Short URL for this page:
bit.ly/DiogLaertAriston


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Ζήνων

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Ἥριλλος

(Vol. II) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον ζ´)

 p262  Κεφ. β´. Ἀρίστων

[link to English translation] (160) Ἀρίστων ὁ Χίος ὁ Φάλανθος, ἐπικαλούμενος Σειρήν, τέλος ἔφησεν εἶναι τὸ ἀδιαφόρως ἔχοντα ζῆν πρὸς τὰ μεταξὺ ἀρετῆς καὶ κακίας μήδ’ ἡντινοῦν ἐν αὐτοῖς παραλλαγὴν ἀπολείποντα, ἀλλ’  p264 ἐπίσης ἐπὶ πάντων ἔχοντα· εἶναι γὰρ ὅμοιον τὸν σοφὸν τῷ ἀγαθῷ ὑποκριτῇ, ὃς ἄν τε Θερσίτου ἄν τε Ἀγαμέμνονος πρόσωπον ἀναλάβῃ, ἑκάτερον ὑποκρινεῖται προσηκόντως. τόν τε φυσικὸν τόπον καὶ τὸν λογικὸν ἀνῄρει, λέγων τὸν μὲν εἶναι ὑπὲρ ἡμᾶς, τὸν δ’ οὐδὲν πρὸς ἡμᾶς, μόνον δὲ τὸν ἠθικὸν εἶναι πρὸς ἡμᾶς.

[link to English translation] 161  Ἐοικέναι δὲ τοὺς διαλεκτικοὺς λόγους τοῖς ἀραχνίοις, ἃ καίτοι δοκοῦντα τεχνικόν τι ἐμφαίνειν, ἄχρηστά ἐστιν. ἀρετάς τ’ οὔτε πολλὰς εἰσῆγεν, ὡς ὁ Ζήνων, οὔτε μίαν πολλοῖς ὀνόμασι καλουμένην, ὡς οἱ Μεγαρικοί, ἀλλὰ κατὰ τὸ πρός τί πως ἔχειν. οὕτω δὲ φιλοσόφων καὶ ἐν Κυνοσάργει διαλεγόμενος ἴσχυσεν αἱρετιστὴς ἀκούσαι. Μιλτιάδης οὖν καὶ Δίφιλος Ἀριστώνειοι προσηγορεύοντο. ἦν δέ τις πειστικὸς καὶ ὄχλῳ πεποιημένος· ὅθεν ὁ Τίμων φησι περὶ αὐτοῦ,

καί τις Ἀρίστωνος γενεὴν ἀπὸ​1 αἱμύλου​2 ἑλκῶν.

[link to English translation] 162  Παραβαλὼν δὲ Πολέμωνι, φησὶ Διοκλῆς ὁ Μάγνης, μετέθετο, Ζήνωνος ἀρρωστίᾳ μακρᾷ περιπεσόντος. μάλιστα δὲ προσεῖχε Στωικῷ δόγματι τῷ τὸν σοφὸν ἀδόξαστον εἶναι. πρὸς ὃ Περσαῖος ἐναντιούμενος διδύμων ἀδελφῶν τὸν ἕτερον ἐποίησεν αὐτῷ παρακαταθήκην δοῦναι, ἔπειτα τὸν ἕτερον ἀπολαβεῖν· καὶ οὕτως ἀπορούμενον διήλεγξεν. ἀπετείνετο δὲ πρὸς Ἀρκεσίλαον· ὅτε θεασάμενος ταῦρον τερατώδη μήτραν ἔχοντα,  p266 "οἴμοι," ἔφη, "δέδοται Ἀρκεσιλάῳ ἐπιχείρημα κατὰ τῆς ἐναργείας."

[link to English translation] 163  Πρὸς δὲ τὸν φάμενον Ἀκαδημαϊκὸν οὐδὲν καταλαμβάνειν, "ἆρ’ οὐδὲ τὸν πλησίον σου καθήμενον ὁρᾷς;" εἶπεν· ἀρνησαμένου δέ,

τίς δέ σ’ ἐτύφλωσεν (ἔφη), τίς ἀφείλετο λαμπάδος αὐγάς;

Βιβλία δ’ αὐτοῦ φέρεται τάδε·

Προτρεπτικῶν β´.

Περὶ τῶν Ζήνωνος δογμάτων.

Διάλογοι.

Σχολῶν ϛ´.

Περὶ σοφίας διατριβῶν ζ´.

Ἐρωτικαὶ διατριβαί.

Ὑπομνήματα ὑπὲρ κενοδοξίας.

Ὑπομνημάτων κε´.

Ἀπομνημονευμάτων γ´.

Χρειῶν ια´.

Πρὸς τοὺς ῥήτορας.

Πρὸς τὰς Ἀλεξίνου ἀντιγραφάς.

Πρὸς τοὺς διαλεκτικοὺς γ´.

Πρὸς Κλεάνθην, Ἐπιστολῶν δ´.

Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς ἐπιστολάς φασι, τὰ δ’ ἄλλα τοῦ περιπατητικοῦ Ἀρίστωνος.

[link to English translation] 164  Τοῦτον λόγος φαλακρὸν ὄντα ἐγκαυθῆναι ὑπὸ ἡλίου καὶ ὧδε τελευτῆσαι. προσεπαίξαμεν δ’ αὐτῷ τόνδε τὸν τρόπον τῷ ἰάμβῳ τῷ χωλῷ·

 p268  τί δὴ γέρων ὢν καὶ Φάλανθος, ὦ ’ρίστων,

τὸ βρέγμ’ ἔδωκας ἡλίῳ κατοπτῆσαι;

τοιγὰρ τὸ θερμὸν πλεῖον ἢ δέοι ζητῶν

τὸν ψυχρὸν ὄντως εὗρες οὐ θέλων Ἅδην.

Γέγονε δὲ καὶ ἄλλος Ἀρίστων Ἰουλιήτης περιπατητικός, ὁ δέ τις μουσικὸς Ἀθηναῖος, τέταρτος ποιητὴς τραγῳδίας, πέμπτος Ἁλαιεὺς τέχνας γεγραφὼς ῥητορικάς, ἐκτὸς Ἀλεξανδρεὺς περιπατητικός.


Critical Notes:

1 γέννης ἄπο vulg.: corr. Meineke.

2 τι . . . αἱμύλον Diels.


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Apr 20