[ALT imaginis: Si imagines extingues, maior pars situs mei inutilis erit!]
mail: Bill Thayer 
[ALT imaginis: Click here to go to the English-language version of this page.]
English

[ALT imaginis: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Legamen ad varias paginas adiutivas]
Adiutorium

[Legamen ad paginam superiorem]
Ἄνω

[Legamen ad ostium meum]
Ostium

[image ALT: link to next section]
Ἁλιευτικόν
τὸ Α´

This webpage reproduces a Book of the
Halieutica

by
Oppian

published in the Loeb Classical Library,
1928

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!


[image ALT: link to next section]
Ἁλιευτικόν
τὸ Γ´

p282 ΟΠΠΙΑΝΟΥ
Ἁλιευτικῶν τὸ Β

[link to English translation] Ὧδε μὲν ἰχθύβοτοί τε νομαὶ καὶ φῦλα θαλάσσης

πλάζονται· τοιῷδε γάμῳ, τοιῇδε γενέθλῃ

τέρπονται· τὰ δέ πού τις ἐπιχθονίοισιν ἅπαντα

ἀθανάτων σήμηνε· τί γὰρ μερόπεσσιν ἀνυστὸν

5 νόσφι θεῶν; οὐδ᾽ ὅσσον ὑπὲκ ποδὸς ἴχνος ἀεῖραι,

οὐδ᾽ ὅσον ἀμπετάσαι βλεφάρων περιφαέα κύκλα·

ἀλλ᾽ αὐτοὶ κρατέουσι καὶ ἰθύνουσιν ἕκαστα,

τηλόθεν ἐγγὺς ἐόντες· ἀναγκαίη δ᾽ ἀτίνακτος

πείθεσθαι· τὴν δ᾽ οὔτι τέλει σθένος οὐδέ τις ἀλκὴ

10 τρηχείαις γενύεσσιν ὑπερφιάλως ἐρύσαντα

ἐκφυγέειν, ἅτε πῶλον ἀποπτυστῆρα χαλινῶν·

ἀλλ᾽ αἰεὶ μάκαρες πανυπέρτατοι ἡνία πάντη

κλίνουσ᾽, ᾗ κ᾽ ἐθέλωσιν, ὁ δ᾽ ἕσπεται ὅστε σαόφρων,

πρὶν χαλεπῇ μάστιγι καὶ οὐκ ἐθέλων ἐλάηται.

15 κεῖνοι καὶ τέχνας πολυκερδέας ἀνθρώποισιν

δῶκαν ἔχειν καὶ πᾶσαν ἐπιφροσύνην ἐνέηκαν.

ἄλλος δ᾽ ἀλλοίοισιν ἐπώνυμος ἔπλετο δαίμων

ἔργοις, οἷσιν ἕκαστος ἐπίσκοπον ἤρατο τιμήν.

Δηὼ μὲν ζεύγλης τε βοῶν ἀρότοιό τε γαίης

20 p284 πυρῶν τ᾽ εὐκάρποιο φέρει γέρας ἀμητοῖο.

δοῦρα δὲ τεκτήνασθαι ἀναστῆσαί τε μέλαθρα,

φάρεά τ᾽ ἀσκῆσαι μήλων εὐανθέϊ καρπῷ

Παλλὰς ἐπιχθονίους ἐδιδάξατο· δῶρα δ᾽ Ἄρηος

φάσγανα χάλκειοί τε περὶ μελέεσσι χιτῶνες

25 καὶ κόρυθες καὶ δοῦρα καὶ οἶς ἐπιτέρπετ᾽ Ἐνυώ.

δῶρα δὲ Μουσάων τε καὶ Ἀπόλλωνος ἀοιδαί.

Ἑρμείης δ᾽ ἀγορήν τε καὶ ἀλκήεντας ἀέθλους

ὤπασεν. Ἡφαίστῳ δὲ μέλει ῥαιστήριος ἱδρώς.

καὶ τάδε τις πόντοιο νοήματα καὶ τέλος ἄγρης

30 πληθύν θ᾽ ὑγροπόρων θεὸς ὤπασε τεκμήρασθαι

ἀνδράσιν, ὃς καὶ πρῶτα μεσορραγέας κενεῶνας

γαίης ἀγρομένοισιν ἐνιπλήσας ποταμοῖσι

πευκεδανὴν ἀνέχευε καὶ ἐξέστεψε θάλασσαν,

ὀφρύσι καὶ ῥηγμῖσι περίδρομον ἀμφιπεδήσας,

35 εἴτε μιν εὐρυμέδοντα Ποσειδάωνα καλέσσαι,

εἴτ᾽ ἄρα καὶ Νηρῆα παλαίφατον, εἴτ᾽ ἄρα Φόρκυν

βέλτερον, εἴτε τιν᾽ ἄλλον ἁλὸς θεὸν ἰθυντῆρα.

ἀλλ᾽ οἱ μὲν μάλα πάντες, ὅσοι τ᾽ Οὔλυμπον ἔχουσι

δαίμονες οἵ τε θάλασσαν ὅσοι τ᾽ ἐΰδωρον ἄρουραν

40 ἠέρα τ᾽ ἐνναίουσι, πανίλαον ἦτορ ἔχοιεν

σοί τε, μάκαρ σκηπτοῦχε, καὶ ἀγλαόπαιδι γενέθλῃ

καὶ λαοῖς σύμπασι καὶ ἡμετέρῃσιν ἀοιδαῖς.

[link to English translation] Ἰχθύσι δ᾽ οὔτε δίκη μεταρίθμιος οὔτε τις αἰδώς,

οὐ φιλότης· πάντες γὰρ ἀνάρσιοι ἀλλήλοισι

45 δυσμενέες πλώουσιν· ὁ δὲ κρατερώτερος αἰεὶ

δαίνυτ᾽ ἀφαυροτέρους, ἄλλῳ δ᾽ ἐπινήχεται ἄλλος

p286 πότμον ἄγων, ἕτερος δ᾽ ἑτέρῳ πόρσυνεν ἐδωδήν.

οἱ μὲν γὰρ γενύεσσι καὶ ἠνορέῃ βιόωνται

χειροτέρους· τοῖς δ᾽ ἰὸν ἔχει στόμα· τοῖσι δ᾽ ἄκανθαι

50 τύμμασι λευγαλέοισιν ἀμυνέμεναι πεφύασι,

πικραί τ᾽ ὀξεῖαί τε χόλου πυρόεντος ἀκωκαί.

ὅσσοις δ᾽ οὔτε βίην θεὸς ὤπασεν οὔτε τι κέντρον

θήγεται ἐκ μελέων, τοῖς δ᾽ ἐκ φρενὸς ὅπλον ἔφυσε

βουλὴν κερδαλέην, πολυμήχανον, οἵ τε δόλοισι

55 πολλάκι καὶ κρατερόν καὶ ὑπέρτερον ὤλεσαν ἰχθύν.

[link to English translation] Οἷον καὶ νάρκῃ τερενόχροϊ φάρμακον ἀλκῆς

ἕσπεται αὐτοδίδακτον ἐν οἰκείοισι μέλεσσιν.

ἡ μὲν γὰρ μαλακή τε δέμας καὶ πᾶσ᾽ ἀμενηνὴ

νωθής τε βραδυτῆτι βαρύνεται, οὐδέ κε φαίης

60 νηχομένην ὁράαν· μάλα γὰρ δύσφραστα κέλευθα

εἱλεῖται πολιοῖο δι᾽ ὕδατος ἑρπύζουσα·

ἀλλά οἱ ἐν λαγόνεσσιν ἀναλκείης δόλος ἀλκή·

κερκίδες ἐμπεφύασι παρὰ πλευραῖς ἑκάτερθεν

ἀμφίδυμοι· τῶν εἴ τις ἐπιψαύσειε πελάσσας,

65 αὐτίκα οἱ μελέων σθένος ἔσβεσεν, ἐν δέ οἱ αἷμα

πήγνυται, οὐδ᾽ ἔτι γυῖα φέρειν δύνατ᾽, ἀλλά οἱ ἀλκὴ

ἦκα μαραινομένοιο παρίεται ἄφρονι νάρκῃ.

ἡ δ᾽ εὖ γινώσκουσα θεοῦ γέρας οἷον ἔδεκτο,

ὕπτιον ἀγκλίνασα μένει δέμας ἐν ψαμάθοισι·

70 κεῖται δ᾽ ἀστεμφὴς οἵη νέκυς· ὃς δέ κεν ἰχθὺς

p288 ἐγχρίμψῃ λαγόνεσσιν, ὁ μὲν λύτο, κάππεσε δ᾽ αὕτως

ἀδρανίης βαθὺν ὕπνον, ἀμηχανίῃσι πεδηθείς·

ἡ δὲ θοῶς ἀνόρουσε καὶ οὐ κραιπνή περ ἐοῦσα,

γηθοσύνη, ζωὸν δὲ κατεσθίει ἶσα θανόντι.

75 πολλάκι καὶ κατὰ λαῖτμα μετ᾽ ἰχθύσιν ἀντιάσασα

νηχομένοις κραιπνὴν μὲν ἐπειγομένων σβέσεν ὁρμὴν

ἐγγὺς ἐπιψαύσασα καὶ ἐσσυμένους ἐπέδησεν·

ἔσταν δ᾽ αὐαλέοι καὶ ἀμήχανοι, οὔτε κελεύθων

δύσμοροι οὔτε φυγῆς μεμνημένοι· ἡ δὲ μένουσα

80 οὐδὲν ἀμυνομένους καταδαίνυται οὐδ᾽ ἀΐοντας.

οἷον δ᾽ ὀρφναίοισιν ἐν εἰδώλοισιν ὀνείρων

ἀνδρὸς ἀτυζομένοιο καὶ ἱεμένοιο φέβεσθαι

θρώσκει μὲν κραδίη, τὰ δὲ γούνατα παλλομένοιο

ἀστεμφὴς ἅτε δεσμὸς ἐπειγομένοιο βαρύνει,

85 τοίην γυιοπέδην τεχνάζεται ἰχθύσι νάρκη.

[link to English translation] Βάτραχος αὖ νωθὴς μὲν ὁμῶς καὶ μαλθακὸς ἰχθύς,

p290 αἴσχιστος δ᾽ ἰδέειν· στόμα δ᾽ οἴγεται εὐρὺ μάλιστα·

ἀλλ᾽ ἄρα καὶ τῷ μῆτις ἀνεύρατο γαστέρι φορβήν.

αὐτὸς μὲν πηλοῖο κατ᾽ εὐρώεντος ἐλυσθεὶς

90 κέκλιται ἀτρεμέων, ὀλίγην δ᾽ ἀνὰ σάρκα τιταίνει,

ἥ ῥά οἱ ἐκ γένυος νεάτης ὑπένερθε πέφυκε

λεπτή τ᾽ ἀργεννή τε, κακὴ δέ οἱ ἐστὶν ἀϋτμή·

τὴν θαμὰ δινεύει, δόλον ἰχθύσι βαιοτέροισιν·

οἵ ῥά μιν εἰσορόωντες ἐφορμώωσι λαβέσθαι.

95 αὐτὰρ ὁ τὴν ἂψ αὖτις ἐφέλκεται ἀτρέμας εἴσω,

ἦκα μάλ᾽ ἀσπαίρουσαν ὑπὸ στόμα, τοὶ δ᾽ ἐφέπονται

οὐδὲν ὀϊόμενοι κρυπτὸν δόλον, ὄφρα λάθωσι

βατράχου εὐρείῃσιν ἔσω γενύεσσι μιγέντες.

ὡς δ᾽ ὅτε τις κούφοισι πάγην ὄρνισι τιτύσκων,

100 πυροὺς τοὺς μὲν ἔρηνε δόλου προπάροιθε πυλάων,

ἄλλους δ᾽ ἔνδον ἔθηκεν, ὑπεστήριξε δὲ τέχνην·

τοὺς δὲ λιλαιομένους ἕλκει πόθος ὀξὺς ἐδωδῆς,

εἴσω δὲ προγένοντο, καὶ οὐκέτι νόστος ἑτοῖμος

ἐκδῦναι, δαιτὸς δὲ κακὴν εὕραντο τελευτήν·

105 ὣς κείνους ἀμενηνὸς ἐπέσπασεν ἠπεροπεύσας

βάτραχος, οὐδ᾽ ἐνόησαν ἑὸν σπεύδοντες ὄλεθρον.

τοῖα καὶ ἀγκυλόμητιν ἐπέκλυον ἐντύνασθαι

κερδώ· ὅτ᾽ οἰωνῶν ἀγέλην πλήθουσαν ἴδηται,

δοχμίη ἀγκλινθεῖσα, τανυσσαμένη θοὰ κῶλα,

110 ὄμματ᾽ ἐπιμύει, σὺν δὲ στόμα πάμπαν ἐρείδει·

φαίης κ᾽ εἰσορόων ἤ μιν βαθὺν ὕπνον ἰαύειν,

ἠὲ καὶ ἀτρεκέως κεῖσθαι νέκυν· ὧδε γὰρ ἄπνους

αἰόλα βουλεύουσα παραβλήδην τετάνυσται·

οἱ δέ μιν εἰσορόωντες ἀολλέες ἰθὺς ἴενται

115 ὄρνιθες, λάχνην δὲ διαψαίρουσι πόδεσσιν,

ἠΰτε κερτομέοντες· ἐπὴν δέ οἱ ἐγγὺς ὀδόντων

p292 ἔλθωσιν, τότ᾽ ἔπειτα δόλου πετάσασα θύρετρα,

ἐξαπίνης συνέμαρψε καὶ ἔσπασεν εὐρὺ χανοῦσα

ἄγρην κερδαλέην, ὅσσην ἕλεν οἰμήσασα.

120 [link to English translation] Καὶ μὲν δὴ δολόμητις ἐπίκλοπον εὕρατο θήρην

σηπίη· ἐκ γάρ οἱ κεφαλῆς πεφύασιν ἀραιοὶ

ἀκρέμονες προτενεῖς, ὥστε πλόκοι, οἷσι καὶ αὐτὴ

ὥστε περ ὁρμιῇσιν ἐφέλκεται ἰχθύας ἄγρῃ,

πρηνὴς ἐν ψαμάθοισιν ὑπ᾽ ὀστράκῳ εἰλυθεῖσα.

125 κείναις δὲ πλοκαμῖσι καὶ ἡνίκα κύματα θύει

χείματι πετράων ἀντίσχεται, ἠΰτε τις νηῦς

πείσματ᾽ ἐπ᾽ ἀκταίῃσιν ἀναψαμένη σπιλάδεσσι.

[link to English translation] Καρῖδες δ᾽ ὀλίγαι μὲν ἰδεῖν, ἴση δὲ καὶ ἀλκὴ

γυίοις, ἀλλὰ δόλοισι καὶ ἄλκιμον ὤλεσαν ἰχθύν,

130 λάβρακα, σφετέρῃσιν ἐπικλέα λαβροσύνῃσιν.

οἱ μὲν γὰρ σπεύδουσι καὶ ἰθύουσι λαβέσθαι

καρίδων, ταῖς δ᾽ οὔτε φυγεῖν σθένος οὔτε μάχεσθαι,

ὀλλύμεναι δ᾽ ὀλέκουσι καὶ οὓς πέφνουσι φονῆας.

εὖτε γὰρ ἀμφιχανόντες ἔσω μάρψωσιν ὀδόντων,

135 p294 αἵδε θαμᾶ θρώσκουσι καὶ ἐς μεσάτην ὑπερῴην

ὀξὺ κέρας χρίμπτουσι, τό τε σφίσι τέλλεται ἄκρης

ἐκ κεφαλῆς· λάβραξ δὲ φίλης κεκορημένος ἄγρης

νύγματος οὐκ ἀλέγει· τὸ δέ μιν νέμεταί τε καὶ ἕρπει,

εἰσόκε τρυχόμενόν μιν ἕλῃ μόρος ἐξ ὀδυνάων·

140 ὀψὲ δὲ γινώσκει νέκυος δεδαϊγμένος αἰχμῇ.

[link to English translation] Ἔστι δέ τις πηλοῖσιν ἐφέστιος ὠμοφάγος βοῦς,

εὐρύτατος πάντεσσι μετ᾽ ἰχθύσιν· ἦ γάρ οἱ εὖρος

πολλάκις ἑνδεκάπηχυ δυωδεκάπηχύ τ᾽ ἐτύχθη·

οὐτιδανὸς δὲ βίην καί οἱ δέμας ἄμμορον ἀλκῆς,

145 μαλθακόν· ἐν δέ οἱ εἰσὶν ἀείδελοι ἔνδον ὀδόντες

βαιοί τ᾽ οὐ κρατεροί τε· βίῃ δέ κεν οὔτι δαμάσσαι,

ἀλλὰ δόλῳ καὶ φῶτας ἐπίφρονας εἷλε πεδήσας·

δαιτὶ γὰρ ἀνδρομέῃ ἐπιτέρπεται, ἔξοχα δ᾽ αὐτῷ

ἀνθρώπων κρέα τερπνὰ καὶ εὐάντητος ἐδωδή.

150 εὖτέ τιν᾽ ἀθρήσῃ νεάτην ὑπὸ βύσσαν ἰόντα

ἀνθρώπων, ὅσσοισιν ὑποβρύχιος πόνος ἅλμης

μέμβλεται, αὐτὰρ ὁ κοῦφος ὑπὲρ κεφαλῆφιν ἀερθεὶς

νήχεται ἀστεμφής, μεγάρων ὀρόφοισιν ἐοικώς,

ἄτροπος ἀμφιταθείς, σὺν δ᾽ ἔρχεται, ᾗ κεν ἴῃσι

155 δειλὸς ἀνήρ, μίμνοντι δ᾽ ἐφίσταται ἠΰτε πῶμα.

ὡς δὲ πάϊς δολόεντα μόρον λίχνοισι μύεσσιν

ἔστησεν· τὸν δ᾽ οὔτι πάγης λόχον ὁρμαίνοντα

p296 γαστὴρ ἔνδον ἔλασσε, θοῶς δέ οἱ ἄγγος ὕπερθε

κοῖλον ἐπεσμαράγησεν, ὁ δ᾽ οὐκέτι πολλὰ μενοινῶν

160 ἐκφυγέειν δύναται στιβαρὸν σκέπας, ὄφρα ἑ κοῦρος

μάρψῃ τε κτείνῃ τε, γέλων δ᾽ ἐπιθήσεται ἄγρῃ·

ὣς ὅ γ᾽ ὑπὲρ κεφαλῆς βροτέης ὀλοφώϊος ἰχθὺς

πέπτατ᾽ ἐρητύων ἀναδύμεναι, εἰσόκ᾽ ἀϋτμὴ

φῶτα λίπῃ, ψυχὴν δὲ μετεκπνεύσῃ ῥοθίοισιν·

165 ἔνθα ἑ τεθνηῶτα δυσώνυμος ἀμφιέπει βοῦς

δαινύμενος, τέχνῃσιν ἑλὼν δυσμήχανον ἄγρην.

[link to English translation] Καὶ μέν τις μνιαροῖσιν ἐπὶ πλαταμῶσι νοήσας

καρκίνον αἰνήσει καὶ ἀγάσσεται εἵνεκα τέχνης

κερδαλέης· καὶ τῷ γὰρ ἐπιφροσύνην πόρε δαίμων

170 ὄστρεα φέρβεσθαι, γλυκερὴν καὶ ἄμοχθον ἐδωδήν.

ὄστρεα μὲν κληῗδας ἀναπτύξαντα θυρέτρων

ἰλὺν λιχμάζουσι καὶ ὕδατος ἰσχανόωντα

πέπταται, ἀγκοίνῃσιν ἐφήμενα πετραίῃσι·

καρκίνος αὖ ψηφῖδα παρὰ ῥηγμῖνος ἀείρας

175 λέχριος ὀξείῃσι φέρει χηλῇσι μεμαρπώς,

λάθρη δ᾽ ἐμπελάει, μέσσῳ δ᾽ ἐνεθήκατο λᾶαν

ὀστρέῳ· ἔνθεν ἔπειτα παρήμενος εἰλαπινάζει

δαῖτα φίλην· τὸ δ᾽ ἄρ᾽ οὔτι καὶ ἱέμενόν περ ἐρεῖσαι

ἀμφιδύμους πλάστιγγας ἔχει σθένος, ἀλλ᾽ ὑπ᾽ ἀνάγκης

180 οἴγεται, ὄφρα θάνῃ τε καὶ ἀγρευτῆρα κορέσσῃ.

[link to English translation] Τῷ δ᾽ ἴσα τεχνάζουσι καὶ ἀστέρες ἑρπυστῆρες

p298 εἰνάλιοι· καὶ τοῖς γὰρ ἐπ᾽ ὄστρεα μῆτις ὀπηδεῖ·

ἀλλ᾽ οὐ λᾶαν ἄγουσι συνέμπορον οὐδ᾽ ἐπίκουρον

κεῖνοι, τρηχὺ δὲ κῶλον ἐνηρείσαντο μέσοισι

185 πεπταμένοις· τὰ μὲν ὧδε πιέζεται, οἱ δὲ νέμονται.

[link to English translation] Ὄστρακον αὖ βυθίας μὲν ἔχει πλάκας, ἐν δέ οἱ ἰχθὺς

πίννη ναιετάει κεκλημένος· ἡ μὲν ἄναλκις

οὔτε τι μητίσασθαι ἐπίσταται οὔτε τι ῥέξαι,

ἀλλ᾽ ἄρα οἱ ξυνόν τε δόμον ξυνήν τε καλύπτρην

190 καρκίνος ἐνναίει, φέρβει δέ μιν ἠδὲ φυλάσσει·

τῷ καὶ πιννοφύλαξ κικλήσκεται· ἀλλ᾽ ὅτε κόχλου

ἰχθὺς ἔνδον ἵκηται, ὁ δ᾽ οὐ φρονέουσαν ἀμύξας

δήγματι κερδαλέῳ πίννην ἕλεν· ἡ δ᾽ ὀδύνῃσιν

ὄστρακα συμπλατάγησε καὶ ἔνδον ἐφράσσατο ἄγρην

195 αὑτῇ τ᾽ ἠδ᾽ ἑτάρῳ, ξυνόν θ᾽ ἅμα δεῖπνον ἕλοντο.

p300 ὣς ἄρα καὶ πλωτῆρσιν ἐν ὑγροπόροισιν ἔασι

τοὶ μὲν κερδαλέοι, τοὶ δ᾽ ἄφρονες, οἷα καὶ ἡμῖν

ἀνδράσιν, οὐδέ τι πᾶσιν ἐναίσιμόν ἐστι νόημα.

[link to English translation] Φράζεο δ᾽ ἀφραδίῃ προφερέστατον ἡμεροκοίτην

200 ἰχθύν, ὃν παρὰ πάντας ἀεργότατον τέκεν ἅλμη.

τοῦ δ᾽ ἤτοι κεφαλῆς μὲν ἄνω τέτραπται ὕπερθεν

ὄμματα, καὶ στόμα λάβρον ἐν ὀφθαλμοῖσι μέσοισιν·

αἰεὶ δ᾽ ἐν ψαμάθοισι πανημέριος τετάνυσται

εὕδων, νυκτὶ δὲ μοῦνον ἀνέγρεται ἠδ᾽ ἀλάληται·

205 τοὔνεκα κέκληται καὶ νυκτερίς· ἀλλά μιν ἄτη

γαστρὸς ἀτεκμάρτοιο κακὴ λάχεν· οὐ γὰρ ἐδωδῆς

ἢ κόρον ἠέ τι μέτρον ἐπίσταται, ἀλλ᾽ ἀτέλεστον

λυσσομανῆ βούβρωστιν ἀναιδέϊ γαστρὶ φυλάσσει·

οὐδέ ποτ᾽ ἂν λήξειεν ἐδητύος ἐγγὺς ἐούσης,

210 εἰσόκεν οἱ νηδύς τε μέση διὰ πᾶσα ῥαγείη,

αὐτός τε προταθεὶς πέσῃ ὕπτιος, ἠέ τις ἄλλος

πέφνῃ μιν νεπόδων πυμάτης ἔμφορτον ἐδωδῆς.

σῆμα δέ τοι τόδε γαστρὸς ἀειμάργοιο πιφαύσκω·

p302 εἰ γάρ τίς μιν ἑλὼν θήρης ἀποπειρήσαιτο

215 χειρὶ βορὴν ὀρέγων, ὁ δὲ δέξεται, εἰσόκεν αὐτοῦ

λαβροτάτου στόματος νηήσεται ἄχρις ἐδωδή.

κλῦτε, γοναὶ μερόπων, οἶον τέλος ἀφραδίῃσι

λαιμάργοις, ὅσον ἄλγος ἀδηφαγίῃσιν ὀπηδεῖ·

τῷ τις ἀεργίην δυστερπέα τῆλε διώκοι

220 καὶ κραδίης καὶ χειρός, ἔχοι δέ τι μέτρον ἐδωδῆς·

μηδ᾽ ἐπὶ πανθοίνοισι νόον τέρποιτο τραπέζαις·

πολλοὶ γὰρ τοῖοι καὶ ἐν ἀνδράσιν, οἶσι λέλυνται

ἡνία, γαστρὶ δὲ πάντας ἐπιτρωπῶσι κάλωας·

ἀλλά τις εἰσορόων φεύγοι τέλος ἡμεροκοίτου.

225 [link to English translation] Ἔστι καὶ ὀξυκόμοισι νόος καὶ μῆτις ἐχίνοις,

οἴ τ᾽ ἀνέμων ἴσασι βίας ζαμενεῖς τε θυέλλας

ὀρνυμένας, νώτοισι δ᾽ ἀνοχλίζουσιν ἕκαστος

λᾶαν, ὅσον βαρύθοντα περὶ σφετέρῃσιν ἀκάνθαις

ῥηϊδίως φορέοιεν, ἴν᾽ ἀντία κύματος ὁρμῇ

230 βριθόμενοι μίμνωσι· τὸ γὰρ τρομέουσι μάλιστα,

μὴ σφὰς ἐπ᾽ ἠιόνεσσι κυκώμενον οἶμα κυλίσῃ·

[link to English translation] Πουλυπόδων δ᾽ οὔπω τιν᾽ ὀΐομαι ἔμμεν᾽ ἄπυστον

p304 τέχνης, οἳ πέτρῃσιν ὁμοίϊοι ἰνδάλλονται,

τήν κε ποτιπτύξωσι περὶ σπείρῃς τε βάλωνται.

235 ἄνδρας δ᾽ ἀγρευτῆρας ὁμῶς καὶ κρέσσονας ἰχθῦς

ῥηϊδίως ἀπάτῃσι παραπλάγξαντες ἄλυξαν.

ἀλλ᾽ ὅτε χειρότερός τις ἐπισχεδὸν ἀντιβολήσῃ,

αὐτίκα πουλύποδές τε καὶ ἰχθύες ἐξεφάνησαν,

μορφῆς πετραίης ἐξάλμενοι, ἐκ δὲ δόλοιο

240 φορβήν τ᾽ ἐφράσσαντο καὶ ἐξήλυξαν ὄλεθρον.

χείματι δ᾽ οὔποτε φασὶν ἐπιστείχειν ἁλὸς ὕδωρ

πουλύποδας· ζαμενεῖς γὰρ ὑποτρομέουσιν ἀέλλας·

ἀλλ᾽ οἵ γε γλαφυρῇσιν ἐνιζόμενοι θαλάμῃσι

πτήξαντες δαίνυνται ἑοὺς πόδας, ἠΰτε σάρκας

245 ἀλλοτρίας· οἱ δ᾽ αὖτις ἑοὺς κορέσαντες ἄνακτας

φύονται· τόδε πού σφι Ποσειδάων ἐπένευσε.

τοῖον καὶ βλοσυρῇσιν ἀειμάργοισι νόημα

ἄρκτοις· χειμερίην γὰρ ἀλυσκάζουσαι ὁμοκλήν,

δῦσαι φωλειοῖο μυχὸν κατὰ πετρήεντα

250 ὃν πόδα λιχμάζουσιν, ἐδητύος ἔργον ἄπαστον,

p306 μαιόμεναι δαίτην ἀνεμώλιον, οὐδ᾽ ἐθέλουσι

προβλώσκειν, εὐκραὲς ἕως ἔαρ ἡβήσειεν.

[link to English translation] Ἔξοχα δ᾽ ἀλλήλοισιν ἀνάρσιον ἔχθος ἔχουσι

κάραβος ἀϊκτὴρ μύραινά τε πουλύποδές τε,

255 ἀλλήλους δ᾽ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισιν.

αἰεὶ δ᾽ ἰχθυόεσσα μετὰ σφίσιν ἵστατ᾽ ἐνυὼ

καὶ μόθος, ἄλλου δ᾽ ἄλλος ἑὴν ἐνεπλήσατο νηδύν.

ἡ μὲν ὑπὲκ πέτρης ἁλιμυρέος ὁρμηθεῖσα

φοιταλέη μύραινα διέσσυται οἴδματα πόντου,

260 φορβὴν μαιομένη, τάχα δ᾽ εἴσιδε πούλυπον ἀκτῆς

ἄκρα διερπύζοντα καὶ ἀσπασίην ἐπί θήρην

ἔσσυτο γηθομένη· τὸν δ᾽ οὐ λάθεν ἐγγὺς ἐοῦσα·

ἀλλ᾽ ἤτοι πρῶτον μὲν ἀτυζόμενος δεδόνηται

ἐς φόβον, οὐδ᾽ ἄρα μῆχος ἔχει μύραιναν ἀλύξαι

265 ἕρπων νηχομένην τε καὶ ἄσχετα μαιμώωσαν.

αἶψα δέ μιν κατέμαρψε γένυν τ᾽ ἐνέρεισε δαφοινήν·

πούλυπος αὖτ᾽ ἀέκων ὀλοῆς ὑπὸ μάρνατ᾽ ἀνάγκης,

ἀμφὶ δέ οἱ μελέεσσιν ἑλίσσεται, ἄλλοτε ἄλλας

παντοίας στροφάλιγγας ὑπὸ σκολιοῖσιν ἱμᾶσι

270 τεχνάζων, εἴ πώς μιν ἐρητύσειε βρόχοισιν

ἀμφιβαλών· ἀλλ᾽ οὔτι κακῶν ἄκος οὔτ᾽ ἀλεωρή·

ῥεῖα γὰρ ἀμφιπεσόντος ὀλισθηροῖς μελέεσσιν

ὀτραλέη μύραινα διαρρέει οἷάπερ ὕδωρ·

αὐτὰρ ὅ γ᾽ ἄλλοτε νῶτα παναίολα, ἄλλοτε δειρὴν

275 οὐρήν τ᾽ ἀκροτάτην περιβάλλεται, ἄλλοτε δ᾽ αὖτε

ἐμπίπτει στόματός τε πύλαις γενύων τε μυχοῖσιν.

ὡς δὲ παλαισμοσύνης γυιαλκέος ἴδμονες ἄνδρες

δηρὸν ἐπ᾽ ἀλλήλοισιν ἑὴν ἀναφαίνετον ἀλκήν,

p308 ἤδη δ᾽ ἐκ μελέων λιαρὸς καὶ ἀθέσφατος ἱδρὼς

280 χεύεται ἀμφοτέροισι· τὰ δ᾽ αἰόλα κέρδεα τέχνης

πλάζονται, χεῖρές τε περὶ χροῒ κυμαίνονται·

ὣς καὶ πουλύποδος κοτυληδόνες οὐ κατὰ κόσμον

πλαζόμεναι κενεῇσι παλαισμοσύναις μογέουσιν.

ἡ δέ μιν ὀξυτόμοισιν ὑπὸ ῥιπῇσιν ὀδόντων

285 δαρδάπτει· μελέων δὲ τὰ μὲν κατεδέξατο γαστήρ,

ἄλλα δ᾽ ἔτ᾽ ἐν γενύεσσι θοοὶ τρίβουσιν ὀδόντες,

ἄλλα δέ τ᾽ ἀσπαίρει καὶ ἑλίσσεται ἡμιδάϊκτα,

εἰσέτι παιφάσσοντα καὶ ἐκφυγέειν ἐθέλοντα.

ὡς δ᾽ ὅτ᾽ ἀνὰ ξυλόχους ὀφίων στίβον ἐξερεείνων

290 βριθόκερως ἔλαφος ῥινήλατον ἴχνος ἀνεῦρε,

χειὴν δ᾽ εἰσαφίκανε καὶ ἑρπετὸν εἴρυσεν ἔξω

δάπτει τ᾽ ἐμμενέως· ὁ δ᾽ ἐλίσσεται ἀμφί τε γοῦνα,

δειρήν τε στέρνον τε· τὰ δ᾽ ἡμίβρωτα κέχυνται

ἅψεα, πολλὰ δ᾽ ὀδόντες ὑπὸ στόμα δαιτρεύουσιν·

295 ὣς καὶ πουλύποδος δνοπαλίζεται αἰόλα γυῖα

δυσμόρου· οὐδέ ἑ μῆτις ἐπιφροσύνης ἐσάωσε

πετραίης· εἰ γάρ ποτ᾽ ἀλευόμενος περὶ πέτρην

πλέξηται, χροιήν τε πανείκελον ἀμφιέσηται,

ἀλλ᾽ οὐ μυραίνης ἔλαθεν κέαρ, ἀλλά ἑ μούνη

300 φράζεται, ἄπρηκτον δὲ πέλει κείνοιο νόημα.

ἔνθα μιν οἰκτείρειας ἀκοσμοτάτοιο μόροιο,

ὡς ὁ μὲν ἐν πέτρῃσιν ὑφέξεται, ἡ δέ οἱ ἄγχι

ἠΰτ᾽ ἐπεγγελόωσα παρίσταται· ὧδέ κε φαίης

μυθεῖσθαι μύραιναν ἀπηνέα κερτομέουσαν·

305 τί πτώσσεις δολομῆτα; τίν᾽ ἔλπεαι ἠπεροπεύειν;

p310 ἦ τάχα καὶ πέτρης πειρήσομαι, ἤν σε καὶ εἴσω

δέξηται σπιλὰς ἥδε καὶ ἠμύσασα καλύψῃ.

αὐτίκα δ᾽ ἀγκύλον ἕρκος ἐνιπλήξασα λαφύσσει,

χοιράδος αὖ ἐρύουσα περίτρομον· αὐτὰρ ὅ γ᾽ οὔτι,

310 οὐδὲ δαϊζόμενος, λείπει πάγου οὐδ᾽ ἀνίησιν,

ἀλλ᾽ ἔχεται πέτρης εἱλιγμένος, εἰσόκεν αὐταὶ

λείπωνται μοῦναι κοτυληδόνες ἐμπεφυυῖαι.

ὡς δ᾽ ὅτε περθομένης δηΐων ὑπὸ χερσὶ πόληος,

ἑλκομένων παίδων τε δορυκτήτων τε γυναικῶν,

315 κοῦρον ἀνὴρ δειρῇ τε καὶ ἀγκάσιν ἐμπεφυῶτα

γειναμένης ἐρύσῃ πολέμου νόμῳ, αὐτὰρ ὁ χεῖρας

πλέγδην οὐκ ἀνίησιν ἀπ᾽ αὐχένος, οὐδέ ἑ μήτηρ

κωκυτῷ προΐησιν, ὁμοῦ δέ οἱ ἕλκεται αὐτή·

ὣς καὶ πουλύποδος δειλὸν δέμας ἑλκομένοιο

320 λισσάδι μυδαλέῃ περιφύεται, οὐδ᾽ ἀνίησι.

[link to English translation] Κάραβος αὖ μύραιναν ἀπηνέα περ μάλ᾽ ἐοῦσαν

ἐσθίει, αὐτοφόνοισιν ἀγηνορίῃσι δαμεῖσαν.

ἦ γὰρ ὁ μὲν πέτρης σχεδὸν ἵσταται, ᾗ ἔνι ναίει

ὀτραλέη μύραινα· δύω δ᾽ ἀνὰ κέντρα τιτήνας

325 δήϊα φυσιόων προκαλίζεται ἐς μόθον ἐλθεῖν,

ἶσος ἀριστῆϊ προμάχῳ στρατοῦ, ὅς ῥά τε χειρῶν

ἠνορέῃ πολέμου τε δαημοσύνῃσι πεποιθὼς

ἔντεσι καρτύνας βριαρὸν δέμας, ὀξέα πάλλων

ἔγχεα, δυσμενέων προκαλίζεται ὅς κ᾽ ἐθέλῃσιν

330 ἀντιάαν· τάχα δ᾽ ἄλλον ἀριστήων ὀροθύνει·

ὣς ὅ γε μυραίνης θήγει φρένας, οὐδ᾽ ἐπὶ μῶλον

δηθύνει, θαλάμης δὲ διαΐξασα κελαινή,

αὐχένα γυρώσασα, χόλῳ μέγα παιφάσσουσα

ἀντιάᾳ· τὸν δ᾽ οὔτι περισπέρχουσά περ αἰνῶς

335 βλάπτει τρηχὺν ἐόντα, γένυν δ᾽ ἀνεμώλιον αὔτως

ἐγχρίμπτει, στερεοῖσι δ᾽ ἐτώσια μαίνετ᾽ ὀδοῦσιν·

οἱ δὲ πάλιν γενύεσσιν ἀπηνέος ὡς ἀπὸ πέτρης

p312 παλλόμενοι κάμνουσι καὶ ἀμβλύνονται ἐρωῆς.

τῆς δὲ μέγα φλεγέθει καὶ ὀρίνεται ἄγριον ἦτορ,

340 εἰσόκε μιν χηλῇσιν ἐπαΐξας δολιχῇσιν

κάραβος αὐχενίοιο λάβῃ μέσσοιο τένοντος·

ἴσχει δ᾽ ἐμπεφυὼς χαλκείῃ ὥστε πυράγρῃ,

νωλεμές, οὐδ᾽ ἀνίησι καὶ ἐσσυμένην περ ἀλύξαι·

ἡ δὲ βίῃ μογέουσα καὶ ἀσχαλόωσ᾽ ὀδύνῃσι,

345 πάντῃ δινεύει σκολιὸν δέμας, αἶψα δὲ νῶτα

καράβου ὀξυβελῆ περιβάλλεται ἀμφιχυθεῖσα,

ἐν δ᾽ ἐπάγη σκώλοισι καὶ ὀξείῃσιν ἀκωκαῖς

ὀστράκου, ὠτειλαῖς δὲ περιπλήθουσα θαμειαῖς

ὄλλυται αὐτοδάϊκτος, ὑπ᾽ ἀφραδίῃσι θανοῦσα.

350 ὡς δ᾽ ὅτε θηροφόνων τις ἀνὴρ δεδαημένος ἔργων,

λαῶν ἀμφιδόμοισιν ἐναγρομένων ἀγορῇσι,

πόρδαλιν οἰστρηθεῖσαν ἐνὶ ῥοίζοισιν ἱμάσθλης

ἐγχείῃ δέχεται ταναήκεϊ δοχμὸς ὑποστάς·

ἡ δὲ καὶ εἰσορόωσα γένυν θηκτοῖο σιδήρου

355 ἄγρια κυμαίνουσα κορύσσεται, ἐν δ᾽ ἄρα λαιμῷ

ἠΰτε δουροδόκῃ χαλκήλατον ἔσπασεν αἰχμήν·

ὣς ἄρα καὶ μύραιναν ἕλεν χόλος ἀφραδίῃσι

δύσμορον, αὐτοτύποισιν ὑπ᾽ ὠτειλῇσι δαμεῖσαν.

τοίην που τραφερῆς γαίης ἔπι δῆριν ἔθεντο

360 ἄμφω ἐνὶ ξυλόχοισιν ὄφις καὶ τρηχὺς ἐχῖνος

ἀντόμενοι· καὶ τοῖς γὰρ ἀνάρσιος αἶσα μέμηλεν.

ἤτοι ὁ μὲν προϊδὼν ὀλοφώϊον ἑρπυστῆρα,

φραξάμενος πυκινῇσιν ὑπὸ προβλῆσιν ἀκάνθαις

εἱλεῖται σφαιρηδόν, ὑφ᾽ ἕρκεϊ γυῖα φυλάσσων,

365 ἔνδοθεν ἑρπύζων· ὁ δέ οἱ σχεδὸν αὐτίκα θύνων

πρῶτα μὲν ἰοτόκοισιν ἐπισπέρχει γενύεσσιν,

p314 ἀλλ᾽ αὔτως μογέει κενεὸν πόνον· οὐ γὰρ ἱκάνει

χρωτὸς ἔσω μαλεροῖσι καὶ ἱέμενός περ ὀδοῦσι·

τοίη μιν λάχνη δυσπαίπαλος ἀμφιβέβηκεν·

370 αὐτὰρ ὁ κυκλοτερὴς ὁλοότροχος αἰόλα γυῖα

δινεύων, πυκινῇσι κυλινδόμενος στροφάλιγξιν,

ἐμπίπτει σπείρῃσι καὶ οὐτάζει βελέεσσι

χαίτης ὀξυτόμοισιν· ὁ δ᾽ ἄλλοθεν εἴβεται ἄλλος

ἰχὼρ αἱματόεις, τὸν δ᾽ ἕλκεα πόλλ᾽ ἀνιάζει.

375 ἔνθα μιν ἀμφιβαλὼν περιηγέϊ πάντοθεν ὁλκῷ

ὑγρὸς ὄφις χαλεποῖσι περιπλέγδην ὑπὸ δεσμοῖς

ἴσχει τ᾽ ἐμπρίει τε χόλῳ τ᾽ ἐνερείδεται ἀλκήν.

τοῦ δ᾽ εἴσω τάχα πᾶσαι ὀλισθαίνουσιν ἄκανθαι

ὀξέα πεφρικυῖαι· ὁ δ᾽ ἐν σκολόπεσσι πεπηγὼς

380 οὔτε βίην ἀνίησι καὶ οὐκ ἐθέλων πεπέδηται,

ἀλλὰ μένει γόμφοισιν ἅτε κρατεροῖσιν ἀρηρώς,

ὄφρα θάνῃ, σὺν δ᾽ αὐτὸν ἀπέφθισε θῆρα πιέζων

πολλάκις, ἀλλήλοις δὲ μόρος καὶ πῆμα γένοντο·

πολλάκι δ᾽ ἐξήλυξε καὶ ἔκφυγε δεινὸς ἐχῖνος,

385 ἐκδὺς ἑρπυστῆρος ἀλυκτοπέδης τε κελαινῆς,

εἰσέτι τεθνηῶτος ἔχων περὶ σάρκας ἀκάνθαις.

τοίη καὶ μύραινα κακόφρονι δάμναται ἄτῃ,

καράβῳ ἁρπαλέη τε καὶ εὐάντητος ἐδωδή.

[link to English translation] Κάραβον αὖ καὶ τρηχὺν ὁμῶς καὶ κραιπνὸν ἐόντα

390 δαίνυτ᾽ ἀφαυρότερός περ ἐὼν καὶ νωθρὸς ἐρωὴν

πούλυπος· ἡνίκα γάρ μιν ὑπὸ σπιλάδεσσι νοήσῃ

αὔτως ἀτρεμέοντα καὶ ἥμενον, αὐτὰρ ὁ λάθρη

p316 νῶτον ἐπαΐξας περιβάλλεται αἰόλα δεσμά,

ἰφθίμων δολιχῇσι ποδῶν σειρῇσι πιέζων,

395 σὺν δὲ οἱ ἀκραίῃς κοτυληδόσι θερμὸν ἐρείδει

αὐλὸν ἐπισφίγγων στόματος μέσον, οὐδ̔ ἀνίησι

πνοιὴν ἠερίην οὔτ᾽ ἔνδοθεν οὔθ᾽ ἑτέρωθεν·

καὶ γὰρ καὶ νεπόδεσσι παλίρροος ἕλκεται ἀήρ·

ἀλλ᾽ ἔχει ἀμφιπεσών· ὁ δὲ νήχεται, ἄλλοτε μίμνει,

400 ἄλλοτε δ᾽ ἀσπαίρει, ποτὲ δὲ προβλῆσιν ὑπ᾽ ἄκραις

ῥήγνυται· αὐτὰρ ὅ γ᾽ οὔτι βίης μεθίησιν ἄεθλον,

ὄφρα ἑ τεθνηῶτα λίπῃ ψυχή τε καὶ ἀλκή.

δὴ τότε μιν προπεσόντα παρήμενος ἐν ψαμάθοισι

δαίνυται, ἠΰτε κοῦρος ὑπὲκ μαζοῖο τιθήνης

405 χείλεσιν αὖ ἐρύει λαρὸν γλάγος· ὣς ὅ γε σάρκας

λάπτων ὀξυπόροιο κατέσπασεν ἄγγεος ἔξω

μυζήσας, γλυκερῆς δὲ βορῆς ἐνεπλήσατο νηδύν.

ὡς δέ τις ἡμερόκοιτος ἀνὴρ ληΐστορι τέχνῃ

ὁρμαίνων ἀΐδηλα, δίκης σέβας οὔποτ᾽ ἀέξων,

410 ἑσπέριος στεινῇσι καταπτήξας ἐν ἀγυιαῖς,

ἄνδρα παραστείχοντα μετ᾽ εἰλαπίνην ἐλόχησε·

καί ῥ᾽ ὁ μὲν οἰνοβαρὴς ἕρπει πάρος, ὑγρὸν ἀείδων,

οὐ μάλα νηφάλιον κλάζων μέλος· αὐτὰρ ὁ λάθρη

p318 ἐξόπιθε προὔτυψε καὶ αὐχένα χερσὶ δαφοιναῖς

415 εἷλεν ἐπιβρίσας, κλῖνέν τέ μιν ἄγριον ὕπνον

οὐ τηλοῦ θανάτοιο καὶ εἵματα πάντ᾽ ἐναρίξας

ᾤχετο, δυσκερδῆ τε φέρων καὶ ἀνέστιον ἄγρην·

τοιάδε καὶ πινυτοῖσι νοήματα πουλυπόδεσσιν.

[link to English translation] Οἵδε μὲν ἀντίβιοι καὶ ἀνάρσιοι ἔξοχ᾽ ἔασιν

420 εἰναλίων· μοῦνοι δὲ μετ᾽ ἰχθύσιν αἰολοφύλοις

ποινητῆρες ἔασι καὶ ἀλλήλων ὀλετῆρες.

[link to English translation] Ἄλλοι δ᾽ ἰοφόροι νεπόδων, στομάτεσσι δ᾽ ἀεικὴς

ἰὸς ἐνιτρέφεται στυγερός τ᾽ ἐπὶ δήγμασιν ἕρπει.

τοῖον καὶ σκολόπενδρα, δυσώνυμον ἑρπετὸν ἅλμης,

425 ἶσον ἐπιχθονίῳ δέμας ἑρπετῷ· ἀλλὰ τό γ᾽ ἄτην

κύντερον· εἰ γάρ οἱ τις ἐπιψαύσειε πελάσσας,

αὐτίκα οἱ κνῆστις μὲν ἐπὶ χροῒ θερμὸν ἔρευθος

φοινίσσει, σμώδιξ δὲ διατρέχει ἠΰτε ποίης,

τὴν κνίδα κικλήσκουσιν, ἐπωνυμίην ὀδυνάων.

430 ἐχθρὴ δὲ σκολόπενδρα πανέξοχον ἀσπαλιεῦσι

ἐμπελάαν· εἰ γάρ ποτ᾽ ἐπιψαύσειε δελέτρου,

οὐκ ἄν τις νεπόδων κείνου πέλας ἀγκίστροιο

ἔλθοι· τοῖον γάρ οἱ ἀπεχθέα μίσγεται ἰόν.

[link to English translation] Τοίη καὶ βαλιῇσιν ἰουλίσι τέτροφεν ἄτη

435 p320 ἂν στόμα· τὰς δὲ μάλιστα βυθῶν διφήτορες ἄνδρες

δύπται σπογγοτόμοι τε δυηπαθέες στυγέουσιν·

εὖτε γὰρ ἀθρήσωσιν ἐρευνητῆρα θαλάσσης

σπερχόμενον ποτὶ βυσσὸν ὑποβρυχίοισι πόνοισιν,

αἵ δ᾽ ἀπὸ πετράων μάλα μυρίαι ὁρμηθεῖσαι

440 ἄνδρα περιπροθέουσι καὶ ἀθρόαι ἀμφιχέονται

καί μιν ὁδοῦ βλάπτουσι πονεύμενον, ἄλλοθεν ἄλλαι

κνίζουσαι στομάτεσσιν ἀναιδέσιν· αὐτὰρ ὁ κάμνει

ὕδατι καὶ στυγερῇσιν ἰουλίσιν ἀντιβολήσας,

χερσὶ δ᾽, ὅσον σθένος ἐστίν, ἐπειγομένοις τε πόδεσσι

445 σεύει ἀμυνόμενος διερὸν στρατόν· αἱ δ᾽ ἐφέπονται

ἀστεμφεῖς, μυίαις ἐναλίγκιοι, αἵ ῥά τ᾽ ἐπ᾽ ἔργοις

ἀνέρας ἀμητῆρας ὀπωρινὸν μογέοντας

πάντοσ᾽ ἀνιηραὶ θέρεος στίχες ἀμφιπέτονται.

οἱ δ᾽ ἅμα μὲν καμάτῳ τε καὶ ἀκρήτοισι βολῇσιν

450 ἠέρος ἱδρώουσιν, ἀνιάζουσί τε μυίαις

ἐκπάγλως· αἱ δ᾽ οὐδὲν ἀναιδείης χαλόωσι,

πρὶν θανέειν ἢ ξουθὸν ἀπ᾽ ἀνέρος αἷμα πάσασθαι.

τόσσος ἔρως καὶ τοῖσιν ἐν ἰχθύσιν αἵματος ἀνδρῶν.

[link to English translation] Οὐ μὴν θὴν ἀβληχρὸν ἔχει δάκος εὖτε χαράξῃ

455 p322 πούλυπος ἑρπυστὴρ ἢ σηπίη, ἀλλὰ καὶ αὐτοῖς

ἐντρέφεται βαιὸς μὲν ἀτὰρ βλαπτήριος ἰχώρ.

κέντρα δὲ πευκήεντα μετ᾽ ἰχθύσιν ὡπλίσσαντο

κωβιός, ὃς ψαμάθοισι, καὶ ὃς πέτρῃσι γέγηθε

σκορπίος, ὠκεῖαί τε χελιδόνες ἠδὲ δράκοντες

460 καὶ κύνες οἳ κέντροισιν ἐπώνυμοι ἀργαλέοισι,

πάντες ἀταρτηροῖς ὑπὸ νύγμασιν ἰὸν ἱέντες.

[link to English translation] p324 Τρυγόνι δὲ ξιφίῃ τε θεὸς κρατερώτατα δῶρα

γυίοις ἐγκατέθηκεν, ὑπέρβιον ὅπλον ἑκάστῳ

καρτύνας· καὶ τῷ μὲν ὑπὲρ γένυν ἐστήριξεν

465 ὄρθιον, αὐτόρριζον, ἀκάχμενον, οὔτι σιδήρου

φάσγανον, ἀλλ᾽ ἀδάμαντος ἰσόσθενες ὄβριμον ἆορ.

οὐ κείνου κρυόεσσαν ἐπιβρίσαντος ἀκωκὴν

οὐδὲ μάλα στερεὴ τλαίη λίθος οὐτηθεῖσα·

τοίη οἱ ζαμενής τε πέλει πυρόεσσά τ᾽ ἐρωή.

470 [link to English translation] Τρυγόνι δ᾽ ἐκ νεάτης ἀνατέλλεται ἄγριον οὐρῆς

κέντρον ὁμοῦ χαλεπόν τε βίῃ καὶ ὀλέθριον ἰῷ.

οὐδέ κεν οὐ ξιφίαι, οὐ τρυγόνες ἐν γενύεσσι

φορβὴν πρόσθε πάσαιντο, πάρος βελέεσσι δαφοινοῖς

οὐτῆσαι ζωόν τε καὶ ἄπνοον ὅττι παρείη.

475 ἀλλ᾽ ἤτοι ξιφίην μὲν ἐπὴν προλίπῃσιν ἀϋτμή,

αὐτίκα οἱ κἀκεῖνο συνέφθιτο καρτερὸν ἆορ,

αὐτῷ δ᾽ ὅπλον ἄνακτι συνέσβετο, καδδὲ λέλειπται

ὀστέον οὐδενόσωρον, ἀμήχανον ὅσσον ἰδέσθαι

φάσγανον· οὐδέ κεν ἄν τι καὶ ἱέμενος τελέσειας.

480 τρυγονίου δ᾽ οὔπω τι κακώτερον ἔπλετο πῆμα

τρώματος, οὐδ᾽ ὅσα χεῖρες ἀπήϊα τεχνήσαντο

χαλκήων, οὐδ᾽ ὅσσα φερεπτερύγων ἐπ᾽ ὀϊστῶν

Πέρσαι φαρμακτῆρες ὀλέθρια μητίσαντο·

τρυγόνι γὰρ ζωῇ τε βέλος ῥίγιστον ὀπηδεῖ

485 ζαφλεγές, οἷόν πού τις ἀνὴρ πέφρικεν ἀκούων,

ζώει τε φθιμένης καὶ ἀτειρέα ῥύεται ἀλκὴν

p326 ἄτροπον· οὐδ᾽ ἄρα μοῦνον ἐνὶ ζῴοις ἀΐδηλον

ἄτην, ὅσσα βάλῃσιν, ἐρεύγεται, ἀλλὰ καὶ ἔρνος

καὶ πέτρην ἐκάκωσε, καὶ εἴ ποθι κεῖνο πελάσσῃ.

490 εἰ γάρ τίς κ᾽ ἐριθηλὲς ἀεξόμενον φυτὸν ὥραις,

θαλλοῖς τ᾽ εὐφυέεσσι καὶ εὐκάρποισι γονῇσι,

νέρθεν ὑπὸ ῥίζῃσιν ἀναιδέϊ τύμματι κείνῳ

οὐτήσῃ, τόδ᾽ ἔπειτα κακῇ βεβολημένον ἄτῃ

λήγει μὲν πετάλων, κατὰ δὲ ῥέει ἠΰτε νούσῳ·

495 πρῶτον ἀπ᾽ ἀγλαΐης δὲ μαραίνεται, οὐδέ τι τηλοῦ

αὖόν τ᾽ οὐτιδανόν τε καὶ ἄχλοον ὄψεαι ἔρνος.

[link to English translation] Κεῖνό ποτ᾽ αἰγανέῃ δολιχήρεϊ κωπηέσσῃ

Κίρκη Τηλεγόνῳ πολυφάρμακος ὤπασε μήτηρ,

αἰχμάζειν δηΐοις ἅλιον μόρον· αὐτὰρ ὁ νήσῳ

500 αἰγιβότῳ προσέκελσε, καὶ οὐ μάθε πώεα πέρθων

πατρὸς ἑοῦ, γεραρῷ δὲ βοηδρομέοντι τοκῆϊ

αὐτῷ, τὸν μάστευε, κακὴν ἐνεμάξατο κῆρα.

ἔνθα τὸν αἰολόμητιν Ὀδυσσέα, μυρία πόντου

ἄλγεα μετρήσαντα πολυκμήτοισιν ἀέθλοις,

505 τρυγὼν ἀλγινόεσσα μιῇ κατενήρατο ῥιπῇ.

[link to English translation] Θύννῳ δὲ ξιφίῃ τε συνέμπορον αἰὲν ὀπηδεῖ

πῆμα· τὸ δ᾽ οὔποτ᾽ ἔχουσιν ἀπότροπον οὔτε μεθέσθαι

p328 οὔτε φυγεῖν, πτερύγεσσιν ἐνήμενον ἄγριον οἶστρον,

ὅς σφισι, καυστηροῖο κυνὸς νέον ἱσταμένοιο,

510 κέντρου πευκεδανοῖο θοὴν ἐνερείδεται ἀλκήν,

ὀξὺ μάλ᾽ ἐγχρίμπτων, χαλεπὴν δ᾽ ἐπὶ λύσσαν ὀρίνει,

θωρήξας ὀδύνῃσιν· ἐπισπέρχει δ᾽ ἀέκοντας

φοιταλέῃ μάστιγι χορευέμεν· οἱ δὲ κελαινῷ

τύμματι παιφάσσουσι μεμηνότες, ἄλλοτε δ᾽ ἄλλῃ

515 κῦμα καθιππεύουσιν, ἀνήνυτον ἄλγος ἔχοντες.

πολλάκι καὶ νήεσσιν ἐϋκραίροις ἐνόρουσαν

ῥιπῇ ἐλαυνόμενοι δυσκραέϊ· πολλάκι δ᾽ ἅλμης

ἔκθορον ἐς γαῖάν τε κατέδραμον ἀσπαίροντες

καὶ μόρον ἠμείψαντο πολυκμήτων ὀδυνάων·

520 τοῖον γὰρ δάκος αἰνὸν ἐπιρρέπει οὐδ᾽ ἀνίησι.

καὶ γάρ τοι καὶ βουσὶν ἀνάρσιος εὖτε πελάσσῃ

οἶστρος, ἐνιχρίμψῃ δὲ βέλος λαγόνεσσιν ἀραιαῖς,

οὔτε τι βουφόρβων μέλεται σέβας οὔτε νομοῖο,

οὔτ᾽ ἀγέλης ποίην δὲ καὶ αὔλια πάντα λιπόντες

525 σεύονται λύσσῃ τεθοωμένοι· οὐδέ τις αὐτοῖς

οὐ ποταμῶν, οὐ πόντος ἀνέμβατος, οὐδὲ χαράδραι

ῥωγάδες, οὐ πέτρη τις ἀφοίτητος κατερύκει

ῥιπὴν ταυρείην, ὅτ᾽ ἐπιζέσῃ ὀξὺ κελεύων

βουτύπος, ὀτρηρῇσιν ἐπισπέρχων ὀδύνῃσι·

530 πάντῃ δὲ βρυχή, πάντῃ δέ οἱ ἅλματα χηλῆς

εἱλεῖται· τοίη μιν ἄγει δριμεῖα θύελλα.

καὶ τὸ μὲν ἰχθύσιν ἄλγος ὁμοίϊον ἠδὲ βόεσσι.

[link to English translation] Δελφῖνες δ᾽ ἀγέλῃσιν ἁλὸς μέγα κοιρανέουσιν,

p330 ἔξοχον ἠνορέῃ τε καὶ ἀγλαϊῃ κομόωντες

535 ῥιπῇ τ᾽ ὠκυάλῳ· διὰ γὰρ βέλος ὥστε θάλασσαν

ἵπτανται· φλογόεν δὲ σέλας πέμπουσιν ὀπωπαῖς

ὀξύτατον· καί πού τιν᾽ ὑποπτήσσοντα χαράδραις

καί τιν᾽ ὑπὸ ψαμάθοις εἰλυμένον ἔδρακον ἰχθύν.

ὅσσον γὰρ κούφοισι μετ᾽ οἰωνοῖσιν ἄνακτες

540 αἰετοὶ ἢ θήρεσσι μετ᾽ ὠμηστῇσι λέοντες,

ὅσσον ἀριστεύουσιν ἐν ἑρπυστῆρσι δράκοντες,

τόσσον καὶ δελφῖνες ἐν ἰχθύσιν ἡγεμονῆες.

τοῖς δ᾽ οὔτ᾽ ἐρχομένοις πελάσαι σχεδὸν οὔτε τις ἄντην

ὄσσε βαλεῖν τέτληκεν, ὑποπτώσσουσι δ᾽ ἄνακτος

545 τηλόθεν ἅλματα δεινὰ καὶ ἄσθματα φυσιόωντος.

οἱ δ᾽ ὁπότ᾽ ἰθύσωσι λιλαιόμενοι μετὰ φορβήν,

πάντ᾽ ἄμυδις κλονέουσιν ἀθέσφατα πώεα λίμνης,

παμφύγδην ἐλόωντες· ἐνέπλησαν δὲ φόβοιο

πάντα πόρον· σκιεροὶ δὲ μυχοὶ χθαμαλαί τε χαράδραι

550 στείνονται λιμένες τε καὶ ἠϊόνων ἐπιωγαὶ

πάντοθεν εἰλομένων· ὁ δὲ δαίνυται ὅν κ᾽ ἐθέλῃσι,

κρινάμενος τὸν ἄριστον ἀπειρεσίων παρεόντων.

[link to English translation] Ἀλλ᾽ ἔμπης καὶ τοῖσιν ἀνάρσιοι ἀντιφέρονται

ἰχθύες, οὓς ἀμίας κικλήσκομεν· οὐδ᾽ ἀλέγουσι

555 δελφίνων, μοῦναι δὲ κατ᾽ ἀντία δηριόωνται.

ταῖς μὲν ἀφαυρότερον θύννων δέμας, ἀμφὶ δὲ σάρκες

p332 ἀβληχραί, θαμέες δὲ διὰ στόμα λάβρον ὀδόντες

ὀξέα πεφρίκασι· τὸ καὶ μέγα θάρσος ἔχουσιν,

οὐδὲ καταπτώσσουσιν ὑπέρβιον ἡγητῆρα.

560 εὖτε γὰρ ἀθρήσωσιν ἀπόσσυτον οἶον ἀπ᾽ ἄλλων

δελφίνων ἀγέλης, οἱ δ᾽ ἀθρόαι ἄλλοθεν ἄλλαι,

ἠΰθ᾽ ὑπ᾽ ἀγγελίης στρατὸς ἄσπετος, εἰς ἕν᾽ ἰοῦσαι

στέλλονται ποτὶ μῶλον ἀθαμβέες, ὥστ᾽ ἐπὶ πύργον

δυσμενέων θύνοντες ἀρήϊοι ἀσπιστῆρες.

565 δελφὶς δ᾽ ἠϋγένειος ὑπαντιόωντος ὁμίλου

πρῶτα μὲν οὐκ ἀλέγει, μετὰ δ᾽ ἔσσυται, ἄλλοτε ἄλλην

ἁρπάγδην ἐρύων, μενοεικέα δαῖτα κιχήσας.

ἀλλ᾽ ὅτε μιν πολέμοιο περιστέψωσι φάλαγγες

πάντοθεν, ἀμφὶ δέ μιν στῖφος μέγα κυκλώσωνται,

570 δὴ τότε οἱ καὶ μόχθος ὑπὸ φρένα δύεται ἤδη·

ἔγνω δ᾽ αἰπὺν ὄλεθρον ἀπειρεσίοις ἔνι μοῦνος

ἑρχθεὶς δυσμενέεσσι· πόνος δ᾽ ἀναφαίνεται ἀλκῆς.

αἱ μὲν γὰρ λυσσηδὸν ἀολλέες ἀμφιχυθεῖσαι

δελφῖνος μελέεσσι βίην ἐνέρεισαν ὀδόντων·

575 πάντῃ δὲ πρίουσι καὶ ἄτροποι ἐμπεφύασι,

πολλαὶ μὲν κεφαλῆς δεδραγμέναι, αἱ δὲ γενείων

γλαυκῶν, αἱ δ᾽ αὐτῇσιν ἐνὶ πτερύγεσσιν ἔχονται,

πολλαὶ δ᾽ ἐν λαγόνεσσι γένυν πήξαντο δαφοινήν,

ἄλλαι δ᾽ ἀκροτάτην οὐρὴν ἕλον, αἱ δ᾽ ὑπένερθε

580 νηδύν, αἱ δ᾽ ἄρ᾽ ὕπερθεν ὑπὲρ νώτοιο νέμονται,

ἄλλαι δ᾽ ἐκ λοφιῆς, αἱ δ᾽ αὐχένος ᾐώρηνται.

αὐτὰρ ὁ παντοίοισι περιπληθὴς καμάτοισι

πόντον ἐπαιγίζει, σφακέλῳ δέ οἱ ἔνδον ὀρεχθεῖ

μαινομένη κραδίη, φλεγέθει δέ οἱ ἦτορ ἀνίῃ,

585 πάντῃ δὲ θρώσκει καὶ ἑλίσσεται ἄκριτα θύων,

παφλάζων ὀδύνῃσι· κυβιστητῆρι δ᾽ ἐοικὼς

ἄλλοτε μὲν βαθὺ κῦμα διατρέχει ἠΰτε λαίλαψ,

ἄλλοτε δ᾽ ἐς νεάτην φέρεται βρύχα, πολλάκι δ᾽ ἅλμης

p334 ἀφρὸν ὑπερθρώσκων ἀναπάλλεται, εἴ ἑ μεθείη

590 ἐσμὸς ὑπερφιάλων νεπόδων θρασύς· αἱ δ᾽ ἀλίαστοι

οὔτι βίης μεθιᾶσιν, ὁμῶς δέ οἱ ἐμπεφύασι,

καί οἱ δυομένῳ τε μίαν δύνουσι κέλευθον,

αὖτις δ᾽ ἀνθρώσκοντι σὺν ἔξαλοι ἀΐσσουσιν

ἑλκόμεναι· φαίης κε νέον τέρας Ἐννοσιγαίῳ

595 τίκτεσθαι δελφῖσι μεμιγμένον ἠδ᾽ ἀμίῃσιν·

ὧδε γὰρ ἀργαλέῃ ξυνοχῇ πεπέδηται ὀδόντων.

ὡς δ᾽ ὅταν ἰητὴρ πολυμήχανος, ἕλκος ἀφύσσων

οἰδαλέον, τῷ πολλὸν ἀνάρσιον ἔνδοθεν αἷμα

ἐντρέφεται, διεράς τε γονάς, κυανόχροα λίμνης

600 ἑρπετά, τειρομένοιο κατὰ χροὸς ἐστήριξε,

δαίνυσθαι μέλαν αἷμα· τὰ δ᾽ αὐτίκα γυρωθέντα

κυρτοῦται καὶ λύθρον ἐφέλκεται οὐδ᾽ ἀνίησιν,

εἰσόκεν αἱμοβαρῆ ζωρὸν πότον αὖ ἐρύσαντα

ἐκ χροὸς αὐτοκύλιστα πέσῃ μεθύουσιν ὁμοῖα·

605 ὣς ἀμίαις οὐ πρόσθε χαλᾷ μένος, εἰσόκε σάρκα

κείνην, ἥν ποτ᾽ ἔμαρψαν, ὑπὸ στόμα δαιτρεύσωνται.

ἀλλ᾽ ὅτε μιν προλίπωσιν, ἀναπνεύσῃ δὲ πόνοιο

δελφίς, δὴ τότε λύσσαν ἐσόψεαι ἡγητῆρος

χωομένου· κρυερὴ δ᾽ ἀμίαις ἀναφαίνεται ἄτη.

610 αἱ μὲν γὰρ φεύγουσιν, ὁ δ᾽ ἐξόπιθεν κεραΐζων,

εἰδόμενος πρηστῆρι δυσηχέϊ, πάντ᾽ ἀμαθύνει,

δάπτων ἐμμενέως, κατὰ δ᾽ αἵματι πόντον ἐρεύθει

αἰχμάζων γενύεσσι, παθὼν δ᾽ ἀπετίσατο λώβην.

p336 ὧδε καὶ ἐν ξυλόχοισιν ἔχει φάτις ἀγρευτήρων

615 θῶας ὑπερφιάλους ἔλαφον πέρι ποιπνύεσθαι

ἀγρομένους· οἱ μὲν γὰρ ἐπαΐγδην γενύεσσι

σάρκας ἀφαρπάζουσι καὶ ἀρτιχύτοιο φόνοιο

θερμὸν ἔαρ λάπτουσιν· ὁ δ᾽ αἱμάσσων ὀδύνῃσι,

βεβρυχὼς ὀλοῇσι περίπλεος ὠτειλῇσιν,

620 ἄλλοτ᾽ ἐπ᾽ ἀλλοίων ὀρέων διαπάλλεται ἄκρας·

οἱ δέ μιν οὐ λείπουσιν, ἀεὶ δέ οἱ ἐγγὺς ἕπονται

ὠμησταί, ζωὸν δὲ διαρταμέοντες ὀδοῦσι

ῥινὸν ἀποσχίζουσι, πάρος θανάτοιο κυρῆσαι,

δαῖτα κελαινοτάτην τε καὶ ἀλγίστην πονέοντες.

625 ἀλλ᾽ ἤ τοι θῶες μὲν ἀναιδέες οὔτιν᾽ ἔτισαν

ποινήν, ἐκ δ᾽ ἐγέλασσαν ἐπὶ φθιμένοις ἐλάφοισιν,

θαρσαλέαι δ᾽ ἀμίαι τάχα κύντερα δηρίσαντο.

[link to English translation] Δελφίνων κἀκεῖνο πανέξοχον ἔργον ἀκούων

ἠγασάμην· τοῖς εὖτ᾽ ἂν ὀλέθριος ἐγγὺς ἵκηται

630 νοῦσος ἀταρτηρή, τοὺς δ᾽ οὐ λάθεν, ἀλλ᾽ ἐδάησαν

τέρμα βίου· πέλαγος δὲ καὶ εὐρέα βένθεα λίμνης

φεύγοντες κούφοισιν ἐπ᾽ αἰγιαλοῖσιν ἔκελσαν·

ἔνθα δ᾽ ἀποπνείουσι καὶ ἐν χθονὶ μοῖραν ἕλοντο,

ὄφρα τις ἢ μερόπων ἱερὸν τρόχιν Ἐννοσιγαίου

635 κείμενον αἰδέσσαιτο χυτῇ τ᾽ ἐπὶ θινὶ καλύψαι,

μνησάμενος φιλότητος ἐνηέος, ἠὲ καὶ αὐτὴ

βρασσομένη ψαμάθοισι δέμας κρύψειε θάλασσα,

μηδέ τις εἰναλίων ἐσίδοι νέκυν ἡγητῆρα,

μηδέ τις οἰχομένῳ περ ἐνὶ χροΐ λωβήσαιτο

640 δυσμενέων· ἀρετὴ δὲ καὶ ὀλλυμένοισιν ὀπηδεῖ

καὶ κράτος, οὐδ᾽ ᾔσχυναν ἑὸν κλέος οὐδὲ θανόντες.

[link to English translation] p338 Κεστρέα δ᾽ ἐν πάντεσσιν ἁλὸς νεπόδεσσιν ἀκούω

φέρβειν πρηΰτατόν τε δικαιότατόν τε νόημα·

μοῦνοι γὰρ κεστρῆες ἐνηέες, οὔθ᾽ ὁμόφυλον

645 οὔτέ τιν᾽ ἀλλοίης γενεῆς ἄπο πημαίνουσιν·

οὐδέ ποτε ψαύουσιν ὑπὸ στόμα σαρκὸς ἐδωδῆς,

οὐδέ φόνου λάπτουσιν, ἀπημοσύνῃ δὲ νέμονται,

αἵματος ἄχραντοι καὶ ἀκηδέες, ἁγνὰ γένεθλα·

φέρβονται δ᾽ ἢ χλωρὸν ἁλὸς μνίον ἠὲ καὶ αὐτὴν

650 ἰλύν, ἀλλήλων τε δέμας περιλιχμάζουσι.

τοὔνεκα καί τιν᾽ ἔχουσι μετ᾽ ἰχθύσι τίμιον αἰδῶ·

οὐ γάρ τις κείνων νεαρὸν τόκον οἷα καὶ ἄλλων

σίνεται, ὠμοφάγων δὲ βίην ἀπέχουσιν ὀδόντων.

ὣς αἰεὶ μετὰ πᾶσι Δίκης πρεσβήϊα κεῖται

655 αἰδοίης, πάντῃ δὲ γεράσμιον ἤρατο τιμήν.

p340 οἱ δ᾽ ἄλλοι μάλα πάντες ὀλέθριοι ἀλλήλοισιν

ἔρχονται· τὸ καὶ οὔποτ᾽ ἐσόψεαι ὑπνώοντας

ἔλλοπας, ἀλλ᾽ ἄρα τοῖσι καὶ ὄμματα καὶ νόος αἰὲν

ἐγρήσσει πανάϋπνος· ἐπεὶ τρομέουσι μὲν αἰεὶ

660 φέρτερον ἀντιόωντα, χερειότερον δ᾽ ὀλέκουσι.

μοῦνον δ᾽ οὔποτε φασὶν ἀνὰ κνέφας ἀσπαλιῆες

εἰς ἄγρην πεσέειν ἁπαλὸν σκάρον, ἀλλά που ὕπνον

ἐννύχιον κοίλοισιν ὑπὸ κευθμῶσιν ἰαύειν.

[link to English translation] Οὐ μέντοι τό γε θαῦμα Δίκην ἀπάτερθε θαλάσσης

665 ναιετάειν· οὐ γάρ τι πάλαι πρέσβειρα θεάων

οὐδὲ μετὰ θνητοῖσιν ἔχε θρόνον, ἀλλὰ κυδοιμοὶ

δυσκέλαδοι καὶ θοῦρος Ἄρευς φθισήνορος ἄτη

μαῖά τ᾽ ἐρικλαύστων πολέμων Ἔρις ἀλγεσίδωρος

ἔφλεγον ἡμερίων δειλὸν γένος· οὐδέ τι θηρῶν

670 κεκριμένοι πολέες μερόπων ἔσαν, ἀλλὰ λεόντων

αἰνότεροι πύργους τ᾽ εὐτείχεας ἠδὲ μέλαθρα

νηούς τ᾽ ἀθανάτων εὐώδεας αἵματι φωτῶν

καπνῷ τ᾽ αἰθαλόεντι κατείνυον Ἡφαίστοιο,

εἰσόκε ῥαιομένην γενεὴν ᾤκτειρε Κρονίων,

675 ὑμῖν δ᾽ Αἰνεάδῃσιν ἐπέραπε γαῖαν ἀνάψας.

ἀλλ᾽ ἔτι καὶ προτέροισιν ἐν Αὐσονίων βασιλεῦσι

θῦνεν Ἄρης, Κελτούς τε καὶ αὐχήεντας Ἴβηρας

θωρήσσων Λιβύης τε πολύν πόρον ἔργα τε Ῥήνου

Ἴστρον τ᾽ Εὐφρήτην τε· τί μοι τάδε δούρατος ἔργα

680 μεμνῆσθαι; νῦν γάρ σε, Δίκη θρέπτειρα πολήων,

γινώσκω μερόπεσσι συνέστιον ἠδὲ σύνοικον,

ἐξ οὗ μοι κραίνουσι μέγαν θρόνον ἐμβεβαῶτες

p342 ἄμφω θεσπέσιός τε πατὴρ καὶ φαίδιμος ὄρπηξ·

ἐκ τῶν μοι γλυκύς ὅρμος ἀνακτορίης πεπέτασται.

685 τούς μοι καὶ ῥύοισθε καὶ ἔμπεδον ἰθύνοιτε

πολλαῖς ἐν δεκάδεσσιν ἑλισσομένων ἐνιαυτῶν,

Ζεῦ τε καὶ Οὐρανίδαι, Ζηνὸς χορός, εἴ τις ἀμοιβὴ

εὐσεβίης· σκήπτρῳ δὲ τελεσφόρον ὄλβον ἄγοιτε.


Critical Notes:

(There is none in Book 2 of this edition.)


[image ALT: Valid HTML 4.01.]

Page updated: 9 May 12