθέγματα. αἱ μὲν γὰρ χρυσαῖ Κροίσου πλίνθοι καὶ τὰ ἄλλα κατασκευάσματα ἠφανίσθη καὶ μεγάλας ἀφορμὰς παρέσχε τοῖς ἀσεβεῖν εἰς τὸ ἱερὸν ἑλομένοις, αἱ δὲ γνῶμαι τὸν ἅπαντα χρόνον σώζονται ἐν ταῖς τῶν πεπαιδευμένων ψυχαῖς τεθησαυρισμέναι καὶ κάλλιστον ἔχουσαι θησαυρόν, πρὸς ὃν ἂν​23 οὔτε Φωκεῖς οὔτε Γαλάται προσενεγκεῖν τὰς χεῖρας σπουδάσειαν.

(Const. Exc. 4, pp283‑285.)

11 [link to English translation] Ὅτι Πιττακὸς ὁ Μιτυληναῖος οὐ μόνον ἐν σοφίᾳ θαυμαστὸς ἦν, ἀλλὰ καὶ πολίτης ἐγένετο τοιοῦτος οἷον ἕτερον οὐκ ἤνεγκεν ἡ νῆσος, δοκῶ δ’ οὐδ’ ἂν ὕστερον ἐνέγκαι, μέχρι ἂν τὸν οἶνον φέρῃ πλείω τε καὶ ἡδίω. νομοθέτης τε γὰρ ἀγαθὸς ὑπῆρχε κἂν τοῖς κατὰ μέρος πρὸς τοὺς πολίτας κοινὸς καὶ φιλάνθρωπος, καὶ τὴν πατρίδα τριῶν τῶν μεγίστων συμφορῶν ἀπέλυσε, τυραννίδος, στάσεως, πολέμου.

2 Ὅτι Πιττακὸς βαθὺς ἦν καὶ ἥμερος καὶ τὴν παραίτησιν ἔχων αὐτὸς ἐν αὑτῷ. διὸ δὴ πᾶσιν ἐδόκει τέλειος ἀνὴρ εἶναι πρὸς πᾶσαν ἀρετὴν ὁμολογούμενος·  p18 κατὰ μὲν γὰρ τὴν νομοθεσίαν ἐφαίνετο πολιτικὸς καὶ φρόνιμος, κατὰ δὲ τὴν πίστιν δίκαιος, κατὰ δὲ τὴν ἐν τοῖς ὅπλοις ὑπεροχὴν ἀνδρεῖος, κατὰ δὲ τὴν πρὸς τὸ κέρδος μεγαλοψυχίαν ἀφιλάργυρος.

(Const. Exc. 2 (1), p218.)

12 [link to English translation] Ὅτι τῶν Μιτυληναίων διδόντων τῷ Πιττακῷ τῆς χώρας ὑπὲρ ἧς ἐμονομάχησε τὴν ἡμίσειαν οὐκ ἐδέξατο, συνέταξε δὲ ἑκάστῳ κληρῶσαι τὸ ἴσον, ἐπιφθεγξάμενος ὡς τὸ ἴσον ἐστὶ τοῦ πλείονος πλεῖον. μέτρων γὰρ ἐπιεικείᾳ τὸ πλεῖον, οὐ κέρδει, σοφῶς​24 ἐγίνωσκεν· τῇ​25 μὲν γὰρ ἰσότητι δόξαν καὶ ἀσφάλειαν ἀκολουθήσειν, τῇ δὲ πλεονεξίᾳ βλασφημίαν καὶ φόβον, δι’ ὧν ταχέως ἂν αὐτοῦ τὴν δωρεὰν ἀφείλαντο.

2 Ὅτι σύμφωνα τούτοις ἔπραξε καὶ πρὸς Κροῖσον διδόντα τῶν ἐκ τοῦ γαζοφυλακείου χρημάτων λαβεῖν ὁπόσα βούλοιτο. καὶ γὰρ τότε τὴν δωρεὰν οὐ προσδεξάμενόν φασιν εἰπεῖν, καὶ νῦν ἔχειν ὧν ἤθελε διπλάσια. θαυμάσαντος δὲ τοῦ Κροίσου τὴν ἀφιλαργυρίαν καὶ περὶ τῆς ἀποκρίσεως ἐπερωτήσαντος, εἰπεῖν ὡς τελευτήσαντος ἄπαιδος τἀδελφοῦ​26 κεκληρονομηκὼς οὐσίαν εἴη τὴν ἴσην ᾗπερ εἶχεν, ἣν οὐχ ἡδέως προσειληφέναι.

3 Ὅτι καὶ τὸν ποιητὴν Ἀλκαῖον, ἐχθρότατον αὐτοῦ γεγενημένον καὶ διὰ τῶν ποιημάτων πικρότατα  p20 λελοιδορηκότα, λαβὼν ὑποχείριον ἀφῆκεν, ἐπιφθεγξάμενος ὡς συγγνώμη τιμωρίας αἱρετώτερα.

(Const. Exc. 4, p285.)

13 [link to English translation] Ὅτι φασὶν οἱ Πριηνεῖς ὡς Μεσσηνίας τὸ γένος ἐπισήμους παρθένους λυτρωσάμενος ὁ Βίας παρὰ λῃστῶν ἦγεν ὡς ἰδίας θυγατέρας ἐντίμως. μετὰ δέ τινας χρόνους παραγενομένων τῶν συγγενῶν κατὰ ζήτησιν, ἀπέδωκεν αὐτὰς οὔτε τροφεῖα πραξάμενος οὔτε λύτρα, τοὐναντίον δὲ τῶν ἰδίων πολλὰ δωρησάμενος. εἶχον οὖν πρὸς αὐτὸν αἱ κόραι πατρικὴν εὔνοιαν διά τε τὴν συντροφίαν καὶ τὸ μέγεθος τῆς εὐεργεσίας, ὥστε καὶ χωρισθεῖσαι μετὰ τῶν ἰδίων εἰς τὴν πατρίδα τῆς ὑπερορίου χάριτος οὐκ ἐπελάθοντο.

2 Ὅτι σαγηνεῖς Μεσσήνιοι κατὰ τὸν βόλον ἕτερον μὲν οὐδὲν ἀνείλκυσαν, χαλκοῦν δὲ τρίποδα μόνον ἐπιγραφὴν ἔχοντα Τῷ σοφωτάτῳ. ἀναχθέντος δὲ τοῦ κατασκευάσματος δοθῆναι τῷ Βίαντι.

3 Ὅτι Βίας ἦν δεινότατος καὶ τῷ λόγῳ πρωτεύων τῶν καθ’ ἑαυτόν. κατεχρήσατο δὲ τῇ τοῦ λέγειν δυνάμει πολλοῖς ἀνάπαλιν· οὐ γὰρ εἰς μισθαρνίαν οὐδὲ εἰς προσόδους, ἀλλ’ εἰς τὴν τῶν ἀδικουμένων κατετίθετο βοήθειαν. ὅπερ σπανιώτατ’ ἄν​27 τις εὕροι.

(Const. Exc. 2 (1), pp218‑219.)

14 [link to English translation] Ὅτι μέγα ἐστὶν οὐ τὸ δύναμιν ὅτου δήποτε σχεῖν, ἀλλὰ τὸ ταύτῃ δεόντως χρῆσθαι. ἐπεὶ τί ὄφελος Μίλωνι τῷ Κροτωνιάτῃ τὸ μέγεθος τῆς περὶ τὸ σῶμα ῥώμης;

 p22  2 Ὅτι Πολυδάμας ὁ Θετταλὸς ὑπὸ τῆς πέτρας διαρραγεὶς πᾶσιν ἐποίησε φανερὸν ὡς ἐπισφαλές ἐστιν ἰσχὺν μὲν​28 μεγάλην ἔχειν, νοῦν δὲ μικρόν.

(Const. Exc. 4, pp285‑286.)

15 [link to English translation] Ὁ Πολυδάμας οὗτος ἦν ἐκ πόλεως Σκοτούσης,

γυμναῖς χερσὶ μὲν λέοντας ὡς ἄρνας διαφθείρων,

πτεροῖς ποσὶ δ’ ὑπερνικῶν ἅρματα ταχυδρόμα,

τῇ δὲ χειρί τι σπήλαιον ἀντήρεισε συμπῖπτον.

ὁ Σικελὸς Διόδωρος γράφει τὴν ἱστορίαν.

(Tzetz. Hist. 2.555‑559.)

16 [link to English translation] Ὅτι τῶν Κιρραίων πολιορκουμένων πολὺν ἤδη χρόνον διὰ τὸ τὸ χρηστήριον ἐπιχειρεῖν συλᾶν, τινὲς μὲν τῶν Ἑλλήνων εἰς τὰς πατρίδας ἐπανῆλθον, οἱ δὲ ἐπερωτήσαντες τὴν Πυθίαν ἔλαβον χρησμὸν οὕτως,

οὐ πρὶν τῆσδε πόληος ἐρείψετε​29 πύργον ἑλόντες,

πρίν κεν ἐμῷ τεμένει κυανώπιδος Ἀμφιτρίτης

κῦμα ποτικλύζῃ κελαδοῦν ἱερῇσιν ἐπ’ ἀκταῖς.

(Const. Exc. 4, p286.)

17 [link to English translation] Ἰστέον ὅτι ὁ μὲν Σόλων ἐγένετο ἐπὶ τῶν χρόνων τῶν τυράννων ἐν ταῖς Ἀθήναις πρὸ τῶν Περσικῶν χρόνων, ὁ δὲ Δράκων πρὸ αὐτοῦ ἑπτὰ καὶ τεσσαράκοντα ἔτεσιν, ὥς φησιν ὁ Διόδωρος.

(Ulpian on the Timocrates of Demosthenes, 9, p805.)30

18 [link to English translation] Ὅτι Περίλαος ὁ ἀνδριαντοποιὸς Φαλάριδι τῷ τυράννῳ κατασκευάσας βοῦν χαλκοῦν πρὸς τιμωρίαν τῶν ὁμοφύλων αὐτὸς πρῶτος ἐπειράθη τοῦ μεγέθους τῆς τιμωρίας· οἱ γὰρ κατὰ τῶν  p24 ἄλλων βουλευόμενοί τι φαῦλον ὡς ἐπίπαν ταῖς ἰδίαις ἐπιθυμίαις εἰώθασιν ἁλίσκεσθαι.

(Const. Exc. 4, p286.)

19 [link to English translation] Ὃς Φάλαρις Περίλαον τὸν χαλκουργὸν ἐκεῖνον

τὸν Ἀττικὸν κατέκαυσεν ἐν ταύρῳ τῷ χαλκέῳ.

οὗτος γὰρ τὸ μηχάνημα τοῦ ταύρου χαλκουργήσας,

τοῖς μυξωτῆρσι τοῦ βοὸς ἐτεκτήνεν αὐλίσκους,

ἀνέπτυξε καὶ θύραν δὲ πρὸς τῷ πλευρῷ τοῦ ταύρου·

καὶ δῶρον τῷ Φαλάριδι τοῦτον τὸν ταῦρον ἄγει.

Φάλαρις δὲ τὸν ἄνθρωπον ἐν δώροις δεξιοῦται,

τὸ δὲ μηχάνημα θεοῖς καθιεροῦν κελεύει.

ὡς δ’ ἀναπτύξας τὸ πλευρὸν ὁ χαλκουργὸς ἐκεῖνος

δόλον τὸν κακομήχανον ἐξεῖπεν ἀπανθρώπως,

Εἴ τινα βούλει, Φάλαρι, κολάζειν τῶν ἀνθρώπων,

ἔνδον τοῦ ταύρου κατειργνὺς πῦρ ὑποστρώννυ κάτω·

δόξει δ’ ὁ ταῦρος στεναγμοῖς μυκᾶσθαι τοῖς ἐκείνου,

σὺ δ’ ἡδονὴν τοῖς στεναγμοῖς ἕξεις αὐλοῖς μυκτήρων.

τοῦτο μαθὼν ὁ Φάλαρις καὶ μυσαχθεὶς ἐκεῖνον,

Ἄγε, φησί, Περίλαε, σὺ πρῶτος δεῖξον τοῦτο,

καὶ τοὺς αὐλοῦντας μίμησαι, τρανωσόν σου τὴν τέχνην.

ὡς δὲ παρέδυ μιμητὴς δῆθεν τῶν αὐλημάτων,

κλείει τὸν ταῦρον Φάλαρις καὶ πῦρ ὑποσωρεύει.​31

 p26  ὅπως δὲ τὸ χαλκούργημα θανὼν μὴ ἐμμιάνῃ,

κατὰ πετρῶν ἐκρήμνισεν ἐξάξας ἡμιθνῆτα.

γράφει περὶ τοῦ ταύρου δὲ Λουκιανὸς ὁ Σύρος,

Διόδωρος καὶ Πίνδαρος, σὺν τούτοις τε μύριοι.

(Tzetz. Hist. 1.646‑668.)

20 [link to English translation] Ὅτι Σόλων ὁ νομοθέτης παρελθὼν εἰς τὴν ἐκκλησίαν παρεκάλει τοὺς Ἀθηναίους καταλύειν τὸν τύραννον πρὶν τελέως ἰσχυρὸν γενέσθαι. οὐδενὸς δὲ αὐτῷ προσέχοντος ἀναλαβὼν τὴν πανοπλίαν προῆλθεν εἰς τὴν ἀγορὰν γεγηρακώς, καὶ τοὺς θεοὺς ἐπιμαρτυρόμενος ἔφησε καὶ λόγῳ καὶ ἔργῳ τῇ πατρίδι κινδυνευούσῃ βεβοηθηκέναι τὸ κατ’ αὐτὸν μέρος· τῶν δὲ ὄχλων ἀγνοούντων τὴν ἐπιβολὴν​32 Πεισιστράτου συνέβη τὸν Σόλωνα τἀληθῆ λέγοντα παραπέμπεσθαι. 2 λέγεται δὲ Σόλων καὶ προειπεῖν τοῖς Ἀθηναίοις τὴν ἐσομένην τυραννίδα δι’ ἐλεγείων,

ἐκ νεφέλης πέλεται χιόνος μένος ἥδε χαλάζης,​33

βροντὴ δ’ ἐκ λαμπρὰς γίνεται ἀστεροπῆς.

ἀνδρῶν δ’ ἐκ μεγάλων πόλις ὄλλυται, εἰς δὲ μονάρχου

δῆμος ἀιδρείῃ δουλοσύνην ἔπεσεν.

λίην δ’ ἐξάραντ’ ​34 οὐ ῥᾴδιόν ἐστι κατασχεῖν

ὕστερον, ἀλλ’ ἤδη χρὴ περὶ​35 πάντα νοεῖν.

3 Καὶ μετὰ ταῦτα τυραννοῦντος ἔφη,

εἰ δὲ πεπόνθατε λυγρὰ δι’ ὑμετέραν κακότητα,

μὴ θεοῖσιν ταύτην μοῖραν ἐπαμφέρετε·

 p28  αὐτοὶ γὰρ τούτους ηὐξήσατε ῥύματα δόντες,

καὶ διὰ τοῦτο κακὴν ἔσχετε δουλοσύνην.

ὑμῶν δ’ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει,

σύμπασιν δ’ ὑμῖν κοῦφος ἔνεστι νόος.

εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπος αἰόλον ἀνδρός,

εἰς ἔργον δ’ οὐδὲν γινόμενον βλέπετε.

4 Ὅτι ὁ Πεισίστρατος παρεκάλει τὸν Σόλωνα τὰς ἡσυχίας ἔχειν καὶ τῶν τῆς τυραννίδος ἀγαθῶν συναπολαύειν· οὐδενὶ δὲ τρόπῳ δυνάμενος αὐτοῦ μεταθεῖναι τὴν προαίρεσιν, ἀλλ’ ὁρῶν μᾶλλον ἀεὶ ἐξεγειρόμενον καὶ μετὰ ἀνατάσεως ἀπειλοῦντα τιμωρίαν ἐπιθήσειν, ἠρώτησεν αὐτὸν τίνι πεποιθὼς ἀντιπράττει ταῖς ἐπιβολαῖς αὐτοῦ. τὸν δέ φασιν εἰπεῖν τῷ γήρᾳ.

(Const. Exc. 4, pp286‑287.)

[Ἡρόδοτος κατὰ Ξέρξην γεγονὼς τοῖς χρόνοις φησὶν Ἀσσυρίους ἔτη πεντακόσια πρότερον τῆς Ἀσίας ἄρξαντας ὑπὸ Μήδων καταλυθῆναι, ἔπειτα βασιλέα μὲν μηδένα γενέσθαι τὸν ἀμφισβητήσοντα τῶν ὅλων ἐπὶ πολλὰς γενεάς, τὰς δὲ πόλεις καθ’ ἑαυτὰς ταττομένας διοικεῖσθαι δημοκρατικῶς· τὸ δὲ τελευταῖον πολλῶν ἐτῶν διελθόντων αἱρεθῆναι βασιλέα παρὰ τοῖς Μήδοις ἄνδρα δικαιοσύνῃ διάφορον, ὄνομα Κυαξάρην. τοῦτον δὲ πρῶτον ἐπιχειρῆσαι προσάγεσθαι τοὺς πλησιοχώρους, καὶ τοῖς Μήδοις ἀρχηγὸν γενέσθαι τῆς τῶν ὅλων ἡγεμονίας· ἔπειτα τοὺς ἐκγόνους ἀεὶ προσκατακτωμένους πολλὴν τῆς ὁμόρου χώρας αὐξῆσαι τὴν βασιλείαν μέχρι Ἀστυάγους τοῦ καταπολεμηθέντος ὑπὸ Κύρου καὶ Περσῶν. περὶ ὧν νῦν ἡμεῖς τὰ κεφάλαια  p30 προειρηκότες τὰ κατὰ μέρος ὕστερον ἀκριβῶς ἀναγράψομεν, ἐπειδὰν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβάλωμεν· κατὰ γὰρ τὸ δεύτερον ἔτος τῆς ἑπτακαιδεκάτης Ὀλυμπιάδος ᾑρέθη βασιλεὺς ὑπὸ Μήδων Κυαξάρης καθ’ Ἡρόδοτον.]

(Diod. 2.32.2‑3.)

[Ἀστιβάρα τοῦ βασιλέως τῶν Μήδων ἐν Ἐκβατάνοις γήρᾳ τελευτήσαντος τὴν ἀρχὴν Ἀσπάνδαν τὸν υἱὸν διαδέξασθαι, τὸν ὑπὸ τῶν Ἑλλήνων Ἀστυάγην καλούμενον. τούτου δ’ ὑπὸ Κύρου τοῦ Πέρσου καταπολεμηθέντος μεταπεσεῖν τὴν βασιλείαν εἰς Πέρσας, περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀκριβῶς ἀναγράψομεν.]

(Diod. 2.34.6.)

21 [link to English translation] Κῦρος Περσῶν ἐβασίλευσεν ᾧ ἔτει Ὀλυμπιὰς ἤχθη νε´, ὡς ἐκ τῶν Βιβλιοθηκῶν Διοδώρου καὶ τῶν Θαλλοῦ καὶ Κάστορος ἱστοριῶν, ἔτι δὲ Πολυβίου καὶ Φλέγοντος ἔστιν εὑρεῖν, ἀλλὰ καὶ ἑτέρων, οἷς ἐμέλησεν Ὀλυμπιάδων· ἅπασι γὰρ συνεφώνησεν ὁ χρόνος.

(Eusebius, Praep. evang. 10.10.488c.)

22 [link to English translation] Ὅτι Κῦρος, ὁ Καμβύσου μὲν υἱὸς καὶ Μανδάνης τῆς θυγατρὸς Ἀστυάγους τοῦ Μήδων βασιλέως, ἀνδρείᾳ καὶ συνέσει καὶ ταῖς ἄλλαις ἀρεταῖς​36 ἐπρώτευε τῶν καθ’ αὐτὸν· βασιλικῶς γὰρ αὐτὸν ὁ πατὴρ ἦγε παιδεύων, ζῆλον ἐμποιῶν τῶν κρατίστων. καὶ ἔκδηλος ἦν ἁδρῶν ἁψόμενος πραγμάτων διὰ τὸ τὴν ἀρετὴν προφαίνειν ὑπὲρ τὴν ἡλικίαν.

23 [link to English translation] Ὅτι Ἀστυάγης ὁ τῶν Μήδων βασιλεὺς ἡττηθεὶς καὶ φυγὼν αἰσχρῶς δι’ ὀργῆς εἶχε τοὺς στρατιώτας· καὶ τοὺς μὲν ἐφ’ ἡγεμονιῶν τεταγμένους ἅπαντας ἀπαλλάξας, ἑτέρους ἀντ’ ἐκείνων  p32 κατέστησε, τοὺς δὲ τῆς φυγῆς αἰτίους ἅπαντας ἐπιλέξας ἀπέσφαξε, νομίζων τῇ τούτων τιμωρίᾳ τοὺς ἄλλους ἀναγκάσειν ἄνδρας ἀγαθοὺς ἐν τοῖς κινδύνοις γενέσθαι· ὠμὸς γὰρ ἦν καὶ φύσει ἀπηνής. οὐ μὴν τὰ πλήθη κατεπλάγη αὐτοῦ τὴν βαρύτητα, ἀλλ’ ἕκαστος μισήσας τὸ βίαιον καὶ παράνομον τῆς πράξεως μεταβολῆς ὠρέγετο. διὸ καὶ κατὰ λόχους​37 ἐγίνοντο συνδρομαὶ καὶ λόγοι ταραχώδεις, παρακαλούντων ἀλλήλους τῶν πλείστων πρὸς τὴν κατὰ τούτου​38 τιμωρίαν.

24 [link to English translation] Ὅτι Κῦρος, ὥς φασιν, οὐ μόνον ἦν κατὰ τὸν πόλεμον ἀνδρεῖος, ἀλλὰ καὶ πρὸς τοὺς ὑποτεταγμένους εὐγνώμων καὶ φιλάνθρωπος. διόπερ αὐτὸν οἱ Πέρσαι προσηγόρευσαν πατέρα.

(Const. Exc. 2 (1), p219.)

25 [link to English translation] Ὅτι Κροῖσος ναυπηγῶν πλοῖα μακρά, φασίν, ἔμελλε στρατεύειν ἐπὶ τὰς νήσους. παρεδιδημοῦντα δὲ Βίαντα ἢ Πιττακὸν​39 καὶ θεωροῦντα τὴν ναυπηγίαν, ὑπὸ τοῦ βασιλέως ἐρωτηθῆναι μή τι νεώτερον ἀκηκοὼς εἴη παρὰ τοῖς Ἕλλησι γινόμενον. τοῦ δὲ εἰπόντος ὅτι πάντες οἱ νησιῶται συνάγουσιν ἵππους, διανοούμενοι στρατεύειν ἐπὶ Λυδούς, λέγεται τὸν Κροῖσον εἰπεῖν, Εἴθε γάρ τις πείσειε νησιώτας σὺν ἵπποις παρατάξασθαι Λυδοῖς. τῶν γὰρ Λυδῶν ἱππεύειν εἰδότων ἐνόμιζε προτερεῖν αὐτοὺς πεζῇ.​40 2 ὁ δὲ Πιττακὸς ἢ​41 Βίας ὑπολαβών φησιν, Εἶτα Λυδοὺς μὲν ἤπειρον οἰκούντας  p34 σπεύδειν ἀποφαίνῃ λαβεῖν ἐπὶ γῆς νησιώτας ἄνδρας, τοὺς δὲ νῆσον οἰκούντας οὐκ οἴει θεοῖς εὔξασθαι λαβεῖν ἐν θαλάττῃ Λυδούς, ἵν’ ὑπὲρ τῶν κατὰ τὴν ἤπειρον τοῖς Ἕλλησι συμβάντων κακῶν κατὰ πέλαγος ἀμύνωνται τὸν τοὺς συγγενεῖς καταδεδουλωμένον; ὁ δὲ Κροῖσος θαυμάσας τὸν λέγειν παραχρῆμα μετενόησε καὶ τῆς ναυπηγίας ἀπέστη.42

26 [link to English translation] Ὅτι ὁ Κροῖσος μετεπέμπετο ἐκ τῆς Ἑλλάδος τοὺς ἐπὶ σοφίᾳ πρωτεύοντας, ἐπιδεικνύμενος τὸ μέγεθος τῆς εὐδαιμονίας, καὶ τοὺς ἐξυμνοῦντας τὴν εὐτυχίαν αὐτοῦ ἐτίμα μεγάλαις δωρεαῖς. μετεπέμψατο δὲ καὶ Σόλωνα, ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν ἐπὶ φιλοσοφίᾳ μεγίστην δόξαν ἐχόντων, τὴν ἰδίαν εὐδαιμονίαν διὰ τῆς τούτων τῶν ἀνδρῶν μαρτυρίας ἐπισφραγίζεσθαι βουλόμενος. 2 παρεγενήθη δὲ πρὸς αὐτὸν Ἀνάχαρσις ὁ Σκύθης καὶ Βίας καὶ Σόλων καὶ Πιττακός, οὓς ἐπὶ τὰς ἑστιάσεις καὶ τὸ συνέδριον εἶχεν ἐν μεγίστῃ τιμῇ, τόν τε πλοῦτον αὐτοῖς ἐπιδεικνύμενος καὶ τὸ μέγεθος τῆς ἑαυτοῦ​43 δυναστείας. 3 παρὰ δὲ τοῖς πεπαιδευμένοις τῆς βραχυλογίας τότε ζηλουμένης, ὁ Κροῖσος ἐπιδειξάμενος τὴν τῆς βασιλείας εὐδαιμονίαν τοῖς ἀνδράσι καὶ τὸ πλῆθος τῶν κεχειρωμένων ἐθνῶν, ἠρώτησεν Ἀνάχαρσιν, ὄντα πρεσβύτερον τῶν σοφιστῶν, τίνα νομίζει τῶν ὄντων ἀνδρειότατον. ὁ δὲ τὰ ἀγριώτατα τῶν ζῴων ἔφησε· μόνα γὰρ προθύμως ἀποθνῄσκειν ὑπὲρ τῆς ἐλευθερίας. 4 ὁ δὲ Κροῖσος νομίσας ἡμαρτηκέναι αὐτὸν ἐν δὲ​44 τῷ δευτέρῳ πρὸς χάριν αὐτῷ ποιήσεσθαι τὴν ἀπόκρισιν ὑπολαβὼν ἠρώτησε, τίνα δικαιότατον κρίνει τῶν  p36 ὄντων. ὁ δὲ πάλιν ἀπεφαίνετο τὰ ἀγριώτατα τῶν θηρίων· μόνα γὰρ κατὰ φύσιν ζῆν, οὐ κατὰ νόμους· εἶναι γὰρ τὴν μὲν φύσιν θεοῦ ποίησιν, τὸν δὲ νόμον ἀνθρώπου θέσιν, καὶ δικαιότερον εἶναι χρῆσθαι τοῖς τοῦ θεοῦ ἢ τοῖς τῶν ἀνθρώπων εὑρήμασιν. 5 ὁ δὲ διασῦραι βουλόμενος Ἀνάχαρσιν ἠρώτησεν εἰ καὶ σοφώτατα τὰ θηρία. ὁ δὲ συγκαταθέμενος ἐδίδασκεν ὅτι τὴν τῆς φύσεως ἀλήθειαν τῆς τοῦ νόμου θέσεως​45 προτιμᾶν ἰδιώτατον ὑπάρχειν σοφίας. ὁ δὲ τούτου κατεγέλασεν ὡς ἐκ τῆς Σκυθίας καὶ θηριώδους διαγωγῆς πεποιημένου τὰς ἀποκρίσεις.

27 [link to English translation] Ἠρώτησε δὲ τὸν Σόλωνα τίνα τῶν ὄντων εὐδαιμονέστατον ἑώρακεν, ὡς τοῦτό γε πάντως ἀποδοθησόμενον ἑαυτῷ. τοῦ δὲ εἰπόντος ὡς οὐδένα δικαίως ἂν εἰπεῖν ἔχοι διὰ τὸ μηδενὸς τῶν ὄντων ἑωρακέναι τὸ τέλος τοῦ βίου, οὗ χωρὶς οὐδεὶς ἂν προσηκόντως μακάριος νομίζοιτο· πολλάκις γὰρ οἱ τὸν ἔμπροσθεν πάντα βίον εὐδαίμονες δόξαντες εἶναι πρὸς αὐτὴ τῇ τοῦ βίου καταστροφῇ μεγίσταις περιέπεσον συμφοραῖς. 2 ὁ δὲ βασιλεύς, Οὐδὲ πλουσιώτατον ἄρα με κρίνεις; ἔφη. καὶ ὁ Σόλων τὴν αὐτὴν ἀπόκρισιν ποιησάμενος ἐδίδασκεν ὡς οὐ τοὺς πλεῖστα κεκτημένους, ἀλλὰ τοὺς πλείστου ἀξίαν τὴν φρόνησιν ἡγουμένους νομιστέον πλουσιωτάτους· ἡ δὲ φρόνησις οὐδενὶ τῶν ἄλλων ἀντίρροπος οὖσα μόνους ποιεῖ τοὺς αὐτὴν  p38 περὶ πολλοῦ ποιουμένους μέγιστον καὶ βεβαιότατον ἔχειν πλοῦτον.

3 Ἠρώτησε καὶ τὸν Βίαντα, πότερον ὀρθῶς ἐποιήσατο τὴν ἀπόκρισιν ὁ Σόλων ἢ διήμαρτεν. ὁ δὲ ὑπειπών, Ὀρθῶς, ἔφη· τὰ γὰρ ἔν σοι βούλεται θεωρήσας ἀγαθὰ διαγνῶναι, νυνὶ δὲ τὰ παρά σοι μόνον ἑώρακεν· εἶναι δὲ δι’ ἐκεῖνα μᾶλλον ἢ ταῦτα τοὺς ἀνθρώπους εὐδαίμονας. ὁ δὲ βασιλεύς, Ἀλλ’ εἰ τὸν​46 τῶν χρημάτων, ἔφησε, πλοῦτον μὴ προτιμᾷς, τό γε πλῆθος τῶν φίλων ὁρᾷς τοσοῦτον ὑπάρχον ὅσον οὐδενὶ τῶν ἄλλων. ὁ δὲ καὶ τοῦτον ἀπεφήνατο τὸν ἀριθμὸν ἄδηλον εἶναι διὰ τὴν εὐτυχίαν.

4 Πρὸς δὲ Πιττακὸν εἰπεῖν φασι, Ποῖαν ἑώρακας ἀρχὴν κρατίστην; τὸν δὲ ἀποκριθῆναι, Τὴν τοῦ ποικίλου ξύλου, διασημαίνοντα τοὺς νόμους.

28 [link to English translation] Ὅτι Αἴσωπος κατὰ τοὺς αὐτοὺς χρόνους συνήκμαζε τοῖς ἑπτὰ σοφοῖς καὶ εἶπεν ὡς οὐκ οἴδασιν οὗτοι ὁμιλεῖν δυνάστῃ· καὶ γὰρ ὡς ἥκιστα δεῖν ἢ ὡς ἥδιστα συμβιοῦν τοῖς τοιούτοις.

(Const. Exc. 4, pp287‑289.)

29 [link to English translation] Ὅτι Ἄδραστός τις Φρὺξ τὸν τοῦ βασιλέως Κροίσου τοῦ Λυδίου υἱὸν​47 Ἄτυν καλούμενον​48 πρὸς κυνηγίαν ἀκουσίως, ἐξακοντίσας κατὰ συός, πλήξας ἀπέκτεινε. καὶ ὁ μὲν καὶ ἀκουσίως ἀνῃρηκὼς οὐκ ἔφησεν ἑαυτὸν ἔτι ζῆν ἄξιον εἶναι· διὸ καὶ παρεκάλει τὸν βασιλέα μὴ φείσασθαι, τὴν ταχίστην δὲ ἐπικατασφάξαι​49 τῷ τοῦ τετελευκηκότος τάφῳ. 2 ὁ δὲ Κροῖσος τὴν μὲν ἀρχὴν ὡς ἂν ἐπὶ φόνῳ τέκνου δι’ ὀργῆς εἶχε τὸν Ἄδραστον, ἀπειλῶν ζῶντα  p40 κατακαύσειν· ἐπεὶ δὲ αὐτὸν ἑώρα προθυμούμενον καὶ εἰς τὴν τοῦ τετελευκηκότος τιμὴν τὸ ζῆν ἐπιδιδόντα, τὸ τηνικαῦτα λήξας τῆς ὀργῆς ἀπέλυσε τῆς τιμωρίας τὸν ἀνελόντα, τὴν ἰδίαν τύχην, ἀλλ’ οὐ τὴν ἐκείνου προαίρεσιν αἰτιώμενος. ὁ δὲ Ἄδραστος οὐδὲν ἧττον κατ’ ἰδίαν ἐπὶ τὸν Ἄτυος τάφον πορευθεὶς ἑαυτὸν κατέσφαξεν.

(Const. Exc. 2 (1), pp219‑220.)

30 [link to English translation] Ὅτι ὁ Φάλαρις ἰδὼν περιστερῶν πλῆθος ὑφ’ ἑνὸς ἱέρακος διωκόμενον ἔφη, Ὁρᾶτε, ὢ ἄνδρες, τοσοῦτο πλῆθος ὑφ’ ἑνὸς διωκόμενον διὰ δειλίαν; ἐπείτοι γε εἰ τολμήσειαν ἐπιστρέψαι, ῥᾳδίως τοῦ διώκοντος ἂν περιγένοιντο. (αὐτὸς δὲ πεπλασμένως ἔλεγεν· τὴν μὲν γὰρ νίκην ἀρετῇ καὶ οὐ πολυπληθίᾳ χειρῶν περιγίνεσθαι.)50 καὶ ἐκ τούτου τοῦ λόγου ἀπέβαλε τὴν δυναστεῖαν, ὡς γέγραπται ἐν τῷ περὶ διαδοχῆς βασιλέων.

31 [link to English translation] Ὅτι Κροῖσος ἐπὶ Κῦρον τὸν Πέρσην ἐκστρατεύων ἐπύθετο τοῦ μαντείου. ὁ δὲ χρησμός,

Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει.

ὁ δὲ τὸ ἀμφίβολον τοῦ χρησμοῦ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν ἐκδεξάμενος ἐδυστύχησεν.

2 Ὅτι πάλιν ἐπηρώτησεν, εἰ πολὺν χρόνον ἕξει τὴν δυναστεῖαν. εἶπε δὲ τὰ ἔπη ταῦτα,

ἀλλ’ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται,

 p42  καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρ’ Ἕρμον

φεύγειν μηδὲ μένειν μήδ’ αἰδεῖσθαι κακὸς εἶναι.

Ὅτι ἡμίονον τὸν Κῦρον ἔφη διὰ τὸ τὴν μητέρα αὐτοῦ Μηδικὴν εἶναι, τὸν δὲ πατέρα​51 Πέρσην.

3 Ὅτι Κῦρος ὁ τῶν Περσῶν βασιλεὺς παραγενηθεὶς μετὰ πάσης δυνάμεως εἰς τὰ τῆς Καππαδοκίας στενά, ἀπέστειλε κήρυκας πρὸς τὸν Κροῖσον τήν τε δυναστεῖαν αὐτοῦ κατασκεψομένους καὶ δηλώσοντας ὅτι Κῦρος αὐτὸν ἀφίησι τῶν πρότερον ἁμαρτημάτων καὶ Λυδίας καθίστησι σατράπην, ἂν ἐπὶ θύρας γενόμενος ὁμοίως τοῖς ἄλλοις ὁμολογῇ δοῦλος εἶναι. πρὸς οὓς ὁ Κροῖσος ἀπεκρίθη, διότι προσηκόντως ἂν Κῦρος καὶ Πέρσαι Κροίσῳ δουλεύειν ὑπομείναιεν· ἐκεῖνους μὲν γὰρ τὸν ἔμπροσθεν χρόνον διατετελεκέναι Μήδοις δουλεύοντας, αὐτὸν δὲ οὐδέποτε πεποιηκέναι τὸ προσταττόμενον ὑφ’ ἑτέρου.

(Const. Exc. 4, pp289‑290.)

32 [link to English translation] Ὅτι Κροῖσος ὁ τῶν Λυδῶν βασιλεὺς προσποιησάμενος εἰς Δελφοὺς πέμπειν, ἔπεμπεν εἰς Πελοπόννησον Εὐρύβατον τῶν Ἐφέσιον, δοὺς αὐτῷ χρυσίον, ὅπως ὡς πλείστους ξενολογήσῃ τῶν Ἑλλήνων. ὁ δὲ πεμφθεὶς πρὸς Κῦρον τὸν Πέρσην ἀποχωρήσας τὰ κατὰ μέρος ἐδήλωσε. διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐπισήμου γενομένης τῆς περὶ τὸν Εὐρύβατον πονηρίας, μέχρι τοῦ νῦν, ὅταν τις ὀνειδίσαι τινὶ βούληται μοχθηρίαν, Εὐρύβατον ἀποκαλεῖ.

(Const. Exc. 2 (1), p220.)

33 [link to English translation] Ὅτι οἱ πονηροὶ κἂν αὐτίκα παρὰ τῶν ἀδικηθέντων τὴν τιμωρίαν ἐκκλίνωσιν, ἥ γε βλασφημία δι’ αἰῶνος τηρουμένη καὶ τελευτήσαντας αὐτοὺς κατὰ τὸ δυνατὸν μετέρχεται.

 p44  2 Ὅτι φασὶ τὸν Κροῖσον πρὸ τοῦ πρὸς Κῦρον πολέμου πέμψαι θεωροὺς εἰς Δελφοὺς ἐπερωτήσοντας, πῶς ἂν ὁ υἱὸς αὐτοῦ δύναιτο φωνὴν προέσθαι. τὴν δὲ Πυθίαν εἰπεῖν,

Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε,

μὴ βούλου πολύευκτον ἰὰν κατὰ δώματ’ ἀκούειν

παιδὸς φθεγγομένου. τὸ δέ σοι πολὺ λώιον ἀμφὶς

ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ.

3 Ὅτι δεῖ τὴν εὐτυχίαν μετρίως φέρειν καὶ μὴ πεποιθέναι ταῖς ἀνθρωπίναις εὐπραξίαις ἐν μικρᾷ ῥοπῇ μεγάλας μεταβολὰς λαμβανούσαις.

4 Ὅτι μετὰ τὸ γενέσθαι αἰχμάλωτον τὸν Κροῖσον καὶ τὴν πυρὰν σβεσθῆναι, ἰδὼν τὴν πόλιν διαρπαζομένην καὶ πρὸς τοῖς ἄλλοις πολὺν ἄργυρόν τε καὶ χρυσὸν διαφορούμενον, ἐπηρώτησε​52 τὸν Κῦρον, τί ποιοῦσιν οἱ στρατιῶται. τοῦ δὲ μετὰ γέλωτος ἀποκριθέντος,​53 Τὰ σὰ χρήματα διαρπάζουσι, Μὰ Δία μὲν οὖν, εἶπεν, ἀλλὰ τὰ σά· Κροίσου γὰρ ἴδιον οὐκέτι οὐθὲν ὑπάρχει. ὁ δὲ Κῦρος θαυμάσας τὸν λέγειν εὐθὺς μετενόησε καὶ τοὺς στρατιώτας ἀνείρξας τῆς διαρπαγῆς εἰς τὸ βασιλικὸν ἀνέλαβε τὰς τῶν Σαρδιανῶν κτήσεις.

(Const. Exc. 4, pp290‑291.)

34 [link to English translation] Ὅτι Κῦρος εὐσεβῆ νομίσας εἶναι τὸν Κροῖσον διὰ τὸ καταρραγῆναι ὄμβρον καὶ σβέσαι τὴν φλόγα,  p46 καὶ διὰ μνήμης ἔχων τὴν Σόλωνος ἀπόκρισιν, μέθ’ ἑαυτοῦ περιήγετο​54 τὸν Κροῖσον ἐντίμως. μετέδωκε δὲ αὐτῷ καὶ τοῦ συνεδρίου, διαλαμβάνων ὑπάρχειν συνετόν, ὡς ἂν πολλοῖς καὶ πεπαιδευμένοις καὶ σοφοῖς ἀνδράσι συμβεβηκότα.

(Const. Exc. 2 (1), p220.)

35 [link to English translation] Ὅτι Ἅρπαγος κατασταθεὶς ὑπὸ Κύρου τοῦ Πέρσου ἐπὶ τῆς θαλάττης στρατηγός, καὶ τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων πρὸς Κῦρον διαπρεσβευομένων συνθέσθαι φιλίαν, εἶπε πρὸς αὐτοὺς ὅτι παραπλήσιόν τι ποιοῦσι τῶν πρότερον ἑαυτῷ συμβάντων. 2 καὶ γάρ ποτε γῆμαι βουλόμενον αἰτεῖσθαι παρὰ τοῦ πατρὸς τὴν κόρην· τὸν δὲ τὸ μὲν πρῶτον οὐκ ἄξιον κρίναντα τοῦ γάμου δυνατωτέρῳ κατεγγυῆσαι, μετὰ δὲ ταῦθ’ ὁρῶντα αὐτὸν ὑπὸ τοῦ βασιλέως τιμώμενον διδόναι τὴν θυγατέρα· αὐτὸν δὲ ἀποκριθῆναι διότι γυναῖκα μὲν οὐκέτι ἂν ἔχοι αὐτήν, παλλακίδα δὲ συγχωρήσαι​55 λαβεῖν. 3 διὰ δὲ τῶν τοιούτων λόγων ἐδήλου τοῖς Ἕλλησιν ὅτι Κύρου πρότερον ἀξιοῦντος γενέσθαι Περσῶν φίλους οὐκ ἐβουλήθησαν, νῦν δὲ ἐκ μεταβολῆς ἐκείνων σπευδόντων συνάψαι φιλίαν ὡς μὲν πρὸς συμμάχους οὐ ποιήσεται τὰς ὁμολογίας, ὡς δὲ δούλους εἰς τὴν τῶν Περσῶν πίστιν ἑαυτοὺς παραδιδόντας προσδέξεται.

36 [link to English translation] Ὅτι Λακεδαιμόνιοι πυνθανόμενοι τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας κινδυνεύειν, ἔπεμψαν πρὸς Κῦρον, ὅτι Λακεδαιμόνιοι συγγενεῖς ὄντες τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων ἀπαγορεύουσιν αὐτῷ  p48 καταδουλοῦσθαι τὰς Ἑλληνίδας πόλεις. ὁ δὲ θαυμάσας τὸν λόγον ἔφη γνώσεσθαι τὴν ἀρετὴν αὐτῶν, ὅταν ἕνα τῶν ἑαυτοῦ δούλων πέμψῃ καταστρεψόμενον τὴν Ἑλλάδα.

2 Ὅτι Λακεδαιμόνιοι τὴν Ἀρκαδίαν μέλλοντες καταστρέφειν ἔλαβον χρησμόν,

Ἀρκαδίαν μ’ αἰτεῖς; μέγα μ’ αἰτεῖς· οὔ τοι δώσω.

πολλοὶ ἐν Ἀρκαδία βαλανηφάγοι ἄνδρες ἔασιν,

οἵ σ’ ἀποκωλύσουσιν· ἐγὼ δέ τοι οὔτι μεγαίρω,

δώσω σοι Τεγέαν ποσσίκροτον ὀρχήσασθαι

καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι.

3 Ὅτι οἱ Λακεδαιμόνιοι ἔπεμψαν εἰς Δελφοὺς περὶ τῶν ὀστέων Ὀρέστου τοῦ Ἀγαμέμνονος, ἐν ποιῶ τινὶ τόπῳ κεῖνται. καὶ ἔχρησεν οὕτως,

ἔστι τις Ἀρκαδίας Τεγέη λευρῷ​56 ἑνὶ χώρῳ,

ἔνθ’ ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπ’ ἀνάγκης

καὶ τύπος ἀντίτυπος καὶ πῆμ’ ἐπὶ πήματι κεῖται.

ἔνθ’ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα·

τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσση.

ἦν δὲ χαλκεῖον, καὶ δηλοῖ τὰς φυσᾷς, τύπον δὲ τὸν ἄκμονά φησι καὶ τὰς σφύρας, πῆμα δὲ ἐπὶ πήματι τὸν σίδηρον ἐπὶ σιδήρῳ· πῆμα γὰρ εἴρηται διὰ τὸ ἐπὶ κακῷ τῶν ἀνθρώπων εὑρῆσθαι.

4 Κρεῖττον γὰρ εἶναι τελευτᾶν ἢ ζῶντας ἑαυτοὺς  p50 μετὰ τῶν συγγενῶν ἐφορᾶν ἄξια θανάτου πράττοντας.

37 [link to English translation] Ὅτι κανηφορούσης ποτὲ τῆς θυγατρὸς Πεισιστράτου καὶ δοκούσης τῷ κάλλει διαφέρειν, προσελθών τις τῶν νεανίσκων καταπεφρονηκὼς ἐφίλησε τὴν παρθένον. ἀκούσαντες δὲ οἱ τῆς κόρης ἀδελφοὶ βαρέως ἤνεγκαν τὴν ὕβριν, καὶ τὸν νεανίσκον ἀγαγόντες πρὸς τὸν πατέρα δίκην ἠξίουν διδόναι· ὁ δὲ Πεισίστρατος γελάσας, Καὶ τί τοὺς μισοῦντας ἡμᾶς, ἔφη, ποιήσωμεν, ἐὰν τοὺς φιλοῦντας τιμωρίαις περιβάλωμεν;

2 Ὅτι ὁ αὐτὸς διαπορευόμενός ποτε διὰ τῆς χώρας κατενόησεν ἄνθρωπον κατὰ τὸν Ὑμηττὸν ἐργαζόμενον ἐν χωρίοις λεπτοῖς καθ’ ὑπερβολὴν καὶ τραχέσι. θαυμάσας δὲ τὴν φιλεργίαν ἔπεμψε τοὺς ἐρωτήσοντας, τί λαμβάνοι τοιαύτην χώραν ἐργαζόμενος. 3 ὧν ποιησάντων τὸ προσταχθέν, ὁ ἐργάτης ἔφησε λαμβάνειν ἐκ τοῦ χωρίου κακὰς ὀδύνας, ἀλλ’ οὐθὲν αὐτῷ μέλειν· τούτων γὰρ τὸ ι´​57 μέρος Πεισιστράτῳ διδόναι. ὁ δὲ δυνάστης ἀκούσας τὸν λόγον καὶ γελάσας ἐποίησε τὸ χωρίον ἀτελές, καὶ ἐντεῦθεν ἡ παροιμία, Καὶ σφάκελοι ποιοῦσιν ἀτέλειαν.

(Const. Exc. 4, pp291‑293.)


Apparatus Criticus:

1 Σόλων in margin of MS.

2 ἐπαινουμένην] πεπαιδευμένην Post.

3 δύναμιν MS.; Dindorf, Vogel conj. δόξαν.

4 τῶν added by Reiske.

5 So Reiske: ἀνθρωπίνων.

6 καὶ added by Dindorf.

7 So Wurm: τούτων.

8 So Dindorf: αὐτοῦ.

9 So Dindorf: πυθομένους.

10 ὃς Herwerden: τίς.

11 τῶν ἑπτὰ σοφῶν after Μιλησίῳ deleted by Vogel.

12 λόγοις after χάριν deleted by Dindorf.

13 So Dindorf: ἐπιβουλῆς.

14 So Valesius: Χηνὰς.

15 So Wesseling: ἐπαγγελίαις.

16 παρὰ added by Herwerden.

17 So Herwerden: σπείσασθαι.

18 So Mai: Χίλωνα.

19 ἀποφαίνεσθαι παρεῖναι Wurm: ἀποφαίνονται.

20 ζημίαν φιλεγγύων σκοπῶν Herwerden, followed by Nauck: ζημία φιλέγγυον σκοπεῖν.

21 ᾖ . . . φέρῃ Herwerden: εἴη . . . φέροι.

22 So Oldfather: ἐγγυώμενοι.

23 ἂν added by Herwerden.

24 So Mai: σαφῶς.

25 So Hertlein: ἐπί.

26 So Hertlein: ἀδελφοῦ.

27 So Vogel: ἂν σπανιώτατον ἄν.

28 μὲν added by Herwerden.

29 So Mai: ἐρίθετε.

30 Ed. W. Dindorf, Oxford, 1846‑1851.

31 So Warmington: ἐπισωρεύει.

32 So Wurm: ἐπιβουλὴν.

33 So Mai: θαλάττης.

34 So Schneidewin, ἐξαρθέντα Dindorf, Vogel: ἔξεραντα.

35 περὶ added by Dindorf.

36 ἀρεταῖς added by Valesius.

37 So Valesius: λόγους MSS., κατ’ ὀλίγους Dindorf.

38 So Reiske: τούτων.

39 ἢ Πιττακὸν Klüber (cp.  Herod. 1.27): παρὰ τὰς νήσους MS., which is deleted by Vogel.

40 τῶν . . . πεζῇ, as Vogel suggests, is transferred to this point from the end of the chapter.

41 Πιττακὸς ἢ deleted by Vogel.

42 Cp. note 4 on p32.

43 ἑαυτοῦ suggested by Vogel: τούτου.

44 δὲ added by Capps.

45 So Dindorf: φύσεως.

46 εἰ τὸν Mai: ἧττον.

47 υἱὸν added by Valesius.

48 Ἄτυν καλούμενον after συός in the next line, MS.

49 So Vogel: ἐπικατασφάξειν.

50 αὐτὸς δὲ . . . περιγίνεσθαι transferred from end of chap. 28 by Herwerden.

51 αὐτοῦ after πατέρα deleted by Herwerden.

52 So Dindorf: ἐπερωτῆσαι.

53 ὡς after ἀποκριθέντος deleted by Wurm.

54 So Herwerden: περιῆγε.

55 So Dindorf: συγχωρῆσαι.

56 So Mai (cp. Herod. 1.67): δεῦρο.

57 ι´ (δέκατον) added by Nauck; cp. Arist. Ἀθ. Πολ. 16.6; Suidas, s.v. σφάκελοι.


[image ALT: Valid HTML 4.01.]

Page updated: 19 Sep 18