[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces one of the
Homeric Hymns

published in the Loeb Classical Library, 1914

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

Ὁμηρικοί Ὕμνοι

 p406  V
ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ

Μοῦσά μοι ἐννέπε ἔργα πολυχρύσου Ἀφροδίτης,

Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε

καὶ τ’ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων

οἰωνούς τε διιπετέας καὶ θηρία πάντα,

ἠμὲν ὅσ’ ἤπειρος πολλὰ τρέφει ἠδ’ ὅσα πόντος·

πᾶσιν δ’ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.

Τρισσὰς δ’ οὐ δύναται πεπιθεῖν φρένας οὐδ’ ἀπατῆσαι·

κούρην τ’ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην·

οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,

ἀλλ’ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος

ὑσμῖναι τε μάχαι τε καὶ ἀγλαὰ ἔργ’ ἀλεγύνειν.

πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε

ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ.

ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν

ἀγλαὰ ἔργ’ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.

οὐδέ ποτ’ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν

δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη.

καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,

φόρμιγγές τε χοροί τε διαπρύσιοί τ’ ὀλολυγαὶ

ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.

οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργ’ Ἀφροδίτης,

Ἱστιίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,

αὖτις δ’ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,

 p408  πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·

ἣ δὲ μαλ’ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν·

ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,

ἁψαμέηνη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο,

παρθένος ἔσσεσθαι πάντ’ ἤματα, δῖα θεάων.

τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο

καί τε μέσῷ οἴκῳ κατ’ ἄρ’ ἕζετο πῖαρ ἑλοῦσα.

πᾶσιν δ’ ἐν νηοῖσι θεῶν τιμάοχόσς ἐστι

καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.

Τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδ’ ἀπατῆσαι·

τῶν δ’ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστ’ Ἀφροδίτην

οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.

καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,

ὅστε μέγιστός τ’ ἐστὶ μεγίστης τ’ ἔμμορε τινῆς.

καί τε τοῦ, εὖτ’ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα

ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν,

Ἥρης ἐκλελαθοῦσα, κασιγηνήτης ἀλόχου τε,

ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.

κυδίστην δ’ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης

μήτηρ τε Ῥείη· Ζεὺς δ’ ἄφθιτα μήδεα εἰδὼς

αἰδοίην ἄλοχου ποιήσατο κέδν’ εἰδυῖαν.

Τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ

ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα

μηδ’ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη,

καί ποτ’ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν

ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη,

ὥς ῥα θεοὺς συνέμιξε κατθνηῇσι γυναιξί,

καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,

ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.

 p410  Ἀγχίσεω δ’ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,

ὃς τότ’ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης

βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.

τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς ἀφροδίτη

ἠράσατ’, ἔκπαγλος δὲ κατὰ φρένας ἴμερος εἷλεν.

ἐς Κύπρον δ’ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν,

ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης.

ἐνθ’ ἥ γ’ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς·

ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ

ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,

ἀμβροσίῳ ἑδανῷ,​1 τό ῥά οἱ τεθυωμένον ἦεν.

ἑσσαμένη δ’ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ

χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη

σεύατ’ ἐπὶ Τροίης προλιποῦσ’ εὐώδεα Κύπρον,

ὕψι μετὰ νέφεσιν ῥίμγα πρήσσουσα κέλευθον.

Ἴδην δ’ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,

βῆ δ’ ἰθὺς σταθμοῖο δι’ οὔρεος· οἱ δὲ μετ’ αὐτὴν

σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες,

ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι

ἤισαν· ἣ δ’ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν

καὶ τοῖς ἐν στήθεσσι βάλ’ ἵμερον· οἳ δ’ ἅμα πάντες

σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἀναύλους.

Αὐτὴ δ’ ἐς κλισίας εὐποιήτους ἀφίκανε·

τὸν δ’ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ’ ἄλλων

Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.

οἳ δ’ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας

πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ’ ἄλλων

πωλεῖτ’ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.

στῆ δ’ αὐοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη

παρθένὼ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,

 p412  μή μιν ταρβήενσειν ἐν ὀφθαλμοῖσι νοήσας.

Ἀγχίσης δ’ ὁπόων ἐφράζετο θαύμαινέν τε

εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα.

πέπλον μὲν γὰρ ἕεστον φαεινότερον πυρὸς αὐγῆς,

καλόν,​2 χρύσειον, παρμπόικιλον· ὡς δὲ σελήνη

στήθεσιν ἀμφ’ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι·

εἶχε δ’ ἐπιγναμτὰς ἕλικας κάλυκάς τε φαεινάς·

Ἀγχίσην δ’ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα·

χαῖρε, ἄνασσ’ ἣ τις μακάρων τάδε δώμαθ’ ἱκάνεις,

Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη

ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη,

ἤ πού τις Χαρίτων δεῦρ’ ἤλυθες, αἵτε θεοῖσι

πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,

ἤ τις Νυμφάων, αἵτ’ ἄλσεα καλὰ νέμονται

ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι

καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.

σοὶ δ’ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,

βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ

ὥρῃσιν πάσῃσι. σὺ δ’ εὔφρονα θυμὸν ἔχουσα

δός με μετὰ Τρώεσσιν ἀριπρεπέ’ ἔμμεναι ἄνδρα,

ποίει δ’ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμ’ αὐτὸν

δηπὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο,

ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.

Τὸν δ’ ἠμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·

Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,

οὔ τίς τοι θεός εἰμι· τί μ’ ἀθανάτῃσιν ἐίσκεις;

ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ.

Ὀτρεὺς δ’ ἐστὶ πατὴρ ὀνομακλυτὸς, εἴ που ἀκούεις,

 p414  ὃς πάσης φρυγίης εὐτειχήτοιο ἀνάσσει.

γλῶσσαν δ’ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα.

Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ

σμικρὴν παῖδ’ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα.

ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.

νῦν δέ μ’ ἀνήπραξε χρυσόρραπις Ἀργειφόντης

ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.

πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι

παίζομεν, ἀμφὶ δ’ ὅμιλος ἀπείριτος ἐστεφάνωτο.

ἔνθεν μ’ ἥπραξε χρυσόρραπις Ἀργειφόντης·

πολλὰ δ’ ἔπ’ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,

πολλὴν δ’ ἄκλῃρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες

ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους·

οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης·

Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι

κουριδίην ἄλοχον, σοὶ δ’ ἀγλαὰ τέκνα τεκεῖσθαι.

αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γ’ αὗτις

ἀθανάτων μετὰ φῦλ’ ἀπέβη κρατὺς ἀργειφόντης·

αὐτὰρ ἐγώ σ’ ἱκόμεν, κρατερὴ δέ μοι ἔπλετ’ ἀνάγκη.

ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων

ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·

ἀδμήτην μ’ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος

πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδν’ εἰδυίῃ

σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν.

οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλ’ εἰκυῖα.​3

πέμψαι δ’ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους

εἰπεῖν πατρί τ’ ἐμῷ καὶ μητέρι κηδομένῃ περ·

 p416  οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θ’ ὑφαντὴν

πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄπουσα.

ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα,

τίμιον ἀνθρώποι καὶ ἀθανάτοισι θεοῖσιν.

Ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε Θυμῷ.

Ἀγχίσην δ’ ἔρος εἷλεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·

Εἰ μὲν θνητή τ’ ἐσσί, γυνὴ δὲ σε γείνατο μήτηρ,

Ὀτρεὺς δ’ ἐστὶ ματὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,

ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδ’ ἱκάνεις

Ἑρμέω, ἐμὴ δ’ ἄλοχος κεκλήσεαι ἤματα πάντα·

οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων

ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι

αὐτίκα νῦν· οὐδ’ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων

τόξου ἀπ’ ἀργυρέου προΐῃ βέλεα στονόεντα.

βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι,

σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω.

Ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδῆς δ’ Ἀφροδίτη

ἕρπε μεταστρεφθεῖς; κατ’ ὄμματα καλὰ βαλοῦσα

ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι

χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν

ἄρκτων δέρματ’ ἔκειτο βαρυφθόγγων τε λεόντων,

τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν.

οἳ δ’ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,

κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινωόν,

πόρπας τε γναμπτάς θ’ ἕλικας κάλκάς τε καὶ ὅρμους.

λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα

ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου

Ἀγχίσης· ὃ δ’ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ

ἀθανάτῃ παρέλκετο θεᾷ βροτός, οὐ σάφα εἰδώς.

Ἦμος δ’ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες

βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων·

 p418  τῆμος ἄρ’ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε

νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.

ἑσσαμένη δ’ εὖ πάντα περὶ χροῒ δῖα θεάων

ἔστη πὰρ​4 κλισίῃ, κεὐποιήτοιο​5 μελάθρου

κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν

ἄμβροτον, οἷόν τ’ ἐστὶν ἐυστεφάνου Κυθερείης,

ἐξ ὕπνου τ’ ἀνέγειρεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·

Ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;

καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι,

οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόηνσας;

Ὣς θάθ’· ὃ δ’ ἐξ ὕπνοιο μάλ’ ἐμμαπέως ὑπάκουσεν.

ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλ’ Ἀφροδίτης,

τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ·

ἂψ δ’ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα

καί μιν λισσόμενος ἔπεα πτερόενετα προσηύδα·

Αὐτίκα σ’ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν,

ἔγνων ὡς θεὸς ἦσθα· σὺ δ’ οὐ νημερτὲς ἔειπες.

ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο,

μή με ζῶντ’ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς

ναίειν, ἀλλ’ ἐλέαιρ’· ἐπεὶ οὐ βιοθαάλμιος ἀνὴρ

γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι.

Τὸν δ’ ἠμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·

Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,

θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην·

οὐ γὰρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε,

οὐδ’ ἄλλων μακάρων· ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι.

σοὶ δ’ ἔσται παίδεσσι διαμπερὲς ἐκγεγάοντες·​6

τῷ δὲ καὶ Αἰνείας ὄνομ’ ἔσσεται, οὕνεκά μ’ αἰνὸν

 p420  ἔσχεν ἄχος, ἕνεκα Βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ·

ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων

αἰεὶ ἀφ’ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.

Ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς

ἥρπασε ὃν διὰ κάλλος, ἵν’ ἀθανάτοισι μετείη

καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,

θαῦμα ἰδεῖν, πάντεσσι στετιμένος ἀθανάτοισι,

χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.

Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει,

ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα·

τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα

καί μιν Ζεὺς ἀλέησε, δίδου δέ οἱ υἷος ἄποινα,

ἵππους ἀρσίποδας, τοί τ’ ἀθανάτους φορέουσι.

τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα

Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,

ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.

αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γ’ ἔκλυεν ἀγγελιάων,

οὐκέτ’ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,

γηθόσυνος δ’ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.

Ὣς δ’ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς,

ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι.

βῆ δ’ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα,

ἀθάνατόν τ’ εἶναι καὶ ζώειν ἤματα πάντα·

τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.

νηπίη, οὐδ’ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς

ἥβην αἰτῆσαι ξῦσαί τ’ ἄπο γῆρας ὀλοιόν.

τὸν δ’ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη,

Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ

 p422  ναῖε παρ’ Ὠκεανοῖο μοῇς ἐπὶ πείρασι γαίης·

αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι

καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,

τοῦ δ’ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,

αὐτὸν δ’ αὖτ’ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα,

σίτῳ τ’ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.

ἀλλ’ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν,

οὐδέ τι κινῆσαι μελέων δύνατ’ οὐδ’ ἀναεῖραι,

ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·

ἐν θαλάμῳ κατέθηκε, θύρας δ’ ἐπέθηκε φαεινάς.

τοῦ δ’ ἦ τοι φωνὴ ῥέει​7 ἄσπετος, οὐδέ τι κῖκυς

ἔσθ’, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.

Οὐκ ἂν ἐγώ σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην

ἀθάνατόν τ’ εἶναι καὶ ζώειν ἤματα πάντα.

ἀλλ’ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε

ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης,

οὐκ ἂν ἔπειτά μ’ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.

νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει

νηλειές, τό τ’ ἔπειτα παρίσταται ἀνθρώποισιν,

οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.

Αὐτὰρ ἐμοὶ μέγ’ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν

ἔσσετα ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,

οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας

ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,

τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.

νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται​8 ἐξονομῆναι

τοῦτο μετ’ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην,

σχέτλιον, οὐκ ὀνοταστόν,​9 ἀπεπλάγχθην δὲ νόοιο,

παῖδα δ’ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.

 p424  τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,

Νύμφαι μιν θρέψουσιν ὀπρεσῷοι βαθύκολποι,

αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·

αἵ ῥ’ οὔτε θνητοῖς οὔτ’ ἀθανάτοισιν ἕπονται.

δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι

καί τε μετ’ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.

τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης

μίσγοντ’ ἐν φιλότητι μυχῷ σπείων ἐροόεντων.

τῇσι δ’ ἅμ’ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι

γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωιτανείρῃ,

καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.

ἑστᾶσ’ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν

ἀθανάτων· τὰς δ’ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ·

ἀλλ’ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο,

ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,

φλοιὸς δ’ ἀμφιπεριφθινύθει, πίπτουσι δ’ ἄπ’ ὄζοι,

τῶν δέ θ’ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.

αἳ μὲν ἐμὸν θρέπουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι

τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη,

ἄξουσιν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα.

σοὶ δ’ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,

ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.

τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,

γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·

ἄξεις δ’ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.

ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων,

ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,

τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύς·

φάσθαι​10 τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι,

αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.

 p426  εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ

ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ,

Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.

εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας,

ἴσχεο μηδ’ ὀνόμαινε, θεῶν δ’ ἐποπίζεο μῆνιν.

Ὣς εἰποῦσ’ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα.

Χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα·

σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.


Critical Notes:

1 Clarke: ἑανῷ, MSS.

2 Wakefield, καλοί etc., MSS.

3 MELΠT give the alternative verse:

εἴ τοι ἀεικελίη γυνὴ ἔσσομαι ἠὲ καὶ οὐκί.

("to see whether I shall be an ill-liking wife for you or no.")

4 Stepanus: ἄρα, MSS.

5 Sikes.

6 Baumeister: ἐγγεγάονται, MSS.

7 Wolf: ῥεῖ, MSS.

8 Martin: στοναχήσεται, MSS.

9 Clarke: ὀνοτατόν, MSS.

10 Matthiae: φασί, MSS.


[image ALT: Valid HTML 4.01.]

Page updated: 22 Dec 09