[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces the essay
On Having Many Friends

by
Plutarch

as published in Vol. II
of the Loeb Classical Library edition, 1928

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. II) Πλούταρχος
Ἠθικὰ

 p46  ΠΕΡΙ ΠΟΛΥΦΙΛΙΑΣ

1 (93) [link to English translation] Μένωνα τὸν Θετταλὸν οἰόμενον ἐν λόγοις ἱκανῶς γεγυμνάσθαι καὶ bτοῦτο δὴ τὸ ὑπὸ τοῦ Ἐμπεδοκλέους λεγόμενον

σοφίης​1 ἐπ’ ἄκροισι θαμίζειν

ἠρώτησεν ὁ Σωκράτης τί ἀρετή ἐστιν· ἀποκριναμένου δ’ ἰταμῶς ἐκείνου καὶ προχείρως ὅτι καὶ παιδός ἐστιν ἀρετὴ καὶ πρεσβύτου καὶ ἀνδρὸς καὶ γυναικὸς καὶ ἄρχοντος καὶ ἰδιώτου καὶ δεσπότου καὶ θεράποντος, "εὖ γ’," εἶπεν ὁ Σωκράτης, "ὅτι μίαν ἀρετὴν αἰτηθεὶς σμῆνος ἀρετῶν κεκίνηκας," οὐ κακῶς τεκμαιρόμενος ὅτι μηδεμίαν εἰδὼς ἀρετὴν ὁ ἄνθρωπος​2 πολλὰς ὠνόμαζεν. ἆρ’ οὖν οὐχὶ καὶ ἡμῖν ἄν τις ἐπιχλευάσειεν cὅτι μηδέπω μίαν φιλίαν κεκτημένοι βεβαίως φοβούμεθα μὴ λάθωμεν εἰς πολυφιλίαν ἐμπεσόντες; σχεδὸν γὰρ οὐδὲν διαφέρομεν ἀνθρώπου κολοβοῦ καὶ τυφλοῦ, φοβουμένου μὴ Βριάρεως ὁ ἑκατόγχειρ καὶ Ἄργος ὁ πανόπτης γένηται. καίτοι τὸν γε παρὰ τῷ  p48 Μενάνδρῳ νεανίσκον ὑπερφυῶς ἐπαινοῦμεν εἰπόντα θαυμαστὸν ὅσον νομίζειν

ἀγαθὸν ἕκαστον, ἂν ἔχῃ φίλου σκιάν.

2 [link to English translation] Ἐναντίον​3 δὲ μετὰ πολλῶν ἄλλως οὐχ ἥκιστα γ’ εἰς φιλίας κτῆσιν ἡμῖν​4 ἡ τῆς πολυφιλίας ὄρεξις, ὥσπερ ἀκολάστων γυναικῶν, dτῷ πολλάκις καὶ πολλοῖς συμπλέκεσθαι τῶν πρώτων κρατεῖν μὴ δυναμένοις ἀμελουμένων καὶ ἀπορρεόντων· μᾶλλον δ’ ὥσπερ ὁ τῆς Ὑψιπύλης τρόφιμος εἰς τὸν λειμῶνα καθίσας ἔδρεπεν

ἕτερον ἐφ’ ἑτέρῳ αἰρόμενος

ἄγρευμ’ ἀνθέων ἡδομένᾳ ψυχᾷ

τὸ νήπιον ἄπληστον​5 ἔχων,

[link to English translation] οὕτως ἕκαστον ἡμῶν διὰ τὸ φιλόκαινον καὶ ἁψίκορον ὁ πρόσφατος ἀεὶ καὶ ἀνθῶν ἐπάγεται, καὶ μετατίθησι πολλὰς ὁμοῦ καὶ ἀτελεῖς ἀρχὰς πράττοντας φιλίας καὶ συνηθείας, ἔρωτι τοῦ διωκομένου παρερχομένουςº τὸν καταλαμβανόμενον.

e [link to English translation] Πρῶτον μὲν οὖν ὥσπερ ἀφ’ ἑστίας ἀρξάμενοι τῆς τοῦ βίου φήμης ἣν ὑπὲρ φίλων βεβαίων ἀπολέλοιπεν ἡμῖν, τὸν μακρὸν καὶ παλαιὸν αἰῶνα μάρτυρα ἅμα τοῦ λόγου καὶ σύμβουλον λάβωμεν, ἐν ᾧ κατὰ ζεῦγος φιλίας λέγονται Θησεὺς καὶ Πειρίθους, Ἀχιλλεὺς καὶ Πάτροκλος, Ὀρέστης καὶ  p50 Πυλάδης, Φιντίας καὶ Δάμων, Ἐπαμεινώνδας καὶ Πελοπίδας. σύννομον γὰρ ἡ φιλία ζῷον οὐκ ἀγελαῖόν ἐστιν οὐδὲ κολοιῶδες, καὶ τὸ ἄλλον αὑτὸν ἡγεῖσθαι τὸν φίλον καὶ προσαγορεύειν ἑταῖρον ὡς ἕτερον, οὐδέν ἐστιν ἢ μέτρῳ οὔτε φίλους τῇ δυάδι χρωμένων. οὔτε γὰρ δούλους οὔτε φίλους ἔστι κτήσασθαι πολλοὺς ἀπ’ ὀλίγου νομίσματος. τί οὖν νόμισμα φιλίας; fεὔνοια καὶ χάρις μετ’ ἀρετῆς, ὧν οὐδὲν ἔχει σπανιώτερον ἡ φύσις. ὅθεν τὸ σφόδρα φιλεῖν καὶ φιλεῖσθαι πρὸς πολλοὺς οὐκ ἔστιν, ἀλλ’ ὥσπερ οἱ ποταμοὶ πολλὰς σχίσεις καὶ κατατομὰς λαμβάνοντες ἀσθενεῖς καὶ λεπτοὶ ῥέουσιν, οὕτω τὸ φιλεῖν ἐν ψυχῇ σφοδρὸν πεφυκὸς εἰς πολλοὺς μεριζόμενον ἐξαμαυροῦται. διὸ καὶ τῶν ζῴων τὸ φιλότεκνον τοῖς μονοτόκοις ἰσχυρότερον ἔμφύεται, 94καὶ Ὅμηρος ἀγαπητὸν υἱὸν ὀνομάζει "μοῦνον τηλύγετον," τουτέστι τὸν τοῖς μήτ’​6 ἔχουσιν ἕτερον γονεῦσι μήθ’ ἕξουσι γεγενημένον.

3 [link to English translation] Τὸν δὲ φίλον ἡμεῖς "μοῦνον" μὲν οὐκ ἀξιοῦμεν εἶναι, μετ’ ἄλλων δὲ "τηλύγετός" τις καὶ ὀψίγονος ἔστω, τὸν θρυλούμενον ἐκεῖνον χρόνῳ τῶν ἁλῶν συγκατεδηδοκὼς μέδιμνον, οὐχ ὥσπερ νῦν πολλοὶ φίλοι λεγόμενοι συμπιόντες ἅπαξ ἢ συσφαιρίσαντες ἢ συγκυβεύσαντες ἢ συγκαταλύσαντες, ἐκ πανδοκείου καὶ παλαίστρας καὶ ἀγορᾶς φιλίαν συλλέγουσιν.

 p52  [link to English translation] Ἐν δὲ ταῖς τῶν πλουσίων καὶ ἡγεμονικῶν οἰκίαις πολὺν ὄχλον καὶ θόρυβον bἀσπαζομένων καὶ δεξιουμένων καὶ δορυφορούντων ὁπρῶντες εὐδαιμονίζουσι τοὺς πολυφίλους. καίτοι πλείονάς γε μυίας ἐν τοῖς ὀπτανίοις αὐτῶν ὁρῶσιν. ἀλλ’ οὔθ’ αὗται τῆς λιχνείας οὔτ’ ἐκεῖνοι τῆς χρείας ἐπιλιποῦσης παραμένουσιν. ἐπεὶ δ’ ἡ ἀληθινὴ φιλία τρία ζητεῖ μάλιστα, τὴν ἀρετὴν ὡς καλόν, καὶ τὴν συνήθειαν ὡς ἡδύ, καὶ τὴν χρείαν ὡς ἀναγκαῖον (δεῖ γὰρ ἀποδέξασθαι κρίναντα καὶ χαίρειν συνόντα καὶ χρῆσθαι δεόμενον, ἃ πάντα πρὸς τὴν πολυφιλίαν ὑπεναντιοῦται, καὶ μάλιστά πως τὸ κυριώτατον ἡ κρίσις), σκεπτέον δὴ πρῶτον εἰ δυνατόν ἐστιν cἐν βραχεῖ χρόνῳ δοκιμάσαι χορευτὰς συγχορευσομένους, ἐρέτας ὁμορροθήσοντας, οἰκέτας χρημάτων ἐπιτρόπους ἢ τέκνων παιδαγωγοὺς ἐσομένους, μήτι γε φίλους πολλοὺς εἰς ἀγῶνα πάσης τύχης συναποδυσομένους, ὧν ἕκαστος αὐτός θ’ αὑτόν7

πράσσων​8 εὖ τίθησιν εἰς μέσον,

τοῦ δυστυχοῦς τε λαγχάνων οὐκ ἄχθεται.

[link to English translation] οὔτε ναῦς γὰρ ἐπὶ τοσούτους ἕλκεται χειμῶνας εἰς θάλατταν, οὔτε χωρίοις θριγχοὺς καὶ λιμέσι προβάλλουσιν ἕρκη καὶ χώματα τηλικούτους προσδεχόμενοι κινδύνους καὶ τοσούτους, dὅσων ἐπαγγέλλεται φιλία καταφυγὴν καὶ βοήθειαν, ὀρθῶς  p54 καὶ βεβαίως ἐξετασθεῖσα· τῶν δ’ ἀνεξετάστως παραρρυέντων ὥσπερ νομισμάτων ἀδοκίμων ἐλεγχομένων

οἱ μὲν ἐστερημένοι

χαίρουσιν, οἱ δ’ ἔχοντες εὔχονται φυγεῖν.

[link to English translation] ἔστι δὲ τοῦτο χαλεπὸν καὶ οὐ ῥᾴδιον τὸ φυγεῖν ἢ ἀποθέσθαι δυσαρεστουμένην φιλίαν. ἀλλ’ ὥσπερ σιτίον βλαβερὸν καὶ δυσχεραινόμενον οὔτε κατέχειν οἷόν τε μὴ λυποῦν καὶ διαφθεῖρον οὔτ’ ἐκβάλλειν οἷον εἰσῆλθεν ἀλλ’ εἰδεχθὲς καὶ συμπεφυρμένον καὶ ἀλλόκοτον, οὕτω φίλος πονηρὸς ἢ σύνεστι λυπῶν καὶ λυμαινόμενος,​9 ἢ βίᾳ μετ’ ἔχθρας καὶ δυσμενείας eὥσπερ χολή τις ἐξέπεσε.

4 [link to English translation] Διὸ δεῖ μὴ ῥᾳδίως προσδέχεσθαι μηδὲ κολλᾶσθαι τοῖς ἐντυγχάνουσι μηδὲ φιλεῖν τοὺς διώκοντας, ἀλλὰ τοὺς ἀξίους φιλίας διώκειν. οὐ γὰρ αἱρετέον πάντως τὸ ῥᾳδίως ἁλισκόμενον. καὶ γὰρ ἀπαρίνην καὶ βάτον ἐπιλαμβανομένην ὑπερβάντες καὶ διωσάμενοι βαδίζομεν ἐπὶ τὴν ἐλαίαν καὶ τὴν ἄμπελον. οὕτως ἀεὶ​10 μὴ τὸν εὐχερῶς περιπλεκόμενον ποεῖσθαι συνήθη καλόν,​11 ἀλλὰ τοῖς ἀξίοις σπουδῆς καὶ ὠφελίμοις αὐτοὺς περιπλέκεσθαι fδοκιμάζοντας.

5 [link to English translation] Ὥσπερ οὖν ὁ Ζεῦξις αἰτιωμένων αὐτόν τινων ὅτι ζωγραφεῖ βραδέως, "ὁμολογῶ," εἶπεν, "ἐν πολλῷ χρόνῳ γράφειν, καὶ γὰρ εἰς πολύν," οὕτω φιλίαν δεῖ καὶ συνήθειαν σῴζειν παραλαβόντας  p56 ἐν πολλῷ κριθεῖσαν. ἆρ’ οὖν κρῖναι μὲν οὐκ ἔστι πολλοὺς φίλους ῥᾴδιον, συνεῖναι δὲ πολλοῖς ὁμοῦ ῥᾴδιον, ἢ καὶ τοῦτο ἀδύνατον; καὶ μὴν ἀπόλαυσίς ἐστιν ἡ συνήθεια τῆς φιλίας, καὶ τὸ ἥδιστον ἐν τῷ συνεῖναι καὶ συνδιημερεύειν·

οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων

βουλὰς ἑζόμενοι βουλεύσομεν.

95 [link to English translation] καὶ περὶ τοῦ Ὀδυσσέως ὁ Μενέλαος

οὐδέ κεν ἄλλο

ἄμμε​12 διέκρινεν φιλέοντέ τε τερπομένω τε,

πρίν γ’ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψε.

[link to English translation] τοὐναντίον οὖν ἔοικεν ἡ καλουμένη πολυφιλία ποιεῖν. ἡ μὲν γὰρ συνάγει καὶ συνίστησι καὶ συνέχει καταπυκνοῦσα ταῖς ὁμιλίαις καὶ φιλοφροσύναις

ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε

b [link to English translation] κατ’ Ἐμπεδοκλέα (τοιαύτην γὰρ ἡ φιλία βούλεται ποιεῖν ἑνότητα καὶ σύμπηξιν), ἡ δὲ πολυφιλία διίστησι καὶ ἀποσπᾷ καὶ ἀποστρέφει, τῷ μετακαλεῖν καὶ μεταφέρειν ἄλλοτε πρὸς ἄλλον οὐκ ἐῶσα κρᾶσιν οὐδὲ κόλλησιν εὐνοίας ἐν τῇ συνηθείᾳ περιχυθείσῃ καὶ παγείσῃ γενέσθαι. τοῦτο δ’ εὐθὺς  p58 ὑποβάλλει καὶ τὴν περὶ τὰς ὑπουργίας ἀνωμαλίαν καὶ δυσωπίαν· τὰ γὰρ εὔχρηστα τῆς φιλίας δύσχρηστα γίγνεται διὰ τὴν πολυφιλίαν.

"ἄλλον τρόπον" γὰρ "ἄλλων​13 ἐγείρει φροντὶς ἀνθρώπων·"

[link to English translation] οὔτε γὰρ αἱ φύσεις ἡμῶν ἐπὶ ταὐτὰ ταῖς ὁρμαῖς ῥέπουσιν, οὔτε τύχαις ὁμοτρόποις ἀεὶ σύνεσμεν· οἵ τε τῶν πράξεων καιροὶ cκαθάπερ τὰ πνεύματα τοὺς μὲν φέρουσι τοῖς δ’ ἀντιπίπτουσι.

6 [link to English translation] Καίτοι κἄν πάντες ἅμα τῶν αὐτῶν οἱ φίλοι δέωνται, χαλεπὸν ἐξαρκέσαι πᾶσι βουλευομένοις ἦ πολιτευομένοις ἦ φιλοτιμουμένοις ἢ ὑποδεχομένοις. ἂν δ’ ἑνὶ καιρῷ διαφόροις πράγμασι καὶ πάθεσι προστυγχάνοντες ὁμοῦ παρακαλῶσιν ὁ μὲν πλέων συναποδημεῖν, ὁ δὲ κρινόμενος συνδικεῖν, ὁ δὲ κρίνων συνδικάζειν, ὁ δὲ πιπράσκων ἢ ἀγοράζων συνδιοικεῖν, ὁ δὲ γαμῶν συνθύειν, ὁ δὲ θάπτων συμπενθεῖν,

πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμῃ,

ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων

d [link to English translation] ἡ πολυφιλία. πᾶσι μὲν ἀμήχανον παρεῖναι, μηδενὶ δ’ ἄτοπον, ἑνὶ δ’ ὑπουργοῦντα προσκρούειν πολλοῖς ἀνιαρόν·

οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθ’ ἡδέως.

 p60  [link to English translation] Καίτοι τὰς ἀμελείας καὶ ῥᾳθυμίας τῶν φίλων πραότερον φέρουσι, καὶ τὰς τοιαύτας ἀπολογίας ἀμηνίτως δέχονται παρ’ αὐτῶν "ἐξελαθόμην" "ἠγνόησα." ὁ δὲ λέγων "οὐ παρέστην σοι δίκην ἔχοντι, παριστάμην γὰρ ἑτέρῳ φίλῳ," καὶ "πυρέττοντά σ’ οὐκ εἶδον, τῷ δεῖνι γὰρ φίλους ἑστιῶντι συνησχολούμην" αἰτίαν τῆς ἀμελείας τὴν ἑτέρων ἐπιμέλειαν ποιούμενος eοὐ λύει τὴν μέμψιν, ἀλλὰ προσεπιβάλλει ζηλοτυπίαν. ἀλλ’ οἱ πολλοὶ τὰς πολυφιλίας ἃ δύνανται παρέχειν μόνον ὡς ἔοικε σκοποῦσιν, ἃ δ’ ἀνταπαιτοῦσι παρορῶσι, καὶ οὐ μνημονεύουσιν ὅτι δεῖ τὸν πολλοῖς εἰς ἂ δεῖται χρώμενον πολλοῖς δεομένοις ἀνθυπουργεῖν. ὥσπερ οὖν ὁ Βριάρευς ἑκατὸν χερσὶν εἰς πεντήκοντα φορῶν γαστέρας οὐδὲν ἡμῶν πλέον εἶχε τῶν ἀπὸ δυεῖν χεροῖν μίαν κοιλίαν διοικούντων, οὕτως ἐν τῷ φίλοις χρῆσθαι πολλοῖς​14 καὶ τὸ λειτουργεῖν πολλοῖς ἔνεστι καὶ τὸ συναγωγίαν καὶ τὸ συνασχολεῖσθαι καὶ συγκάμνειν. οὐ γὰρ Εὐριπίδῃ πειστέον λέγονται

χρῆν γὰρ μετρίαν εἰς ἀλλήλους

φιλίαν​15 θνητοὺς ἀνακίρνασθαι

fκαὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,

εὔλυτα δ’ εἶναι θέλγητρα​16 φρενῶν,

ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι,

[link to English translation] καθάπερ πόδα νεὼς ἐνδιδόντι καὶ προσάγοντι ταῖς χρείαις τὴν φιλίαν. ἀλλὰ τοῦτο μέν, ὦ Εὐριπίδη,  p62 μεταθῶμεν ἐπὶ τὰς ἔχθρας, καὶ κελεύωμεν "μετρίας" ποεῖσθαι τὰς διαφορὰς καὶ "μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς, εὔλυτα δ’ εἶναι" μίση καὶ ὀργὰς καὶ μεμψιμοιρίας καὶ ὑπονοίας· 96ἐκεῖνο δὲ μᾶλλον ἡμῖν παραίνει τὸ Πυθαγορικὸν "μὴ πολλοῖς ἐμβάλλειν δεξίαν," τουτέστι μὴ πολλοὺς ποεῖσθαι φίλους μηδὲ πολύκοινον μηδὲ πάνδημον ἀσπάζεσθαι φιλίαν, καὶ πρὸς ἓν’ ἄν τις ᾖ μετὰ πολλῶν παθῶν εἰσιοῦσα,​17 ὧν τὸ μὴ​18 συναγωνιᾶν καὶ συνάχθεσθαι καὶ συμπονεῖν καὶ συγκινδυνεύειν πάνυ δύσοιστον τοῖς ἐλευθέροις καὶ γενναίοις ἐστίν.

[link to English translation] Τὸ δὲ τοῦ σοφοῦ Χίλωνος ἀληθές, ὃς πρὸς τὸν εἰπόντα μηδένα ἔχειν ἐχθρόν "ἔοικας," ἔφη, "σὺ μηδὲ φίλον ἔχειν." αἱ γὰρ ἔχθραι ταῖς φιλίαις εὐθὺς ἐπακολουθοῦσι καὶ συμπλέκονται, ἐπείπερ 7 bοὐκ ἔστι φίλον μὴ συναδικεῖσθαι μηδὲ συναδοξεῖν μηδὲ συναπεχθάνεσθαι· οἱ γὰρ ἐχθροὶ τὸν φίλον εὐθὺς ὑφορῶνταί τε καὶ μισοῦσιν, οἱ δὲ φίλοι πολλάκις φθονοῦσί τε καὶ ζηλοτυποῦσι καὶ περισπῶσιν. ὥσπερ οὖν ὁ τῷ Τιμησίᾳ περὶ τῆς ἀποικίας δοθεὶς χρησμὸς προηγόρευσε

σμῆνα μελισσάων τάχα τοι καὶ σφῆκες ἔσονται,​19

[link to English translation] οὕτως οἱ φίλων ζητοῦντες ἑσμὸν ἔλαθον ἐχθρῶν σφηκιαῖς περιπεσόντες.

Καὶ οὐκ ἴσον ἄγει σταθμὸν ἐχθροῦ μνησικακία  p64 καὶ φίλου χάρις. ὅρα δὲ cτοὺς Φιλώτου καὶ Παρμενίωνος φίλους καὶ οἰκείους ἃ διέθηκεν Ἀλέξανδρος, ἂ τοὺς Δίωνος Διονύσιος τοὺς Πλαύτου Νέρων καὶ τοὺς Σηιανοῦ Τιβέριος στρεβλοῦντες καὶ ἀποκτιννύοντες. ὡς γὰρ τὸν Κρέοντα τῆς θυγατρὸς οὐδὲν ὁ χρυσὸς οὐδ’ ὁ πέπλος ὠφέλει, τὸ δὲ πῦρ ἀναφθὲν αἰφνιδίως προσδραμόντα καὶ περιπτύξαντα κατέκαυσε καὶ συναπώλεσεν, οὕτως ἔνιοι τῶν φίλων οὐδὲν ἀπολαύσαντες εὐτυχούντων συναπόλλυνται δυστυχοῦσι. καὶ τοῦτο μάλιστα πάσχουσιν οἱ φιλόσοφοι​20 καὶ χαρίεντες, ὡς Θησεὺς τῷ Πειρίθῳ κολαζομένῳ καὶ δεδεμένῳ

αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις,​21

d [link to English translation] ἐν δὲ τῷ λοιμῷ φησιν ὁ Θουκυδίδης τοὺς ἀρετῆς μάλιστα μεταποιουμένους συναπόλλυσθαι τοῖς φίλοις νοσοῦσιν· ἐφείδουν γὰρ σφῶν αὐτῶν ἰόντες παρὰ τοὺς ἐπιτηδείους.

8 [link to English translation] Ὅθεν οὕτω τῆς ἀρετῆς ἀφειδεῖν οὐ προσῆκον ἄλλοτ’ ἄλλοις συνδέοντας αὐτὴν καὶ συμπλέκοντας, ἀλλὰ τοῖς ἀξίοις τὴν αὐτὴν​22 κοινωνίαν φυλάττειν, τουτέστι τοῖς ὁμοίως φιλεῖν καὶ κοινωνεῖν δυναμένοις. καὶ γὰρ δὴ τοῦτο πάντων μέγιστόν ἐστιν ἐναντίωμα πρὸς τὴν πολυφιλίαν, ὅτι τῇ φιλίᾳ  p66 γένεσις δι’ ὁμοιότητος ἐστιν. ὅπου γὰρ καὶ τὰ ἄψυχα​23 τὰς μίξεις πρὸς τὰ ἀνόμοια ποειεῖται μετὰ βίας ἀναγκαζόμενα eκαὶ ὀκλάζει καὶ ἀγανακτεῖ φεύγοντα ἀπ’ ἀλλήλων, τοῖς δὲ συγγενέσι καὶ οἰκείοις ὁμοπαθεῖ κεραννύμενα καὶ προσίεται τὴν κοινωνίαν λείως καὶ μετ’ εὐμενείας, πῶς οἷόν τε φιλίαν ἤθεσι διαφόροις ἐγγενέσθαι καὶ πάθεσιν ἀνομοίοις καὶ βίοις ἑτέρας προαιρέσεις ἔχουσιν; ἡ μὲν γὰρ περὶ ψαλμοὺς καὶ φόρμιγγας ἁρμονία δι’ ἀντιφώνων ἔχει τὸ σύμφωνον, ὀξύτησι καὶ βαρύτησιν ἁμωσγέπως ὁμιότητος ἐγγιγνομένης· τῆς δὲ φιλικῆς συμφωνίας ταύτης καὶ ἁρμονίας οὐδὲν ἀνόμοιον οὐδ’ ἀνώμαλον οὐδ’ ἄνισον εἶναι δεῖ μέρος, fἀλλ’ ἐξ ἁπάντων ὁμοίως ἔχόντων ὁμολογεῖν​24a καὶ ὁμοβουλεῖν​24b καὶ ὁμοδοξεῖν​24c καὶ συνομοπαθεῖν,​24d ὥσπερ μιᾶς ψυχῆς ἐν πλείοσι διῃρημένης σώμασι.

9 [link to English translation] Τίς οὖν ἔστιν οὕτως ἐπίπονος καὶ μετάβολος καὶ παντοδαπὸς ἄνθρωπος, ὥστε πολλοῖς ἑαυτὸν ἐξομοιοῦν καὶ προσαρμόττειν καὶ μὴ καταγελᾶν τοῦ Θεόγνιδος παραινοῦντος

πουλύποδος νόον​25a ἴσχε πολυχρόου,​25b ὃς ποτὶ πέτρῃ,

τῇ περ ὁμιλήσῃ,​25c τοῖος ἰδεῖν ἐφάνη;

[link to English translation] καίτοι τοῦ πολύποδος αἱ μεταβολαὶ βάθος οὐκ ἔχουσιν, ἀλλὰ περὶ αὐτὴν γίγνονται τὴν ἐπιφάνειαν, στυφότητι καὶ μανότητι τὰς ἀπορροίας τῶν πλησιαζόντων ἀναλαμβάνουσαν· 97αἱ δὲ φιλίαι τὰ  p68 ἤθη ζητοῦσι συνεξομοιοῦν καὶ τὰ πάθη καὶ τοὺς λόγους καὶ τὰ ἐπιτηδεύματα καὶ τὰς διαθέσεις. Πρωτέως τινὸς οὐκ εὐτυχοῦς οὐδὲ πάνυ χρηστοῦ τὸ ἔργον, ἀλλ’​26 ὑπὸ γοητείας ἑαυτὸν εἰς ἕτερον εἶδος ἐξ ἑτέρου μεταλλάττοντος ἐν ταὐτῷ πολλάκις, φιλολόγοις συναναγιγνώσκοντος καὶ παλαισταῖς συγκονιομένου καὶ φιλοθήροις συγκυνηγετοῦντοις καὶ φιλοπόταις συμμεθυσκομένου καὶ πολιτικοῖς συναρχαιρεσιάζοντος, ἰδίαν ἤθους ἑστίαν οὐκ ἔχοντος. ὡς δὲ τὴν ἀσχημάτιστον οἱ φυσικοὶ καὶ ἀχρώματον οὐσίαν bκαὶ ὕλην λέγουσιν ὑποκειμένην καὶ τρεπομένην ὑφ’ αὑτῆς νῦν μὲν φλέγεσθαι νῦν δ’ ἐξυγραίνεσθαι, τοτὲ δ’ ἐξαεροῦσθαι πήγνυσθαι δ’ αὖθις, οὕτως ἄρα τῇ πολυφιλίᾳ ψυχὴν ὑποκείσθαι δεήσει πολυπαθῆ καὶ πολύτροπον καὶ ὑγρὰν καὶ ῥᾳδίαν μεταβάλλειν. ἀλλ’ ἡ φιλία στάσιμόν τι ζητεῖ καὶ βέβαιον ἦθος καὶ ἀμετάπτωτον ἐν μιᾷ χώρᾳ καὶ συνηθείᾳ· διὸ καὶ σπάνιον καὶ δυσεύρετόν ἐστι φίλος βέβαιος.


The Loeb Editor's Notes:

1 σοφίης in Sextus Empiricus: σοφίας.

2 ὁ ἄνθρωπος] ἄνθρωπος Hercher: ἄνθρωπος.

3 ἐναντίον Wyttenbach: αἴτιον.

4 ἡμῖν added by F.C.B.

5 ἄπληστον Moralia, 661F: ἄχρηστον.

6 μήτ’ Schellens: μὴ.

7 Probably the first line had αὑτόν τε as the beginning, as Xylander saw, but Plutarch was apt to fit his quotations to his own words.

8 πράσσων, the regular form in tragedy: πράττων.

9 λυμαινόμενος Hercher: λυπούμενος.

10 ἀεὶ] δεῖ Wyttenbach.

11 καλόν] καὶ φίλον Wyttenbach.

12 ἄλλο | ἄμμε ] ἡμέας | ἄλλο Homeric MSS.

13 ἄλλων Crusius: ἄλλον.

14 ἐν τῷ φίλοις χρῆσθαι πολλοῖς is perhaps more likely than Halm's ἐν τῷ πολλοῖς φίλοις χρῆσθαι: ἐν τοῖς φίλοις χρήσιμον.

15 μετρίαν . . . φιλίαν: μετρίας . . . φιλίας Euripides, Hippolytus, 253.

16 θέλγητρα, ibid. 256: στέργηθρα.

17 καὶ πρὸς ἕν’ ἄν τις ᾖ . . . εἰσιοῦσα F.C.B. (cf. Aristotle, Magna Moralia, II.16): καὶ πρὸς ἐναντίην (or ἐναντίαν) (or ) . . . εἰσιοῦσαν (or εἰσιοῦσα).

18 μὴ Hartman: μὲν.

19 σμῆνι . . . ἕπονται Reiske.

20 φιλόσοφοι] φιλόφιλοι Michael, φιλόστοργοι Sauppe; but cf. 112D infra for some justification of the MS. reading.

21 αἰδοῦς . . . πέδαις is the reading in the other three places in which Plutarch quotes this line (MSS. here have πέδαις . . . πόδας), but it is not impossible that Plutarch may have adapted the line to suit his context, which seems to require ἀχαλκεύτοις συνέζευκται of Stephanus.

22 αὐτὴν] αὐτῆς several MSS.

23 ἄψυχα] ἄλογα Wyttenbach.

24a 24b 24c 24d Hartman would read all these as indicatives, ὁμολογεῖ, etc.

25a 25b 25c πολύπου ὀργήν . . . πολυπλόκου . . . τῇ προσομιλήσῃ, in the MSS. of Theognis and also Athenaeus, p. 317A. The majority of MSS. of Plutarch have πολύφρονος instead of πολυχρόου.

26 Hartman would omit ἀλλ’.


[image ALT: Valid HTML 4.01.]

Page updated: 29 Jun 08