[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

This webpage reproduces the essay
Animine an corporis affectiones sint peiores

by
Plutarch

as published in Vol. VI
of the Loeb Classical Library edition, 1939

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!

(Vol. VI) Πλούταρχος
Ἠθικὰ

p380 ΠΟΤΕΡΟΝ ΤΑ ΤΗΣ ΨΥΧΗΣ Η ΤΑ ΤΟΥ ΣΩΜΑΤΟΣ ΠΑΘΗ ΧΕΙΡΟΝΑ1

500b 1 [link to English translation] Ὅμηρος μὲν ἐπιβλέψας τὰ θνήτα τῶν ζῴων γένη καὶ πρὸς ἄλληλα συγκρίνας κατὰ τοὺς βίους καὶ τὰς διαιτήσεις, ἐξεφώνησεν ὡς οὐδέν ἐστιν

ὀιζυρώτερον ἀνδρός,

πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει·

πρωτεῖον οὐκ εὐτυχὲς εἰς κακῶν ὑπεροχὴν ἀποδιδοὺς τῷ ἀνθρώπῳ· cἡμεῖς δ᾽ ὥσπερ ἤδη νικῶντα κακοδαιμονίᾳ τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀθλιώτατον ζῷων ἀνηγορευμένον αὐτὸν αὑτῷ συγκρίνωμεν,2 εἰς ἰδίων κακῶν ἀγῶνα σῶμα καὶ ψυχὴν διαιροῦντες, οὐκ ἀχρήστως ἀλλὰ καὶ πάνυ δεόντως, ἵνα μάθωμεν πότερον διὰ τὴν τύχην3 ἢ δι᾽ ἑαυτοὺς ἀθλιώτερον ζῶμεν. νόσος μὲν γὰρ ἐν σώματι φύεται διὰ φύσιν, κακία δὲ καὶ μοχθηρία περὶ ψυχὴν ἔργον ἐστὶ πρῶτον εἶτα πάθος αὐτῆς.4 οὐ μικρὸν δὲ πρὸς εὐθυμίαν ὄφελος, ἂν ἰάσιμον ᾖ τὸ χεῖρον, καὶ κουφότερον καὶ ἄσφυκτον5 ὄν.6

p382 2 [link to English translation] Ἡ μὲν οὖν Αἰσώπειος ἀλώπηξ περὶ ποικιλίας δικαζομένη πρὸς τὴν πάρδαλιν, ὡς ἐκείνη τὸ σῶμα καὶ τὴν ἐπιφάνειαν εὐανθῆ καὶ κατάστικτον ἐπεδείξατο, dτῆς δ᾽ ἦν τὸ ξανθὸν αὐχμηρὸν καὶ οὐχ ἡδὺ προσιδεῖν, "ἀλλ᾽ ἐμοῦ τοι τὸ ἐντός," ἔφη, "σκοπῶν, ὦ δικαστά, ποικιλωτέραν με τῆσδ᾽ ὄψει," δηλοῦσα τὴν περὶ τὸ ἦθος εὐτροπίαν ἐπὶ πολλὰ ταῖς χρείαις ἀμειβομένην. λέγωμεν7 οὖν ἐν ἡμῖν ὅτι πολλὰ μέν, ὦ ἄνθρωπε, σοὶ8 καὶ τὸ σῶμα νοσήματα καὶ πάθη φύσει τ᾽ ἀνίησιν ἐξ ἑαυτοῦ καὶ προσπίπτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἔνδοθεν ἀνοίξῃς, ποικίλον τι καὶ πολυπαθὲς κακῶν ταμιεῖον εὑρήσεις καὶ θησαύρισμα, ὥς φησι Δημόκριτος, eοὐκ ἔξωθεν ἐπιρρεόντων, ἀλλ᾽ ὥσπερ ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος καὶ δαψιλὴς οὖσα τοῖς πάθεσιν; εἰ δὲ τὰ μὲν ἐν σαρκὶ νοσήματα σφυγμοῖς καὶ ὤχραις9 φωρᾶται καὶ θερμότητες αὐτὰ καὶ πόνοι προπετεῖς ἐλέγχουσι, τὰ δ᾽ ἐν ψυχῇ λανθάνει τοὺς πολλοὺς κακά,10 διὰ τοῦτ᾽ ἐστι κακίω, προσαφαιρούμενα τὴν αὑτῶν11 τοῦ πάσχοντος αἴσθησιν. τῶν μὲν γὰρ περὶ τὸ σῶμα νοσημάτων ἐρρωμένος ὁ λογισμὸς p384αἰσθάνεται, τοῖς δὲ τῆς ψυχῆς συννοσῶν αὐτὸς οὐκ ἔχει κρίσιν ἐν οἷς πάσχει, πάσχει γὰρ ᾧ κρίνει· καὶ δεῖ τῶν ψυχικῶν πρῶτον καὶ μέγιστον ἀριθμεῖν τὴν ἄγνοιαν,12 fδι᾽ ἧς ἀνήκεστος ἡ κακία τοῖς πολλοῖς συνοικεῖ καὶ συγκαταβιοῖ καὶ συναποθνήσκει. ἀρχὴ γὰρ ἀπαλλαγῆς νόσου μὲν αἴσθησις εἰς χρείαν ἄγουσα τοῦ βοηθοῦντος τὸ πάσχον· ὁ δ᾽ ἀπιστίᾳ τοῦ νοσεῖν οὐκ εἰδῶς ὧν δεῖται, κἂν παρῇ τὸ θεραπεῦον, ἀρνεῖται. καὶ γὰρ τῶν περὶ τὸ σῶμα νοσημάτων τὰ μετ᾽ ἀναισθησίας χείρονα, 501λήθαργοι κεφαλαλγίαι ἐπιληψίαι ἀποπληξίαι13 αὐτοί τε πυρετοὶ οἳ14 συντείναντες15 εἰς παρακοπὴν τὸ φλεγμαῖνον καὶ τὴν αἴσθησιν ὥσπερ ἐν ὀργάνῳ διαταράξαντες

κινοῦσι χορδὰς τὰς ἀκινήτους φρενῶν.

3 [link to English translation] Διὸ παῖδες ἰατρῶν βούλονται μὲν μὴ νοσεῖν τὸν ἄωθρωπον, νοσοῦντα δὲ μὴ ἀγνοεῖν ὅτι νοσεῖ· ὃ τοῖς ψυχικοῖς πάθεσι πᾶσι συμβέβηκεν. οὔτε γὰρ ἀφραίνοντες οὔτ᾽ ἀσελγαίνοντες οὔτ᾽ ἀδικοπραγοῦντες ἁμαρτάνειν δοκοῦσιν, ἀλλ᾽ ἔνιοι καὶ κατορθοῦν. πυρετὸν μὲν γὰρ οὐδεὶς ὑγίειαν ὠνόμασεν οὐδὲ φθίσιν εὐεξίαν16 bοὐδὲ ποδάγραν ποδώκειαν οὐδ᾽ ὠχρίασιν ἐρύθημα, θυμὸν δὲ πολλοὶ καλοῦσιν ἀνδρεῖαν καὶ p386ἔρωτα φιλίαν καὶ φθόνον ἅμιλλαν καὶ δειλίαν ἀσφάλειαν. εἶθ᾽ οἱ μὲν καλοῦσι τοὺς ἰατρούς, αἰσθάνονται γὰρ ὦν δέονται πρὸς ἃ νοσοῦσιν· οἱ δὲ φεύγουσι τοὺς φιλοσόφους, οἴονται γὰρ ἐπιτυγχάνειν ἐν οἷς διαμαρτάνουσιν. ἐπεὶ17 τούτῳ γε τῷ λόγῳ χρώμενοι λέγομεν ὅτι κουφότερόν ἐστιν ὀφθαλμία μανίας καὶ ποδάγρα φρενίτιδος, ὁ μὲν γὰρ18 αἰσθάνεται καὶ καλεῖ τὸν ἰατρὸν κεκραγώς, καὶ παρόντι τὴν ὄψιν ἀλεῖψαι, τὴν φλέβα τεμεῖν,19 παραδίδωσιν· cτῆς δὲ μαινομένης Ἀγαύης ἀκούεις ὑπὸ τοῦ πάθους τὰ φίλτατ᾽ ἠγνοηκυίας,

ἄγομεν20 ἐξ ὄρεος21

ἕλικα νεότομον ἐπὶ μέλαθρα,

μακάριον θήραμα.22

Καὶ γὰρ ὁ μὲν τῷ σώματι νοσῶν εὐθὺς ἐνδοὺς καὶ καθεὶς ἑαυτὸν εἰς τὸ κλινίδιον ἡσυχίαν ἄγει θεραπευόμενος, ἂν δέ που μικρὸν ἐξᾴξῃ23 καὶ διασκιρτήσῃ τὸ σῶμα φλεγμονῆς προσπεσούσης, εἰπών τις τῶν παρακαθημένων πράως,

μέν᾽, ὦ ταλαίπωρ᾽, ἀτρέμα σοῖς ἐν δεμνίοις,

ἐπέστησε καὶ κατέσχεν. οἱ δ᾽ ἐν τοῖς ψυχικοῖς πάθεσιν ὄντες τότε μάλιστα πράττουσι, τόθ᾽ ἥκισθ᾽ p388ἡσυχάζουσιν· αἱ γὰρ ὁρμαὶ τῶν πράξεων ἀρχή,24 τὰ δὲ πάθη σφοδρότητες ὁρμῶν.dδιὸ τὴν ψυχὴν ἠρεμεῖν οὐκ ἐῶσιν, ἀλλ᾽ ὅτε μάλιστα δεῖται μονῆς καὶ σιωπῆς καὶ ὑποστολῆς ὁ ἄνθρωπος, τότ᾽ αὐτὸν εἰς ὕπαιθρον ἕλκουσι, τότ᾽ ἀποκαλύπτουσιν οἱ θυμοί, αἱ φιλονεικίαι, οἱ ἔρωτες, αἱ λῦπαι, πολλὰ καὶ δρᾶν ἄνομα καὶ λαλεῖν ἀνάρμοστα τοῖς καιροῖς ἀναγκαζόμενον.

4 [link to English translation] Ὥσπερ οὖν ἐπισφαλέστερος χειμὸν τοῦ πλεῖν οὐκ ἐῶντος ὁ κωλύων καθορμίσασθαι, οὕτως οἱ κατὰ ψυχὴν χειμῶνες βαρύτεροι στείλασθαι τὸν ἄνθρωπον οὐκ ἐῶντες οὐδ᾽ ἐπιστῆσαι τεταραγμένον τὸν λογισμόν· ἀλλ᾽ ἀκυβέρνητος καὶ ἀνερμάτιστος ἐν ταραχῇ καὶ πλάνῃ δρόμοις λεχρίοις25 καὶ παραφόροις διατραχηλιζόμενος eεἴς τι ναυάγιον φοβερὸν ἐξέπεσε καὶ συνέτριψε τὸν ἑαυτοῦ βίον. ὥστε καὶ ταύτῃ26 χεῖρον νοσεῖν ταῖς ψυχαῖς ἢ τοῖς σώμασιν· τοῖς μὲν γὰρ πάσχειν μόνον τοῖς δὲ καὶ πάσχειν καὶ ποιεῖν κακῶς συμβέβηκε.

Καὶ τί δεῖ τὰ πολλὰ λέγειν τῶν παθῶν; αὐτὸς ὁ καιρὸς ὑπόμνησίς ἐστιν. ὁρᾶτε τὸν πολὺν καὶ παμμιγῆ τοῦτον τὸν27 ἐνταῦθα συνηραγμένον28 καὶ κυκώμενον ὄχλον περὶ τὸ βῆμα καὶ τὴν ἀγοράν; οὐ θύσοντες οὗτοι συνεληλύθασι πατρίοις θεοῖς οὐδ᾽ ὁμογνίων μεθέξοντες ἱερῶν ἀλλήλοις, οὐκ Ἀσκραίῳ p390Διὶ Λυδίων καρπῶν ἀπαρχὰς φέροντες fοὐδὲ Διονύσῳ βεβακχευμένον θύσθλον ἱεραῖς νυξὶ καὶ κοινοῖς ὀργιάσοντες29 κώμοις· ἀλλ᾽ ὥσπερ ἐτησίοις περιόδοις ἀκμὴ νοσήματος ἐκτραχύνουσα30 τὴν Ἀσίαν31 ἐπὶ δίκας καὶ ἀγῶνας ἐμπροθέσμους ἥκουσαν32 ἐνταῦθα συμβάλλει· 502καὶ33 πλῆθος ὥσπερ ῥευμάτων ἀθρόων εἰς μίαν ἐμπέπτωκεν ἀγορὰν καὶ φλεμαίνει καὶ συνέρρωγεν "ὀλλύντων τε καὶ ὀλλυμένων." ποίων ταῦτα πυρετῶν ἔργα, ποίων ἠπιάλων; τίνες ἐνστάσεις ἢ παρεμπτώσεις ἢ δυσκρασία θερμῶν ἢ ὑπέρχυσις ὑγρῶν; ἂν ἑκάστην δίκην ὥσπερ ἄνθρωπον ἀνακρίνῃς πόθεν πέφυκε πόθεν ἥκει, τὴν μὲν θυμὸς αὐθάδης γεγέννηκε, τὴν δὲ μανιώδης φιλονεικία, τὴν δ᾽ ἄδικος ἐπιθυμία . . .


Critical Apparatus:

1 περὶ τοῦ πότερον τὰ ψυχῆς ἢ τὰ σώματος πάθη χείρονα in some MSS., perhaps rightly.

2 συγκρίνωμεν Reiske: συγκρίνομεν.

3 τύχην] ψυχὴν most MSS.

4 αὐτῆς Reiske, confirmed by G: αὐτῇ.

5 ἄσφυκτον Salmasius, confirmed by one MSS.: ἄφυκτον.

6 ὄν added by Capps.

7 λέγωμεν] λέγομεν all MSS. but two.

8 σοὶ] σοῦ all MSS. but two.

9 ἐρυθαινόμενα after ὤχραις (χροιαῖς in some MSS.) deleted by Wilamowitz.

10 ὄντα after κακά deleted by Pohlenz.

11 αὑτῶν Capps: ἐπ᾽ αὐτοῖς (omitted in a few MSS.).

12 ἄγνοιαν Wyttenbach: ἄνοιαν.

13 ἀποπληξία] πυρετοὶ most MSS.

14 οἳ added by Pohlenz.

15 συντείναντες] συντείνοντες most MSS.

16 εὐεξίαν] εὐεξίην three good MSS., as though Plutarch were quoting an Ionic author (Democritus?).

17 ἐπεὶ Xylander, confirmed by two MSS.; ἔτι Wyttenbach: ἐπὶ.

18 γὰρ] omitted in all MSS. but one.

19 After τεμεῖν Pohlenz deleted τὴν κεφαλήν (a gloss on the verses of Euripides).

20 ἄγομεν] φέρομεν Euripides.

21 ἔξ ὀρέων Euripides.

22 μακαρίαν θήραν Life of CrassusXXXIII.

23 ἐξᾴξῃ Wyttenbach; ἐξάξῃ.

24 ἀρχή] ἀρχαί in two MSS.

25 λεχρίοις Paton: ὀλεθρίοις.

26 ταύτῃ Wyttenbach: τούτοις.

27 τὸν in a few MSS. only.

28 συνειργμένον, "close-packed," Capps.

29 ὀργιάσοντες Bernardakis and one ms: ὀργιάζοντες.

30 ἐκτραχύνουσα] ἐκτραχύνασα in three MSS.

31 Ἀσίαν] οὐσίαν most MSS.

32 ἥκουσαν] ἥκουσιν most MSS.

33 καὶ] omitted in all MSS. but two.


[image ALT: Valid HTML 4.01.]

Page updated: 12 Nov 08