[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces part of
The Months (de Mensibus)

of
John Lydus

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

Ἰωάννου τοῦ Λυδοῦ
Περὶ μηνῶν

 p83  Φεβρουάριος

25 [link to English translation] Τὰ Φεβρουαρίῳ μηνὶ ἀπὸ Φεβρούας θεᾶς οὕτω προσαγορευομένης τὸ ὄνομα γέγονεν· Φεβρούαν δὲ θέαν ἔφορον καὶ καθαρτικὴν τῶν πραγμάτων οἱ Ῥωμαῖοι παρέλαβον. Ἀνύσιος δὲ ἐν τῷ περὶ μηνῶν Φεβροῦον τὸν καταχθόνιον εἶναι τῇ Θούσκων φωνῇ λέγει, θεραπεύεσθαι δὲ πρὸς τῷ Λουπερκῶν ὑπὲρ ἐπιδόσεως τῶν καρπῶν. ὁ δὲ Λαβεὼν ἀπὸ τοῦ πένθους λέγει κληθῆναι τὸν Φεβρουάριον· φέβερ γὰρ παρὰ Ῥωμαίοις τὸ πένθος προσαγορεύεται· κατ’ αὐτὸν δὲ τοὺς κατοιχομένους ἐτίμων· ἀλλὰ μὴν καὶ φεβρουᾶρε τὸ καθαραί τὰ ποντιφικάλια βιβλία καλεῖ, Φέβρον τὸν Πλούτωνα. ὅτι τὸ ὑπὸ σελήνην δαιμόνιον φῦλον τριχῆ διῄρηται κατὰ τὸν Ἰάμβλιχον· καὶ τὸ μὲν πρόσγειον αὐτοῦ τιμωρόν, τὸ δὲ ἀέριον καθαρτικόν, τὸ δὲ πρὸς τῇ σεληνιακῇ ζώνῃ σωτήριόν ἐστιν, ὃ δὴ καὶ ἡρωϊκὸν ἴσμεν· ἡγεῖσθαι δὲ λέγεται παντὸς τούτου μέγιστός τις δαίμων· οὗτος δ’ ἂν εἴη μᾶλλον ὁ Πλούτων,  p84 ὥς φησιν ὁ αὐτὸς Ἰάμβλιχος. τὸν Φεβρουάριον μῆνα Ἥρᾳ ἀνατεθῆναι ἀξιοῦσι διὰ τὸ τῇ Ἥραν παρὰ τοῖς φυσικοῖς δοκεῖν εἶναι τὸν ὕπτιον ἀέρα· ὁ δὲ καθαρμὸς ἄντικρυς τῷ ἀέρι ἀρμόδιος. ἐκαθαίροντο δὲ οἱ ναοὶ καὶ τὰ ἱερὰ σκεύη ἐπὶ τούτου τοῦ μηνός· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἰδιωτικῶν πάντες τοῦ καθαρμοῦ ἀντείχοντο. ὅτι δὲ ἐν τῷ Φεβρουαρίῳ αἱ χοαὶ τῶν κατοιχομένων ἐτελοῦντο, διὰ τοῦτο ὁ Νουμᾶς αὐτὸν ἠλάττωσεν, ἀνόσιον εἰ κρίνων ἴσα τοῖς ἄλλοις τιμᾶσθαι τὸν τοῖς γε τὸ πᾶν ἐλαττοῦσι χθονίοις ἐγκείμενον. οὐ μόνον δὲ Φεβρουάριος ἀλλὰ καὶ Φεβρουάτος λέγεται, διὰ τὴν τούτου ἔφορον καὶ φεβρουάταν καὶ Φεβρουάλεμ τοῖς ἱεροῖς ἀναφέρεσθαι.

n26 Οἱ τῶν Ῥωμαίων τὴν φυσικὴν ἱστορίαν συγγράφοντές φασι, σπέρμα τῇ μήτρᾳ καταβαλλόμενον ἐπὶ μὲν τῆς τρίτης ἡμέρας ἀλλοιοῦσθαι εἰς αἷμα, καὶ πρώτην διαζωγραφεῖν τὴν καρδίαν, ἥτις πρώτη μὲν διαπλάττεσθαι, τελευταῖα δὲ ἀποθνῄσκειν λέγεται· εἰ γὰρ ἀρχὴ ἀριθμῶν ὁ τρεῖς, περιττὸς δέ ἐστιν ἀριθμός, ἄρα καὶ ἀρχὴ γενέσεως ἐξ αὐτοῦ. ἐπὶ δὲ τῆς ἐννάτης πήγνυται καὶ εἰς σάρκα καὶ μυελοὺς συγγλοιοῦται· ἐπὶ δὲ τῆς τεσσαρακοστῆς εἰς ὄψιν τελείαν καὶ διατύπωσιν ἀποτελεῖσθαι καὶ ἁπλῶς εἰπεῖν τέλειον ἄνθρωπον,  p85 ὁμοίως κατὰ ἀναλογίαν τῶν ἡμερῶν καὶ ἐπὶ μηνῶν· ἐπὶ τοῦ τρίτου μηνὸς ἐγκινεῖσθαι ἐχόμενον τῇ μήτρᾳ, ἐπὶ δὲ τοῦ ἐννάτου μηνὸς παντελῶς ἀπαρτίζεσθαι καὶ πρὸς ἔξοδον σπεύδειν. καὶ εἰ μέν ἐστι θῆλυ, κατὰ τὸν ἔννατον μῆνα, εἰ δὲ κρεῖττον, κατὰ τὸν δέκατον ἀρχόμενον, διὰ τὸ τὸν μὲν ἔννατον ἀριθμόν, θῆλυν ὄντα καὶ Σελήνης οἰκεῖον, πρὸς τὴν ὕλην ἀναφέρεσθαι, τὸν δὲ δέκατον παντέλειον εἶναι καὶ ἄρρενα. θῆλυ δὲ καὶ ἄρρεν γίνεται κατὰ τὴν τοῦ θέρμου ἐπικράτειαν· πλεονάζοντος μὲν τοῦ κατὰ τὸ σπέρμα θερμοῦ, ἅτε τῆς πήξεως ταχείας γινομένης, ἀρρενοῦται τε καὶ διαμορφοῦται ταχέως, ἐλαττουμένης δὲ κατισχύεται ὑπὸ τῆς ἐπιρροῇ καὶ καταγωνιζόμενον θηλύνεται, βράδιον δὲ πηγνύμενον βράδιον καὶ μορφοῦται. ὅτι δὲ ἀληθὴς ὁ λόγος, τὰ μὲν ἄρρενα καὶ τῶν τεσσαράκοντα ἡμερῶν ἐντὸς ἐκτιτρωσκόμενα μεμορφώμενα προπίπτει, τὰ δὲ θήλεα καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας σαρκώδη τε καὶ ἀδιατύπωτα. μετὰ δὲ τὴν κύησιν ἐπὶ τῆς τρίτης τεχθὲν ἀποσπαργανοῦσθαι τὸ βρέφος φασίν, ἐπὶ δὲ τῆς ἐννάτης ἰσχυροποιεῖσθαι καὶ ἁφὴν ὑπομένειν· ἐπὶ δὲ τῆς τεσσαρακοστῆς προσλαμβάνειν τὸ γελαστικὸν καὶ ἄρχεσθαι ἐπιγινώσκειν τὴν μητέρα. ἐπὶ δὲ τούς ἀναστοιχειώσεως τοὺς ἴσους φασὶν ἀριθμοὺς αὖθις ἐξ  p86 ὑποστροφῇ παραφυλάττειν τὴν φύσιν, καὶ δι’ ὧν συνέστη, δι’ αὐτῶν αὖθις ἀναλύεσθαι. τελευτήσαντος γοῦν ἀνθρώπου, ἐπὶ μὲν τῆς τρίτης ἀλλοιοῦται παντελῶς καὶ τὴν ἐπίγνωσιν τῆς ὄψεως διαπόλλυσι τὸ σῶμα· ἐπὶ δὲ τῆς ἐννάτης διαρρεῖ σύμπαν, ἔτι σωζομένης αὐτῷ τῆς καρδίας· ἐπὶ δὲ τῆς τεσσαρακοστῆς καὶ αὕτη συναπόλλυται τῷ παντί. διὰ τοῦτο τρίτην ἐννάτην καὶ τεσσαρακοστὴν ἐπὶ τῶν τεθνηκότων φυλάττουσιν οἱ ἐναγίζοντες αὐτοῖς, τῆς τέ ποτε συστάσεως τῆς τε μετ’ ἐκείνην ἐπιδόσεως καὶ τὸ δὴ πέρας τῆς ἀναλύσεως ἐπιμιμνησκόμενοι.

n27 Ὅτι Γάλλων παραλαβόντων τὴν Ῥώμην ὁ Κάμιλλος συναγείρας πλῆθος ἀθρόον ἐμπίπτει τοῖς πολεμίοις· καὶ μάχης κρατερὰς γενομένης κλασθέντων αὐτοῖς τῶν ξιφῶν σὺν καὶ τοῖς ὅπλοις — οὔπω γὰρ σιδηροῖς ἐχρῶντο Ῥωμαῖοι θώραξι, χαλκοῖς δὲ κατὰ τὴν παλαιότητα — τὸ λοιπὸν εἰς χεῖρας ἐλθεῖν ἕλκειν τε ἀλλήλους ἔκ τε τῶν λοφιῶν τῶν περικεφαλαίων καὶ ἐξ αὐτῶν μέντοι τῶν τοῦ πώγωνος τριχῶν· τέλος δὲ τοὺς βαρβάρους ἀπήλασε καὶ Ῥώμην ἐρρύσατο καὶ δεύτερος Ῥωμύλος ὠνομάσθη. καὶ οὕτως ἀποκείρειν τε τοὺς πώγωνας ἐπ’ ἄκρου καὶ σιδηροῦς τοὺς θώρακας κατασκευάζειν τέτακται καὶ ἄνευ λοφιῶν τὰς περικεφαλαίας ἔχειν.

n28 . . . . ἐν τῇ πρὸς δῆμον ὀρατίωνι οἱονεὶ προσφωνήσει.  p87 ὅτι σπαθάριος ὁ σωματοφύλαξ ἐστίν, καὶ φαυρικίσιοι οἱ τῶν ὅπλων δημιουργοί.

n29 Εἰδοῖς Φεβρουαρίαις· ἀπὸ ταύτης τῇ ἡμέρας ἀπὸ ὥρας ἕκτης διὰ τὰς τῶν κατοιχομένων χοὰς τὰ ἱερὰ κατησφαλίζοντο, καὶ οἱ ἄρχοντες ἐν σχήματι ἰδιωτῶν προῄεσαν ἄχρι τῆς πρὸ ὀκτὼ Καλενδῶν Μαρτίων. αἱ δὲ σώφρονες γυναῖκες — ματρώνας δὲ αὐτὰς οἱ Ῥωμαῖοι καλοῦσιν, οἱ δὲ Ἕλληνες οἰκοδεσποίνας — τοσοῦτον τῆς αἰδοῦς ἐφρόντιζον, ὡς μηδὲ ταῖς πολλαῖς τῶν γυναικῶν ὁμιλεῖν, ἀλλὰ καὶ τόπους τινὰς ἡσυχίους ἐν τοῖς βαλανείοις ἔξω τοῦ πλήθους ἑαυταῖς ἀφορίζειν, οὓς ἔτι καὶ νῦν ματρωνίκια καλοῦσιν. αὗται τοίνυν αἱ σώφρονες τοῖς Βρούτου δαίμοσιν ἐνήγιζον δι’ αἰτίαν τοιαύτην· Λουκρητία, γυνή τις Ῥωμαῖα περιττῶς εὐπρεπὴς τε καὶ σώφρων, λέγεται βιασθῆναί ποτε ὑπὸ Ταρκυνίου τοῦ τελευταίου τῶν ῥηγῶν ἢ τοῦ αὐτοῦ παιδός· Σούπερβον δὲ αὐτὸν ἡ ἱστορία καλεῖ οἱονεὶ ἀλαζόνα· πρῶτος γὰρ αὐτὸς ὄργανα ποινῶν καὶ μέταλλα ἐξεῦρεν· ὅπως δὲ μὴ μαλάττοιτο τοῖς αἰκισμοῖς τῶν τιμωρουμένων, βοτάνην αὐτοῖς ἐπεδίδου, ἢ γέλωτα ἐνεποίει παρὰ σκοπὸν τοῖς πάσχουσι. γίνεται δὲ καὶ νῦν ἐπὶ Σαρδοῦς τῆς νήσου ἡ τοιαύτη βοτάνῃ, ὅθεν καὶ Σαρδόνιον γέλωτά φασιν. ἔνθεν τὸν Ταρκύνιον Σούπερβον ἀντὶ τοῦ ἀπηνῆ καὶ ὠμὸν ἐκάλουν· οὐδὲν δὲ ἂν τέκοι μῖσος ὡς ταῦτα. ἐκείνη · τοίνυν ἡ Λουκρητία, κρείττονα τὴν σωφροσύνην τῆς βασιλικῆς ὁμιλίας  p88 ἡγησαμένη, καὶ οὐκ αὐτῆς μόνης ἀλλὰ καὶ ζωῆς αὐτῆς, μεταπεμψαμένη τοὺς ἑαυτῆς ἀφηγησαμένη τε τήν, εἴγε ἄρα ἐβούλετο, λανθάνειν δυναμένην ἁμαρτίαν, ἑαυτὴν παρόντων τῶν τῆς σωφροσύνης μαρτύρων ἀπέσφαξε. κινεῖται οὖν ὁ δῆμος πρὸς τοῦτο καὶ τὸ μῖσος τοῦ τυράννου προσεποιεῖτο, . . . . . . . . ὃς δραξάμενος καιροῦ ἡγεῖται τοῦ Ῥωμαϊκοῦ δήμου καὶ παρωθεῖται τῆς βασιλείας τὸν Ταρκύνιον. ἐτιμήθη οὖν, ὡς ἐλέγομεν, παρὰ ταῖς Ῥωμαίων γυναιξὶν ὁ Βροῦτος μετὰ θάνατον δημοσίῳ πένθει, οἷα Ἔκδικος τῆς σωφροσύνης· καὶ Βρούτας ἑαυτὰς ἠξίουν ὀνομάζεσθαι πρὸς τιμὴν Βρούτου.

n30 Βέρνακλον τὸν δημόσιον οἰκέτην οἱ Ῥωμαῖοι καλοῦσιν. ἐπειδὴ εἰς τρεῖς μοίρας ὁ Ῥωμαϊκὸς διῄρητο δῆμος, τρίβους ἡ φυλὴ παρ’ αὐτοῖς ὠνομάσθη, καὶ τριβοῦνοι οἱ δήμαρχοι. φροντὶς δὲ ἦν αὐτοῖς τῆς ἱπποδρομίας, ὡς ἐπιτελοῖτο προσηκόντως· καὶ διὰ τοῦτο τριβοῦνος ἔτι καὶ νῦν ἡγεῖται τῶν βολουπτάτων, ἀντὶ τοῦ τῶν τέρψεων. ὅτι ἀγὼν καὶ ἀγωνία ὁ τόπος λέγεται διὰ τὸ κυκλοτερές, παρὰ τὸ μὴ ἔχειν γωνίαν, ἧς εἰς τύπον καὶ στέφανοι κυκλοτερεῖς τοῖς νικῶσιν ἐπετίθεντο. οἱ δὲ τρεῖς ὀβελοὶ τὴν τρίστοιχον φύσιν δηλοῦσιν, ὕδατος πυρὸς γῆς· ἐπ’ αὐτῶν γὰρ καὶ μόνων ὁ θάνατος τὴν ἐνέργειαν ἔχει. ὅθεν καὶ τρικάρηνον ὁ μῦθος δίδωσι τῷ Πλούτωνι κύνα, ἀντὶ τοῦ  p89 τρίστοιχον· ὁ γὰρ ἀὴρ ζωοποιός ἐστι. διὰ τῶν ὀβελῶν οὖν δηλοῦται, ὡς πρὸς τιμὴν τῶν ὑπὲρ πατρίδος ἀποθνησκόντων τὴν ἀγωνίαν ἐπετέλουν, τριῶν ἁρμάτων καὶ οὐ τεττάρων ἁμιλλωμένων ἐπὶ τῆς ἱπποδρομίας· οἱ μὲν ῥουσσάτοι οἱονεὶ ἐρυθροί, οἱ δὲ ἀλβᾶτοι οἱονεὶ λευκοί, οἱ δὲ βίριδες οἱονεὶ ἀνθηροί, πρασίνους δὲ αὐτοὺς νῦν προσαγορεύουσι. καὶ οἱ μὲν ῥουσσάτοι ἠξίουν τοῦ Ἄρεως εἶναι, οἱ δὲ λευκοὶ τοῦ Διός, οἱ δὲ ἀνθηροὶ τῆς Ἀφροδίτης. ὕστερον δὲ καὶ τὸ βένετον· βενέτους δὲ αὐτοὺς ἐπιχωρίως καλοῦσι σιδηροβάφους ἀπὸ τῶν περὶ τὴν Ἀδρίαν Ἐνετῶν τοιαύταις ἐσθῆσι χρωμένων· βένετον δὲ οἱ Ῥωμαῖοι τὸ παρ’ ἡμῖν καλλάϊνον χρῶμα προσαγορεύουσιν. οἱ Γάλλοι τοίνυν ἴδιόν τινα τόπον ἐν τῷ ἱππικῷ θεωροῦντες ἐπλήρουν, καὶ Βενέτους αὐτοὺς ἐκ τῶν ἐσθημάτων ὠνόμαζον, καὶ βενετίαν τὴν χώραν, διὰ τὸ μηδένα ποτὲ κατ’ ἐκείνην εὐπορῆσαι στολῆς. διὰ δὲ τὰ τέσσαρα στοιχεῖα ἐποίησαν τέσσαρας τοὺς ἀγῶνας· τὸ ἀνθηρὸν ἀντὶ πυρός, εἰς τὴν τῆς Ῥώμης τιμήν — Φλῶραν δὲ αὐτὴν ὠνόμαζον, ὥσπερ ἡμεῖς Ἀνθοῦσαν —δεύτερον τὸ λευκὸν διὰ τὸν ἀέρα, τρίτην τάξιν Ἄρει, καὶ τετάρτην ἄρτι προσληφθεῖσαν Κρόνῳ ἢ Ποσειδῶνι· ἑκατέροις γὰρ τὸ κυανοῦν προσνενέμηται. ῥούσιοι μὲν ἀνέκειντο πυρὶ  p90 διὰ τὸ χρῶμα, ὁμοίως πράσινοι γῇ διὰ τὰ ἄνθη, βένετοι Ἥρᾳ, λευκοὶ δὲ ὕδατι. οἱ δέ φασι πράσινον μὲν τὸ ἔαρ, ῥούσιον δὲ τὸ θέρος, βένετον δὲ τὸ φθινόπωρον, λευκὸν δὲ τὸν χειμῶνα. κακοδαιμονίαν οὖν οἰωνίζοντο τὴν χείρονα ψῆφον τὸν ἀνθηρὸν ἀπενέγκασθαι, ὡς αὐτῆς Ῥώμης ἡττηθείσης. τοῦ γὰρ δυτικοῦ κέντρου εἰς τὸ τῆς γῆς στοιχεῖον ἀναφερομένου εἰκὸς ἦν αὐτοῖς μέλειν αὐτῆς. ὅθεν καὶ Ἑστίαν πρὸ πάντων φαίνονται τιμήσαντες Ῥωμαῖοι, ὥσπερ τὸν πετρογενῆ Μίθραν οἱ Πέρσαι διὰ τὸ τοῦ πυρὸς κέντρον, καὶ τὴν ὑγρὰν οὐσίαν οἱ ὑπὸ τὴν Ἄρκτον διὰ τὸ κέντρον τοῦ ὕδατος, καὶ Ἶσιν Αἰγύπτιοι, ἀντὶ τοῦ τὴν Σελήνην, τὴν τοῦ παντὸς ἀέρος ἔφορον.

n31 Καθάπερ ἐν τῇ μήτρᾳ τυγχάνον τὸ βρέφος οὐ δεῖται ἑτέρας τροφῆς, ἀλλ’ ἐξ αἵματος εἰλικρινοῦς τρέφεται, οὕτως οὐδὲ τοῖς τελευτήσασι κατὰ τὸν πρότερον, ὡς ἐλέγομεν, ἐνιαυτὸν ἐπεχόαζον, ὥσπερ ἐν μήτρᾳ παρὰ τῇ φύσει λανθάνουσιν. αἱ γὰρ χοαὶ παραψυχή τις εἰσεφέρετο τοῖς εἰδώλοις τῶν τετελευτηκότων, γάλα, αἷμα καὶ οἶνος, καὶ σεμίδαλις, καὶ κόγχος, καὶ ἕτερά τινα. χοὰς δὲ αὐτὰς ὠνόμαζον ἐκ τοῦ ἐπεκχεῖσθαι τοῖς τάφοις. σώζεται δὲ καὶ νῦν ἴχνος· ἐν γὰρ τοῖς ἱεροῖς ἄρτον καὶ οἶνον προσφέρομεν.

n32 Ὅτι ὁ Αἰγύπτιος Ἑρμῆς ἐν τῷ λόγῳ αὐτοῦ  p91 τῷ καλουμένῳ τελείῳ φησὶ τοὺς μὲν τιμωροὺς τῶν δαιμόνων ἐν αὐτῇ τῇ ὕλῃ παρόντας τιμωρεῖσθαι τὸ ἀνθρώπειον κατ’ ἀξίαν, τοὺς δὲ καθαρτικοὺς ἐν τῷ ἀέρι πεπηγότας τὰς ψυχὰς μετὰ θάνατον ἀνατρέχειν πειρωμένας ἀποκαθαίρειν περὶ τὰς χαλαζώδεις καὶ πυρώδεις τοῦ ἀέρος ζώνας, ἃς οἱ ποιηταὶ καὶ αὐτὸς ὁ Πλάτων ἐν Φαίδωνι Τάρταρον καὶ Πυριφλεγέθοντα ὀνομάζουσι· τοῖς δὲ σωτηρικοὺς πρὸς τῷ σεληνιακῷ χώρῳ τεταγμένους ἀποσώζειν τὰς ψυχάς.


The Editor's Notes:

[1] Labeo: Kahl Philol. suppl. V.732

[2] Hermes: Ps.‑Apulei Dialogus c. xxviii

[3] Plato Phaed. p113B


Apparatus Criticus:

1 τῶ φεβρουαρίω — πλούτωνα XH, ὅτι φεβρον τὸν πλούτωνα οἱ ῤωμαῖοι καλοῦσι καὶ φεβρουᾶρε τὸ καθῆραι, καὶ ἀπὸ τούτων δοκεῖ φεβρουάριος ὀνομασθῆναι ὁ μήν, ἐν ὧ τοὺς κατοιχομένους ἐτίμων καὶ ὑπὲρ αὐτῶν ηὔχοντο ἐναγίζοντες S, φεβρουάριος δὲ et lacunam unius versus neque quidquam amplius Y, Georg. Cedren. hist. comp. p295, 15:º Φεβρούαν θεάν τινα καθαρτικὴν — καθᾶραι

2 γέγονεν] λέγεται τεθῆναι H

3 θεὰν et καὶ omis. X

4 Ἀνύσιος — μηνῶν ἕτεροι δὲ H

5 εἶναι omis. Cedren.

6 λέγει] φασὶ H

7 δὲ omis. X, θεραπεύεσθαι — καρπῶν omis. Cedren.

8 τῶν omis. B

9 ὁ δὲ Λαβεὼν — λέγει ἕτεροι δὲ — φασι H

10 φεβρ A, φέβους H, φέβρους Cedren., φέβερ B

11 κατ’ αὐτόν] ἐν τούτω H

12 δὲ] γὰρ B

13 ἀλλὰ μὴν omis. Cedr.

14 φεβρουάραι X, φεβρουᾶραι Cedren., τὸ φεβρουᾶρε H

15 τὰ — καλεῖ φασὶ καὶ H

16 ὅτι τὸ — ἰαμβλιχος S

17 zzzz

18 zzzz

19 zzzz

20 zzzz

21 zzzz

22 zzzz

23 zzzz

24 zzzz

25 zzzz

26 zzzz

27 zzzz

28 zzzz


[image ALT: Valid HTML 4.01.]

Page updated: 25 May 20