[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

This webpage reproduces the essay
To an Uneducated Ruler

by
Plutarch

as published in Vol. X
of the Loeb Classical Library edition, 1936

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!

(Vol. X) Πλούταρχος
Ἠθικὰ

p52 ΠΡΟΣ ΗΓΕΜΟΝΑ ΑΠΑΙΔΕΥΤΟΝ

779d 1 [link to English translation] Πλάτωνα Κυρηναῖοι παρεκάλουν νόμους τε γραψάμενον αὐτοῖς ἀπολιπεῖν καὶ διακοσμῆσαι τὴν πολιτείαν, ὁ δὲ παρῃτήσατο φήσας χαλεπὸν εἶναι Κυρηναίοις νομοθετεῖν οὔτως εὐτυχοῦσιν·

οὐδὲν γὰρ οὕτω γαῦρον

καὶ τραχὺ καὶ δύσαρκτον

ὡς ἀνὴρ ἔφυ

εὐπραγίας δοκούσης ἐπιλαμβανόμενος. Eδιὸ τοῖς ἄρχουσι χαλεπόν ἐστι σύμβουλον περὶ ἀρχὴς γενέσθαι· τὸν γὰρ λόγον ὥσπερ ἄρχοντα παραδέξασθαι φοβοῦνται, μὴ τῆς ἐξουσίας αὐτῶν τἀγαθὸν κολούσῃ τῷ καθήκοντι δουλωσάμενος. οὐ γὰρ ἴσασι τὰ Θεοπόμπου τοῦ Σπαρτιατῶν βασιλέως, ὃς πρῶτος ἐν Σπάρτῃ τοῖς βασιλεύουσι καταμίξας τοὺς Ἐφόρους, εἶτ᾽ ὀνειδιζόμενος ὑπὸ τῆς γυναικός, εἰ τοῖς παῖσιν ἐλάττονα παραδώσει τὴν ἀρχὴν ἧς παρέλαβε, "μείζονα μὲν οὖν," εἶπεν, "ὅσῳ καὶ βεβαιοτέραν." τὸ γὰρ σφοδρὸν ἀνεὶς p54καὶ ἄκρατον αὐτῆς ἅμα τῷ φθόνῳ διέφυγε τὸν κίνδυνον. Fκαίτοι Θεόπομπος μὲν εἰς ἑτέρους τὸ τῆς ἀρχῆς ὥσπερ ῥεύματος μεγάλου παροχετευσάμενος, ὅσον ἄλλοις ἔδωκεν, αὑτοῦ περιέκοψεν· ὁ δ᾽ ἐκ φιλοσοφίας τῷ ἄρχοντι πάρεδρος καὶ φύλαξ ἐγκατοικισθεὶς λόφος, ὥσπερ εὐεξίας τῆς δυνάμεως τὸ ἐπισφαλὲς ἀφαιρῶν, ἀπολείπει τὸ ὑγιαῖνον.

2 [link to English translation] Ἀλλὰ νοῦν οὐκ ἔχοντες οἱ πολλοὶ τῶν βασιλέων καὶ ἀρχόντων μιμοῦνται τοὺς ἀτέχνους ἀνδριαντοποιούς, οἳ νομίζουσι μεγάλους καὶ ἁδροὺς φαίνεσθαι τοὺς κολοσσούς, ἂν διαβεβηκότας σφόδρα καὶ διατεταμένους καὶ κεχηνότας πλάσωσι· 780καὶ γὰρ οὗτοι βαρύτητι φωνῆς καὶ βλέμματος τραχύτητι καὶ δυσκολίᾳ τρόπων καὶ ἀμιξίᾳ διαίτης ὄγκον ἡγεμονίας καὶ σεμνότητα μιμεῖσθαι δοκοῦσιν, οὐδ᾽ ὁτιοῦν τῶν κολοσσικῶν διαφέροντες ἀνδριάντων, οἳ τὴν ἔξωθεν ἡρωικὴν καὶ θεοπρεπῆ μορφὴν ἔχοντες ἐντός εἰσι γῆς μεστοὶ καὶ λίθου καὶ μολίβδου· πλὴν ὅτι τῶν μὲν ἀνδριάντων ταῦτα τὰ βάρη τὴν ὀρθότητα μόνιμον καὶ ἀκλινῆ διαφυλάττει, Bοἱ δ᾽ ἀπαίδευτοι στρατηγοὶ καὶ ἡγεμόνες ὑπὸ τῆς ἐντὸς ἀγνωμοσύνης πολλάκις σαλεύονται καὶ περιτρέπονται· βάσει γὰρ οὐ κειμένῃ πρὸς ὀρθὰς ἐξουσίαν ἐποικοδομοῦντες ὐψηλὴν συναπονεύουσι. δεῖ δέ, ὥσπερ ὁ κανὼν αὐτός, ἀστραβὴς γενόμενος καὶ ἀδιάστροφος, οὕτως ἀπευθύνει τὰ λοιπὰ τῇ πρὸς αὑτὸν ἐφαρμογῇ καὶ παραθέσει συνεξομοιῶν,1 παραπλησίως τὸν ἄρχοντα πρῶτον τὴν ἀρχὴν κτησάμενον ἐν ἑαυτῷ καὶ κατευθύναντα τὴν2 ψυχὴν3 καὶ καταστησάμενον τὸ ἦθος οὕτω συναρμόττειν p56τὸ ὑπήκοον· οὔτε γὰρ πίπτοντος ἐστιν ὀρθοῦν οὔτε διδάσκειν ἀγνοοῦντος οὔτε κοσμεῖν ἀκοσμοῦντος ἢ τάττειν ἀτακτοῦντος ἢ ἄρχειν μὴ ἀρχομένου· Cἀλλ᾽ οἱ πολλοὶ κακῶς φρονοῦντες οἴονται πρῶτον ἐν τῷ ἄρχειν ἀγαθὸν εἶναι τὸ μὴ ἄρχεσθαι, καὶ ὅ γε Περσῶν βασιλεὺς πάντας ἡγεῖτο δούλους πλὴν τῆς αὑτοῦ γυναικός, ἧς μάλιστα δεσπότης ὤφειλεν εἶναι.

3 [link to English translation] Τίς οὖν ἄρξει τοῦ ἄρχοντος; ὁ

νόμος ὁ πάντων βασιλεὺς

θνατῶν4 τε καὶ ἀθανάτων,

ὡς ἔφη Πίνδαρος, οὐκ ἐν βιβλίοις ἔξω γεγραμμένος5 οὐδέ τισι ξύλοις, ἀλλ᾽ ἔμψυχος ὢν ἐν αὐτῷ6 λόγος, ἀεὶ συνοικῶν καὶ παραφυλάττων καὶ μηδέποτε τὴν ψυχὴν ἐῶν ἔρημον ἡγεμονίας. ὁ μὲν γὰρ Περσῶν βασιλεὺς ἕνα τῶν κατευναστῶν εἶχε πρὸς τοῦτο τεταγμένον, ὥσθ᾽ ἕωθεν εἰσίοντα λέγειν πρὸς αὐτὸν "ἀνάστα, ὦ βασιλεῦ, καὶ φρόντιζε πραγμάτων, ὧν σε φροντίζειν ὁ μέγας Ὠρομάσδης7 ἠθέλησε"· Dτοῦ δὲ πεπαιδευμένου καὶ σωφρονοῦντος ἄρχοντος ἐντός ἐστιν ὁ τοῦτο φθεγγόμενος ἀεὶ καὶ παρακελευόμενος. Πολέμων γὰρ ἔλεγε τὸν ἔρωτα εἶναι "θεῶν ὑπερεσίαν εἰς νέων ἐπιμέλειαν καὶ σωτηρίαν"· ἀληθέστερον δ᾽ ἄν τις εἴποι τοὺς ἄρχοντας ὑπηρετεῖν θεῷ πρὸς ἀνθρώπων ἐπιμέλειαν καὶ p58σωτηρίαν,8 ὅπως ὧν θεὸς δίδωσιν ἀνθρώποις καλῶν καὶ ἀγαθῶν τὰ μὲν νέμωσι τὰ δὲ φυλάττωσιν.

ὁρᾷς τὸν ὑψοῦ τόνδ᾽ ἄπειρον αἰθέρα,

καὶ γῆν πέριξ ἔχονθ᾽ ὑγραῖς ἐν ἀγκάλαις;

ὁ μὲν καθίησιν ἀρχὰς σπερμάτων προσηκόντων γῆ δ᾽ ἀναδίδωσιν, αὔξεται δὲ τὰ μὲν ὄμβροις τὰ δ᾽ ἀνέμοις τὰ δ᾽ ἄστροις ἐπιθαλπόμενα καὶ σελήνῃ, Eκοσμεῖ δ᾽ ἥλιος ἅπαντα καὶ πᾶσι τοῦτο δὴ τὸ παρ᾽ αὑτοῦ φίλτρον ἐγκεράννυσιν. ἀλλὰ τῶν τοιούτων9 καὶ τηλικούτων ἃ θεοὶ χαρίζονται δώρων καὶ ἀγαθῶν οὐκ ἔστιν ἀπόλαυσις οὐδὲ χρῆσις ὀρθὴ δίχα νόμου καὶ δίκης καὶ ἄρχοντος. δίκη μὲν οὖν νόμου τέλος ἐστί, νόμος δ᾽ ἄρχοντος ἔργον, ἄρχων δ᾽ εἰκὼν θεοῦ τοῦ πάντα κοσμοῦντος, οὐ Φειδίου δεόμενος πλάττοντος οὐδὲ Πολυκλείτου καὶ Μύρωνος, ἀλλ᾽ αὐτὸς αὑτὸν εἰς ὁμοιότητα θεῷ δι᾽ ἀρετῆς καθιστὰς Fκαὶ δημιουργῶν ἀγαλμάτων τὸ ἥδιστον ὀφθῆναι καὶ θεοπρεπέστατον. οἷον δ᾽ ἥλιον ἐν οὐρανῷ περικαλλὲς εἴδωλον ἑαυτοῦ καὶ σελήνην ὁ θεὸς ἐνίδρυσε, τοιοῦτον ἐν πόλεσι μίμημα καὶ φέγγος ἄρχων

ὅστε θεουδὴς

εὐδικίας ἀνέχῃσι,

τουτέστι θεοῦ λόγον ἔχων, διάνοιαν,10 οὐ σκῆπτρον οὐδὲ κεραυνὸν οὐδὲ τρίαιναν, ὡς ἔνιοι πλάττουσιν p60ἑαυτοὺς καὶ γράφουσι τῷ ἀνεφίκτῳ ποιοῦντες ἐπίφθονον τὸ ἀνόητον· νεμεσᾷ γὰρ ὁ θεὸς τοῖς ἀπομιμουμένοις βροντὰς καὶ κεραυνοὺς καὶ ἀκτινοβολίας, 781τοὺς δὲ τὴν ἀρετὴν ζηλοῦντας αὐτοῦ καὶ πρὸς τὸ καλὸν καὶ φιλάνθρωπον ἀφομοιοῦντας ἑαυτοὺς ἡδόμενος αὔξει καὶ μεταδίδωσι τῆς περὶ αὐτὸν εὐνομίας καὶ δίκης καὶ ἀληθείας καὶ πραότητος· ὧν θειότερον οὐ πῦρ ἐστιν οὐ φῶς οὐχ ἡλίου δρόμος οὐκ ἀνατολαὶ καὶ δύσεις ἄστρων οὐ τὸ ἀίδιον καὶ ἀθάνατον. οὐ γὰρ χρόνῳ ζωῆς ὁ θεὸς εὐδαίμων ἀλλὰ τῆς ἀρετῆς τῷ ἄρχοντι· τοῦτο γὰρ θεῖόν ἐστι, καλὸν δ᾽ αὐτῆς καὶ τὸ ἀρχόμενον.

4 [link to English translation] Ἀνάξαρχος μὲν οὖν ἐπὶ τῷ Κλείτου φόνῳ δεινοπαθοῦντα παραμυθούμενος Ἀλέξανδρον Bἔφη καὶ τῷ Διὶ τὴν Δίκην εἶναι καὶ τὴν Θέμιν11 παρέδρους, ἵνα πᾶν πραττόμενον ὑπὸ βασιλέως θεμιτὸν δοκῇ καὶ δίκαιον, οὐκ ὀρθῶς οὐδ᾽ ὠφελίμως τὴν ἐφ᾽ οἷς ἥμαρτε μετάνοιαν αὐτοῦ τῷ πρὸς τὰ ὅμοια θαρρύνειν ἰώμενος. εἰ δὲ δεῖ ταῦτ᾽ εἰκάζειν, ὁ μὲν Ζεὺς οὐκ ἔχει τὴν Δίκην πάρεδρον, ἀλλ᾽ αὐτὸς Δίκη καὶ Θέμις ἐστὶ καὶ νόμον ὁ πρεσβύτατος καὶ τελειότατος. οἱ δὲ παλαιοὶ οὕτω λέγουσι καὶ γράφουσι καὶ διδάσκουσιν, ὡς ἄνευ Δίκης ἄρχειν μηδὲ τοῦ Διὸς καλῶς δυναμένου· "ἡ δέ γε12 παρθένος ἐστὶ" καθ᾽ Ἡσίοδον Cἀδιάφθορος, αἰδοῦς p62καὶ σωφροσύνης καὶ ὠφελείας13 σύνοικος·14 ὅθεν "αἰδοίους" προσαγορεύουσι τοὺς βασιλεῖς· μάλιστα γὰρ αἰδεῖσθαι προσήκει τοῖς ἥκιστα φοβουμένοις. φοβεῖσθαι δὲ δεῖ τὸν ἄρχοντα τοῦ παθεῖν κακῶς μᾶλλον τὸ ποιῆσαι· τοῦτο γὰρ αἴτιόν ἐστιν ἐκείνου καὶ οὗτός ἐστιν ὁ φόβος τοῦ ἄρχοντος φιλάνθρωπος καὶ οὐκ ἀγεννής, ὑπὲρ τῶν ἀρχομένων δεδιέναι μὴ λάθωσι βλαβέντες,

ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσονται ἐν αὐλῇ,

θηρὸς ἀκούσαντες κρατερόφρονος,

οὐχ ὑπὲρ αὑτῶν ἀλλ᾽ ὑπὲρ τῶν φυλαττομένων. ὁ δ᾽ Ἐπαμεινώνδας, εἰς ἑορτήν τινα καὶ πότον ἀνειμένως τῶν Θηβαίων ῥυέντων, Dμόνος ἐφώδευε τὰ ὅπλα καὶ τὰ τείχη, νήφειν λέγων καὶ ἀγρυπνεῖν ὡς ἂν ἐξῇ τοῖς ἄλλοις μεθύειν καὶ καθεύδειν. καὶ Κάτων ἐν Ἰτύκῃ τοὺς ἄλλους ἅπαντας ἀπὸ τῆς ἥττης ἐκήρυττε πέμπειν ἐπὶ θάλατταν· καὶ ἐμβιβάσας, εὔπλοιαν εὐξάμενος ὑπὲρ αὐτῶν, εἰς οἶκον ἐπανελθὼν ἑαυτὸν ἀπέσφαξε· διδάξας ὑπὲρ τίνων δεῖ τὸν ἄρχοντα τῷ φόβῳ χρῆσθαι καὶ τίνων δεῖ τὸν ἄρχοντα καταφρονεῖν. Κλέαρχος δ᾽ ὁ Ποντικὸς τύραννος εἰς κιβωτὸν ἐνδυόμενος ὥσπερ ὄφις ἐκάθευδε. Eκαὶ Ἀριστόδημος15 ὁ Ἀργεῖος εἰς ὑπερῷον οἴκημα θύραν ἔχον ἐπιρρακτήν, ἧς ἐπάνω τιθεὶς τὸ κλινίδιον ἐκάθευσε μετὰ τῆς ἑταίρας· ἡ δὲ μήτηρ ἐκείνης ὑφεῖλκε κάτωθεν τὸ κλιμάκιον, εἶθ᾽ ἡμέρας πάλιν προσετίθει φέρουσα. p64πῶς οὗτος, οἵεσθε, τὸ θέατρον ἐπεφρίκει καὶ τὸ ἀρχεῖον, τὸ βουλευτήριον, τὸ συμπόσιον, ὁ τὸν θάλαμον ἑαυτῷ δεσμωτήριον πεποιηκώς; τῷ γὰρ ὄντι δεδίασιν οἱ βασιλεῖς ὑπὲρ τὸν ἀρχομένων, οἱ δὲ τύραννοι τοὺς ἀρχομένους· διὸ τῇ δυνάμει τὸ δέος συναύξουσι· πλειόνων γὰρ ἄρχοντες πλείονας φοβοῦνται.

5 [link to English translation] FΟὐ γὰρ εἰκὸς οὐδὲ πρέπον, ὥσπερ ἔνιοι φιλόσοφοι λέγουσι, τὸν θεὸν ἐν ὕλῃ πάντα πασχούσῃ καὶ πράγμασι μυρίας δεχομένοις ἀνάγκας καὶ τύχας καὶ μεταβολὰς ὑπάρχειν ἀναμεμιγμένον· ἀλλ᾽ ὁ μὲν16 ἄνω που περὶ τὴν ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως17 φύσιν ἔχουσαν ἱδρυμένος ἐν βάθροις ἁγίοις ᾗ φησι Πλάτων, εὐθείᾳ18 περαίνει κατὰ φύσιν περιπορευόμενος· οἷον δ᾽ ἥλιος ἐν οὐρανῷ μίμημα τὸ περικαλλὲς αὐτοῦ δι᾽ ἐσόπτρου εἴδωλον ἀναφαίνεται τοῖς ἐκεῖνον ἐνορᾶν δι᾽ αὐτοῦ δυνατοῖς, οὕτω τὸ ἐν πόλεσι φέγγος εὐδικίας καὶ λόγου τοῦ περὶ αὑτὸν19 ὥσπερ εἰκόνα κατέστησεν, 782ἣν οἱ μακάριοι καὶ σώφρονες ἐκ φιλοσοφίας ἀπογράφονται πρὸς τὸ κάλλιστον τῶν πραγμάτων πλάττοντες ἑαυτούς. ταύτην δ᾽ οὐδὲν ἐμποιεῖ τὴν διάθεσιν ἢ λόγος ἐκ φιλοσοφίας παραγενόμενος· ἵνα μὴ πάσχωμεν τὸ τοῦ Ἀλεξάνδρου, ὃς ἐν Κορίνθῳ Διογένην θεασάμενος καὶ δι᾽ εὐφυΐαν ἀγαπήσας καὶ θαυμάσας τὸ φρόνημα καὶ τὸ μέγεθος τοῦ ἀνδρὸς εἶπεν "εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης p66ἂν ἤμεν"· ὀλίγου δέων20 εἰπεῖν, τὴν περὶ αὑτὸν21 εὐτυχίαν καὶ λαμπρότητα καὶ δύναμιν ὡς κώλυσιν ἀρετῆς καὶ ἀσχολίαν βαρυνόμενος Bκαὶ ζηλοτυπῶν τὸν τρίβωνα καὶ τὴν πήραν, ὅτι τούτοις ἦν ἀνίκητoς καὶ ἀνάλωτος Διογένης, οὐχ ὡς ἐκεῖνος ὅπλοις καὶ ἵπποις καὶ σαρίσσαις. ἐξῆν οὖν φιλοσοφοῦντα καὶ τῇ διαθέσει γίγνεσθαι Διογένην καὶ τῇ τύχῃ μένειν Ἀλέξανδρον, καὶ διὰ τοῦτο γενέσθαι Διογένην μᾶλλον, ὅτι ἦν Ἀλέξανδρος, ὡς πρὸς τύχην μεγάλην πολὺ πνεῦμα καὶ σάλον ἔχουσαν ἕρματος πολλοῦ καὶ κυβερνήτου μεγάλου δεόμενον.

6 [link to English translation] Ἐν μὲν γὰρ τοῖς ἀσθενέσι καὶ ταπεινοῖς καὶ ἰδιώταις τῷ ἀδυνάτῳ μιγνύμενον22 τὸ ἀνόητον εἰς τὸ ἀναμάρτητον23 τελευτᾷ,24 ὥσπερ ἐν25 ὀνείρασι φαύλοις τις ἀνία26 τὴν ψυχὴν διαταράττει συνεξαναστῆναι ταῖς ἐπιθυμίαις μὴ δυναμένην· Cἡ δ᾽ ἐξουσία παραλαβοῦσα τὴν κακίαν νεῦρα τοῖς27 πάθεσι προστίθησι· καὶ τὸ τοῦ Διονυσίου ἀληθές ἐστιν· ἔφη γὰρ ἀπολαύειν μάλιστα τῆς ἀρχῆς, ὅταν ταχέως ἃ βούλεται ποιῇ. μέγας οὖν ὁ κίνδυνος βούλεσθαι ἃ μὴ δεῖ τὸν ἃ βούλεται ποιεῖν δυνάμενον·

αὐτίκ᾽ ἔπειτά γε μῦθος ἔην, τετέλεστο δὲ ἔργον.

ὀξὺν ἡ κακία διὰ τῆς ἐξουσίας δρόμον ἔχουσα πᾶν πάθος ἐξωθεῖ, ποιοῦσα τὴν ὀργὴν φόνον τὸν ἔρωτα μοιχείαν τὴν πλεονεξίαν δήμευσιν.

p68 αὐτίκ᾽ ἔπειθ᾽ ἅμα μῦθος ἔην,

καὶ ἀπόλωλεν ὁ προσκρούσας· ὑπόνοια, καὶ τέθνηκεν ὁ διαβληθείς. Dἀλλ᾽ ὥσπερ οἱ φυσικοὶ λέγουσι τὴν ἀστραπὴν τῆς βροντῆς ὑστέραν μὲν ἐκπίπτειν ὡς αἷμα τραύματος, προτέραν δὲ φαίνεσθαι, τὸν μὲν ψόφον ἐκδεχομένης τῆς ἀκοῆς τῷ δὲ φωτὶ τῆς ὄψεως ἀπαντώσης· οὕτως ἐν ταῖς ἀρχαῖς φθάνουσιν αἱ κολάσεις τὰς κατηγορίας καὶ προεκπίπτουσιν αἱ καταδίκαι τῶν ἀποδείξεων.

εἴκει28 γὰρ ἤδη θυμὸς οὐδ᾽29 ἔτ᾽ ἀντέχει,

θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ,30

ἂν μὴ βάρος ἔχων ὁ λογισμὸς ἐπιθλίβῃ καὶ πιέζῃ τὴν ἐξουσίαν, μιμουμένου τὸν ἥλιον τοῦ ἄρχοντος, Eὃς ὅταν ὕψημα λάβῃ μέγιστον, ἐξαρθεὶς ἐν τοῖς βορείοις, ἐλάχιστα κινεῖται, τῷ σχολαιοτέρῳ τὸν δρόμον εἰς ἀσφαλὲς καθιστάμενος.

7 [link to English translation] Οὐδὲ γὰρ λαθεῖν οἷόν τε τὰς κακίας ἐν ταῖς ἐξουσίαις· ἀλλὰ τοὺς μὲν ἐπιληπτικούς, ἂν ἐν ὕψει τινὶ γένωνται καὶ περιενεχθώσιν, ἴλιγγος ἴσχει καὶ σάλος, ἐξελέγχων τὸ πάθος αὐτῶν, τοὺς δ᾽ ἄπαιδεύτους καὶ ἀμαθεῖς ἡ τύχη μικρὸν ἐκκουφίσασα πλούτοις τισὶν ἢ δόξαις ἢ ἀρχαῖς μετεώρους γενομένους εὐθὺς ἐπιδείκνυσι πίπτοντας· μᾶλλον δ᾽, ὥσπερ τῶν κενῶν ἀγγείων οὐκ ἂν διαγνοίης τὸ ἀκέραιον καὶ πεπονηκός, ἀλλ᾽ ὅταν ἐγχέῃς, φαίνεται τὸ ῥέον· Fοὕτως αἱ σαθραὶ ψυχαὶ τὰς ἐξουσίας μὴ στέγουσαι ῥέουσιν ἔξω ταῖς ἐπιθυμίαις, ταῖς ὀργαῖς, ταῖς ἀλαζονείαις, ταῖς ἀπειροκαλίαις. p70καίτοι31 τί δεῖ ταῦτα λέγειν, ὅπου καὶ τὰ σμικρότατα τῶν ἐλλειμμάτων περὶ τοὺς ἐπιφανεῖς καὶ ἐνδόξους συκοφαντεῖται; Κίμωνος ἦν ὁ οἶνος διαβολή, Σκιπίωνος ὁ ὕπνος, Λεύκολλος ἐπὶ τῷ δειπνεῖν πολυτελέστερον ἤκουε κακῶς * * *


The Loeb Editor's Notes:

1 συνεξομοιῶν Stobaeus (XL.98 [100]); συναφομοιῶν Wyttenbach: συνεφομοιῶν.

2 τὴν added by Reiske.

3 ψυχὴν Stobaeus and Reiske: ἀρχὴν.

4 θνατῶν Pindar (Bergk-Schroeder, p458, no. 169 [151]): θνητῶν.

5 γεγραμμένος Meziriacus: γεγραμμένοις.

6 ἐν αὐτῷ Coraes: ἑαυτῷ or ἐν ἑαυτῷ.

7 μέγας Ὠρομάσδης Kaltwasser: μεσορομάσδης; cf. Life of Artax. chap. xxix.

8 καὶ σωτηρίαν added by Bernardakis. Cf. Thes. and Rom. chap. ii.

9 τοιούτων Bernardakis; cf. Stobaeus, XLVI.99 (101): τοσούτων.

10 διάνοιαν] καὶ διάνοιαν Reiske; ἐνδιάθετον Frerichs.

11 καὶ τῷ Διὶ . . . τὴν Θέμιν Wyttenbach: κλείτω δὴ . . . τὴν τῶν θεῶν.

12 γε] τε Hesiod.

13 ὠφελείας] ἀληθείας some MSS.: ἀφελείας codex Xylandri.

14 σύνοικος Reiske: ἔνοικος.

15 Ἀριστόδημος] Ἀρίστιππος, Life of Aratus, chap. xxv.

16 ὁ μὲν Wyttenbach: ἡμῖν.

17 ὡσαύτως Reiske: οὕτως.

18 εὐθείᾳ Reiske; cf. Moralia, 601B: εὐθέα.

19 αὑτὸν Abresch: αὐτῆν or αὐτὸν.

20 δέων] δέω Madvig; δεῖν Coraes; δέον Frerichs.

21 αὑτὸν Duebner: αὐτὸν.

22 μιγνύμενον] δεδεμένον Stobaeus, XLVI.100 (102).

23 ἀναμάρτητον] ἁμαρτάνειν Stobaeus.

24 τελευτᾷ omitted by Stobaeus.

25 ἐν Stobaeus.

26 ἀνία] ἄγεται καὶ μάτην Frerichs: some MSS. have a gap after ἀνι; ἀνία τοῖς πάθεσι Stobaeus.

27 νεῦρα τοῖς Stobaeus: ἀνιάτοις.

28 εἴκει F. G. Schmidt; cf. Moralia, 446A: ἐκεῖ.

29 οὐδ᾽ Moralia, 446A: οὐκ.

30 σάλῳ Ibid.: σάλον (σάλων V2).

31 καίτοι Reiske: καὶ.


[image ALT: Valid HTML 4.01.]

Page updated: 12 Jun 09