Short URL for this page:
bit.ly/deMensibus4MayH


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces part of
The Months (de Mensibus)

of
John Lydus

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

Ἰωάννου τοῦ Λυδοῦ
Περὶ μηνῶν

 p126  Μάϊος

76 [link to English translation] Οὐ μικρὰν ἐν ἀριθμοῖς ἐδείκνυμεν τὴν τῆς τετράδος​1 δύναμιν, ἣν ἄν τις καὶ τετρακτύν καὶ πυραμίδα καλέσοι· τετρακτὺν μὲν κατὰ τὸν τῶν στοιχείων ὅρον, πυραμίδα δὲ κατὰ τὸν ἐν θεωρίᾳ λόγον· ἡ γὰρ πυραμὶς ὑπὸ τεσσάρων βάσεων καὶ τεσσάρων γωνιῶν μόνη περιεχομένη, καὶ πρώτη τριχῆ διαστάτη κατὰ τὸ στοιχειωδέστατον τοῦ τριγώνου ἐπίπεδον, ὡς ὁ Πλάτων  p127 ἐν Τιμαίῳ φησίν, ἐμφερῆ τὴν συνεκτικὴν τοῦ παντὸς ἐνδείκνυται τάξιν. λείπεται ὁ πέμπτος, Μάϊον δὲ αὐτὸν οἱ Ῥωμαῖοι καλοῦσιν. ἐπειδὴ δέ, ὡς πολλάκις εἰρήκαμεν, ὁ τῆς πεντάδος ἀριθμὸς τῶν θειοτέρων κατὰ τὸν Ἡσίοδον κεχώρισται, εἰκὸς ἦν αὐτὸν τοῖς κατοιχομένοις ἀπονεμηθῆναι. ἡ γὰρ πεντὰς τῇ αἰσθητῇ φύσει ἀνακεῖται, σφαῖρα γάρ ἐστιν· ὁσάκις γὰρ ἂν τὸν πέντε πολυπλασιάσῃ τις ἀριθμόν, εἰς ἑαυτὸν ἀποκαταστήσεται· καὶ γὰρ ὁ πέντε παρεπόμενος τοῖς ἐν πλήθει ἀριθμοῖς εἰς τὴν αὐτὴν καὶ πολυπλασιαζόμενος καταλήγει ποσότητα. καὶ ἄλλως δὲ φαίνεται φυσικήν τινα δύναμιν ἐν ἑαυτῷ ὁ πέντε περιλαβὼν ἀριθμός· τῶν γὰρ ἐν γενέσει ἐξ ἀρτίου καὶ περιττοῦ συνεστώτων, αὐτὸς εἶναι τοιοῦτος πέφυκεν ἐκ τριάδος καὶ δυάδος συναγόμενος. ταύτῃ γοῦν ταῖς τῶν προγόνων τιμαῖς οἱ Ῥωμαῖοι τὸν πέμπτον ἀνέφερον μῆνα, τῷ μὲν ἀρτίῳ τοὺς κατοιχομένους τιμῶντες, τῷ δὲ περιττῷ τοὺς ἔτι σωζομένους· μετὰ γὰρ θεοὺς οὐχ ἥττονα τιμὴν τοῖς ἑαυτῶν προγόνοις εἰσέφερον οἱ πάλαι· μαίορες δὲ τοὺς προγόνους πατρίως καλοῦντες Μάϊον τὸν μῆνα ἐκ τῆς ἐκείνων τιμῆς ὠνόμασαν. οἱ δὲ ἀπὸ τῆς Μαίας τῆς Ἄτλαντος τῆς Ἑρμοῦ μητρὸς ἀξιοῦντες  p128 ὀνομασθῆναι τὸν Μάϊον πρὸς ἕτερον βλέποντες οὕτω φασίν, ἀλλὰ μὴν καὶ διὰ τὸ ἱερὸν αὐτῆς, ὅτι κατὰ τοῦτον τὸν μῆνα ἱερωθῆναι λέγεται. περὶ δὲ αὐτῆς ὁ Πρόκλος φησὶν οὕτως· 'ἡ Μαῖά ἐστιν ἡ τὰ ἐν ἀφανεῖ κεκρυμμένα εἰς τὸ ἐμφανὲς προάγουσα παραπλησίως ταῖς τῇδε μαίαις, Ἑρμῆς δὲ ἐκείνης παῖς ὁ λόγος ἥκων διὰ πάντων, ὃς τὴν ἐν τῷ ἀφανεῖ τῶν ὄντων περιοχὴν ἐν διαστάσει καὶ προνοίᾳ λόγων ἀϊδίως πρώτως ἐξέφηνεν, εἱρμὸν καὶ συνέχειαν καὶ ἀλληλουχίαν ποιήσας ὡς ἐκφαντικὸς τῶν παρ’ ἡμῖν τῆς ψυχῆς ἀδήλων παθημάτων.' ὁ δὲ Ἀκυλῖνος ἐν τῷ ὑπομνήματι τῶν ἀριθμῶν οὕτω φησίν· 'ἡ Μαῖα ἀντὶ τῆς εἰς τοὐμφανὲς προόδου ἐστὶ, κυρίου μὲν τοῦ λόγου τοῦ διὰ πάντων πεφυκότος διατακτικοῦ τῶν ὄντων, διὸ δὴ καὶ Ἑρμοῦ μητέρα φασί. τοιαύτη δὲ ἡ νοητὴ ὕλη, τὸ κατακοσμεῖν τὴν εἰς τὸ ἐμφανὲς πρόοδον καὶ γένεσιν ἀπεργάζεσθαι τῶν ὄντων· ἐκ γὰρ ὕλης καὶ εἴδους τὰ ὄντα.' οὕτως μὲν κατὰ θεολογίαν, κατὰ δὲ τὸν τῆς φυσιολογίας τρόπον τὴν Μαῖαν οἱ πολλοὶ τὸ ὕδωρ εἶναι βούλονται· καὶ γὰρ παρὰ τοῖς Σύροις βαρβαρίζουσιν οὕτως ἔτι καὶ νῦν τὸ ὕδωρ προσαγορεύεται, ὡς καὶ μηΐουρι τὰ ὑδροφόρα καλεῖσθαι. καὶ οὐκ ἔξω Λακεδαιμονίου ὁ Βάρρων φαίνεται ὡς καὶ μῆνα ἀναθέμενος αὐτῇ·  p129 κινήσει γὰρ τοῦ ὑποβρυχίου ὕδατος γίνεσθαι σάλον τοῖς φιλοσόφοις δοκεῖ· πρώτη δὲ ἑορτῇ τοῦ Μαΐου παρὰ Ῥωμαίοις αἱ περὶ σεισμῶν ἱκεσίαι. ταύτῃ γὰρ Ἄτλαντος παῖδα τὴν Μαῖαν οἱ μυθικοὶ ποιοῦσι, καὶ ἔφορον δὲ τῶν ὑδάτων τὸν Ἑρμῆν εἶναι παραλαμβάνομεν, καὶ διὰ ταύτην τὴν αἰτίαν ἐν τοῖς αὐτοῦ πηγαὶ ἀνατίθενται ἢ φρέατα ὀρύττεται. εἰσὶ δὲ οἵ φασιν Διὸς καὶ Μαίας τὸν Ἑρμῆν εἶναι ἀλληγορικῶς υἱόν, νοῦν μὲν εἶναι τὸν Δία, Μαῖαν δὲ τὴν φρόνησιν, παῖδα δὲ ἐξ ἀμφοῖν Ἑρμῆν λόγιον αἰνιττόμενοι, πάντων δὲ νεώτατον εἰργάσαντο, ἅτε δὴ μὴ γηράσκοντος τοῦ Λακεδαιμονίου· ἔτι μὴν ὠκύτατον πεποίηνται τοῦτον ταρσώσαντες πτεροῖς, νοῦ ὀξύτητα καὶ τάχος Λακεδαιμονίου διὰ τῆς τοιᾶσδε τέχνης αἰνιττόμενοι. ὁ γοῦν ποιητὴς φησιν·

ἔπεα πτερόεντα,

καὶ

ὡσεὶ πτερὸν ἠὲ νόημα

εἶτα δὲ τετράγωνον σχήματι Ἕλληνες ἀναπλάττουσι τοῦτον, τεκμήριον μέγιστον παρεχόμενοι λόγον εἶναι τοῦτον, καὶ λόγον ἀληθῆ. ἔστι γὰρ καὶ λόγου σχήματα, ὁ μὲν ψευδὴς λόγος . . ., ὁ δὲ ἀπατηλὸς πολυγωνότερος,  p130 ὁ δὲ ἀληθὴς αὐτὸς ἑαυτῷ ἐκ πάντων μερῶν ἴσος, ὅπου δὲ στρέφοιτο πάσαις βάσεσιν ἀορίστως στηρίζεται, ὃ δὴ τετραγωνικὸν σχῆμα τυγχάνει. εἰ τοίνυν νοῦς καὶ λόγος εἶναι δέδεικται, τούτῳ τὸν κέρκωπα εἰδωλοποιοῦσιν Αἰγύπτιοι, ἐπεὶ παρὰ πάντα τὰ ζῶα Νοήμων τυγχάνει, συνέσεως δὲ καὶ ἐπιστήμης ἐστὶ δεκτικός. ἀλλὰ μὴν καὶ τὴν Αἰγυπτίαν Ἶβιν, τὸ ὄρνεον, ἴσμεν ἀνακειμένην αὐτῷ· καρδίᾳ δὲ τῶν μερῶν μελαινόμενον μὲν τὸ σῶμα, ἐξ ἀμφοῖν δὲ τῶν μερῶν μελαινομένη, ὅπερ ἐστὶ τοῦ κατὰ διάνοιαν λόγου σχῆμα· πρὶν μὲν γὰρ λεχθῆναι Σκότιος, λεγόμενος δὲ φωτίζεται, καὶ ῥηθεὶς εἰς ἀφανὲς οἴχεται. τρέφεται δὲ τὸ ζῶον παρὰ τοῖς ὕδασι, καθάπερ ἐν ἡμῖν ἡ καρδία ἐξ ὑγρὰς οὐσίας τὴν δύναμιν λαμβάνει· μόνη δὲ πτηνῶν πάντων νεῖν ἡ ἴβις οὐκ ἐπίσταται, ἀδρανεστάτη δὲ εἰς μεῖζον βάθος καθελκομένη. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῆς καρδίας παρατηρητέον· τῆς γὰρ ὑγρὰς πόσεως συμμέτρως προσαχθείσης ῥώννυσθαί τε καὶ τοῖς λογισμοῖς διεστηρίχθαι πέφυκε, καὶ τῆς μὲν οἰκείας ἔδρας, ἥνπερ φρένα καλοῦσιν, οὐκ ἐξίστασθαι νηφαλέαν τε εἶναι, ὑποβλυσθεῖσαν δὲ τοῖς παλμοῖς τὸν ἴδιον σάλον δι’ ὅλου τοῦ σώματος ἐξεργάζεσθαι. πάσχουσι δὲ ταῦτα ὑπὸ μέθῃ ἄνθρωποι τὸν ἄκρατον τῆς ἰδίας ἰσχύος προτετιμηκότες. καὶ τὴν ἶβιν δὲ καὶ τὸν κέρκωπα σελήνῃ συμπαθῆ εἶναι προσείκασται· ἡ μὲν ἶβις αὐτῷ τῷ σχήματι ἐμφερής, τὰ ἄκρα μὲν ὀμιχλαίνουσα, λευκαίνουσα δὲ τὰ  p131 μέσα καθάπερ ἡ αἰθερία μήνη. ὅτε γὰρ οὐρανὸς ἀσέληνος, οὐδὲ ἴβιδες ὁρῶσι, μύουσι δὲ τοῖς ὀφθαλμοῖς τοῦτον τὸν χρόνον καὶ ἄσιτοι ἐγκαρτεροῦσι τὸ συγγενὲς στοιχεῖον ἀναμένουσαι. ὁ δὲ κέρκωψ δηλοτέρας ἔχει τὰς ἐνεργείας· ὅτε γὰρ αὔξει σελήνη, ὁ τῶν ὀφθαλμῶν κύκλος τότε εὐρύνεται, ὅτε δὲ μειοῦται, τὸ τῶν ὀμμάτων περιφερὲς συστέλλεται.

77 Ὅτι ὁ Ἀριστοτέλης τὸν Καλλισθένην ἀπέσκωψεν εἰπὼν τὸν μὲν περιττὸν νοῦν ἔχειν, τὸν δὲ ἀνθρώπινον ἀποβεβληκέναι.

78 Ὅτι ὁ Ἀλφειὸς ποταμὸς ὁρᾶται καταδυόμενος μὲν ἐν Πελοποννήσῳ, ἀναδυόμενος δὲ ἐν Σικελίᾳ· λέγουσι δὲ καὶ τὸν Τίγρητα ταὐτὸ τοῦτο πάσχειν καὶ τὸν Λύκον καὶ ἑτέρους τινάς.

79 Ὅτι ὥσπερ τοῦ σώματος τοῦ ἡμετέρου τὸ μὲν διαρρεῖ, τὸ δὲ διαπνεῖ, διαρρεῖται μὲν ὑπὸ τοῦ αἵματος κατὰ τὰς φλέβας, διαπνεῖται δὲ ὑπὸ τοῦ πνεύματος κατὰ τὰς ἀρτηρίας, οὕτω καὶ τῆς γῆς τὸ μὲν ὑπὸ τῶν ὑδάτων, τὸ δὲ ὑπὸ τῶν πνευμάτων διαρρεῖσθαι καὶ διαπνεῖσθαι, ἐμφράξεως δὲ ἢ παρεμπτώσεως ἢ συνθλίψεως συμβάσης τρέμειν τὴν γῆν ὥσπερ τὸν ἄνθρωπον· Ἀριστοτέλης δὲ τὸ τεθυμιωμένον τῆς γῆς καὶ ἀτμίζον αἰτιᾶται . . . . ἂν μὲν εὐπετῶς σχῇ· εἰ δ’ οὐ, βιάζεται τὴν γῆν. ὅτι ὁ Τάγης ἐν τοῖς σεισμοσκοπικοῖς λέγει, ὡς ἐν ταῖς πολέμων κινήσεσιν εἰ συμβῇ σεισμὸν γενέσθαι, τοὺς παρ’ οἷς γίνοιτο πάντως ἐλαττοῦσθαι·  p132 καὶ ἄλλων δὲ θαυμαστῶν ἐπιμέμνηται, περὶ ὧν ἐγὼ ἐν ἑτέρᾳ λέξω συγγράφῃ.

80 Ἐν τῇ πρώτῃ τούτου τοῦ μηνὸς ὁ ἀρχιερεὺς ἐκήρυττε, μηδένα ποδῶν ἢ κεφαλῆς οἱουδήποτε ζώου γεύσασθαι παρὰ πάντα τὸν μῆνα πρὸς φυλακὴν ἀρθρίτιδος νόσου, κατὰ τοῦτον τὸν μῆνα καὶ ἡ ἑορτῇ τῶν Ῥοσαλίων παρὰ Ῥωμαίοις ἐτελεῖτο. ηὔχοντο δὲ Μαίᾳ τε καὶ Ἑρμῇ οἱ πραγματευταὶ ἀκίνδυνα τὰ τῶν κερδῶν εἶναι. πάντα δὲ ἄρα τὰ κέρδη ἐν τῇ ὕλῃ καὶ ἐξ αὐτῆς ἀναφύεται, καὶ ἐν αὐτῇ ὡσανεὶ Ἑρμαία εὑρίσκεται καὶ ἐπιδίδοται, ὥς φασι, κατ’ ἀξίαν. Νουμήνιος δὲ ὁ Ῥωμαῖος τὸν Ἑρμῆν τὸν προχωρητικὸν λόγον εἶναι βούλεται· οὐδὲ γάρ, φησι, πρότερον βρέφος φθέγξαιτο, πρὶν ἂν τῆς γῆς ἐφάψαιτο, ὥστε Μαῖαν εἰς γῆν καλῶς ἐξελάμβανον οἱ πολλοί. καὶ καθ’ ἕτερον δὲ ἱερὸν λόγον ὁ Φοντήϊος χρῆναι τιμᾶσθαι τὴν γῆν ἐν ταῖς Καλένδαις Μαΐαις λέγει, ὅτι τὴν ἔμφυτον θερμὴν ἐπὶ τὴν ἐπιφάνειαν ἡ γῆ ἀναβράζουσα γαυριᾶν ὥσπερ καὶ σκιρτᾶν ἐξαγομένη σάλους ἐμποιεῖ ὡς ἐπίπαν κατὰ τὸν Μάϊον μῆνα. τιμῶσιν οὖν κατὰ τοῦτον τὴν Μαῖαν,  p133 τουτέστι τὴν γῆν θεραπεύοντες. μαϊουμίζειν τὸ ἑορτάζειν ὀνομάζουσιν, ἐξ οὗ καὶ Μαϊουμᾶν· πανήγυρις γὰρ ἤγετο ἐν τῇ Ῥώμῃ κατὰ τὸν Μάϊον μῆνα. τὴν παράλιον καταλαμβάνοντες πόλιν τὴν λεγομένην Ὀστίαν οἱ τὰ πρῶτα τῆς Ῥώμης τελοῦντες ἡδυπαθεῖν ἠνείχοντο ἐν τοῖς θαλαττίοις ὕδασιν ἀλλήλους ἐμβάλλοντες· ὅθεν καὶ Μαϊουμᾶς ὁ τῆς τοιαύτης ἑορτῆς καιρὸς ὠνομάζετο. ἀρχὴ γενέσεως σελήνη.

81 Ὅτι ὁ Ἐμπεδοκλῆς οὐσίαν ἀνάγκης αἰτίαν χρηστικὴν τῶν ἄρχων καὶ τῶν στοιχείων ἐνέκρινεν· ὁ δὲ Δημόκριτος τὴν ἀντιτυπίαν καὶ πληγὴν καὶ φορὰν τῆς ὕλης. Πλάτων γε μὴν τὰ μὲν εἰς πρόνοια δὲ εἰς ἀνάγκην ἀνήγαγεν, ὅτε μὲν τὴν ὕλην, ὅτε δὲ τὴν τοῦ ποιοῦντος σχέσιν αἰτιώμενος. τὴν δ’ εἱμαρμένην Ἡράκλειτος τὴν αὐτὴν καὶ ἀνάγκην εἶναι βούλεται, ὁ δὲ Πλάτων προστίθησι καὶ τὴν παρ’ ἡμᾶς αἰτίαν. οἱ μὲν οὖν Στωικοὶ τὴν μὲν ἀνάγκην ἀκινήτου, τὴν δὲ εἱμαρμένην φασὶ συμπλοκὴν εἶναι αἰτίων τεταγμένων· ἐν ᾗ συμπλοκῇ καὶ τὰ παρ’ ἡμᾶς, ὥστε τὰ μὲν εἱμάρθαι, τὰ δὲ συνειμάρθαι. οὐσίαν δὲ εἱμαρμένην ὁ Ἡράκλειτος τὸν διὰ παντὸς ἥκοντα λόγον ἐνέκρινεν. ὁ δὲ Χρύσιππος τάξιν τοῦ παντὸς ἢ λόγον τῶν ἐν τῷ κόσμῳ διοικουμένων. ὁ δὲ Ποσειδώνιος τρίτην ἀπόδοσιν ποιεῖται· πρώτην μὲν γὰρ εἶναι τὸν Δία, δευτέραν δὲ  p134 τὴν φύσιν, τρίτην δὲ τὴν εἱμαρμένην. ὁ δὲ Πλάτων λόγον ἀΐδιον τῆς τοῦ παντὸς φύσεως.

82 Ὅτι τῇ πρὸ ὀκτὼ εἰδῶν Μαΐων ἑορτῇ τοῖς Ῥωμαίοις ἐτελεῖτο ἡ λεγομένη Λεμούρια, οἷον τιμαὶ εἰδώλων ἢ φασμάτων ἢ δαιμόνων ἐμπαθῶν, οὓς φασιν οἱ φιλοσοφοῦντες ἐφόρους εἶναι συμφυεῖς τῶν σωμάτων, καὶ διὰ τοῦτο τοῖς τάφοις χαίρειν.

83 Ὅτι δ’ Ἀριστοτέλης καὶ ὁ Ἡρακλείδης φασίν, ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινοῦντος καὶ περιφέροντος καὶ τούτων ἐκβαλλόντων μὲν προωθουμένων δὲ ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν καὶ παρασκευάζειν τὴν πλημμύραν, εἶτ’ αὖθις ληγόντων ἀντιπερισπωμένην ὑποβαίνειν καὶ οὕτω τὰς ἀμπώτεις γίνεσθαι. Πυθέας δὲ ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης τὰς πλημμύρας γίνεσθαι βούλεται, τῇ δὲ μειώσει τὰς ἀμπώτεις· τὸ αὐτὸ δὲ καὶ οἱ παρὰ Ῥωμαίοις φιλοσοφοῦντες, Πλάτων δὲ τὴν αἰώραν τῶν ὑδάτων αἰτιᾶται · εἶναι γὰρ φυσικήν τινα αἰώραν διά τινος στομίου τρήματος περιφέρουσαν παλίρροιαν, ὑφ’ ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη.

84 Ὅτι ὁ Πλάτων κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μετάθεσιν ἡ πνευμάτωσιν συμβαίνειν λέγει τοὺς τερατώδεις  p135 τοκετούς, ὁ δὲ Ἐμπεδοκλῆς αὐτὴν τοῦ πνεύματος τὴν ἔλλειψιν ἢ ὑπερβολὴν αἰτιᾶται.

85 Ὅτι ὁ Ἀμέλιος· Μοῦσαί εἰσι, φησίν, αἱ τῶν σφαιρῶν ψυχαί, αἳ τὰς τῶν ὅλων δυνάμεών τε καὶ οὐσιῶν ἐνεργείας ὅσας εἰς τὸ πᾶν ἐφιᾶσιν ὁμοῦ καὶ εἰς μίαν συνάγουσι συμφωνίαν τὴν ὑπὸ τοῦ δημιουργοῦ τεταγμένην.

86 Ἥφαιστοι τέσσαρες· πρῶτος Οὐρανοῦ καὶ Ἡμέρας, πατὴρ Ἀπόλλωνος τοῦ Ἀθηναίων ἀρχηγέτου· δεύτερος Νείλου παῖς, ὃν Αἰγύπτιοι καλοῦσι Φθάν· τρίτος ὁ Κρόνου καὶ Ἥρας ὁ Λήμνιος, ὁ χαλκευτής· τέταρτος Ἥφαιστος ὁ Μαντοῦς ὁ Σικελιώτης, ἐξ οὗ Ἡφαιστιάδες αἱ νῆσοι. ὅτι ὁ Ἥφαιστος, ὥς φησι Νουμήνιος, γόνιμον πῦρ ἐστιν, ἡ τοῦ πυρὸς φύσις, ὅταν μὴ συγκεκρότηται ἢ ἄλλοις. ὁ δὲ παρὰ Ῥωμαίοις Κίγκιος λέγει, χωλὸν τὼ πόδε τὸν Ἥφαιστον λαμβάνεσθαι διὰ τὸ ἄνισον τῆς ἡλίου πορείας. ὁ δὲ Χαιρωνεύς φησιν, ὅτι τοῦ πυρὸς τὴν δύναμιν προσειπόντες Ἥφαιστον ἀνθρωποειδὲς μὲν αὐτοῦ τὸ ἄγαλμα πεποιήκασι, πῖλον δὲ περιέθεσαν κυάνεον τῆς οὐρανίου σύμβολον περιφορᾶς· ἔνθα τοῦ πυρὸς τὸ ἀρχοειδές τε  p136 καὶ ἀκραιφνέστατον. κατὰ δὲ ἱστορίαν Μανεθὼν Αἰγυπτιακῶν ὑπομνημάτων ἐν τόμῳ τρίτῳ φησίν, ὅτι πρῶτος ἀνθρώπων παρ’ Αἰγυπτίοις ἐβασίλευσεν Ἥφαιστος ὁ καὶ εὑρετὴς τοῦ πυρὸς αὐτοῖς γενόμενος· ἐξ οὗ Ἥλιος, οὗ Κρόνος, μέθ’ ὃν Ὄσιρις, ἔπειτα Τυφών, ἀδελφὸς Ὀσίρεως.

87 Ἰστέον δέ, ὡς ὁ Μανεθὼν ἐν τῷ περὶ ἑορτῶν λέγει, τὴν ἡλιακὴν ἔκλειψιν πονηρὰν ἐπίρροιαν ἀνθρώποις ἐπιφέρειν περί τε τὴν κεφαλὴν καὶ τὸν στόμαχον.


The Editor's Notes:

[1] cf. Plato Tim. p55a.

[2] Hesiodus Op. et Dies V.802.

[3] Procli comment. in Plat. Alc. I p87 Creuzer

[4] cf. Censor. de die nat. c. 22. Ovidii Fast. ed. Merkel p. clxxxii

[5] Hom. Il. Α 201 et passim

[6] Od. η 36

[nnn] cf. Aristoteles Meteor. III.7 p378 Bekker

[nnn] Tages cf. Wachsmuth de ost. p110, 7

[nnn] Empedocles Diels Doxogr. gr. p321a 13

[nnn] Democritus ibid. 16

[nnn] Plato ibid. 10 et 18

[nnn] Heraclitus ibid. p322a 2

[nnn] Plato ibid. 5

[nnn] Stoici ibid. 9

[nnn] heralcitus ibid. p323a 2

[nnn] Chrysippus ibid. 9

[nnn] Posidonius ibid. p324a 4

[nnn] Aristoteles et heraclides Diels Doxogr. gr. p382a 16. Rose Aristot. pseudep. p604

[nnn] Pytheas Doxogr. gr. p383a 1

[nnn] Plato ibid. 5

[nnn] Plato: immo Stato, Doxogr. gr. p421a 1

[nnn] Empedocles ibid. p420a 20

[nnn] cf. Plut. de aud. poet. c. 6 p23c

[nnn] Manetho: cf. frg. 1, F. H. G. II p526

[nnn] Manetho frg. 82, F. H. G. II p615


Apparatus Criticus:

1 τριάδος B

2 γωνεῶν B

3 τριχῆ λιαστάτη A, τριχιλιαστάτη B, τριχῆ διαστάτη ci. Nokkius

4 ὅτι ταῖς τῶν προγόνων — τιμῆς ὠνόμασαν S, μάϊος ἀπὸ τοῦ μαιάδος ἐρμοῦ, ὧ καὶ ἀνακεῖται ὡς εἰς τιμὴν τῆς γερουσίας τεθέντος Y, κατὰ τὸν μάϊον τοὺς αὐτῶν προγόνους ῤωμαῖοι τιμῶντες, μαίους δὲ τοὺς προγόνους πατρίως καλοῦσι, μάϊον τὸν μῆνα ἐκ τῆς ἐκείνων τιμῆς ὠνόμασαν. οἱ δὲ ἀπὸ τῆς μαΐας μάϊον τοῦτον ὀνομασθῆναί φασιν H f. 165v

5 μετὰ — πάλαι omis. S.

6 ἑαυτὸν B

7 οἱ πάλαι· μάϊον δὲ μῆνα ἐκ τῆς ἐκείνων τιμῆς ὠνόμασαν, πατρίως καλοῦντες τὴν τιμήν· οἱ δὲ X

8 ΠΙΑΟΙΝΠΕϹ S, μαίορες scripsi

9 <μητρὸς> add. g0wissowa

10 <αὐτῆς> add. Rr

11 ἡ Μαῖα] omis. B

12 ἧκον A

13 ἐν τῷ ἀφανεῖ A, ἀφανῆ B

14 ἀκυλλίνος B

15 αὐτῆς X, τῆς ci. Gu. Kroll, ἀντία ὕλης a0dieterich

16 πρόδου A, προδοῦσα A2B, προόδου ci. Gu. Kroll

17 διατατικοῦ ci. Rr

18 πρόδον A

19 προσαγορεύεται omis. B

20 ὡς καὶ] καὶ omis. B

21 κόποις A

22 τῇ omis. B

23 δεσίθεος A, δωσίθεος A2, δοσίθεος B

24 ὅτι πλεονάσαντος — ἐγένετο Y, ὅτι πλεονάσαντος — ὀνομάζεται omis. D

25 τρόμος τε καὶ G

26 <γὰρ> addidi

27 ὅτι τὸ λόγιον — παρεγγυᾶ S

28 μῆνα omis. B


[image ALT: Valid HTML 4.01.]

Page updated: 10 Feb 18