[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces part of
The Months (de Mensibus)

of
John Lydus

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

Ἰωάννου τοῦ Λυδοῦ
Περὶ μηνῶν

 p158  Σεπτέμβριος

121 [link to English translation] Ἀληθῆ λόγον ἐλέγομεν, ὡς ἀρχὴν ἐνιαυτοῦ τὸν Μάρτιον μῆνα ἔταττον οἱ Ῥωμαῖοι, ὡς ἐκ τῆς τοῦ​1 παρόντος ἡμῖν μηνός ἐστι λαβεῖν προσηγορίας· Σεπτέμβριον​2 γὰρ αὐτὸν ὠνόμασαν, οἷον ἕβδομον ἀπὸ τοῦ ἦρος — σέπτεμ γὰρ τὰ ἑπτὰ καὶ βὲρ τὸ ἔαρ​3 — τουτέστι τοῦ Μαρτίου μηνός, οὗ κατὰ τὴν τετάρτην καὶ εἰκοστὴν ὁ ἥλιος​4 <ἐν>5 κριῷ γενόμενος τοῦ ἦρος δίδωσι τὴν  p159 φύσιν ἐνάρχεσθαι.​6 κἄπειτα οὐ δεήσει περὶ τῆς τῶν ἑπομένων προσηγορίας μακρηγορεῖν· ὄγδοος γὰρ ἀπὸ​7 τῶν Αὐξιφωτίων​8 Ὀκτώβριοις, καὶ Νοέμβριος καὶ Δεκέμβριος ὁμοίως.

122 [link to English translation] Θεῖος ὁ τῆς ἐννάδος ἀριθμὸς ἐκ τριῶν τριάδων πληρούμενος, καὶ τὰς ἀκρότητας τῆς θεολογίας κατὰ τὴν Χαλδαϊκὴν φιλοσοφίαν, ὥς φησιν ὁ Πορφύριος, ἀποσώζων.

123 [link to English translation] Τῇ νεομηνίᾳ ὁ Μητρόδωρος​[1] λέγει τὴν Ἀνδρομέδαν ἀνίσχειν καὶ​9 τῶν ἄλλων παυομένων ἀνέμων​10 τὸν εὖρον​11 ἐπικρατεῖν.

124 [link to English translation] Τῇ πρὸ​12 τεσσάρων Νωνῶν Σεπτεμβρίων ἐνίκησεν ὁ Αὔγουστος παρὰ τὸν Λευκάτην​13 τοὺς Αἰγυπτίους μετὰ Ἀντωνίου καὶ Κλεοπάτρας· καὶ τούτου χάριν τὸν τῆς λεγομένης ἰνδικτιῶνος κύκλον ἐκ προοιμίων τοῦ Σεπτεμβρίου μηνὸς ἀριθμεῖσθαι εἰσήγαγεν. ἐν ταύτῃ τῇ ἡμέρᾳ ὁ Δημόκριτος​[2] λέγει ἐναλλαγὴν ἀνέμων συμβαίνειν καὶ βροχῆς ἐπικράτειαν.

125 [link to English translation] Πλείους μὲν αἱ χυμῶν διαφοραὶ κατὰ τὸν Ἀπολλώνιον,​14 γενικαὶ δὲ ἐννέα· γλυκεῖα πικρὰ ὀξεῖα δριμεῖα βριγχὴ​15 στρυφνὴ βλεννώδης​16 αὐστηρὰ ἁλμυρά. ὅθεν δὴ καὶ κατὰ τὸν ἔννατον μῆνα τοῦτον περὶ ὑγείας ηὔχοντο οἱ Ῥωμαῖοι.

 p160  126 [link to English translation] Τῇ πρὸ ὀκτὼ Εἰδῶν Σεπτεμβρίων Εὔδοξος​17[3] τὸν ἵππον δύεσθαι καὶ ζέφυρον ἢ ἀργέστην πνεῖν σημειοῦται.

127 [link to English translation] Ἴσμεν τῇ κράμβῃ ἐμφυόμενον σκώληκα κάμπην ὀνομαζόμενον. οὗτος, ἀποξηραινομένης τῷ ἔαρι​18 τῆς κράμβης, εἰς σκώληκα πτερωτὸν ὡσὰν​19 μύρμηκα, καὶ μείζονά πως, πέφυκε μεταβάλλεσθαι, πτερύγων λευκῶν τριγώνων ἀνεχουσῶν αὐτόν, καὶ περιΐπταται​20 τοῖς κήποις​21 χαμαιζήλῳ καὶ εὐαλώτῳ τῇ​22 πτήσει· ψυχὴν δέ που τὸν τοιοῦτον σκώληκα καλεῖσθαι συμβαίνει.

128 [link to English translation] Πρὸ δέκα ὀκτὼ Καλενδῶν Ὀκτωβρίων ὁ Δοσίθεος​23[4] τὸν ἀρκτοῦρον ἀνίσχειν σημειοῦται. τῇ πρὸ δεκαδύο Καλενδῶν Ὀκτωβρίων ὁ Καίσαρ​[5] τὰς χελιδόνας ἐκδημεῖν λέγει.

129 [link to English translation] . . . . Νικομήδους τοῦ Βιθυνίας τυράννου.

130 [link to English translation] Ὅτι πλεονάσαντος​24 μὲν πυρὸς πυρετὸς γίνεται, ἀφημερινὸς δὲ ἀέρος, τριταῖος δὲ ὕδατος, τεταρταῖος δὲ γῆς. φιλεῖ δὲ τούτων προκατάρχειν τὸ ῥῖγος. ὁπόταν γὰρ ὑπὸ τοῦ ψυχροῦ — ἐπειδὴ τοῦτο ἴδιον ὕδατός τε καὶ γῆς — τὰ εἰρημένα ὑγρὰ παχυνθῇ, τηνικαῦτα φερόμενα διὰ τῶν ἀραιωμάτων ἐξωθεῖν μὲν οὐ δύναται τὰ πυκνότερα, ἐμπεσόντα δὲ ταῖς τούτων ἕδραις συνῶσιν καὶ θλῖψιν ἐργάζεται, μέχρις ἂν ὑπὸ τοῦ πυρὸς ἐπειγόμενα τμηθέντα διαχνυθῇ, ὅπερ ἀναγκαίως  p161 κλόνον τινὰ καὶ σεισμὸν ἐμποιεῖ, ὃ δὴ πάθος τρόμος καὶ​25 ψῦχος ὀνομάζεται.

131 [link to English translation] Ὅτι Ῥωμαῖοι μετὰ τὸ νικῆσαι τοὺς Ἄφρους καὶ τὰ ἐκεῖθεν θηρία ἐπὶ τῆς Ῥώμης ἐκόμιζον καὶ ἐπὶ τῆς ἄμμου ἐφόνευον, ὡς μηδὲ τὰ ἐκ τῆς χώρας ἐκείνης θηρία ἀδούλωτα μείνῃ.

132 [link to English translation] Ὅτι τὴν ἱσταμένην ἐν τῷ Βυζαντίῳ στήλην τῆς Τύχης Πομπήϊος ὁ Μέγας ἔστησεν· ἐνταῦθα <γὰρ>26 τὸν Μιθριδάτην συγκλείσας μετὰ τῶν Γότθων καὶ τούτους διασκεδάσας τὸ Βυζάντιον εἷλε. καὶ μαρτυρεῖ τὸ ἐπὶ τῆς σπείρας τοῦ κίονος ἐπίγραμμα Λατίνοις γράμμασιν, ὃ δηλοῖ τάδε·

Τῇ τύχῃ τῇ ἐπανασωστικῇ διὰ τοὺς νικηθέντας Γότθους.

ὁ δὲ τόπος ὕστερον καπηλεῖον ἐγένετο. οἱ Γότθοι Γέται.

133 [link to English translation] . . . οἱ δὲ ἰδιῶται δέλφακά φασιν αὐτόν.

134 [link to English translation] Τὸ δὲ λόγιον​27 ἀνὰ πάντα τὸν Σεπτέμβριον μῆνα​28 γαλακτοποτεῖν ὑπὲρ ὑγείας παρεγγυᾷ.


The Editor's Notes:

[1] Metrodorus Wachsmuth de ost. p297 nr. 17

[2] Democritus ibid. nr. 18

[3] Eudoxus Wachsmuth de ost. p297 nr. 19

[4] Dositheus ibid. nr. 20

[5] Caesar ibid. nr. 21


Apparatus Criticus:

1 ἔκ τε τοῦ A, ἔκ τοῦ B, ἔκ τῆς τοῦ Bekker

2 σεπτέμβριος δὲ ἕβδομος ἀπὸ τοῦ ἦρος· σέπτεμ γὰρ τὰ ἑπτὰ καὶ βὲρ τὸ ἔαρ· ὀκτώβριος ὄγδοος ἀπὸ τοῦ ἦρος, καὶ νοέμβριος καὶ δεκέμβριος ὁμοίως (p159, 4) Y, τὸν σεπτέμβριον μῆνα οὕτω ῥωμαῖοι ὠνόμασαν, οἱονεὶ ἕβδομον ἀπὸ τοῦ ἔαρος, τουτέστι τοῦ μαρτίου μηνός H, τὸν σεπτέμβριον οὕτως ὠνόμασαν — p159, 1 ἐνάρχεσθαι S

3 σέπτεμ — ἔαρ omis. XS

4 κατὰ τὴν ἐνάτην καὶ δεκάτην ὁ ἥλιος S | γινόμενος G

5 <ἐν> addidi, cf. de ost. p2981

6 ἄρχεσθαι X

7 γὰρ ὁ ἀπὸ A

8 αὐξιφωτίων in ima pagina A, cet. des. X

9 καὶ omis. B

10 ἀνέμων omis. B

11 σύρον AB, εὔρον A2

12 τῇ πρὸ — εἰσήγαγεν Lambecius in Codinum p173 nr. 63

13 τὴν Λευκάτην Lamb.

14 ὅτι πλείους μὲν οὖν τῶν (πλείους μὲν οὖν τῶν omis. Y) χυμῶν διαφοραὶ (πλείους μὲν add. Y) — ἁλμυρά YS | πλείους μὲν A, πλείους δὲ B | κατὰ τὸν Ἀπολλώνιον omis. Y

15 βριχχὴ A, βλιχχὴ S, βικχὴ Y, βρικχὴ D

16 βελνώδης B

17 εὔδοξος post δύεσθαι B

18 τωσἄρι A

19 ὡσεὶ B.

20 περιάπαται A

21 κόποις A

22 τῇ omis. B

23 δεσίθεος A, δωσίθεος A2, δοσίθεος B

24 ὅτι πλεονάσαντος — ἐγένετο Y, ὅτι πλεονάσαντος — ὀνομάζεται omis. D

25 τρόμος τε καὶ G

26 <γὰρ> addidi

27 ὅτι τὸ λόγιον — παρεγγυᾶ S

28 μῆνα omis. B


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Mar 14