Short URL for this page:
bit.ly/DiogLaertMonimus


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Διογένης

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Ὀνησίκριτος

(Vol. II) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον ϛ´)

 p84  Κεφ. γ´. Μόνιμος

[link to English translation] 82 Μόνιμος Συρακόσιος μαθητὴς μὲν Διογένους, οἰκέτης δέ τινος τραπεζίτου Κορινθίου, καθά φησι Σωσικράτης. πρὸς τοῦτον συνεχὲς ἀφικνούμενος ὁ Ξενιάδης ὁ τὸν Διογένην ἐωνημένος τὴν ἀρετὴν αὐτοῦ καὶ τῶν ἔργων καὶ τῶν λόγων διηγούμενος εἰς ἔρωτα τἀνδρὸς ἐνέβαλε τὸν Μόνιμον. αὐτίκα γὰρ ἐκεῖνος μανίαν προσποιηθεὶς τό τε κέρμα διερρίπτει καὶ πᾶν τὸ ἐπὶ τῆς τραπέζης ἀργύριον, ἕως αὐτὸν ὁ δεσπότης παρῃτήσατο· καὶ ὃς εὐθέως Διογένους ἦν. παρηκολούθησε δὲ καὶ Κράτητι τῷ κυνικῷ συχνὰ καὶ τῶν ὁμοίων εἴχετο, ὅτε καὶ μᾶλλον ὁρῶν αὐτὸν ὁ δεσπότης ἐδόκει μαίνεσθαι.

[link to English translation] 83 Ἐγένετο δ’ ἀνὴρ ἐλλόγιμος, ὡς καὶ Μένανδρον αὐτοῦ τὸν κωμικὸν μεμνῆσθαι. ἔν τινι γοῦν τῶν δραμάτων ἐν τῷ Ἱπποκόμῳ εἶπεν οὕτως·

Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός,

ἀδοξότερος μικρῷ δ’. Α. ὁ τήν πήραν ἔχων;

Β. πήρας μὲν οὖν τρεῖς· ἀλλ’ ἐκεῖνος ῥῆμά τι

ἐφθέγξατ’ οὐδὲν ἐμφερές, μὰ τὸν Δία,

τῷ γνῶθι σαυτόν, οὐδὲ τοῖς βοωμένοις

τούτοις, ὑπὲρ δὲ ταῦθ’ ὁ προσαιτῶν καὶ ῥυπῶν·

τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.

οὗτος μὲν ἐμβριθέστατος ἐγένετο, ὥστε δόξης μὲν καταφρονεῖν, πρὸς δ’ ἀλήθειαν παρορμᾶν.

Γέγραφε δὲ παίγνια σπουδῇ λεληθυίᾳ μεμιγμένα καὶ Περὶ ὁρμῶν δύο καὶ Προτρεπτικόν.


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Apr 20