Short URL for this page:
bit.ly/AnVirtus


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces the essay
An virtus doceri possit

by
Plutarch

as published in Vol. VI
of the Loeb Classical Library edition, 1939

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. VI) Πλούταρχος
Ἠθικὰ

 p4  ΕΙ ΔΙΔΑΚΤΟΝ Η ΑΡΕΤΗ

(439a) 1 [link to English translation] Περὶ τῆς ἀρετῆς βουλευόμεθα καὶ διαποροῦμεν, εἰ διδακτόν ἐστι τὸ φρονεῖν τὸ δικαιοπραγεῖν τὸ εὖ ζῆν· εἶτα​1 θαυμάζομεν, εἰ ῥητόρων μὲν ἔργα καὶ κυβερνητῶν καὶ ἁρμονικῶν καὶ οἰκοδόμων καὶ γεωργῶν μυρί’​2 ἐστίν, bἀγαθοὶ δ’ ἄνδρες ὀνομάζονται καὶ λέγονται μόνον, ὡς ἱπποκένταυροι καὶ γίγαντες καὶ κύκλωπες. ἔργον δ’ ἀμεμφὲς εἰς ἀρετὴν​3 οὐκ ἔστιν εὑρεῖν οὐδὲ πάθους ἀκέραιον ἦθος οὐδ’​4 ἄθικτον αἰσχροῦ βίον·​5 ἀλλ’ εἰ καί τι καλὸν ἡ φύσις αὐτομάτως ἐκφέρει, τοῦτο πολλῷ τῷ ἀλλοτρίῳ καθάπερ ὕλῃ καρπὸς ἀγρίᾳ καὶ ἀκαθάρτῳ μιγνύμενος, ἐξαμαυροῦται. ψάλλειν μανθάνουσιν οἱ ἄνθρωποι καὶ ὀρχεῖσθαι καὶ ἀναγινώσκειν γράμματα καὶ γεωργεῖν καὶ ἱππεύειν·​6 ὑποδεῖσθαι μανθάνουσι, περιβάλλεσθαι·​7 οἰνοχοεῖν διδάσκουσιν ὀψοποιεῖν. ταῦτ’ ἄνευ τοῦ μαθεῖν οὐκ ἔστι χρησίμως ποιεῖν, δι’ ὃ δὲ ταῦτα πάντα, τὸ εὖ βιοῦν, ἀδίδακτον καὶ ἄλογον καὶ ἄτεχνον καὶ αὐτόματον;

2 [link to English translation] Ὦ ἄνθρωποι, τί τὴν ἀρετὴν λέγοντες ἀδίδακτον  p6 εἶναι ποιοῦμεν ἀνύπαρκτον; εἰ γὰρ ἡ μάθησις γένεσίς ἐστιν, ἡ τοῦ μαθεῖν κώλυσις ἀναίρεσις. καίτοι γ’, ὥς φησιν ὁ Πλάτων, διὰ τὴν τοῦ ποδὸς​8 πρὸς τὴν λύραν ἀμετρίαν καὶ ἀναρμοστίαν οὔτ’ ἀδελφὸς ἀδελφῷ πολεμεῖ οὔτε φίλος φίλῳ διαφέρεται, οὔτε πόλεις πόλεσι δι’ ἀπεχθείας γινόμεναι τὰ ἔσχατα κακὰ​9 δρῶσί τε καὶ πάσχουσιν ὑπ’ ἀλλήλων· dοὐδὲ περὶ προσῳδίας ἔχει τις εἰπεῖν στάσιν ἐν πόλει γενομένην,​10 πότερον Τελχῖνας​11 ἢ Τέλχινας ἀναγνωστέον· οὐδ’ ἐν οἰκίᾳ διαφορὰν ἀνδρὸς καὶ γυναικὸς ὑπὲρ κρόκης ἢ στήμονος. ἀλλ’ ὅμως οὔτ’ ἂν ἱστὸν οὔτε βιβλίον ἢ λύραν ὁ μὴ μαθὼν μεταχειρίσαιτο, καίπερ εἰς οὐδὲν μέγα βλαβησόμενος, ἀλλ’ αἰδεῖται γενέσθαι καταγέλαστος ("ἀμαθίην" γάρ, Ἡράκλειτός φησι, "κρύπτειν ἄμεινον"), οἶον δὲ καὶ γάμον καὶ πολιτείαν καὶ ἀρχὴν οἴεται καλῶς μεταχειρίσεσθαι​12 μὴ γυναικὶ μαθὼν συμφέρεσθαι​13 μὴ θεράποντι μὴ πολίτῃ μὴ ἀρχομένῳ μὴ ἄρχοντι;

Παιδὸς ὀψοφαγοῦντος ὁ Διογένης τῷ παιδαγωγῷ κόνδυλον ἔδωκεν, ὀρθῶς οὐ τοῦ μὴ μαθόντος eἀλλὰ τοῦ μὴ διδάξαντος τὸ ἁμάρτημα ποιήσας. εἶτα παροψίδος μὲν ἢ κύλικος οὐκ ἔστι κοινωνεῖν  p8 ἐπιδεξίως, ἂν μὴ μάθῃ τις εὐθὺς ἐκ παίδων ἀρξάμενος, ὡς Ἀριστοφάνης,14

μὴ κιχλίζειν μηδ’ ὀψοφαγεῖν μηδ’ ἴσχειν τὼ πόδ’ ἐπαλλάξ·​15

οἴκου δὲ καὶ πόλεως καὶ γάμου καὶ βίου καὶ ἀρχῆς κοινωνίαν ἀνέγκλητον ἐνδέχεται γενέσθαι, μὴ μαθόντων ὅντινα χρὴ τρόπον ἀλλήλοις συμφέρεσθαι; ὁ Ἀρίστιππος ἐρωτηθεὶς ὑπό τινος, "πανταχοῦ σὺ ἄρ’ εἶ;" γελάσας, "οὐκοῦν," ἔφη, "παραπόλλυμι τὸ ναῦλον, εἴ γε πανταχοῦ εἰμι." τί οὖν; οὐκ ἂν εἴποις καὶ αὐτός, "εἰ μὴ γίνονται μαθήσει βελτίονες ἄνθρωποι, fπαραπόλλυται ὁ μισθὸς τῶν παιδαγωγῶν"; πρῶτοι​16 γὰρ οὗτοι παραλαμβάνοντες ἐκ γάλακτος, ὥσπερ αἱ τίτθαι ταῖς χερσὶ τὸ σῶμα πλάττουσιν, οὕτω τὸ ἦθος ῥυθμίζουσι τοῖς ἔθεσιν, εἰς ἴχνος τι πρῶτον ἀρετῆς καθιστάντες. καὶ ὁ Λάκων ἐρωτηθεῖς τί παρέχει παιδαγωγῶν, "τὰ καλά," ἔφη, "τοῖς παισὶν ἡδέα ποιῶ." καίτοι​17 τί​18 διδάσκουσιν οἱ παιδαγωγοί; κεκυφότας ἐν ταῖς ὁδοῖς περιπατεῖν, ἑνὶ δακτύλῳ τοῦ ταρίχους ἅψασθαι, δυσὶ τοῦ ἰχθύος, σίτου, κρέως,​19 οὕτω καθῆσθαι, 440τὸ ἱμάτιον οὕτως ἀναλαβεῖν.

 p10  3 [link to English translation] Τί οὖν; ὁ λέγων λειχῆνος ἰατρικὴν εἶναι καὶ παρωνυχίας, πλευρίτιδος δὲ καὶ πυρετοῦ καὶ φρενίτιδος μὴ εἶναι, τί διαφέρει τοῦ λέγοντος ὅτι τῶν μίκρων καὶ παιδικῶν καθηκόντων​20 εἰσὶ διδασκαλεῖα καὶ λόγοι καὶ ὑποθῆκαι, τῶν δὲ μεγάλων καὶ τελείων ἄλογος τριβὴ καὶ περίπτωσίς ἐστιν; ὡς γὰρ ὁ λέγων ὅτι δεῖ κώπην ἐλαύνειν μαθόντα κυβερνᾶν δὲ καὶ μὴ μαθόντα​21 γελοῖός ἐστιν, οὕτως ὁ μὲν τῶν ἄλλων ἀπολεἰπων τεχνῶν μάθησιν, ἀρετῆς δ’ ἀναιρῶν τοὐναντίον ἔοικε τοῖς Σκύθαις ποιεῖν. ἐκεῖνοι μὲν γάρ, ὥς φησιν Ἡρόδοτος, τοὺς οἰκέτας ἐκτυφλοῦσιν ὅπως πῦαρ​22 παραδιδῶσιν​23 αὐτοῖς· bοὗτος δὲ ταῖς δούλαις καὶ ὑπηρέτισι τέχναις ὥσπερ ὄμμα τὸν λόγον ἐντιθεὶς τῆς ἀρετῆς ἀφαιρεῖ.

Καίτοι γ’ ὁ στρατηγὸς Ἰφικράτης πρὸς Καλλίαν τὸν Χαρίου​24 ἐρωτῶντα καὶ λέγοντα, "τίς εἶ; τοξότης; πελταστής; ἱππεύς; ὁπλίτης;" "οὐδείς," ἔφη, "τούτων, ἀλλ’ ὁ τούτοις πᾶσιν ἐπιτάττων." γελοῖος οὖν ὁ λέγων ὅτι τοξικὴ καὶ ὁπλιτικὴ καὶ τὸ σφενδονᾶν καὶ τὸ ἱππεύειν διδακτόν ἐστι, στρατηγικὴ​25 δὲ καὶ τὸ στρατηγεῖν ὡς ἔτυχε παραγίνεται καὶ οἷς ἔτυχε μὴ μαθοῦσιν. οὐκοῦν ἔτι γελοιότερος ὁ μόνην τὴν φρόνησιν μὴ  p12 διδακτὴν ἀποφαίνων, ἧς ἄνευ τῶν ἄλλων τεχνῶν ὄφελος οὐδὲν οὐδ’ ὄνησίς ἐστιν. εἰ δ’​26 ἡγεμὼν αὕτη καὶ κόσμος οὖσα πασῶν καὶ τάξις εἰς τὸ χρήσιμον ἕκαστον καθίστησιν, αὐτίκα τίς δείπνου χάρις, cἠσκημένων καὶ μεμαθηκότων παίδων

δαιτρεῦσαι καὶ​27 ὀπτῆσαι οἰνοχοῆσαι,

εἰ μὴ διάθεσις μηδὲ τάξις εἴη περὶ​28 τοὺς διακονοῦντας;


The Loeb Editor's Notes:

1 εἶτα] εἶτ’ οὐ Reiske.

2 μυρί’ Wyttenbach, confirmed by one MS.: μυρία δ’.

3 καὶ ἀκέραιον after ἀρετὴν deleted by Wyttenbach.

4 οὐδ’] καὶ in some MSS.

5 βίον Pohlenz: βίου or βίου καὶ ἀκέραιον.

6 After ἱππεύειν some MSS. add καὶ τί δεινόν;

7 περιβάλλεσθαι] καὶ ἀλείφεσθαι added in some MSS.

8 τοῦ ποδὸς] ἐν τῷ ποδὶ Plato.

9 ἔσχατα κακὰ] ἔσχατα Plato.

10 γενομένην Emperius and a few MSS.: γινομένην.

11 ἢ Τέλχινας added by Xylander.

12 μεταχειρίσεσθαι] most MSS. have ‑σασθαι or ‑ζεσθαι.

13 μαθὼν συμφέρεσθαι added by W. C. H. after Pohlenz.

14 Wyttenbach would add φησίν.

15 ἐναλλάξ MSS. of Aristophanes.

16 πρῶτοι Reiske: πρῶτον.

17 καίτοι emperius: καὶ αὐτοῖν.

18 τί added by Pohlenz.

19 W. C. H.: τὸ τάριχον ἅψασθαι δυσὶ τὸν ἰχθὺν σῖτον κρέας.

20 καθηκόντων] καθηκόντως in most MSS.

21 κυβερνᾶν δὲ καὶ μὴ μαθόντα added by Iannotius.

22 πῦαρ added by Capps; cf. Solon apud Aristotle, Ath. Pol., xii.5: πῦαρ ἐξεῖλεν γάλα.

23 παραδιδῶσιν W. C. H.; γάλα δῶσιν Salmasius; παραμένωσιν Canter; γάλα δονῶσιν Stephanus: παραδῶσιν.

24 Καλλίαν τὸν Χαρίου Dittenberger: τὸν Χαβρίου Καλλίαν.

25 στρατηγικὴ Wyttenbach: στρατηγία.

26 εἰ δ’] εἴ γε Stephanus.

27 καὶ] τε καὶ Homer.

28 περὶ Wyttenbach: πρὸς.


[image ALT: Valid HTML 4.01.]

Page updated: 8 Jun 09