Short URL for this page:
bit.ly/DiogLaertMyson


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Ἀνάχαρσις

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Ἐπιμενίδης

(Vol. I) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον α´)

 p110  Κεφ. θ´. Μύσων

[link to English translation] 106 Μύσων Στρύμωνος, ὥς φησι Σωσικράτης Ἕρμιππον παρατιθέμενος, τὸ γένος Χηνεύς, ἀπὸ κώμης τινὸς Οἰταϊκῆς ἢ Λακωνικῆς, σὺν τοῖς ἑπτὰ καταριθμεῖται. φασὶ δὲ αὐτὸν καὶ τυράννου πατρὸς εἶναι. λέγεται δὴ πρός τινος Ἀναχάρσιδος πυνθανομένου εἴ τις αὐτοῦ σοφώτερος εἴη, τὴν Πυθίαν ἀνελεῖν​1 ἅπερ προείρηται ἐν τῷ Θαλοῦ βίῳ ὑπὲρ Χίλωνος·

Οἰταῖόν τινά φημι Μύσων’ ἑνὶ Χηνὶ γενέσθαι

σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσι.

πολυπραγμονήσαντα δὲ ἐλθεῖν εἰς τὴν κώμην καὶ εὑρεῖν αὐτὸν θέρους ἐχέτλην ἀρότρῳ προσαρμόττοντα, καὶ εἰπεῖν, "ἀλλ’, ὦ Μύσων, οὐχ ὥρα νῦν ἀρότρου." "καὶ μάλα," εἶπεν, "ὥστε ἐπισκεύαζειν." [link to English translation] 107 ἄλλοι δὲ τὸν χρησμὸν οὕτως ἔχειν φασί, " Ἠτεῖόν τινά φημι·" καὶ ζητοῦσι τί ἐστιν  p112 ὁ Ἠτεῖος. Παρμενίδης μὲν οὖν δῆμον εἶναι Λακωνικῆς, ὅθεν εἶναι τὸν Μύσωνα. Σωσικράτης δ’ ἐν Διαδοχαῖς, ἀπὸ μὲν πατρὸς Ἠτεῖον εἶναι, ἀπὸ δὲ μητρὸς Χηνέα. Εὐθύφρων δ’ ὁ Ἡρακλείδου τοῦ Ποντικοῦ, Κρῆτά φησιν εἶναι· Ἠτείαν γὰρ πόλιν εἶναι Κρήτης. Ἀναξίλαος δ’ Ἀρκάδα.

Μέμνηται δ’ αὐτοῦ καὶ Ἱππῶναξ εἰπών·

καὶ Μύσων ὃν Ὠπόλλων

ἀνεῖλεν ἀνδρῶν σωφρονέστατον πάντων.

Ἀριστόξενος δέ φησιν ἐν τοῖς σποράδην οὐ πόρρω Τίμωνος αὐτὸν καὶ Ἀπημάντου γεγονέναι· μισανθρωπεῖν γάρ. [link to English translation] 108 ὀφθῆναι γοῦν ἐν Λακεδαίμονι μόνον ἐπ’ ἐρημίας γελῶντα· ἄφνω δέ τινος ἐπιστάντος καὶ πυθομένου διὰ τί μηδενὸς παρόντος γέλᾷ, φάναι, "δι’ αὐτὸ τοῦτο." φησὶ δ’ Ἀριστόξενος ὅτι ἔνθεν καὶ ἄδοξος ἦν, ὅτι μηδὲ πόλεως, ἀλλὰ κώμης, καὶ ταῦτα ἀφανοῦς. ὅθεν διὰ τὴν ἀδοξίαν αὐτοῦ καὶ τὰ αὐτοῦ τινας Πεισιστράτῳ περιθεῖναι τῷ τυράννῳ, χωρὶς Πλάτωνος τοῦ φιλοσόφου. μέμνηται γὰρ αὐτοῦ καὶ οὗτος ἐν τῷ Πρωταγόρᾳ, ἀντὶ Περιάνδρου θεὶς αὐτόν.

Ἔφασκε δὲ μὴ ἐκ τῶν λόγων τὰ πράγματα, ἀλλ’ ἐκ τῶν πραγμάτων τοὺς λόγους ζητεῖν· οὐ γὰρ ἕνεκα τῶν λόγων τὰ πράγματα συντελεῖσθαι, ἀλλ’ ἕνεκα τῶν πραγμάτων τοὺς λόγους.

Κατέστρεψε δὲ βίους ἔτη ἑπτὰ καὶ ἐννενήκοντα.


Critical Note:

1 ἀνειπεῖν vulg.: corr. H. Richards.


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Apr 20